Πολυμήστωρ
-ὦ φίλτατʼ ἀνδρῶν Πρίαμε, φιλτάτη δὲ σύ,
-Ἑκάβη, δακρύω σʼ εἰσορῶν πόλιν τε σὴν
-τήν τʼ ἀρτίως θανοῦσαν ἔκγονον σέθεν.
-φεῦ·
-οὐκ ἔστι πιστὸν οὐδέν, οὔτʼ εὐδοξία
-οὔτʼ αὖ καλῶς πράσσοντα μὴ πράξειν κακῶς.
-φύρουσι δʼ αὐτοὶ θεοὶ πάλιν τε καὶ πρόσω
-ταραγμὸν ἐντιθέντες, ὡς ἀγνωσίᾳ
-σέβωμεν αὐτούς. ἀλλὰ ταῦτα μὲν τί δεῖ
-θρηνεῖν, προκόπτοντʼ οὐδὲν ἐς πρόσθεν κακῶν;
-σὺ δʼ, εἴ τι μέμφῃ τῆς ἐμῆς ἀπουσίας,
-σχές· τυγχάνω γὰρ ἐν μέσοις Θρῄκης ὅροις
-ἀπών, ὅτʼ ἦλθες δεῦρʼ· ἐπεὶ δʼ ἀφικόμην,
-ἤδη πόδʼ ἔξω δωμάτων αἴροντί μοι
-ἐς ταὐτὸν ἥδε συμπίτνει δμωὶς σέθεν
-λέγουσα μύθους, ὧν κλύων ἀφικόμην.
-
-
-Ἑκάβη
-αἰσχύνομαί σε προσβλέπειν ἐναντίον,
-Πολυμῆστορ, ἐν τοιοῖσδε κειμένη κακοῖς.
-ὅτῳ γὰρ ὤφθην εὐτυχοῦσʼ, αἰδώς μʼ ἔχει
-ἐν τῷδε πότμῳ τυγχάνουσʼ ἵνʼ εἰμὶ νῦν
-κοὐκ ἂν δυναίμην προσβλέπειν ὀρθαῖς κόραις.
-ἀλλʼ αὐτὸ μὴ δύσνοιαν ἡγήσῃ σέθεν,
-Πολυμῆστορ· ἄλλως δʼ αἴτιόν τι καὶ νόμος,
-γυναῖκας ἀνδρῶν μὴ βλέπειν ἐναντίον.
+ὦ φίλτατʼ ἀνδρῶν Πρίαμε, φιλτάτη δὲ σύ,
+Ἑκάβη, δακρύω σʼ εἰσορῶν πόλιν τε σὴν
+τήν τʼ ἀρτίως θανοῦσαν ἔκγονον σέθεν.
+φεῦ·
+οὐκ ἔστι πιστὸν οὐδέν, οὔτʼ εὐδοξία
+οὔτʼ αὖ καλῶς πράσσοντα μὴ πράξειν κακῶς.
+φύρουσι δʼ αὐτοὶ θεοὶ πάλιν τε καὶ πρόσω
+ταραγμὸν ἐντιθέντες, ὡς ἀγνωσίᾳ
+σέβωμεν αὐτούς. ἀλλὰ ταῦτα μὲν τί δεῖ
+θρηνεῖν, προκόπτοντʼ οὐδὲν ἐς πρόσθεν κακῶν;
+σὺ δʼ, εἴ τι μέμφῃ τῆς ἐμῆς ἀπουσίας,
+σχές· τυγχάνω γὰρ ἐν μέσοις Θρῄκης ὅροις
+ἀπών, ὅτʼ ἦλθες δεῦρʼ· ἐπεὶ δʼ ἀφικόμην,
+ἤδη πόδʼ ἔξω δωμάτων αἴροντί μοι
+ἐς ταὐτὸν ἥδε συμπίτνει δμωὶς σέθεν
+λέγουσα μύθους, ὧν κλύων ἀφικόμην.
+
+
+Ἑκάβη
+αἰσχύνομαί σε προσβλέπειν ἐναντίον,
+Πολυμῆστορ, ἐν τοιοῖσδε κειμένη κακοῖς.
+ὅτῳ γὰρ ὤφθην εὐτυχοῦσʼ, αἰδώς μʼ ἔχει
+ἐν τῷδε πότμῳ τυγχάνουσʼ ἵνʼ εἰμὶ νῦν
+κοὐκ ἂν δυναίμην προσβλέπειν ὀρθαῖς κόραις.
+ἀλλʼ αὐτὸ μὴ δύσνοιαν ἡγήσῃ σέθεν,
+Πολυμῆστορ· ἄλλως δʼ αἴτιόν τι καὶ νόμος,
+γυναῖκας ἀνδρῶν μὴ βλέπειν ἐναντίον.
Πολυμήστωρ
-καὶ θαῦμά γʼ οὐδέν. ἀλλὰ τίς χρεία σʼ ἐμοῦ;
-τί χρῆμʼ ἐπέμψω τὸν ἐμὸν ἐκ δόμων πόδα·
+καὶ θαῦμά γʼ οὐδέν. ἀλλὰ τίς χρεία σʼ ἐμοῦ;
+τί χρῆμʼ ἐπέμψω τὸν ἐμὸν ἐκ δόμων πόδα·
Ἑκάβη
-ἴδιον ἐμαυτῆς δή τι πρὸς σὲ βούλομαι
-καὶ παῖδας εἰπεῖν σούς· ὀπάονας δέ μοι
-χωρὶς κέλευσον τῶνδʼ ἀποστῆναι δόμων.
+ἴδιον ἐμαυτῆς δή τι πρὸς σὲ βούλομαι
+καὶ παῖδας εἰπεῖν σούς· ὀπάονας δέ μοι
+χωρὶς κέλευσον τῶνδʼ ἀποστῆναι δόμων.
Πολυμήστωρ
-χωρεῖτʼ· ἐν ἀσφαλεῖ γὰρ ἥδʼ ἐρημία.
-φίλη μὲν εἶ σύ, προσφιλὲς δέ μοι τόδε
-στράτευμʼ Ἀχαιῶν. ἀλλὰ σημαίνειν σὲ χρῆν·
-τί χρὴ τὸν εὖ πράσσοντα μὴ πράσσουσιν εὖ
-φίλοις ἐπαρκεῖν; ὡς ἕτοιμός εἰμʼ ἐγώ.
+χωρεῖτʼ· ἐν ἀσφαλεῖ γὰρ ἥδʼ ἐρημία.
+φίλη μὲν εἶ σύ, προσφιλὲς δέ μοι τόδε
+στράτευμʼ Ἀχαιῶν. ἀλλὰ σημαίνειν σὲ χρῆν·
+τί χρὴ τὸν εὖ πράσσοντα μὴ πράσσουσιν εὖ
+φίλοις ἐπαρκεῖν; ὡς ἕτοιμός εἰμʼ ἐγώ.
Ἑκάβη
-πρῶτον μὲν εἰπὲ παῖδʼ ὃν ἐξ ἐμῆς χερὸς
-Πολύδωρον ἔκ τε πατρὸς ἐν δόμοις ἔχεις,
-εἰ ζῇ· τὰ δʼ ἄλλα δεύτερόν σʼ ἐρήσομαι.
+πρῶτον μὲν εἰπὲ παῖδʼ ὃν ἐξ ἐμῆς χερὸς
+Πολύδωρον ἔκ τε πατρὸς ἐν δόμοις ἔχεις,
+εἰ ζῇ· τὰ δʼ ἄλλα δεύτερόν σʼ ἐρήσομαι.
Πολυμήστωρ
-μάλιστα· τοὐκείνου μὲν εὐτυχεῖς μέρος.
+μάλιστα· τοὐκείνου μὲν εὐτυχεῖς μέρος.
Ἑκάβη
-ὦ φίλταθʼ, ὡς εὖ κἀξίως λέγεις σέθεν.
+ὦ φίλταθʼ, ὡς εὖ κἀξίως λέγεις σέθεν.
Πολυμήστωρ
-τί δῆτα βούλῃ δεύτερον μαθεῖν ἐμοῦ;
+τί δῆτα βούλῃ δεύτερον μαθεῖν ἐμοῦ;
Ἑκάβη
-εἰ τῆς τεκούσης τῆσδε μέμνηταί τί μου;
+εἰ τῆς τεκούσης τῆσδε μέμνηταί τί μου;
Πολυμήστωρ
-καὶ δεῦρό γʼ ὡς σὲ κρύφιος ἐζήτει μολεῖν.
+καὶ δεῦρό γʼ ὡς σὲ κρύφιος ἐζήτει μολεῖν.
Ἑκάβη
-χρυσὸς δὲ σῶς ὃν ἦλθεν ἐκ Τροίας ἔχων;
+χρυσὸς δὲ σῶς ὃν ἦλθεν ἐκ Τροίας ἔχων;
Πολυμήστωρ
-σῶς, ἐν δόμοις γε τοῖς ἐμοῖς φρουρούμενος.
+σῶς, ἐν δόμοις γε τοῖς ἐμοῖς φρουρούμενος.
Ἑκάβη
-σῶσόν νυν αὐτὸν μηδʼ ἔρα τῶν πλησίον.
+σῶσόν νυν αὐτὸν μηδʼ ἔρα τῶν πλησίον.
Πολυμήστωρ
-ἥκιστʼ· ὀναίμην τοῦ παρόντος, ὦ γύναι.
+ἥκιστʼ· ὀναίμην τοῦ παρόντος, ὦ γύναι.
Ἑκάβη
-οἶσθʼ οὖν ἃ λέξαι σοί τε καὶ παισὶν θέλω;
+οἶσθʼ οὖν ἃ λέξαι σοί τε καὶ παισὶν θέλω;
Πολυμήστωρ
-οὐκ οἶδα· τῷ σῷ τοῦτο σημανεῖς λόγῳ.
+οὐκ οἶδα· τῷ σῷ τοῦτο σημανεῖς λόγῳ.
Ἑκάβη
-ἔστʼ, ὦ φιληθεὶς ὡς σὺ νῦν ἐμοὶ φιλῇ —
+ἔστʼ, ὦ φιληθεὶς ὡς σὺ νῦν ἐμοὶ φιλῇ —
Πολυμήστωρ
-τί χρῆμʼ ὃ κἀμὲ καὶ τέκνʼ εἰδέναι χρεών;
+τί χρῆμʼ ὃ κἀμὲ καὶ τέκνʼ εἰδέναι χρεών;
Ἑκάβη
-χρυσοῦ παλαιαὶ Πριαμιδῶν κατώρυχες.
+χρυσοῦ παλαιαὶ Πριαμιδῶν κατώρυχες.
Πολυμήστωρ
-ταῦτʼ ἔσθʼ ἃ βούλῃ παιδὶ σημῆναι σέθεν;
+ταῦτʼ ἔσθʼ ἃ βούλῃ παιδὶ σημῆναι σέθεν;
Ἑκάβη
-μάλιστα, διὰ σοῦ γʼ· εἶ γὰρ εὐσεβὴς ἀνήρ.
+μάλιστα, διὰ σοῦ γʼ· εἶ γὰρ εὐσεβὴς ἀνήρ.
Πολυμήστωρ
-τί δῆτα τέκνων τῶνδε δεῖ παρουσίας;
+τί δῆτα τέκνων τῶνδε δεῖ παρουσίας;
Ἑκάβη
-ἄμεινον, ἢν σὺ κατθάνῃς, τούσδʼ εἰδέναι.
+ἄμεινον, ἢν σὺ κατθάνῃς, τούσδʼ εἰδέναι.
Πολυμήστωρ
-καλῶς ἔλεξας· τῇδε καὶ σοφώτερον.
+καλῶς ἔλεξας· τῇδε καὶ σοφώτερον.
Ἑκάβη
-οἶσθʼ οὖν Ἀθάνας Ἰλίας ἵνα στέγαι;
+οἶσθʼ οὖν Ἀθάνας Ἰλίας ἵνα στέγαι;
Πολυμήστωρ
-ἐνταῦθʼ ὁ χρυσός ἐστι; σημεῖον δὲ τί;
+ἐνταῦθʼ ὁ χρυσός ἐστι; σημεῖον δὲ τί;
Ἑκάβη
-μέλαινα πέτρα γῆς ὑπερτέλλουσʼ ἄνω.
+μέλαινα πέτρα γῆς ὑπερτέλλουσʼ ἄνω.
Πολυμήστωρ
-ἔτʼ οὖν τι βούλῃ τῶν ἐκεῖ φράζειν ἐμοί;
+ἔτʼ οὖν τι βούλῃ τῶν ἐκεῖ φράζειν ἐμοί;
Ἑκάβη
-σῶσαί σε χρήμαθʼ οἷς συνεξῆλθον θέλω.
+σῶσαί σε χρήμαθʼ οἷς συνεξῆλθον θέλω.
Πολυμήστωρ
-ποῦ δῆτα; πέπλων ἐντὸς ἢ κρύψασʼ ἔχεις;
+ποῦ δῆτα; πέπλων ἐντὸς ἢ κρύψασʼ ἔχεις;
Ἑκάβη
-σκύλων ἐν ὄχλῳ ταῖσδε σῴζεται στέγαις.
+σκύλων ἐν ὄχλῳ ταῖσδε σῴζεται στέγαις.
Πολυμήστωρ
-ποῦ δʼ; αἵδʼ Ἀχαιῶν ναύλοχοι περιπτυχαί.
+ποῦ δʼ; αἵδʼ Ἀχαιῶν ναύλοχοι περιπτυχαί.
Ἑκάβη
-ἰδίᾳ γυναικῶν αἰχμαλωτίδων στέγαι.
+ἰδίᾳ γυναικῶν αἰχμαλωτίδων στέγαι.
Πολυμήστωρ
-τἄνδον δὲ πιστὰ κἀρσένων ἐρημία;
+τἄνδον δὲ πιστὰ κἀρσένων ἐρημία;
Ἑκάβη
-οὐδεὶς Ἀχαιῶν ἔνδον, ἀλλʼ ἡμεῖς μόναι.
-ἀλλʼ ἕρπʼ ἐς οἴκους· καὶ γὰρ Ἀργεῖοι νεῶν
-λῦσαι ποθοῦσιν οἴκαδʼ ἐκ Τροίας πόδα·
-ὡς πάντα πράξας ὧν σε δεῖ στείχῃς πάλιν
-ξὺν παισὶν οὗπερ τὸν ἐμὸν ᾤκισας γόνον.
+οὐδεὶς Ἀχαιῶν ἔνδον, ἀλλʼ ἡμεῖς μόναι.
+ἀλλʼ ἕρπʼ ἐς οἴκους· καὶ γὰρ Ἀργεῖοι νεῶν
+λῦσαι ποθοῦσιν οἴκαδʼ ἐκ Τροίας πόδα·
+ὡς πάντα πράξας ὧν σε δεῖ στείχῃς πάλιν
+ξὺν παισὶν οὗπερ τὸν ἐμὸν ᾤκισας γόνον.
Χορός
-οὔπω δέδωκας, ἀλλʼ ἴσως δώσεις δίκην·
+οὔπω δέδωκας, ἀλλʼ ἴσως δώσεις δίκην·
-
+
Χορός
-ἀλίμενόν τις ὡς εἰς ἄντλον πεσὼν
-†λέχριος ἐκπεσῇ φίλας καρδίας,
-ἀμέρσας βίοτον. τὸ γὰρ ὑπέγγυον
-Δίκᾳ καὶ θεοῖσιν οὐ συμπίτνει·
-ὀλέθριον ὀλέθριον κακόν.†
-ψεύσει σʼ ὁδοῦ τῆσδʼ ἐλπὶς ἥ σʼ ἐπήγαγεν
-θανάσιμον πρὸς Ἅιδαν, ἰὼ τάλας·
-ἀπολέμῳ δὲ χειρὶ λείψεις βίον.
+ἀλίμενόν τις ὡς εἰς ἄντλον πεσὼν
+†λέχριος ἐκπεσῇ φίλας καρδίας,
+ἀμέρσας βίοτον. τὸ γὰρ ὑπέγγυον
+Δίκᾳ καὶ θεοῖσιν οὐ συμπίτνει·
+ὀλέθριον ὀλέθριον κακόν.†
+ψεύσει σʼ ὁδοῦ τῆσδʼ ἐλπὶς ἥ σʼ ἐπήγαγεν
+θανάσιμον πρὸς Ἅιδαν, ἰὼ τάλας·
+ἀπολέμῳ δὲ χειρὶ λείψεις βίον.
Πολυμήστωρ
-ἔσωθεννοταμ αδδιδι
+ἔσωθεννοταμ αδδιδι
-ὤμοι, τυφλοῦμαι φέγγος ὀμμάτων τάλας.
+ὤμοι, τυφλοῦμαι φέγγος ὀμμάτων τάλας.
Χορός
-ἠκούσατʼ ἀνδρὸς Θρῃκὸς οἰμωγήν, φίλαι;
+ἠκούσατʼ ἀνδρὸς Θρῃκὸς οἰμωγήν, φίλαι;
Πολυμήστωρ
-ὤμοι μάλʼ αὖθις, τέκνα, δυστήνου σφαγῆς.
+ὤμοι μάλʼ αὖθις, τέκνα, δυστήνου σφαγῆς.
Χορός
-φίλαι, πέπρακται καίνʼ ἔσω δόμων κακά.
+φίλαι, πέπρακται καίνʼ ἔσω δόμων κακά.
Πολυμήστωρ
-ἀλλʼ οὔτι μὴ φύγητε λαιψηρῷ ποδί·
-βάλλων γὰρ οἴκων τῶνδʼ ἀναρρήξω μυχούς.
+ἀλλʼ οὔτι μὴ φύγητε λαιψηρῷ ποδί·
+βάλλων γὰρ οἴκων τῶνδʼ ἀναρρήξω μυχούς.
Χορός
-ἰδού, βαρείας χειρὸς ὁρμᾶται βέλος.
-βούλεσθʼ ἐπεσπέσωμεν; ὡς ἀκμὴ καλεῖ
-Ἑκάβῃ παρεῖναι Τρῳάσιν τε συμμάχους.
+ἰδού, βαρείας χειρὸς ὁρμᾶται βέλος.
+βούλεσθʼ ἐπεσπέσωμεν; ὡς ἀκμὴ καλεῖ
+Ἑκάβῃ παρεῖναι Τρῳάσιν τε συμμάχους.
Ἑκάβη
-ἄρασσε, φείδου μηδέν, ἐκβάλλων πύλας·
-οὐ γάρ ποτʼ ὄμμα λαμπρὸν ἐνθήσεις κόραις,
-οὐ παῖδας ὄψῃ ζῶντας οὓς ἔκτεινʼ ἐγώ.
+ἄρασσε, φείδου μηδέν, ἐκβάλλων πύλας·
+οὐ γάρ ποτʼ ὄμμα λαμπρὸν ἐνθήσεις κόραις,
+οὐ παῖδας ὄψῃ ζῶντας οὓς ἔκτεινʼ ἐγώ.
Χορός
-ἦ γὰρ καθεῖλες Θρῇκα, καὶ κρατεῖς, ξένον,
-δέσποινα, καὶ δέδρακας οἷάπερ λέγεις;
+ἦ γὰρ καθεῖλες Θρῇκα, καὶ κρατεῖς, ξένον,
+δέσποινα, καὶ δέδρακας οἷάπερ λέγεις;
Ἑκάβη
-ὄψῃ νιν αὐτίκʼ ὄντα δωμάτων πάρος
-τυφλὸν τυφλῷ στείχοντα παραφόρῳ ποδί,
-παίδων τε δισσῶν σώμαθʼ, οὓς ἔκτεινʼ ἐγὼ
-σὺν ταῖς ἀρίσταις Τρῳάσιν· δίκην δέ μοι
-δέδωκε. χωρεῖ δʼ, ὡς ὁρᾷς, ὅδʼ ἐκ δόμων.
-ἀλλʼ ἐκποδὼν ἄπειμι κἀποστήσομαι
-θυμῷ ῥέοντι Θρῃκὶ δυσμαχωτάτῳ.
+ὄψῃ νιν αὐτίκʼ ὄντα δωμάτων πάρος
+τυφλὸν τυφλῷ στείχοντα παραφόρῳ ποδί,
+παίδων τε δισσῶν σώμαθʼ, οὓς ἔκτεινʼ ἐγὼ
+σὺν ταῖς ἀρίσταις Τρῳάσιν· δίκην δέ μοι
+δέδωκε. χωρεῖ δʼ, ὡς ὁρᾷς, ὅδʼ ἐκ δόμων.
+ἀλλʼ ἐκποδὼν ἄπειμι κἀποστήσομαι
+θυμῷ ῥέοντι Θρῃκὶ δυσμαχωτάτῳ.
-
-
+
+
Πολυμήστωρ
-ὤμοι ἐγώ, πᾷ βῶ,
-πᾷ στῶ, πᾷ κέλσω;
-τετράποδος βάσιν θηρὸς ὀρεστέρου
-τιθέμενος ἐπίχειρα κατʼ ἴχνος; ποίαν
-ἢ ταύταν ἢ τάνδʼ ἐξαλλάξω, τὰς
-ἀνδροφόνους μάρψαι χρῄζων Ἰλιάδας,
-αἵ με διώλεσαν;
-τάλαιναι κόραι τάλαιναι Φρυγῶν,
-ὦ κατάρατοι,
-ποῖ καί με φυγᾷ πτώσσουσι μυχῶν;
-εἴθε μοι ὀμμάτων αἱματόεν βλέφαρον
-ἀκέσαιʼ ἀκέσαιο τυφλόν, Ἅλιε,
-φέγγος ἐπαλλάξας.
-
+ὤμοι ἐγώ, πᾷ βῶ,
+πᾷ στῶ, πᾷ κέλσω;
+τετράποδος βάσιν θηρὸς ὀρεστέρου
+τιθέμενος ἐπίχειρα κατʼ ἴχνος; ποίαν
+ἢ ταύταν ἢ τάνδʼ ἐξαλλάξω, τὰς
+ἀνδροφόνους μάρψαι χρῄζων Ἰλιάδας,
+αἵ με διώλεσαν;
+τάλαιναι κόραι τάλαιναι Φρυγῶν,
+ὦ κατάρατοι,
+ποῖ καί με φυγᾷ πτώσσουσι μυχῶν;
+εἴθε μοι ὀμμάτων αἱματόεν βλέφαρον
+ἀκέσαιʼ ἀκέσαιο τυφλόν, Ἅλιε,
+φέγγος ἐπαλλάξας.
+
ἆ ἆ,
-σίγα· κρυπτὰν βάσιν αἰσθάνομαι
-τάνδε γυναικῶν. πᾷ πόδʼ ἐπᾴξας
-σαρκῶν ὀστέων τʼ ἐμπλησθῶ,
-θοίναν ἀγρίων θηρῶν τιθέμενος,
-ἀρνύμενος λώβαν
-λύμας ἀντίποινʼ ἐμᾶς; ὦ τάλας.
-ποῖ πᾷ φέρομαι τέκνʼ ἔρημα λιπὼν
-Βάκχαις Ἅιδου διαμοιρᾶσαι,
-σφακτά, κυσίν τε φοινίαν δαῖτʼ ἀνή-
-μερον τʼ οὐρείαν ἐκβολάν;
-πᾷ στῶ, πᾷ κάμψω, πᾷ βῶ,
+σίγα· κρυπτὰν βάσιν αἰσθάνομαι
+τάνδε γυναικῶν. πᾷ πόδʼ ἐπᾴξας
+σαρκῶν ὀστέων τʼ ἐμπλησθῶ,
+θοίναν ἀγρίων θηρῶν τιθέμενος,
+ἀρνύμενος λώβαν
+λύμας ἀντίποινʼ ἐμᾶς; ὦ τάλας.
+ποῖ πᾷ φέρομαι τέκνʼ ἔρημα λιπὼν
+Βάκχαις Ἅιδου διαμοιρᾶσαι,
+σφακτά, κυσίν τε φοινίαν δαῖτʼ ἀνή-
+μερον τʼ οὐρείαν ἐκβολάν;
+πᾷ στῶ, πᾷ κάμψω, πᾷ βῶ,
-ναῦς ὅπως ποντίοις πείσμασιν, λινόκροκον
-φᾶρος στέλλων, ἐπὶ τάνδε συθεὶς
-τέκνων ἐμῶν φύλαξ ὀλέθριον κοίταν;
+ναῦς ὅπως ποντίοις πείσμασιν, λινόκροκον
+φᾶρος στέλλων, ἐπὶ τάνδε συθεὶς
+τέκνων ἐμῶν φύλαξ ὀλέθριον κοίταν;
Χορός
-ὦ τλῆμον, ὥς σοι δύσφορʼ εἴργασται κακά·
-δράσαντι δʼ αἰσχρὰ δεινὰ τἀπιτίμια.
-
+ὦ τλῆμον, ὥς σοι δύσφορʼ εἴργασται κακά·
+δράσαντι δʼ αἰσχρὰ δεινὰ τἀπιτίμια.
+
δαίμων ἔδωκεν ὅστις ἐστί σοι βαρύς.
-
-
+
+
Πολυμήστωρ
-αἰαῖ, ἰὼ Θρῄκης λογχοφόρον ἔνο-
-πλον εὔιππον Ἄρει κάτοχον γένος.
-ἰὼ Ἀχαιοί. — ἰὼ Ἀτρεῖδαι. — βοὰν βοὰν ἀυτῶ, βοάν.
-ὢ ἴτε· μόλετε πρὸς θεῶν.
-κλύει τις ἢ οὐδεὶς ἀρκέσει; τί μέλλετε;
-γυναῖκες ὤλεσάν με, γυναῖκες αἰχμαλωτίδες· δεινὰ
-δεινὰ πεπόνθαμεν.
-ὤμοι ἐμᾶς λώβας.
-ποῖ τράπωμαι, ποῖ πορευθῶ;
-ἀμπτάμενος οὐράνιον
-ὑψιπετὲς ἐς μέλαθρον,
-Ὠαρίων ἢ Σείριος ἔνθα πυρὸς φλογέας ἀφίη-
-σιν ὄσσων αὐγάς, ἢ τὸν ἐς Ἀίδα
-μελάγχρωτα πορθμὸν ᾄξω τάλας;
+αἰαῖ, ἰὼ Θρῄκης λογχοφόρον ἔνο-
+πλον εὔιππον Ἄρει κάτοχον γένος.
+ἰὼ Ἀχαιοί. — ἰὼ Ἀτρεῖδαι. — βοὰν βοὰν ἀυτῶ, βοάν.
+ὢ ἴτε· μόλετε πρὸς θεῶν.
+κλύει τις ἢ οὐδεὶς ἀρκέσει; τί μέλλετε;
+γυναῖκες ὤλεσάν με, γυναῖκες αἰχμαλωτίδες· δεινὰ
+δεινὰ πεπόνθαμεν.
+ὤμοι ἐμᾶς λώβας.
+ποῖ τράπωμαι, ποῖ πορευθῶ;
+ἀμπτάμενος οὐράνιον
+ὑψιπετὲς ἐς μέλαθρον,
+Ὠαρίων ἢ Σείριος ἔνθα πυρὸς φλογέας ἀφίη-
+σιν ὄσσων αὐγάς, ἢ τὸν ἐς Ἀίδα
+μελάγχρωτα πορθμὸν ᾄξω τάλας;
Χορός
-συγγνώσθʼ, ὅταν τις κρείσσονʼ ἢ φέρειν κακὰ
-πάθῃ, ταλαίνης ἐξαπαλλάξαι ζόης.
+συγγνώσθʼ, ὅταν τις κρείσσονʼ ἢ φέρειν κακὰ
+πάθῃ, ταλαίνης ἐξαπαλλάξαι ζόης.
Ἀγαμέμνων
-κραυγῆς ἀκούσας ἦλθον· οὐ γὰρ ἥσυχος
-πέτρας ὀρείας παῖς λέλακʼ ἀνὰ στρατὸν
-Ἠχὼ διδοῦσα θόρυβον· εἰ δὲ μὴ Φρυγῶν
-πύργους πεσόντας ᾖσμεν Ἑλλήνων δορί,
-φόβον παρέσχεν οὐ μέσως ὅδε κτύπος.
+κραυγῆς ἀκούσας ἦλθον· οὐ γὰρ ἥσυχος
+πέτρας ὀρείας παῖς λέλακʼ ἀνὰ στρατὸν
+Ἠχὼ διδοῦσα θόρυβον· εἰ δὲ μὴ Φρυγῶν
+πύργους πεσόντας ᾖσμεν Ἑλλήνων δορί,
+φόβον παρέσχεν οὐ μέσως ὅδε κτύπος.
Πολυμήστωρ
-ὦ φίλτατʼ· ᾐσθόμην γάρ, Ἀγάμεμνον, σέθεν
-φωνῆς ἀκούσας· εἰσορᾷς ἃ πάσχομεν;
+ὦ φίλτατʼ· ᾐσθόμην γάρ, Ἀγάμεμνον, σέθεν
+φωνῆς ἀκούσας· εἰσορᾷς ἃ πάσχομεν;
Ἀγαμέμνων
-ἔα·
-Πολυμῆστορ· ὦ δύστηνε, τίς σʼ ἀπώλεσεν;
-τίς ὄμμʼ ἔθηκε τυφλὸν αἱμάξας κόρας,
-παῖδάς τε τούσδʼ ἔκτεινεν; ἦ μέγαν χόλον
-σοὶ καὶ τέκνοισιν εἶχεν ὅστις ἦν ἄρα.
+ἔα·
+Πολυμῆστορ· ὦ δύστηνε, τίς σʼ ἀπώλεσεν;
+τίς ὄμμʼ ἔθηκε τυφλὸν αἱμάξας κόρας,
+παῖδάς τε τούσδʼ ἔκτεινεν; ἦ μέγαν χόλον
+σοὶ καὶ τέκνοισιν εἶχεν ὅστις ἦν ἄρα.
Πολυμήστωρ
-Ἑκάβη με σὺν γυναιξὶν αἰχμαλωτίσιν
-ἀπώλεσʼ — οὐκ ἀπώλεσʼ, ἀλλὰ μειζόνως.
+Ἑκάβη με σὺν γυναιξὶν αἰχμαλωτίσιν
+ἀπώλεσʼ — οὐκ ἀπώλεσʼ, ἀλλὰ μειζόνως.
Ἀγαμέμνων
-τί φῄς; σὺ τοὔργον εἴργασαι τόδʼ, ὡς λέγει;
-σὺ τόλμαν, Ἑκάβη, τήνδʼ ἔτλης ἀμήχανον;
+τί φῄς; σὺ τοὔργον εἴργασαι τόδʼ, ὡς λέγει;
+σὺ τόλμαν, Ἑκάβη, τήνδʼ ἔτλης ἀμήχανον;
Πολυμήστωρ
-ὤμοι, τί λέξεις; ἦ γὰρ ἐγγύς ἐστί που;
-σήμηνον, εἰπὲ ποῦ ʼσθʼ, ἵνʼ ἁρπάσας χεροῖν
-διασπάσωμαι καὶ καθαιμάξω χρόα.
+ὤμοι, τί λέξεις; ἦ γὰρ ἐγγύς ἐστί που;
+σήμηνον, εἰπὲ ποῦ ʼσθʼ, ἵνʼ ἁρπάσας χεροῖν
+διασπάσωμαι καὶ καθαιμάξω χρόα.
Ἀγαμέμνων
-οὗτος, τί πάσχεις;
+οὗτος, τί πάσχεις;
Πολυμήστωρ
-πρὸς θεῶν σε λίσσομαι,
-μέθες μʼ ἐφεῖναι τῇδε μαργῶσαν χέρα.
+πρὸς θεῶν σε λίσσομαι,
+μέθες μʼ ἐφεῖναι τῇδε μαργῶσαν χέρα.
Ἀγαμέμνων
-ἴσχʼ· ἐκβαλὼν δὲ καρδίας τὸ βάρβαρον
-λέγʼ, ὡς ἀκούσας σοῦ τε τῆσδέ τʼ ἐν μέρει
-κρίνω δικαίως ἀνθʼ ὅτου πάσχεις τάδε.
+ἴσχʼ· ἐκβαλὼν δὲ καρδίας τὸ βάρβαρον
+λέγʼ, ὡς ἀκούσας σοῦ τε τῆσδέ τʼ ἐν μέρει
+κρίνω δικαίως ἀνθʼ ὅτου πάσχεις τάδε.
Πολυμήστωρ
-λέγοιμʼ ἄν. ἦν τις Πριαμιδῶν νεώτατος,
-Πολύδωρος, Ἑκάβης παῖς, ὃν ἐκ Τροίας ἐμοὶ
-πατὴρ δίδωσι Πρίαμος ἐν δόμοις τρέφειν,
-ὕποπτος ὢν δὴ Τρωικῆς ἁλώσεως.
-τοῦτον κατέκτεινʼ· ἀνθʼ ὅτου δʼ ἔκτεινά νιν,
-ἄκουσον, ὡς εὖ καὶ σοφῇ προμηθίᾳ.
-ἔδεισα μὴ σοὶ πολέμιος λειφθεὶς ὁ παῖς
-Τροίαν ἀθροίσῃ καὶ ξυνοικίσῃ πάλιν,
-γνόντες δʼ Ἀχαιοὶ ζῶντα Πριαμιδῶν τινα
-Φρυγῶν ἐς αἶαν αὖθις ἄρειαν στόλον,
-κἄπειτα Θρῄκης πεδία τρίβοιεν τάδε
-λεηλατοῦντες, γείτοσιν δʼ εἴη κακὸν
-Τρώων, ἐν ᾧπερ νῦν, ἄναξ, ἐκάμνομεν.
+λέγοιμʼ ἄν. ἦν τις Πριαμιδῶν νεώτατος,
+Πολύδωρος, Ἑκάβης παῖς, ὃν ἐκ Τροίας ἐμοὶ
+πατὴρ δίδωσι Πρίαμος ἐν δόμοις τρέφειν,
+ὕποπτος ὢν δὴ Τρωικῆς ἁλώσεως.
+τοῦτον κατέκτεινʼ· ἀνθʼ ὅτου δʼ ἔκτεινά νιν,
+ἄκουσον, ὡς εὖ καὶ σοφῇ προμηθίᾳ.
+ἔδεισα μὴ σοὶ πολέμιος λειφθεὶς ὁ παῖς
+Τροίαν ἀθροίσῃ καὶ ξυνοικίσῃ πάλιν,
+γνόντες δʼ Ἀχαιοὶ ζῶντα Πριαμιδῶν τινα
+Φρυγῶν ἐς αἶαν αὖθις ἄρειαν στόλον,
+κἄπειτα Θρῄκης πεδία τρίβοιεν τάδε
+λεηλατοῦντες, γείτοσιν δʼ εἴη κακὸν
+Τρώων, ἐν ᾧπερ νῦν, ἄναξ, ἐκάμνομεν.
-
+
Ἑκάβη δὲ παιδὸς γνοῦσα θανάσιμον μόρον
-λόγῳ με τοιῷδʼ ἤγαγʼ, ὡς κεκρυμμένας
-θήκας φράσουσα Πριαμιδῶν ἐν Ἰλίῳ
-χρυσοῦ· μόνον δὲ σὺν τέκνοισί μʼ εἰσάγει
-δόμους, ἵνʼ ἄλλος μή τις εἰδείη τάδε.
-ἵζω δὲ κλίνης ἐν μέσῳ κάμψας γόνυ·
-πολλαὶ δὲ χεῖρες, αἳ μὲν ἐξ ἀριστερᾶς,
-αἳ δʼ ἔνθεν, ὡς δὴ παρὰ φίλῳ, Τρώων κόραι
-θάκους ἔχουσαι, κερκίδʼ Ἠδωνῆς χερὸς
-ᾔνουν, ὑπʼ αὐγὰς τούσδε λεύσσουσαι πέπλους·
-ἄλλαι δὲ κάμακα Θρῃκίαν θεώμεναι
-γυμνόν μʼ ἔθηκαν διπτύχου στολίσματος.
-ὅσαι δὲ τοκάδες ἦσαν, ἐκπαγλούμεναι
-τέκνʼ ἐν χεροῖν ἔπαλλον, ὡς πρόσω πατρὸς
-γένοιντο, διαδοχαῖς ἀμείβουσαι χερῶν·
-κᾆτʼ ἐκ γαληνῶν — πῶς δοκεῖς; — προσφθεγμάτων
-εὐθὺς λαβοῦσαι φάσγανʼ ἐκ πέπλων ποθὲν
-κεντοῦσι παῖδας, αἳ δὲ πολεμίων δίκην
-ξυναρπάσασαι τὰς ἐμὰς εἶχον χέρας
-καὶ κῶλα· παισὶ δʼ ἀρκέσαι χρῄζων ἐμοῖς,
-εἰ μὲν πρόσωπον ἐξανισταίην ἐμόν,
-κόμης κατεῖχον, εἰ δὲ κινοίην χέρας,
-πλήθει γυναικῶν οὐδὲν ἤνυον τάλας.
-τὸ λοίσθιον δέ, πῆμα πήματος πλέον,
-ἐξειργάσαντο δείνʼ· ἐμῶν γὰρ ὀμμάτων,
-πόρπας λαβοῦσαι, τὰς ταλαιπώρους κόρας
-κεντοῦσιν, αἱμάσσουσιν· εἶτʼ ἀνὰ στέγας
-φυγάδες ἔβησαν· ἐκ δὲ πηδήσας ἐγὼ
-θὴρ ὣς διώκω τὰς μιαιφόνους κύνας,
-ἅπαντʼ ἐρευνῶν †τοῖχον ὡς κυνηγέτησ†
-βάλλων ἀράσσων. τοιάδε σπεύδων χάριν
-πέπονθα τὴν σὴν πολέμιόν τε σὸν κτανών,
-Ἀγάμεμνον. ὡς δὲ μὴ μακροὺς τείνω λόγους,
-εἴ τις γυναῖκας τῶν πρὶν εἴρηκεν κακῶς
-ἢ νῦν λέγων ἔστιν τις ἢ μέλλει λέγειν,
-ἅπαντα ταῦτα συντεμὼν ἐγὼ φράσω·
-γένος γὰρ οὔτε πόντος οὔτε γῆ τρέφει
-τοιόνδʼ· ὁ δʼ αἰεὶ ξυντυχὼν ἐπίσταται.
+λόγῳ με τοιῷδʼ ἤγαγʼ, ὡς κεκρυμμένας
+θήκας φράσουσα Πριαμιδῶν ἐν Ἰλίῳ
+χρυσοῦ· μόνον δὲ σὺν τέκνοισί μʼ εἰσάγει
+δόμους, ἵνʼ ἄλλος μή τις εἰδείη τάδε.
+ἵζω δὲ κλίνης ἐν μέσῳ κάμψας γόνυ·
+πολλαὶ δὲ χεῖρες, αἳ μὲν ἐξ ἀριστερᾶς,
+αἳ δʼ ἔνθεν, ὡς δὴ παρὰ φίλῳ, Τρώων κόραι
+θάκους ἔχουσαι, κερκίδʼ Ἠδωνῆς χερὸς
+ᾔνουν, ὑπʼ αὐγὰς τούσδε λεύσσουσαι πέπλους·
+ἄλλαι δὲ κάμακα Θρῃκίαν θεώμεναι
+γυμνόν μʼ ἔθηκαν διπτύχου στολίσματος.
+ὅσαι δὲ τοκάδες ἦσαν, ἐκπαγλούμεναι
+τέκνʼ ἐν χεροῖν ἔπαλλον, ὡς πρόσω πατρὸς
+γένοιντο, διαδοχαῖς ἀμείβουσαι χερῶν·
+κᾆτʼ ἐκ γαληνῶν — πῶς δοκεῖς; — προσφθεγμάτων
+εὐθὺς λαβοῦσαι φάσγανʼ ἐκ πέπλων ποθὲν
+κεντοῦσι παῖδας, αἳ δὲ πολεμίων δίκην
+ξυναρπάσασαι τὰς ἐμὰς εἶχον χέρας
+καὶ κῶλα· παισὶ δʼ ἀρκέσαι χρῄζων ἐμοῖς,
+εἰ μὲν πρόσωπον ἐξανισταίην ἐμόν,
+κόμης κατεῖχον, εἰ δὲ κινοίην χέρας,
+πλήθει γυναικῶν οὐδὲν ἤνυον τάλας.
+τὸ λοίσθιον δέ, πῆμα πήματος πλέον,
+ἐξειργάσαντο δείνʼ· ἐμῶν γὰρ ὀμμάτων,
+πόρπας λαβοῦσαι, τὰς ταλαιπώρους κόρας
+κεντοῦσιν, αἱμάσσουσιν· εἶτʼ ἀνὰ στέγας
+φυγάδες ἔβησαν· ἐκ δὲ πηδήσας ἐγὼ
+θὴρ ὣς διώκω τὰς μιαιφόνους κύνας,
+ἅπαντʼ ἐρευνῶν †τοῖχον ὡς κυνηγέτησ†
+βάλλων ἀράσσων. τοιάδε σπεύδων χάριν
+πέπονθα τὴν σὴν πολέμιόν τε σὸν κτανών,
+Ἀγάμεμνον. ὡς δὲ μὴ μακροὺς τείνω λόγους,
+εἴ τις γυναῖκας τῶν πρὶν εἴρηκεν κακῶς
+ἢ νῦν λέγων ἔστιν τις ἢ μέλλει λέγειν,
+ἅπαντα ταῦτα συντεμὼν ἐγὼ φράσω·
+γένος γὰρ οὔτε πόντος οὔτε γῆ τρέφει
+τοιόνδʼ· ὁ δʼ αἰεὶ ξυντυχὼν ἐπίσταται.
Χορός
-μηδὲν θρασύνου μηδὲ τοῖς σαυτοῦ κακοῖς
-τὸ θῆλυ συνθεὶς ὧδε πᾶν μέμψῃ γένος.
-
+μηδὲν θρασύνου μηδὲ τοῖς σαυτοῦ κακοῖς
+τὸ θῆλυ συνθεὶς ὧδε πᾶν μέμψῃ γένος.
+
πολλαὶ γὰρ ἡμῶν, αἳ μέν εἰσʼ ἐπίφθονοι,
-
+
αἳ δʼ εἰς ἀριθμὸν τῶν κακῶν πεφύκαμεν.
Ἑκάβη
-Ἀγάμεμνον, ἀνθρώποισιν οὐκ ἐχρῆν ποτε
-τῶν πραγμάτων τὴν γλῶσσαν ἰσχύειν πλέον·
-ἀλλʼ, εἴτε χρήστʼ ἔδρασε, χρήστʼ ἔδει λέγειν,
-εἴτʼ αὖ πονηρά, τοὺς λόγους εἶναι σαθρούς,
-καὶ μὴ δύνασθαι τἄδικʼ εὖ λέγειν ποτέ.
-σοφοὶ μὲν οὖν εἰσʼ οἱ τάδʼ ἠκριβωκότες,
-ἀλλʼ οὐ δύνανται διὰ τέλους εἶναι σοφοί,
-κακῶς δʼ ἀπώλοντʼ· οὔτις ἐξήλυξέ πω.
-
+Ἀγάμεμνον, ἀνθρώποισιν οὐκ ἐχρῆν ποτε
+τῶν πραγμάτων τὴν γλῶσσαν ἰσχύειν πλέον·
+ἀλλʼ, εἴτε χρήστʼ ἔδρασε, χρήστʼ ἔδει λέγειν,
+εἴτʼ αὖ πονηρά, τοὺς λόγους εἶναι σαθρούς,
+καὶ μὴ δύνασθαι τἄδικʼ εὖ λέγειν ποτέ.
+σοφοὶ μὲν οὖν εἰσʼ οἱ τάδʼ ἠκριβωκότες,
+ἀλλʼ οὐ δύνανται διὰ τέλους εἶναι σοφοί,
+κακῶς δʼ ἀπώλοντʼ· οὔτις ἐξήλυξέ πω.
+
καί μοι τὸ μὲν σὸν ὧδε φροιμίοις ἔχει·
-πρὸς τόνδε δʼ εἶμι καὶ λόγοις ἀμείψομαι·
-ὃς φῂς Ἀχαιῶν πόνον ἀπαλλάσσων διπλοῦν
-Ἀγαμέμνονός θʼ ἕκατι παῖδʼ ἐμὸν κτανεῖν.
-ἀλλʼ, ὦ κάκιστε, πρῶτον οὔποτʼ ἂν φίλον
-τὸ βάρβαρον γένοιτʼ ἂν Ἕλλησιν γένος
-οὐδʼ ἂν δύναιτο. τίνα δὲ καὶ σπεύδων χάριν
-πρόθυμος ἦσθα; πότερα κηδεύσων τινὰ
-ἢ συγγενὴς ὤν, ἢ τίνʼ αἰτίαν ἔχων;
-ἢ σῆς ἔμελλον γῆς τεμεῖν βλαστήματα
-πλεύσαντες αὖθις; τίνα δοκεῖς πείσειν τάδε;
-ὁ χρυσός, εἰ βούλοιο τἀληθῆ λέγειν,
-ἔκτεινε τὸν ἐμὸν παῖδα, καὶ κέρδη τὰ σά.
-ἐπεὶ δίδαξον τοῦτο· πῶς, ὅτʼ εὐτύχει
-Τροία, πέριξ δὲ πύργος εἶχʼ ἔτι πτόλιν,
-ἔζη τε Πρίαμος Ἕκτορός τʼ ἤνθει δόρυ,
-τί δʼ οὐ τότʼ, εἴπερ τῷδʼ ἐβουλήθης χάριν
-θέσθαι, τρέφων τὸν παῖδα κἀν δόμοις ἔχων
-ἔκτεινας ἢ ζῶντʼ ἦλθες Ἀργείοις ἄγων;
-ἀλλʼ ἡνίχʼ ἡμεῖς οὐκέτʼ ἐσμὲν ἐν φάει —
-καπνῷ δʼ ἐσήμηνʼ ἄστυ — πολεμίων ὕπο,
-ξένον κατέκτας σὴν μολόντʼ ἐφʼ ἑστίαν.
+πρὸς τόνδε δʼ εἶμι καὶ λόγοις ἀμείψομαι·
+ὃς φῂς Ἀχαιῶν πόνον ἀπαλλάσσων διπλοῦν
+Ἀγαμέμνονός θʼ ἕκατι παῖδʼ ἐμὸν κτανεῖν.
+ἀλλʼ, ὦ κάκιστε, πρῶτον οὔποτʼ ἂν φίλον
+τὸ βάρβαρον γένοιτʼ ἂν Ἕλλησιν γένος
+οὐδʼ ἂν δύναιτο. τίνα δὲ καὶ σπεύδων χάριν
+πρόθυμος ἦσθα; πότερα κηδεύσων τινὰ
+ἢ συγγενὴς ὤν, ἢ τίνʼ αἰτίαν ἔχων;
+ἢ σῆς ἔμελλον γῆς τεμεῖν βλαστήματα
+πλεύσαντες αὖθις; τίνα δοκεῖς πείσειν τάδε;
+ὁ χρυσός, εἰ βούλοιο τἀληθῆ λέγειν,
+ἔκτεινε τὸν ἐμὸν παῖδα, καὶ κέρδη τὰ σά.
+ἐπεὶ δίδαξον τοῦτο· πῶς, ὅτʼ εὐτύχει
+Τροία, πέριξ δὲ πύργος εἶχʼ ἔτι πτόλιν,
+ἔζη τε Πρίαμος Ἕκτορός τʼ ἤνθει δόρυ,
+τί δʼ οὐ τότʼ, εἴπερ τῷδʼ ἐβουλήθης χάριν
+θέσθαι, τρέφων τὸν παῖδα κἀν δόμοις ἔχων
+ἔκτεινας ἢ ζῶντʼ ἦλθες Ἀργείοις ἄγων;
+ἀλλʼ ἡνίχʼ ἡμεῖς οὐκέτʼ ἐσμὲν ἐν φάει —
+καπνῷ δʼ ἐσήμηνʼ ἄστυ — πολεμίων ὕπο,
+ξένον κατέκτας σὴν μολόντʼ ἐφʼ ἑστίαν.
-
+
πρὸς τοῖσδε νῦν ἄκουσον, ὡς φανῇς κακός.
-χρῆν σʼ, εἴπερ ἦσθα τοῖς Ἀχαιοῖσιν φίλος,
-τὸν χρυσὸν ὃν φῂς οὐ σὸν ἀλλὰ τοῦδʼ ἔχειν
-δοῦναι φέροντα πενομένοις τε καὶ χρόνον
-πολὺν πατρῴας γῆς ἀπεξενωμένοις·
-σὺ δʼ οὐδὲ νῦν πω σῆς ἀπαλλάξαι χερὸς
-τολμᾷς, ἔχων δὲ καρτερεῖς ἔτʼ ἐν δόμοις.
-καὶ μὴν τρέφων μὲν ὥς σε παῖδʼ ἐχρῆν τρέφειν
-σώσας τε τὸν ἐμόν, εἶχες ἂν καλὸν κλέος·
-ἐν τοῖς κακοῖς γὰρ ἁγαθοὶ σαφέστατοι
-φίλοι· τὰ χρηστὰ δʼ αὔθʼ ἕκαστʼ ἔχει φίλους.
-εἰ δʼ ἐσπάνιζες χρημάτων, ὃ δʼ εὐτύχει,
-θησαυρὸς ἄν σοι παῖς ὑπῆρχʼ οὑμὸς μέγας·
-νῦν δʼ οὔτʼ ἐκεῖνον ἄνδρʼ ἔχεις σαυτῷ φίλον,
-χρυσοῦ τʼ ὄνησις οἴχεται παῖδές τε σοί,
-αὐτός τε πράσσεις ὧδε. σοὶ δʼ ἐγὼ λέγω,
-Ἀγάμεμνον, εἰ τῷδʼ ἀρκέσεις, κακὸς φανῇ·
-οὔτʼ εὐσεβῆ γὰρ οὔτε πιστὸν οἷς ἐχρῆν,
-οὐχ ὅσιον, οὐ δίκαιον εὖ δράσεις ξένον·
-αὐτὸν δὲ χαίρειν τοῖς κακοῖς σὲ φήσομεν
-τοιοῦτον ὄντα δεσπότας δʼ οὐ λοιδορῶ.
+χρῆν σʼ, εἴπερ ἦσθα τοῖς Ἀχαιοῖσιν φίλος,
+τὸν χρυσὸν ὃν φῂς οὐ σὸν ἀλλὰ τοῦδʼ ἔχειν
+δοῦναι φέροντα πενομένοις τε καὶ χρόνον
+πολὺν πατρῴας γῆς ἀπεξενωμένοις·
+σὺ δʼ οὐδὲ νῦν πω σῆς ἀπαλλάξαι χερὸς
+τολμᾷς, ἔχων δὲ καρτερεῖς ἔτʼ ἐν δόμοις.
+καὶ μὴν τρέφων μὲν ὥς σε παῖδʼ ἐχρῆν τρέφειν
+σώσας τε τὸν ἐμόν, εἶχες ἂν καλὸν κλέος·
+ἐν τοῖς κακοῖς γὰρ ἁγαθοὶ σαφέστατοι
+φίλοι· τὰ χρηστὰ δʼ αὔθʼ ἕκαστʼ ἔχει φίλους.
+εἰ δʼ ἐσπάνιζες χρημάτων, ὃ δʼ εὐτύχει,
+θησαυρὸς ἄν σοι παῖς ὑπῆρχʼ οὑμὸς μέγας·
+νῦν δʼ οὔτʼ ἐκεῖνον ἄνδρʼ ἔχεις σαυτῷ φίλον,
+χρυσοῦ τʼ ὄνησις οἴχεται παῖδές τε σοί,
+αὐτός τε πράσσεις ὧδε. σοὶ δʼ ἐγὼ λέγω,
+Ἀγάμεμνον, εἰ τῷδʼ ἀρκέσεις, κακὸς φανῇ·
+οὔτʼ εὐσεβῆ γὰρ οὔτε πιστὸν οἷς ἐχρῆν,
+οὐχ ὅσιον, οὐ δίκαιον εὖ δράσεις ξένον·
+αὐτὸν δὲ χαίρειν τοῖς κακοῖς σὲ φήσομεν
+τοιοῦτον ὄντα δεσπότας δʼ οὐ λοιδορῶ.
Χορός
-φεῦ φεῦ· βροτοῖσιν ὡς τὰ χρηστὰ πράγματα
-χρηστῶν ἀφορμὰς ἐνδίδωσʼ ἀεὶ λόγων.
+φεῦ φεῦ· βροτοῖσιν ὡς τὰ χρηστὰ πράγματα
+χρηστῶν ἀφορμὰς ἐνδίδωσʼ ἀεὶ λόγων.
Ἀγαμέμνων
-ἀχθεινὰ μέν μοι τἀλλότρια κρίνειν κακά,
-ὅμως δʼ ἀνάγκη· καὶ γὰρ αἰσχύνην φέρει,
-πρᾶγμʼ ἐς χέρας λαβόντʼ ἀπώσασθαι τόδε.
-ἐμοὶ δʼ, ἵνʼ εἰδῇς, οὔτʼ ἐμὴν δοκεῖς χάριν
-οὔτʼ οὖν Ἀχαιῶν ἄνδρʼ ἀποκτεῖναι ξένον,
-ἀλλʼ ὡς ἔχῃς τὸν χρυσὸν ἐν δόμοισι σοῖς.
-λέγεις δὲ σαυτῷ πρόσφορʼ ἐν κακοῖσιν ὤν.
-τάχʼ οὖν παρʼ ὑμῖν ῥᾴδιον ξενοκτονεῖν·
-ἡμῖν δέ γʼ αἰσχρὸν τοῖσιν Ἕλλησιν τόδε.
-πῶς οὖν σε κρίνας μὴ ἀδικεῖν φύγω ψόγον;
-οὐκ ἂν δυναίμην. ἀλλʼ ἐπεὶ τὰ μὴ καλὰ
-πράσσειν ἐτόλμας, τλῆθι καὶ τὰ μὴ φίλα.
+ἀχθεινὰ μέν μοι τἀλλότρια κρίνειν κακά,
+ὅμως δʼ ἀνάγκη· καὶ γὰρ αἰσχύνην φέρει,
+πρᾶγμʼ ἐς χέρας λαβόντʼ ἀπώσασθαι τόδε.
+ἐμοὶ δʼ, ἵνʼ εἰδῇς, οὔτʼ ἐμὴν δοκεῖς χάριν
+οὔτʼ οὖν Ἀχαιῶν ἄνδρʼ ἀποκτεῖναι ξένον,
+ἀλλʼ ὡς ἔχῃς τὸν χρυσὸν ἐν δόμοισι σοῖς.
+λέγεις δὲ σαυτῷ πρόσφορʼ ἐν κακοῖσιν ὤν.
+τάχʼ οὖν παρʼ ὑμῖν ῥᾴδιον ξενοκτονεῖν·
+ἡμῖν δέ γʼ αἰσχρὸν τοῖσιν Ἕλλησιν τόδε.
+πῶς οὖν σε κρίνας μὴ ἀδικεῖν φύγω ψόγον;
+οὐκ ἂν δυναίμην. ἀλλʼ ἐπεὶ τὰ μὴ καλὰ
+πράσσειν ἐτόλμας, τλῆθι καὶ τὰ μὴ φίλα.
Πολυμήστωρ
-οἴμοι, γυναικός, ὡς ἔοιχʼ, ἡσσώμενος
-δούλης ὑφέξω τοῖς κακίοσιν δίκην.
+οἴμοι, γυναικός, ὡς ἔοιχʼ, ἡσσώμενος
+δούλης ὑφέξω τοῖς κακίοσιν δίκην.
Ἀγαμέμνων
-οὔκουν δικαίως, εἴπερ εἰργάσω κακά;
+οὔκουν δικαίως, εἴπερ εἰργάσω κακά;
Πολυμήστωρ
-οἴμοι τέκνων τῶνδʼ ὀμμάτων τʼ ἐμῶν, τάλας.
+οἴμοι τέκνων τῶνδʼ ὀμμάτων τʼ ἐμῶν, τάλας.
Ἑκάβη
-ἀλγεῖς· τί δʼ; ἦ ʼμὲ παιδὸς οὐκ ἀλγεῖν δοκεῖς;
+ἀλγεῖς· τί δʼ; ἦ ʼμὲ παιδὸς οὐκ ἀλγεῖν δοκεῖς;
Πολυμήστωρ
-χαίρεις ὑβρίζουσʼ εἰς ἔμʼ, ὦ πανοῦργε σύ;
+χαίρεις ὑβρίζουσʼ εἰς ἔμʼ, ὦ πανοῦργε σύ;
Ἑκάβη
-οὐ γάρ με χαίρειν χρή σε τιμωρουμένην;
+οὐ γάρ με χαίρειν χρή σε τιμωρουμένην;
Πολυμήστωρ
-ἀλλʼ οὐ τάχʼ, ἡνίκʼ ἄν σε ποντία νοτὶς —
+ἀλλʼ οὐ τάχʼ, ἡνίκʼ ἄν σε ποντία νοτὶς —
Ἑκάβη
-μῶν ναυστολήσῃ γῆς ὅρους Ἑλληνίδος;
+μῶν ναυστολήσῃ γῆς ὅρους Ἑλληνίδος;
Πολυμήστωρ
-κρύψῃ μὲν οὖν πεσοῦσαν ἐκ καρχησίων.
+κρύψῃ μὲν οὖν πεσοῦσαν ἐκ καρχησίων.
Ἑκάβη
-πρὸς τοῦ βιαίων τυγχάνουσαν ἁλμάτων;
+πρὸς τοῦ βιαίων τυγχάνουσαν ἁλμάτων;
Πολυμήστωρ
-αὐτὴ πρὸς ἱστὸν ναὸς ἀμβήσῃ ποδί.
+αὐτὴ πρὸς ἱστὸν ναὸς ἀμβήσῃ ποδί.
Ἑκάβη
-ὑποπτέροις νώτοισιν ἢ ποίῳ τρόπῳ;
+ὑποπτέροις νώτοισιν ἢ ποίῳ τρόπῳ;
Πολυμήστωρ
-κύων γενήσῃ πύρσʼ ἔχουσα δέργματα.
+κύων γενήσῃ πύρσʼ ἔχουσα δέργματα.
Ἑκάβη
-πῶς δʼ οἶσθα μορφῆς τῆς ἐμῆς μετάστασιν;
+πῶς δʼ οἶσθα μορφῆς τῆς ἐμῆς μετάστασιν;
Πολυμήστωρ
-ὁ Θρῃξὶ μάντις εἶπε Διόνυσος τάδε.
+ὁ Θρῃξὶ μάντις εἶπε Διόνυσος τάδε.
Ἑκάβη
-σοὶ δʼ οὐκ ἔχρησεν οὐδὲν ὧν ἔχεις κακῶν;
+σοὶ δʼ οὐκ ἔχρησεν οὐδὲν ὧν ἔχεις κακῶν;
Πολυμήστωρ
-οὐ γάρ ποτʼ ἂν σύ μʼ εἷλες ὧδε σὺν δόλῳ.
+οὐ γάρ ποτʼ ἂν σύ μʼ εἷλες ὧδε σὺν δόλῳ.
Ἑκάβη
-θανοῦσα δʼ ἢ ζῶσʼ ἐνθάδʼ ἐκπλήσω βίον;
+θανοῦσα δʼ ἢ ζῶσʼ ἐνθάδʼ ἐκπλήσω βίον;
Πολυμήστωρ
-θανοῦσα· τύμβῳ δʼ ὄνομα σῷ κεκλήσεται —
+θανοῦσα· τύμβῳ δʼ ὄνομα σῷ κεκλήσεται —
Ἑκάβη
-μορφῆς ἐπῳδόν, ἢ τί, τῆς ἐμῆς ἐρεῖς;
+μορφῆς ἐπῳδόν, ἢ τί, τῆς ἐμῆς ἐρεῖς;
Πολυμήστωρ
-κυνὸς ταλαίνης σῆμα, ναυτίλοις τέκμαρ.
+κυνὸς ταλαίνης σῆμα, ναυτίλοις τέκμαρ.
Ἑκάβη
-οὐδὲν μέλει μοι σοῦ γέ μοι δόντος δίκην.
+οὐδὲν μέλει μοι σοῦ γέ μοι δόντος δίκην.
Πολυμήστωρ
-καὶ σήν γʼ ἀνάγκη παῖδα Κασάνδραν θανεῖν.
+καὶ σήν γʼ ἀνάγκη παῖδα Κασάνδραν θανεῖν.
Ἑκάβη
-ἀπέπτυσʼ· αὐτῷ ταῦτα σοὶ δίδωμʼ ἔχειν.
+ἀπέπτυσʼ· αὐτῷ ταῦτα σοὶ δίδωμʼ ἔχειν.
Πολυμήστωρ
-κτενεῖ νιν ἡ τοῦδʼ ἄλοχος, οἰκουρὸς πικρά.
+κτενεῖ νιν ἡ τοῦδʼ ἄλοχος, οἰκουρὸς πικρά.
Ἑκάβη
-μήπω μανείη Τυνδαρὶς τοσόνδε παῖς.
+μήπω μανείη Τυνδαρὶς τοσόνδε παῖς.
Πολυμήστωρ
-καὐτόν γε τοῦτον, πέλεκυν ἐξάρασʼ ἄνω.
+καὐτόν γε τοῦτον, πέλεκυν ἐξάρασʼ ἄνω.
Ἀγαμέμνων
-οὗτος σύ, μαίνῃ καὶ κακῶν ἐρᾷς τυχεῖν;
+οὗτος σύ, μαίνῃ καὶ κακῶν ἐρᾷς τυχεῖν;
Πολυμήστωρ
-κτεῖνʼ, ὡς ἐν Ἄργει φόνια λουτρά σʼ ἀμμένει.
+κτεῖνʼ, ὡς ἐν Ἄργει φόνια λουτρά σʼ ἀμμένει.
Ἀγαμέμνων
-οὐχ ἕλξετʼ αὐτόν, δμῶες, ἐκποδὼν βίᾳ;
+οὐχ ἕλξετʼ αὐτόν, δμῶες, ἐκποδὼν βίᾳ;
Πολυμήστωρ
-ἀλγεῖς ἀκούων;
+ἀλγεῖς ἀκούων;
Ἀγαμέμνων
-οὐκ ἐφέξετε στόμα;
+οὐκ ἐφέξετε στόμα;
Πολυμήστωρ
-ἐγκλῄετʼ· εἴρηται γάρ.
+ἐγκλῄετʼ· εἴρηται γάρ.
Ἀγαμέμνων
-οὐχ ὅσον τάχος
-νήσων ἐρήμων αὐτὸν ἐκβαλεῖτέ που,
-ἐπείπερ οὕτω καὶ λίαν θρασυστομεῖ;
-Ἑκάβη, σὺ δʼ, ὦ τάλαινα, διπτύχους νεκροὺς
-στείχουσα θάπτε· δεσποτῶν δʼ ὑμᾶς χρεὼν
-σκηναῖς πελάζειν, Τρῳάδες· καὶ γὰρ πνοὰς
-πρὸς οἶκον ἤδη τάσδε πομπίμους ὁρῶ.
-εὖ δʼ ἐς πάτραν πλεύσαιμεν, εὖ δὲ τἀν δόμοις
-ἔχοντʼ ἴδοιμεν τῶνδʼ ἀφειμένοι πόνων.
+οὐχ ὅσον τάχος
+νήσων ἐρήμων αὐτὸν ἐκβαλεῖτέ που,
+ἐπείπερ οὕτω καὶ λίαν θρασυστομεῖ;
+Ἑκάβη, σὺ δʼ, ὦ τάλαινα, διπτύχους νεκροὺς
+στείχουσα θάπτε· δεσποτῶν δʼ ὑμᾶς χρεὼν
+σκηναῖς πελάζειν, Τρῳάδες· καὶ γὰρ πνοὰς
+πρὸς οἶκον ἤδη τάσδε πομπίμους ὁρῶ.
+εὖ δʼ ἐς πάτραν πλεύσαιμεν, εὖ δὲ τἀν δόμοις
+ἔχοντʼ ἴδοιμεν τῶνδʼ ἀφειμένοι πόνων.
-
-
+
+
Χορός
-ἴτε πρὸς λιμένας σκηνάς τε, φίλαι,
-τῶν δεσποσύνων πειρασόμεναι
-μόχθων· στερρὰ γὰρ ἀνάγκη.
+ἴτε πρὸς λιμένας σκηνάς τε, φίλαι,
+τῶν δεσποσύνων πειρασόμεναι
+μόχθων· στερρὰ γὰρ ἀνάγκη.
-
-
-
+
+
+