diff --git a/data/tlg0526/tlg001/tlg0526.tlg001.perseus-grc2.xml b/data/tlg0526/tlg001/tlg0526.tlg001.perseus-grc2.xml
index 1bb4c5f0d..8ede62c91 100644
--- a/data/tlg0526/tlg001/tlg0526.tlg001.perseus-grc2.xml
+++ b/data/tlg0526/tlg001/tlg0526.tlg001.perseus-grc2.xml
@@ -21,7 +21,7 @@
This pointer pattern extracts book and section.
This pointer pattern extracts section.
Keyboarding
--Σιδὼν ἐπὶ θαλάττῃ πόλις, Ἀσσυρίων ἡ θάλασσα, -μήτηρ Φοινίκων ἡ πόλις, Θηβαίων ὁ δῆμος -πατήρ· δίδυμος λιμὴν ἐν κόλπῳ πλατύς, ἠρέμα κλείων -τὸ πέλαγος. Ἧι γὰρ ὁ κόλπος κατὰ πλευρὰν ἐπὶ δεξιὰ -κοιλαίνεται, στόμα δεύτερον ὀρώρυκται, καὶ τὸ ὕδωρ -αὖθις εἰσρεῖ, καὶ γίνεται τοῦ λιμένος ἄλλος λιμήν, -ὡς χειμάζειν μὲν ταύτῃ τὰς ὁλκάδας ἐν γαλήνῃ, θερίζειν -δὲ τοῦ λιμένος ἐς τὸ προκόλπιον. -
-Ἐνταῦθα -ἥκων ἐκ πολλοῦ χειμῶνος σῶστρα ἔθυον ἐμαυτοῦ τῇ -τῶν Φοινίκων θεᾷ· Ἀστάρτην αὐτὴν οἱ Σιδώνιοι -καλοῦσι. Περιϊὼν οὖν καὶ τὴν ἄλλην πόλιν καὶ περισκοπῶν -τὰ ἀναθήματα, ὁρῶ γραφὴν ἀνακειμένην -γῆς ἅμα καὶ θαλάττης. Εὐρώπης ἡ γραφή, Φοινίκων -ἡ θάλασσα, Σιδῶνος ἡ γῆ. -
-Ἐν τῇ γῇ λειμὼν -καὶ χορὸς παρθένων· ἐν τῇ θαλάττῃ ταῦρος ἐνήχετο, -καὶ τοῖς νώτοις καλὴ παρθένος ἐπεκάθητο, ἐπὶ Κρήτην -τῷ ταύρῳ πλέουσα. Ἐκόμα πολλοῖς ἄνθεσιν ὁ -λειμών, δένδρων αὐτοῖς ἀνεμέμικτο φάλαγξ καὶ φυτῶν· -συνεχῆ τὰ δένδρα, συνηρεφῆ τὰ πέταλα· συνῆπτον -οἱ πτόρθοι τὰ φύλλα, καὶ ἐγίνετο τοῖς ἄνθεσιν -ὄροφος ἡ τῶν φύλλων συμπλοκή. -
- Ἔγραψεν ὁ τεχνίτης
-ὑπὸ τὰ πέταλα καὶ τὴν σκιάν, καὶ ὁ ἥλιος ἠρέμα
-τοῦ λειμῶνος κάτω σποράδην διέρρει, ὅσον τὸ συνηρεφὲς
-τῆς τῶν φύλλων κόμης ἀνέῳξεν ὁ γραφεύς.
-
Ὅλον ἐτείχιζε τὸν λειμῶνα περιβολή, εἴσω δὲ τοῦ τῶν -ὀρόφων στεφανώματος ὁ λειμὼν ἐκάθητο· αἱ δὲ πρασιαὶ -τῶν ἀνθέων ὑπὸ τὰ πέταλα τῶν φυτῶν στοιχηδὸν -ἐπεφύκεσαν, νάρκισσος καὶ ῥόδα καὶ μύρριναι· - ὕδωρ δὲ κατὰ μέσον ἔρρει τοῦ λειμῶνος, τὸ μὲν ἀναβλύζον -κάτωθεν ἀπὸ τῆς γῆς, τὸ δὲ τοῖς ἄνθεσι καὶ -τοῖς φυτοῖς περιχεόμενον. -
-Ὀχετηγός τις ἐγέγραπτο δίκελλαν -κατέχων καὶ περὶ μίαν ἀμάραν κεκυφὼς καὶ -ἀνοίγων τὴν ὁδὸν τῷ ῥεύματι. Ἐν δὲ τῷ τοῦ λειμῶνος - τέλει πρὸς ταῖς ἐπὶ θάλατταν τῆς γῆς ἐκβολαῖς -τὰς παρθένους ἔταξεν ὁ τεχνίτης. -
-Τὸ σχῆμα ταῖς -παρθένοις καὶ χαρᾶς καὶ φόβου· στέφανοι περὶ τοῖς -μετώποις δεδεμένοι· κόμαι κατὰ τῶν ὤμων λελυμέναι· -τὸ σκέλος πᾶν γεγυμνωμέναι, τὸ μὲν ἄνω τοῦ - χιτῶνος, τὸ δὲ κάτω τοῦ πεδίλου, τὸ γὰρ ζῶμα -μέχρι γόνατος ἀνεῖλκε τὸν χιτῶνα· τὸ πρόσωπον -ὠχραί, σεσηρυῖαι τὰς παρειάς, τοὺς ὀφθαλμοὺς ἀνοίξασαι -πρὸς τὴν θάλατταν, μικρὸν ὑποκεχηνυῖαι τὸ -στόμα, ὥσπερ ἀφήσειν ὑπὸ φόβου μέλλουσαι καὶ -βοήν· -
-τὰς χεῖρας ὡς ἐπὶ τὸν βοῦν ὤρεγον. Ἐπέβαινον -ἄκρας τῆς θαλάττης, ὅσον μικρὸν ὑπεράνω τῶν -ταρσῶν ὑπερέχειν τὸ κῦμα· ἐῴκεσαν δὲ βούλεσθαι -μὲν ὡς ἐπὶ τὸν ταῦρον δραμεῖν, φοβεῖσθαι δὲ τῇ -θαλάττῃ προσελθεῖν. Τῆς δὲ θαλάττης ἡ χρόα διπλῆ· - τὸ μὲν γὰρ πρὸς τὴν γῆν ὑπέρυθρον, κυάνεον -δὲ τὸ πρὸς τὸ πέλαγος. -
-Ἀφρὸς δὲ ἐπεποίητο καὶ πέτραι
-καὶ κύματα· αἱ πέτραι τῆς γῆς ὑπερβεβλημέναι,
-ὁ ἀφρὸς περιλευκαίνων τὰς πέτρας, τὸ κῦμα κορυφούμενον
-καὶ περὶ τὰς πέτρας λυόμενον εἰς τοὺς ἀφρούς.
- Ὁ ταῦρος ἐν μέσῃ τῇ θαλάττῃ ἐγέγραπτο τοῖς κύμασιν
-
Ἡπαρθένος μέσοις ἐπεκάθητο τοῖς νώτοις τοῦ -βοός, οὐ περιβάδην, ἀλλὰ κατὰ πλευράν, ἐπὶ δεξιὰ -συμβᾶσα τὼ πόδε, τῇ λαιᾷ τοῦ κέρως ἐχομένη, ὥσπερ -ἡνίοχος χαλινοῦ· καὶ γὰρ ὁ βοῦς ἐπέστραπτο ταύτῃ -μᾶλλον πρὸς τὸ τῆς χειρὸς ἕλκον ἡνιοχούμενος. Χιτὼν -ἀμφὶ τὰ στέρνα τῆς παρθένου μέχρις αἰδοῦς· -τοὐντεῦθεν ἐπεκάλυπτε χλαῖνα τὰ κάτω τοῦ σώματος· -λευκὸς ὁ χιτών, ἡ χλαῖνα πορφυρᾶ, τὸ δὲ σῶμα -διὰ τῆς ἐσθῆτος ὑπεφαίνετο. -
-Βαθὺς ὀμφαλός, γαστὴρ -τεταμένη, λαπάρα στενή· τὸ στενὸν εἰς ἰξὺν -καταβαῖνον ηὐρύνετο. Μαζοὶ τῶν στέρνων ἠρέμα -προκύπτοντες· ἡ συνάγουσα ζώνη τὸν χιτῶνα καὶ -τοὺς μαζοὺς ἔκλειε, καὶ ἐγίνετο τοῦ σώματος κάτοπτρον -ὁ χιτών. -
-Αἱ χεῖρες ἄμφω διετέταντο, ἡ μὲν -ἐπὶ κέρας, ἡ δὲ ἐπ’ οὐράν· ἤρτητο δὲ ἀμφοῖν ἑκατέρωθεν -ὑπὲρ τὴν κεφαλὴν καλύπτρα κύκλῳ τῶν -νώτων ἐμπεπετασμένη. Ὁ δὲ κόλπος τοῦ πέπλου πάντοθεν -ἐτέτατο κυρτούμενος· καὶ ἦν οὗτος ἄνεμος τοῦ -ζωγράφου. Ἡ δὲ ἐπεκάθητο τῷ ταύρῳ δίκην πλεούσης -νεώς, ὥσπερ ἱστίῳ τῷ πέπλῳ χρωμένη. -
- Περὶ δὲ
-τὸν βοῦν ὠρχοῦντο δελφῖνες, ἔπαιζον Ἔρωτες· εἶπες
-ἂν αὐτῶν γεγράφθαι καὶ τὰ κινήματα. Ἔρως εἷλκε
-τὸν βοῦν· Ἔρως, μικρὸν παιδίον, ἡπλώκει τὸ πτερόν,
-ἤρτητο τὴν φαρέτραν, ἐκράτει τὸ πῦρ· ἐπέστραπτο
-δὲ ὡς ἐπὶ τὸν Δία καὶ ὑπεμειδία, ὥσπερ
-αὐτοῦ καταγελῶν ὅτι δι’ αὐτὸν γέγονε βοῦς.
-
- Ἐγὼ δὲ καὶ τἆλλα μὲν ἐπῄνουν τῆς γραφῆς, ἅτε
-δὲ ὢν ἐρωτικὸς περιεργότερον ἔβλεπον τὸν ἄγοντα
-τὸν βοῦν Ἔρωτα καὶ “οἷον” εἶπον “ἄρχει βρέφος οὐρανοῦ
-καὶ γῆς καὶ θαλάττης.” Ταῦτά μου λέγοντος
-
ἔφη “τοσαύτας ὕβρεις ἐξ ἔρωτος παθών.” “Καὶ -τί πέπονθασ” εἶπον, “ὦγαθέ; καὶ γὰρ ὁρῶ σε τὴν -ὄψιν οὐ μακρὰν ὄντα τῆς τοῦ θεοῦ τελετῆς.” “Σμῆνος - ἀνεγείρεισ” εἶπε “λόγων· τὰ γὰρ ἐμὰ μύθοις -ἔοικε.” “Μὴ κατοκνήσῃς, ὦ βέλτιστε” ἔφην, “πρὸς -τοῦ Διὸς καὶ τοῦ Ἔρωτος αὐτοῦ, ταύτῃ μᾶλλον ἥσειν, -
-εἰ καὶ μύθοις ἔοικε.” Καὶ ταῦτα δὴ λέγων δεξιοῦμαί τε -αὐτὸν καὶ ἐπί τινος ἄλσους ἄγω γείτονος, ἔνθα πλάτανοι - μὲν ἐπεφύκεσαν πολλαὶ καὶ πυκναί, παρέρρει -δὲ ὕδωρ ψυχρόν τε καὶ διαυγές, οἷον ἀπὸ χιόνος ἄρτι -λυθείσης ἔρχεται. Καθίσας οὖν αὐτὸν ἐπί τινος -θώκου χαμαιζήλου καὶ αὐτὸς παρακαθισάμενος “ὥρα -μοι” ἔφην “τῆς τῶν λόγων ἀκροάσεως· πάντως δ᾽ - ὁ τόπος ἡδὺς καὶ μύθων ἄξιος ἐρωτικῶν.”
-
-Ὁ δ’ ἄρχεται τοῦ λέγειν ὧδε“ἐμοὶ Φοινίκη γένος,
-Τύρος ἡ πατρίς, ὄνομα Κλειτοφῶν, πατὴρ
-Ἱππίας, ἀδελφὸς πατρὸς Σώστρατος, οὐ πάντα δὲ
-ἀδελφός, ἀλλ’ ὅσον ἀμφοῖν εἷς πατήρ· αἱ γὰρ μητέρες
- τῷ μὲν ἦν Βυζαντία, τῷ δὲ ἐμῷ πατρὶ Τυρία.
-Ὁ μὲν οὖν τὸν πάντα χρόνον εἶχεν ἐν Βυζαντίῳ· πολὺς
-γὰρ ὁ τῆς μητρὸς κλῆρος ἦν αὐτῷ· ὁ δὲ ἐμὸς
-πατὴρ ἐν Τύρῳ κατῴκει.
-
Τὴν δὲ μητέρα οὐκ οἶδα τὴν
-ἐμήν· ἐπὶ νηπίῳ γάρ μοι τέθνηκεν. Ἐδέησεν οὖν
- τῷ πατρὶ γυναικὸς ἑτέρας, ἐξ ἧς ἀδελφή μοι Καλλιγόνη
-γίνεται. Καὶ ἐδόκει μὲν τῷ πατρὶ συνάψαι
-μᾶλλον ἡμᾶς γάμῳ· αἱ δὲ Μοῖραι τῶν ἀνθρώπων
-κρείττονες ἄλλην ἐτήρουν μοι γυναῖκα. Φιλεῖ δὲ τὸ
-δαιμόνιον πολλάκις τοῖς ἀνθρώποις τὸ μέλλον νύκτωρ
- λαλεῖν οὐχ ἵνα φυλάξωνται μὴ παθεῖν ʽοὐ γὰρ
-εἱμαρμένης δύνανται κρατεῖν̓, ἀλλ’ ἵνα κουφότερον
-
Τὸ μὲν γὰρ ἀθρόον καὶ ἀπροσδόκητον -ἐκπλήσσει τὴν ψυχὴν ἄφνω προσπεσὸν καὶ -κατεβάπτισε, τὸ δὲ πρὸ τοῦ παθεῖν προσδοκώμενον -προκατηνάλωσε κατὰ μικρὸν μελετώμενον τοῦ πάθους -τὴν ἀκμήν. Ἐπεὶ γὰρ εἶχον ἔνατον ἔτος ἐπὶ -τοῖς δέκα, καὶ παρεσκεύαζεν ὁ πατὴρ εἰς νέωτα ποιήσων -τοὺς γάμους, ἤρχετο τοῦ δράματος ἡ τύχη. -
-Ὄναρ -ἐδόκουν συμφῦναι τῇ παρθένῳ τὰ κάτω μέρη μέχρις -ὀμφαλοῦ, δύο δὲ ἐντεῦθεν τὰ ἄνω σώματα· ἐφίσταται -δέ μοι γυνὴ φοβερὰ καὶ μεγάλη, τὸ πρόσωπον -ἀγρία, ὀφθαλμὸς ἐν αἵματι, βλοσυραὶ παρειαί, ὄφεις -αἱ κόμαι· ἅρπην ἐκράτει τῇ δεξιᾷ, δᾷδα τῇ λαιᾷ. -Ἐπιπεσοῦσα οὖν μοι θυμῷ καὶ ἀνατείνασα τὴν ἅρπην -καταφέρει τῆς ἰξύος, ἔνθα τῶν δύο σωμάτων -ἦσαν αἱ συμβολαί, καὶ ἀποκόπτει μου τὴν παρθένον. -
- Περιδεὴς οὖν ἀναθορὼν ἐκ τοῦ δείματος φράζω μὲν
-πρὸς οὐδένα, κατ’ ἐμαυτὸν δὲ πονηρὰ ἐσκεπτόμην.
Ἐν δὲ τούτῳ συμβαίνει τοιάδε. Ἦν ἀδελφός,
-ὡς ἔφην, τοῦ πατρὸς Σώστρατος. Παρὰ τούτου τις
-ἔρχεται κομίζων ἐπιστολὰς ἀπὸ Βυζαντίου, καὶ ἦν τὰ
-γεγραμμένα τοιάδε·
-
-
-
Ἱππίᾳ τῷ ἀδελφῷ χαίρειν Σώστρατος.
-
- ἥκουσι πρὸς σὲ θυγάτηρ ἐμὴ Λευκίππη καὶ Πάνθεια
-
-
-”
-
γυνή· πόλεμος γὰρ περιλαμβάνει Βυζαντίους Θρᾳκικός.
-
Σῶζε δή μοι τὰ φίλτατα τοῦ γένους μέχρι τῆς τοῦ πολέμου τύχης.
-
- Ταῦτα ὁ πατὴρ ἀναγνοὺς ἀναπηδᾷ καὶ ἐπὶ τὴν
-θάλατταν ἐκτρέχει καὶ μικρὸν ὕστερον αὖθις ἐπανῆκεν.
-Εἵποντο δὲ αὐτῷ κατόπιν πολὺ πλῆθος οἰκετῶν
-καὶ θεραπαινίδων, ἃς συνεκπέμψας ὁ Σώστρατος
-
Ὡς δὲ ἐνέτεινα τοὺς ὀφθαλμοὺς -ἐπ’ αὐτήν, ἐν ἀριστερᾷ παρθένος ἐκφαίνεταί -μοι, καὶ καταστράπτει μου τοὺς ὀφθαλμοὺς τῷ -προσώπῳ. -
-Τοιαύτην εἶδον ἐγώ ποτε ἐπὶ ταύρῳ γεγραμμένην -Σελήνην· ὄμμα γοργὸν ἐν ἡδονῇ· κόμη -ξανθή, τὸ ξανθὸν οὖλον· ὀφρὺς μέλαινα, τὸ μέλαν -ἄκρατον· λευκὴ παρειά, τὸ λευκὸν ἐς μέσον ἐφοινίσσετο -καὶ ἐμιμεῖτο πορφύραν, οἵαν εἰς τὸν ἐλέφαντα - Λυδία βάπτει γυνή· τὸ στόμα ῥόδων ἄνθος -ἦν, ὅταν ἄρχηται τὸ ῥόδον ἀνοίγειν τῶν -φύλλων τὰ χείλη. -
-Ὡς δὲ εἶδον, εὐθὺς ἀπωλώλειν· -κάλλος γὰρ ὀξύτερον τιτρώσκει βέλους καὶ διὰ τῶν -ὀφθαλμῶν ἐς τὴν ψυχὴν καταρρεῖ· ὀφθαλμὸς γὰρ -ὁδὸς ἐρωτικῷ τραύματι. -
-Πάντα δέ με εἶχεν ὁμοῦ, -ἔπαινος, ἔκπληξις, τρόμος, αἰδώς, ἀναίδεια· ἐπῄνουν -τὸ μέγεθος, ἐκπεπλήγμην τὸ κάλλος, ἔτρεμον τὴν -καρδίαν, ἔβλεπον ἀναιδῶς, ᾐδούμην ἁλῶναι· τοὺς -δὲ ὀφθαλμοὺς ἀφέλκειν μὲν ἀπὸ τῆς κόρης ἐβιαζόμην, - οἱ δὲ οὐκ ἤθελον, ἀλλ’ ἀνθεῖλκον ἑαυτοὺς -ἐκεῖ τῷ τοῦ κάλλους ἑλκόμενοι πείσματι, καὶ τέλος ἐνίκησαν. -
--Αἱ μὲν δὴ κατήγοντο πρὸς ἡμᾶς, καὶ αὐταῖς ὁ -πατὴρ μέρος τι τῆς οἰκίας ἀποτεμόμενος εὐτρεπίζει - δεῖπνον. Καὶ ἐπεὶ καιρὸς ἦν, συνεπίνομεν κατὰ δύο -τὰς κλίνας διαλαχόντες, οὕτω γὰρ ἔταξεν ὁ πατήρ· -αὐτὸς κἀγὼ τὴν μέσην, αἱ μητέρες αἱ δύο τὴν ἐν ἀριστερᾷ, -
-τὴν δεξιὰν εἶχον αἱ παρθένοι. Ἐγὼ δὲ ὡς -ταύτην ἤκουσα τὴν εὐταξίαν, μικροῦ προσελθὼν - κατεφίλησα τὸν πατέρα, ὅτι μοι κατ’ ὀφθαλμοὺς ἀνέκλινε -τὴν παρθένον. -
-Τί μὲν οὖν ἔφαγον, μὰ τοὺς
-θεούς, ἔγωγε οὐκ ᾔδειν, ἐῴκειν γὰρ τοῖς ἐν ὀνείροις
-
Ὡς δὲ ἦμεν ἀπὸ τοῦ δείπνου, -παῖς εἰσέρχεται κιθάραν ἁρμοσάμενος, τοῦ παρὸς -οἰκέτης, καὶ ψιλαῖς τὸ πρῶτον διατινάξας ταῖς χερσὶ -τὰς χορδὰς ἔκρουε καί τι κρουμάτιον λιγήνας ὑποψιθυρίζουσι -τοῖς δακτύλοις, μετὰ τοῦτο ἤδη τῷ πλήκτρῳ -τὰς χορδὰς ἔκρουε, καὶ ὀλίγον ὅσον κιθαρίσας -συνῇδε τοῖς κρούμασι. -
-Τὸ δὲ ᾆσμα ἦν Ἀπόλλων μεμφόμενος -τὴν Δάφνην φεύγουσαν καὶ διώκων ἅμα καὶ -μέλλων καταλαμβάνειν καὶ γινομένη φυτὸν ἡ κόρη -καὶ Ἀπόλλων τὸ φυτὸν στεφανούμενος. Τοῦτό μοι -μᾶλλον τὴν ψυχὴν ἐξέκαυσεν· -
-ὑπέκκαυμα γὰρ ἐπιθυμίας -λόγος ἐρωτικός· κἂν εἰς σωφροσύνην τις -ἑαυτὸν νουθετῇ, τῷ παραδείγματι πρὸς τὴν μίμησιν -ἐρεθίζεται, μάλισθ’ ὅταν ἐκ τοῦ κρείττονος ᾖ τὸ παράδειγμα· -ἡ γὰρ ὧν ἁμαρτάνει τις αἰδὼς τῷ τοῦ -βελτίονος ἀξιώματι παρρησία γίνεται. -
-Καὶ ταῦτα -πρὸς ἐμαυτὸν ἔλεγον “ἰδοὺ καὶ Ἀπόλλων ἐρᾷ, κἀκεῖνος -παρθένου, καὶ ἐρῶν οὐκ αἰσχύνεται, ἀλλὰ διώκει -τὴν παρθένον· σὺ δὲ ὀκνεῖς καὶ αἰδῇ καὶ ἀκαίρως -σωφρονεῖς; μὴ κρείττων εἶ τοῦ θεοῦ;”
-
- Ὡς δὲ ἦν ἑσπέρα, πρότεραι μὲν πρὸς ὕπνον
-ἐτράπησαν αἱ γυναῖκες, μικρὸν δὲ ὕστερον καὶ ἡμεῖς,
-οἱ μὲν δὴ ἄλλοι τῇ γαστρὶ μετρήσαντες τὴν ἡδονήν,
-ἐγὼ δὲ τὴν εὐωχίαν ἐν τοῖς ὀφθαλμοῖς φέρων, τῶν
-τε τῆς κόρης προσώπων γεμισθεὶς καὶ ἀκράτῳ θεάματι
-καὶ μέχρι κόρου προελθὼν ἀπῆλθον μεθύων
-ἔρωτι.
-
Ὡς δὲ εἰς τὸ δωμάτιον παρῆλθον, ἔνθα μοι
-ἐν νυκτὶ χαλεπώτερα, καὶ
-ἐπανίσταται μᾶλλον ἡμῖν ἡσυχάζουσι καὶ ἐρεθίζει τὰς
-ἀλγηδόνας·
-
ὅταν γὰρ ἀναπαύηται τὸ σῶμα, τότε -σχολάζει τὸ ἕλκος νοσεῖν· τὰ δὲ τῆς ψυχῆς τραύματα -μὴ κινουμένου τοῦ σώματος, πολὺ μᾶλλον ὀδυνᾷ. -Ἐν ἡμέρᾳ μὲν γὰρ ὀφθαλμοὶ καὶ ὦτα πολλῆς γεμιζόμενα -περιεργίας ἐπικουφίζει τῆς νόσου τὴν ἀκμήν, - ἀντιπερισπῶντα τὴν ψυχὴν τῆς εἰς τὸ πονεῖν σχολῆς· -ἐὰν δὲ ἡσυχίᾳ τὸ σῶμα πεδηθῇ, καθ’ ἑαυτὴν ἡ ψυχὴ -γενομένη τῷ κακῷ κυμαίνεται. -
-Πάντα γὰρ ἐξεγείρεται -τότε τὰ τέως κοιμώμενα· τοῖς πενθοῦσιν αἱ λῦπαι, -τοῖς μεριμνῶσιν αἱ φροντίδες, τοῖς κινδυνεύουσιν - οἱ φόβοι, τοῖς ἐρῶσι τὸ πῦρ. Περὶ δὲ τὴν -ἕω μόλις ἐλεήσας μέ τις ὕπνος ἀνέπαυσεν ὀλίγον. -
-Ἀλλ’ οὐδὲ τότε μου τῆς ψυχῆς ἀπελθεῖν ἤθελεν -ἡ κόρη· πάντα γὰρ ἦν· μοι Λευκίππη τὰ ἐνύπνια· -διελεγόμην αὐτῇ, συνέπαιζον, συνεδείπνουν, ἡπτόμην, - πλείονα εἶχον ἀγαθὰ τῆς ἡμέρας. Καὶ γὰρ -κατεφίλησα, καὶ ἦν τὸ φίλημα ἀληθινόν· ὥστ’ ἐπειδή -με ἤγειρεν ὁ οἰκέτης, ἐλοιδορούμην αὐτῷ τῆς -ἀκαιρίας, ὡς ἀπολέσας ὄνειρον οὕτω γλυκύν. -
-Ἀναστὰς -οὖν ἐβάδιζον ἐξεπίτηδες εἴσω τῆς οἰκίας κατὰ - πρόσωπον τῆς κόρης βιβλίον ἅμα κρατῶν, καὶ ἐγκεκυφὼς -ἀνεγίνωσκον· τοῖς δὲ ὀφθαλμοῖς, εἰ κατὰ τὰς -θύρας γενοίμην, ἐπίλλιζον κάτωθεν, καί τινας περιπατήσας -διαύλους καὶ ἐποχετευσάμενος ἐκ τῆς θέας -ἔρωτα σαφῶς ἀπῄειν ἔχων τὴν ψυχὴν κακῶς. Καὶ - ταῦτά μοι τριῶν ἡμερῶν ἐπυρσεύετο.
-
-Ἦν δέ μοι Κλεινίας ἀνεψιός, ὀρφανὸς καὶ νέος,
-δύο ἀναβεβηκὼς ἔτη τῆς ἡλικίας τῆς ἐμῆς, ἔρωτι τετελεσμένος·
-
Ἔσκωπτον οὖν αὐτὸν -ἀεὶ τῆς ἀμεριμνίας, ὅτι σχολάζει φιλεῖν καὶ δοῦλός -ἐστιν ἐρωτικῆς ἡδονῆς· ὁ δέ μοι μειδιῶν καὶ τὴν -κεφαλὴν ἐπισείων ἔλεγεν “ἔσῃ ποτὲ καὶ σύ μοι δοῦλος -
-ταχύ.” Πρὸς τοῦτον ἀπιὼν καὶ ἀσπασάμενος καὶ -παρακαθισάμενος “ἔδωκα” ἔφην “ὦ Κλεινία, σοι -δίκην τῶν σκωμμάτων· δοῦλος γέγονα κἀγώ.” Ἀνακροτήσας -οὖν τὰς χεῖρας ἐξεγέλασε καὶ ἀναστὰς κατεφίλησέ -μου τὸ πρόσωπον ἐμφαῖνον ἐρωτικὴν ἀγρυπνίαν, -καὶ “ἐρᾷσ” εἶπεν “ἐρᾷς ἀληθῶς· οἱ ὀφθαλμοί -σου λέγουσιν.” Ἄρτι δὲ λέγοντος αὐτοῦ Χαρικλῆς -εἰστρέχει ʽτοῦτο γὰρ ἦν ὄνομα τῷ μειρακίᾠ τεθορυβημένος -
-“οἴχομαί σοι” λέγων “Κλεινία.” Καὶ -συνεστέναξεν ὁ Κλεινίας, ὥσπερ ἐκ τῆς ἐκείνου ψυχῆς -κρεμάμενος, καὶ τῇ φωνῇ τρέμων “ἀποκτενεῖσ” εἶπε “σιωπῶν· τί σε λυπεῖ; τίνι δεῖ μάχεσθαι;” Καὶ -ὁ Χαρικλῆς “γάμον” εἶπεν “ὁ πατήρ μοι προξενεῖ, -καὶ γάμον ἀμόρφου κόρης, ἵνα διπλῷ συνοικῶ κακῷ· -πονηρὸν μὲν γὰρ γυνή, κἂν εὔμορφος ᾖ· ἐὰν δὲ καὶ -ἀμορφίαν δυστυχῇ, τὸ κακὸν διπλοῦν. -
-Ἀλλὰ πρὸς -τὸν πλοῦτον ὁ πατὴρ ἀποβλέπων σπουδάζει τὸ κῆδος· -ἐκδίδομαι ὁ δυστυχὴς τοῖς ἐκείνης χρήμασιν, ἵνα -γήμω πωλούμενος.”
-- Ὡς οὖν ταῦτα ἤκουσεν ὁ Κλεινίας, ὠχρίασεν. -Ἐπιπαρώξυνεν οὖν τὸ μειράκιον ἀπωθεῖσθαι τὸν γάμον, -τὸ τῶν γυναικῶν γένος λοιδορῶν. “Γάμον” εἶπεν “ἤδη σοι δίδωσιν ὁ πατήρ; τί γὰρ ἠδίκηκας, -
- ἵνα πεδηθῇς; Οὐκ ἀκούεις τοῦ Διὸς λέγοντος
-
κἀκεῖναι γὰρ ἡδονῇ φονεύουσιν ᾠδῆς. Ἔστι -δέ σοι συνιέναι τὸ μέγεθος τοῦ κακοῦ καὶ ἀπ’ αὐτῆς -τῆς τοῦ γάμου παρασκευῆς. Βόμβος αὐλῶν, δικλίδων -κτύπος, πυρσῶν δᾳδουχία. Ἐρεῖ τις ἰδὼν τοσοῦτον - κυδοιμόν· “Ἀτυχὴς ὁ μέλλων γαμεῖν· ἐπὶ -πόλεμον, -
-δοκῶ μοι, πέμπεται.” Ἀλλ’ εἰ μὲν ἰδιώτης -ἦσθα μουσικῆς, ἠγνόεις ἂν τὰ τῶν γυναικῶν -δράματα· νῦν δὲ κἂν ἄλλοις λέγοις ὅσων ἐνέπλησαν -μύθων γυναῖκες τὴν σκηνήν. Ὅρμος Ἐριφύλης, Φιλομήλας - ἡ τράπεζα, Σθενεβοίας ἡ διαβολή, Ἀερόπης -ἡ κλοπή, Πρόκνης ἡ σφαγή. -
-Ἂν τὸ Χρυσηίδος κάλλος
-Ἀγαμέμνων ποθῇ, λοιμὸν τοῖς Ἕλλησι ποιεῖ· ἂν
-τὸ Βρισηίδος κάλλος Ἀχιλλεὺς ποθῇ, πένθος αὑτῷ
-προξενεῖ· ἐὰν ἔχῃ γυναῖκα Κανδαύλης καλήν, φονεύει
-Κανδαύλην ἡ γυνή.
-
Τὸ μὲν γὰρ Ἑλένης τῶν
-γάμων πῦρ ἀνῆψε κατὰ τῆς Τροίας ἄλλο πῦρ, ὁ δὲ
-Πηνελόπης γάμος τῆς σώφρονος πόσους νυμφίους
-ἀπώλεσεν; Ἀπέκτεινεν Ἱππόλυτον φιλοῦσα Φαίδρα,
-
Κλυταιμνήστρα δὲ Ἀγαμέμνονα μὴ φιλοῦσα. Ὦ - πάντα τολμῶσαι γυναῖκες· κἂν φιλῶσι, φονεύουσι· -κἂν μὴ φιλῶσι, φονεύουσιν. Ἀγαμέμνονα ἔδει -φονευθῆναι τὸν καλόν, οὗ κάλλος οὐράνιον ἦν, -ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ· -καὶ ταύτην ἀπέκοψεν, ὦ Ζεῦ, τὴν κεφαλὴν γυνή. -
- Καὶ ταῦτα μὲν περὶ τῶν εὐμόρφων ἂν εἴποι τις γυναικῶν,
-ἔνθα καὶ μέτριον τὸ ἀτύχημα· τὸ γὰρ κάλλος
-
Μή, πρὸς θεῶν, Χαρίκλεις, -μήπω μοι δοῦλος γένῃ, μηδὲ τὸ ἄνθος πρὸ -καιροῦ τῆς ἥβης ἀπολέσῃς. Πρὸς γὰρ τοῖς ἄλλοις καὶ -τοῦτ’ ἔστι τοῦ γάμου τὸ ἀτύχημα· μαραίνει τὴν -ἀκμήν. Μή, δέομαι, Χαρίκλεις, μήπω μοι μαρανθῇς· -μὴ παραδῷς εὔμορφον τρυγῆσαι ῥόδον ἀμόρφῳ -
-γεωργῷ.” Καὶ ὁ Χαρικλῆς “ταῦτα μὲν” ἔφη “θεοῖς -κἀμοὶ μελήσει· καὶ γὰρ εἰς τὴν προθεσμίαν τῶν γάμων -χρόνος ἐστὶν ἡμερῶν, πολλὰ δ’ ἂν γένοιτο κἀν -νυκτὶ μιᾷ. -
-Τὸ δὲ νῦν ἔχον ἐφ’ ἱππασίαν ἄπειμι. Ἐξὅτου -γάρ μοι τὸν ἵππον ἐχαρίσω τὸν καλόν, οὔπω σου -τῶν δώρων ἀπέλαυσα. Ἐπικουφιεῖ δέ μοι τὸ γυμνάσιον -τῆς ψυχῆς τὸ λυπούμενον.” Ὁ μὲν οὖν ἀπῄει -τὴν τελευταίαν ὁδόν, ὕστατα καὶ πρῶτα μελλήσων ἱππάζεσθαι. -
-- Ἐγὼ δὲ πρὸς τὸν Κλεινίαν καταλέγω μου τὸ -δρᾶμα πῶς ἐγένετο· πῶς ἴδοιμι, πῶς πάθοιμι, τὴν -καταγωγήν, τὸ δεῖπνον, τὸ κάλλος τῆς κόρης. Τελευτῶν -δὲ τῷ λόγῳ συνίειν ἀσχημονῶν “οὐ φέρω” λέγων “Κλεινία, τὴν ἀνίαν· ὅλος γάρ μοι προσέπεσεν -ὁ ἔρως, καὶ αὐτόν μου διώκει τὸν ὕπνον τῶν -ὀμμάτων· -
- πάντοτε Λευκίππην φαντάζομαι. Οὐ γέγονεν
-ἄλλῳ τινὶ τοιοῦτον ἀτύχημα· τὸ γὰρ κακόν μοι
-καὶ συνοικεῖ.” Καὶ ὁ Κλεινίας “ληρεῖσ” εἶπεν “οὕτως
-εἰς ἔρωτα εὐτυχῶν. Οὐ γὰρ ἐπ’ ἀλλοτρίας θύρας
-ἐλθεῖν σε δεῖ οὐδὲ διάκονον παρακαλεῖν· αὐτήν σοι
-δέδωκε τὴν ἐρωμένην ἡ τύχη καὶ φέρουσα ἔνδον
-
Ἄλλῳ μὲν γὰρ ἐραστῇ καὶ τὸ βλέμμα μόνον -ἤρκεσε τῆς ἐρωμένης παρθένου, καὶ μέγιστον τοῦτο -ἀγαθὸν νενόμικεν ἐραστὴς ἐὰν καὶ μέχρι τῶν ὀμμάτων -εὐτυχῇ, οἱ δὲ εὐδαιμονέστεροι τῶν ἐραστῶν ἂν - τύχωσι κἂν ῥήματος μόνον· σὺ δὲ καὶ βλέπεις ἀεὶ -καὶ ἀκούεις ἀεὶ καὶ συνδειπνεῖς καὶ συμπίνεις. -
-Καὶ -ταῦτα εὐτυχῶν ἐγκαλεῖς; ἀχάριστος εἶ πρὸς ἔρωτος -δωρεάν. Οὐκ οἶδας οἷόν ἐστιν ἐρωμένη βλεπομένη· -μείζονα τῶν ἔργων ἔχει τὴν ἡδονήν. Ὀφθαλμοὶ γὰρ - ἀλλήλοις ἀντανακλώμενοι ἀπομάττουσιν ὡς ἐν κατόπτρῳ -τῶν σωμάτων τὰ εἴδωλα, ἡ δὲ τοῦ κάλλους -ἀπορροὴ δι’ αὐτῶν εἰς τὴν ψυχὴν καταρρέουσα ἔχει -τινὰ μίξιν ἐν ἀποστάσει· -
-καὶ γλυκίων ἐστὶ τῆς τῶν -σωμάτων μίξεως· καινὴ γάρ ἐστι σωμάτων συμπλοκή. - Ἐγὼ δέ σοι καὶ τὸ ἔργον ἔσεσθαι ταχὺ μαντεύομαι· -μέγιστον γάρ ἐστιν ἐφόδιον εἰς πειθὼ -συνεχὴς πρὸς ἐρωμένην ὁμιλία. Ὀφθαλμὸς γὰρ φιλίας -πρόξενος καὶ τὸ σύνηθες τῆς κοινωνίας εἰς χάριν -ἀνυσιμώτερον. -
-Εἰ γὰρ τὰ ἄγρια τῶν θηρίων συνηθείᾳ - τιθασεύεται, πολὺ μᾶλλον ταύτῃ μαλαχθείη -καὶ γυνή. Ἔχει δέ τι πρὸς παρθένον ἐπαγωγὸν ἡλικιώτης -ἐρῶν· τὸ δὲ ἐν ὥρᾳ τῆς ἀκμῆς ἐπεῖγον εἰς -τὴν φύσιν καὶ τὸ συνειδὸς τοῦ φιλεῖσθαι τίκτει πολλάκις -ἀντέρωτα. Θέλει γὰρ ἑκάστη τῶν παρθένων - εἶναι καλὴ καὶ φιλουμένη χαίρει καὶ ἐπαινεῖ τῆς -μαρτυρίας τὸν φιλοῦντα· κἂν μὴ φιλήσῃ τις αὐτήν, -
-οὔπω πεπίστευκεν εἶναι καλή. Ἓν οὖν σοι παραινῶ
-μόνον, ἐρᾶσθαι πιστευσάτω, καὶ ταχέως σε μιμήσεται.” “Πῶς ἂν οὖν” εἶπον “γένοιτο τοῦτο τὸ μάντευμα;
- δός μοι τὰς ἀφορμάς· σὺ γὰρ ἀρχαιότερος μύστης
-ἐμοῦ καὶ συνηθέστερος ἤδη τῇ τελετῇ τοῦ θεοῦ.
-
“Μηδὲν” εἶπεν ὁ Κλεινίας “πρὸς ταῦτα ζήτει -παρ’ ἄλλου μαθεῖν· αὐτοδίδακτος γάρ ἐστιν ὁ θεὸς -σοφιστής. Ὥσπερ γὰρ τὰ ἀρτίτοκα τῶν βρεφῶν οὐδεὶς -διδάσκει τὴν τροφήν ʽαὐτόματα γὰρ ἐκμανθάνει -καὶ οἶδεν ἐν τοῖς μαζοῖς οὖσαν αὐτοῖς τὴν τράπεζαν̓, -οὕτω καὶ νεανίσκος ἔρωτος πρωτοκύμων οὐ δεῖται -διδασκαλίας πρὸς τὸν τοκετόν. -
-Ἐὰν γὰρ ἡ ὠδὶς παραγένηται -καὶ ἐνστῇ τῆς ἀνάγκης ἡ προθεσμία, μηδὲν -πλανηθείς, κἂν πρωτοκύμων ᾖς, εὑρήσεις τεκεῖν -ὑπ’ αὐτοῦ μαιωθεὶς τοῦ θεοῦ. Ὅσα δ’ ἐστὶ κοινὰ -καὶ μὴ τῆς εὐκαίρου τύχης δεόμενα, ταῦτα ἀκούσας -μάθε. Μηδὲν μὲν εἴπῃς πρὸς τὴν παρθένον ἀφροδίσιον, -
- τὸ δὲ ἔργον ζήτει πῶς γένηται σιωπῇ. Παῖς γὰρ
-καὶ παρθένος ὅμοιοι μὲν εἰς αἰδῶ· πρὸς δὲ τὴν τῆς
-Ἀφροδίτης χάριν κἂν τὴν γνώμην ἔχωσιν, ἃ πάσχουσιν
-ἀκούειν οὐ θέλουσι· τὴν γὰρ αἰσχύνην κεῖσθαι
-νομίζουσιν ἐν τοῖς ῥήμασι.
-
Γυναῖκας μὲν γὰρ εὐφραίνει
-καὶ τὰ ῥήματα· παρθένος δὲ τοὺς μὲν ἔξωθεν
-ἀκροβολισμοὺς τῶν ἐραστῶν εἰς πεῖραν φέρει καὶ
-ἄφνω συντίθεται τοῖς νεύμασιν· ἐὰν δὲ αἰτήσῃς τὸ
-ἔργον προσελθών, ἐκπλήξεις αὐτῆς τὰ ὦτα τῇ φωνῇ,
-καὶ ἐρυθριᾷ καὶ μισεῖ τὸ ῥῆμα καὶ λοιδορεῖσθαι δοκεῖ
-κἂν ὑποσχέσθαι θέλῃ τὴν χάριν, αἰσχύνεται·
-τότε γὰρ πάσχειν νομίζει τὸ ἔργον, ὅτε μᾶλλον τὴν
-πεῖραν ἐκ τῆς τῶν λόγων ἡδονῆς ἀκούει.
-
Ἐὰν δὲ
-τὴν πεῖραν προσαγαγὼν τὴν ἄλλην καὶ εὐάγωγον
-αὐτὴν παρασκευάσας ἡδέως ἤδη προσέρχῃ, σιώπα μὲν
-οὖν τὰ πολλὰ ὡς ἐν μυστηρίῳ, φίλησον δὲ προσελθὼν
-ἠρέμα· τὸ γὰρ ἐραστοῦ φίλημα πρὸς ἐρωμένην
-θέλουσαν μὲν παρέχειν αἴτησίς ἐστι, πρὸς
-
Κἂν μὲν προσῇ τις συνθήκη -τῆς πράξεως πολλάκις δὲ καὶ ἑκοῦσαι πρὸς τὸ -ἔργον ἐρχόμεναι θέλουσι βιάζεσθαι δοκεῖν, ἵνα τῇ -δόξῃ τῆς ἀνάγκης ἀποτρέπωνται τῆς αἰσχύνης τὸ - ἑκούσιον. Μὴ τοίνυν ὀκνήσῃς, ἐὰν ἀνθισταμένην -ἴδῃς, ἀλλ’ ἐπιτήρει πῶς ἀνθίσταται· σοφίας γὰρ -κἀνταῦθα δεῖ. -
-Κἂν μὲν προσκαρτερῇ, ἐπίσχες τὴν -βίαν· οὔπω γὰρ πείθεται· ἐὰν δὲ μαλθακώτερον -ἤδη θέλῃς, χορήγησον τὴν ὑπόκρισιν, μὴ ἀπολέσῃς - σου τὸ δρᾶμα.”
--Κἀγὼ “μεγάλα μὲν” ἔφην “ἐφόδιά μοι δέδωκας -καὶ εὔχομαι τυχεῖν, Κλεινία· φοβοῦμαι δ’ ὅμως μὴ -κακῶν μοι γένηται τὸ εὐτύχημα μειζόνων ἀρχὴ καὶ -ἐπιτρίψῃ με πρὸς ἔρωτα πλείονα. Ἂν οὖν αὐξηθῇ -μοι τὸ δεινόν, τί δράσω; -
-γαμεῖν μὲν οὐκ ἂν δυναίμην· -ἄλλῃ γὰρ δέδομαι παρθένῳ· ἐπίκειται δέ -μοι πρὸς τοῦτον τὸν γάμον ὁ πατὴρ δίκαια αἰτῶν, -οὐ ξένην, οὐδὲ αἰσχρὰν γῆμαι κόρην, οὐδ’ ὡς Χαρικλέα -πλούτῳ με πωλεῖ, ἀλλ’ αὑτοῦ μοι δίδωσι θυγατέρα, - καλὴν μέν, ὦ θεοί, πρὶν Λευκίππην ἰδεῖν, -νῦν δὲ πρὸς τὸ κάλλος αὐτῆς τυφλώττω καὶ πρὸς -Λευκίππην μόνην τοὺς ὀφθαλμοὺς ἔχω. -
-Ἐν μεθορίῳ -κεῖμαι δύο ἐναντίων· Ἔρως ἀνταγωνίζεται καὶ πατήρ. -Ὁ μὲν ἕστηκεν αἰδοῖ κρατῶν, ὁ δὲ κάθηται πυρπολῶν. - Πῶς κρίνω τὴν δίκην; ἀνάγκη μάχεται καὶ -φύσις, καὶ θέλω μὲν σοὶ δικάσαι, πάτερ, ἀλλ’ ἀντίδικον -ἔχω χαλεπώτερον. Βασανίζει τὸν δικαστήν, -ἕστηκε· μετὰ βελῶν, κρίνει μετὰ πυρός. Ἂν ἀπειθήσω, -πάτερ, αὐτῷ, κάομαι τῷ πυρί.”
-
- Ἡμεῖς μὲν οὖν ταῦτα ἐφιλοσοφοῦμεν περὶ τοῦ
-θεοῦ· ἐξαίφνης δέ τις εἰστρέχει τῶν τοῦ Χαρικλέους
-οἰκετῶν, ἔχων ἐπὶ τοῦ προσώπου τὴν ἀγγελίαν τοῦ
-
Χαρικλῆς.” Τὸν μὲν δὴ Κλεινίαν πρὸς τὴν ἀγγελίαν -ἀφῆκεν ἡ φωνὴ καὶ ἔμεινεν ἀκίνητος, ὥσπερ τυφῶνι -βεβλημένος τῷ λόγῳ· ὁ δὲ οἰκέτης διηγεῖται “ἐπὶ -τὸν ἵππον τὸν σὸν ἐκάθισεν, ὦ Κλεινία, ὃς τὰ μὲν -πρῶτα ἤλαυνεν ἠρέμα· δύο δὲ ἢ τρεῖς δρόμους περιελθὼν -τὴν ἱππασίαν ἐπέσχε καὶ τὸν ἵππον ἱδροῦντα -κατέψα καθήμενος, τοῦ ῥυτῆρος ἀμελήσας. -
-Ἀπομάττοντος -δὲ τῆς ἕδρας τοὺς ἱδρῶτας ψόφος κατόπιν -γίνεται, καὶ ὁ ἵππος ἐκταραχθεὶς πηδᾷ ὄρθιος ἀρθεὶς -καὶ ἀλογίστως ἐφέρετο. Τὸν γὰρ χαλινὸν ἐνδακὼν -καὶ τὸν αὐχένα γυρώσας φρίξας τε τὴν κόμην, -οἰστρηθεὶς τῷ φόβῳ διαέριος ἵπτατο. Τῶν δὲ ποδῶν -οἱ μὲν ἔμπροσθεν ἥλλοντο, οἱ δὲ ὄπισθεν τοὺς ἔμπροσθεν -ἐπειγόμενοι φθάσαι τὸν δρόμον ἐπέσπευδον, -
-
-διώκοντες τὸν ἵππον. Ὁ δὲ ἵππος τῇ τῶν ποδῶν
-κυρτούμενος ἁμίλλῃ, ἄνω τε καὶ κάτω πηδῶν πρὸς
-τὴν ἑκατέρων σπουδὴν δίκην νεὼς χειμαζομένης τοῖς
-νώτοις ἐκυμαίνετο. Ὁ δὲ κακοδαίμων Χαρικλῆς ὑπὸ
-τοῦ τῆς ἱππείας ταλαντευόμενος κύματος ἐκ τῆς
-ἕδρας ἐσφαιρίζετο, ποτὲ μὲν ἐπ’ οὐρὰν κατολισθάνων,
-ποτὲ δὲ ἐπὶ τράχηλον κυβιστῶν· ὁ δὲ τοῦ κλύδωνος
-ἐπίεζεν αὐτὸν χειμών.
-
Τῶν δὲ ῥυτήρων οὐκέτι
-κρατεῖν δυνάμενος, δοὺς δὲ ἑαυτὸν τῷ τοῦ δρόμου
-πνεύματι, τῆς τύχης ἦν. Ὁ δὲ ἵππος ῥύμῃ θέων
-ἐκτρέπεται τῆς λεωφόρου καὶ ἐς ὕλην ἐπήδησε καὶ
-εὐθὺς τὸν ἄθλιον Χαρικλέα περιρρήγνυσι δένδρῳ.
-Ὁ δὲ ὡς ἀπὸ μηχανῆς προσαραχθεὶς ἐκκρούεται μὲν
-τῆς ἕδρας, ὑπὸ δὲ τῶν τοῦ δένδρου κλάδων τὸ
-πρόσωπον αἰσχύνεται καὶ τοσούτοις περιδρύπτεται
-
Οἱ -δὲ ῥυτῆρες αὐτῷ περιδεθέντες οὐκ ἤθελον ἀφεῖναι -τὸ σῶμα, ἀλλ’ ἀνθεῖλκον αὐτὸ περισύροντες θανάτου -τρίβον. Ὁ δὲ ἵππος ἔτι μᾶλλον ἐκταραχθεὶς - τῷ πτώματι καὶ ἐμποδιζόμενος εἰς τὸν δρόμον τῷ -σώματι κατεπάτει τὸν ἄθλιον, ἐκλακτίζων τὸν -δεσμὸν τῆς φυγῆς· ὥστε οὐκ ἂν αὐτόν τις ἰδὼν γνωρίσειε.”
--Ταῦτα μὲν οὖν ἀκούων ὁ Κλεινίας ἐσίγα τινὰ - χρόνον ὑπ’ ἐκπλήξεως, μεταξὺ δὲ νήψας ἐκ τοῦ κακοῦ -διωλύγιον ἐκώκυσε καὶ ἐκδραμεῖν ἐπὶ τὸ σῶμα -ἠπείγετο· ἐπηκολούθουν δὲ κἀγώ, παρηγορῶν ὡς -ἠδυνάμην. -
-Καὶ ἐν τούτῳ φοράδην Χαρικλῆς ἐκομίζετο, -θέαμα οἴκτιστον καὶ ἐλεεινόν· ὅλος γὰρ τραῦμα - ἦν, ὥστε μηδένα τῶν παρόντων κατασχεῖν τὰ δάκρυα. -Ἐξῆρχε δὲ τοῦ θρήνου ὁ πατὴρ πολυτάρακτον -βοῶν “οἷος ἀπ’ ἐμοῦ προελθὼν οἷος ἐπανέρχῃ μοι, -τέκνον; ὢ πονηρῶν ἱππασμάτων. Οὐδὲ κοινῷ μοι -θανάτῳ τέθνηκας· οὐδ’ εὐσχήμων φαίνῃ νεκρός. -
-Τοῖς μὲν γὰρ ἄλλοις τῶν ἀποθανόντων κἂν ἴχνος τῶν -γνωρισμάτων διασώζεται· κἂν τὸ ἄνθος τις τῶν -προσώπων ἀπολέσῃ, τηρεῖ τὸ εἴδωλον καὶ παρηγορεῖ -τὸ λυπούμενον καθεύδοντα μιμούμενος· τὴν μὲν γὰρ -ψυχὴν ἐξεῖλεν ὁ θάνατος, ἐν δὲ τῷ σώματι τηρεῖ τὸν -ἄνθρωπον. -
-Σοῦ δὲ ὁμοῦ καὶ ταῦτα διέφθειρεν ἡ -τύχη, καί μοι τέθνηκας θάνατον διπλοῦν, ψυχῆς -καὶ σώματος. Ὄντως σου τέθνηκε καὶ τῆς εἰκόνος ἡ -σκιά· ἡ μὲν γὰρ ψυχή σου πέφευγεν, οὐχ εὑρίσκω -δέ σε οὐδὲ ἐν τῷ σώματι. -
-Πότε μοι, τέκνον, γαμεῖς;
- πότε σου θύσω τοὺς γάμους, ἱππεῦ καὶ νυμφίε· νυμφίε
-μὲν ἀτελής, ἱππεῦ δὲ δυστυχής. Τάφος μέν σοι,
-τέκνον, ὁ θάλαμος, γάμος δὲ ὁ θάνατος, θρῆνος δὲ
-
Ἄλλο σοι, τέκνον, προσεδόκων πῦρ ἀνάψειν· ἀλλὰ -τοῦτο μὲν ἔσβεσεν ἡ φθονερὰ τύχη μετὰ σοῦ· ἀνάπτει -δέ σοι δᾷδας κακῶν. Ὢ πονηρᾶς ταύτης δᾳδουχίας. -Ἡ νυμφική σοι δᾳδουχία ταφὴ γίνεται.”
-- Ταῦτα μὲν οὖν οὕτως ἐκώκυεν ὁ πατήρ· ἑτέρωθεν -δὲ καθ’ αὑτὸν ὁ Κλεινίας· καὶ ἦν θρήνων -ἅμιλλα, ἐραστοῦ καὶ πατρός. “Ἐγώ μου τὸν δεσπότην -ἀπολώλεκα. Τί γὰρ αὐτῷ τοιοῦτον δῶρον ἐχαριζόμην; -φιάλη γὰρ οὐκ ἦν χρυσῆ, ἵν’ ἐσπένδετο πίνων -καὶ ἐχρῆτό μου τῷ δώρῳ τρυφῶν; -
-Ἐγὼ δὲ ὁ κακοδαίμων -ἐχαριζόμην θηρίον μειρακίῳ καλῷ, ἐκαλλώπιζον -δὲ καὶ τὸ πονηρὸν θηρίον προστερνιδίοις, προμετωπιδίοις, -φαλάροις ἀργυροῖς, χρυσαῖς ἡνίαις. -Οἴμοι Χαρίκλεις· ἐκόσμησά σου τὸν φονέα χρυσῷ. -Ἵππε πάντων θηρίων ἀγριώτατε, πονηρὲ καὶ ἀχάριστε -καὶ ἀναίσθητε κάλλους. -
-Ὁ μὲν κατέψα σου τοὺς -ἱδρῶτας καὶ τροφὰς ἐπηγγέλλετο πλείονας καὶ ἐπῄνει -τὸν δρόμον, σὺ δὲ ἀπέκτεινας ἐπαινούμενος. Οὐχ -ἥδου προσαπτομένου σου τοιούτου σώματος, οὐκ ἦν -σοι τοιοῦτος ἱππεὺς τρυφή, ἀλλ’ ἔρριψας, ἄστοργε, -τὸ κάλλος χαμαί. Οἴμοι δυστυχής· ἐγώ σοι τὸν φονέα, -τὸν ἀνδροφόνον ἐωνησάμην.”
-
- Μετὰ δὲ τὴν ταφὴν εὐθὺς ἔσπευδον ἐπὶ τὴν κόρην·
-ἡ δὲ ἦν ἐν τῷ παραδείσῳ τῆς οἰκίας. Ὁ δὲ
-παράδεισος ἄλσος ἦν, μέγα τι χρῆμα πρὸς ὀφθαλμῶν
-ἡδονήν· καὶ περὶ τὸ ἄλσος τειχίον ἦν αὔταρκες εἰς
-ὕψος καὶ ἑκάστη πλευρὰ τοῦ τειχίου “τέσσαρες δὲ
-ἦσαν πλευραὶ” κατάστεγος ὑπὸ χορῷ κιόνων· ὑπὸ δὲ
-τοῖς κίοσιν ἔνδον ἦν ἡ τῶν δένδρων πανήγυρις.
-
Ἔθαλλον οἱ κλάδοι, συνέπιπτον ἀλλήλοις ἄλλος ἐπ’ ἄλλον,
-ἐγίνοντο τῶν πετάλων περιπλοκαί, τῶν φύλλων
-
Ἐνίοις δὲ τῶν δένδρων τῶν ἁδροτέρων -κιττὸς καὶ σμῖλαξ περιεπεφύκει, ἡ μὲν ἐξηρτημένη -πλατάνου καὶ περιπυκάζουσα ῥαδινῇ τῇ κόμῃ· - ὁ δὲ κιττὸς περὶ πεύκην ἑλιχθεὶς ᾠκειοῦτο τὸ δένδρον -ταῖς περιπλοκαῖς, καὶ ἐγίνετο τῷ κιττῷ ὄχημα -τὸ φυτόν, στέφανος δὲ ὁ κιττὸς τοῦ φυτοῦ. -
-Ἄμπελοι -δὲ ἑκατέρωθεν τοῦ δένδρου καλάμοις ἐποχούμεναι -τοῖς φύλλοις ἔθαλλον, καὶ ὁ καρπὸς ὡραίαν - εἶχε τὴν ἄνθην καὶ διὰ τῆς ὀπῆς τῶν καλάμων ἐξεκρέματο -καὶ ἦν βόστρυχος τοῦ φυτοῦ· τῶν δὲ φύλλων -ἄνωθεν αἰωρουμένων ὑφ’ ἡλίῳ πρὸς ἄνεμον -συμμιγεῖ ὠχρὰν ἐμάρμαιρεν ἡ γῆ τὴν σκιάν. -
-Τὰ δὲ -ἄνθη ποικίλην ἔχοντα τὴν χρόαν ἐν μέρει συνεξέφαινε - τὸ κάλλος, καὶ ἦν τοῦτο τῆς γῆς πορφύρα -καὶ νάρκισσος καὶ ῥόδον. Μία μὲν τῷ ῥόδῳ καὶ τῷ -ναρκίσσῳ ἡ κάλυξ ὅσον εἰς περιγραφήν, καὶ ἦν φιάλη -τοῦ φυτοῦ· ἡ χρόα δὲ τῶν περὶ τὴν κάλυκα φύλλων -ἐσχισμένων τῷ ῥόδῳ μὲν αἵματος ὁμοῦ καὶ γάλακτος, - τὸ κάτω τοῦ φύλλου, καὶ ὁ νάρκισσος ἦν τὸ -πᾶν ὅμοιος τῷ κάτω τοῦ ῥόδου. -
-Τῷ δὲ ἴῳ κάλυξ
-μὲν οὐδαμοῦ, χρόα δὲ οἵαν ἡ τῆς θαλάσσης ἀστράπτει
-γαλήνη. Ἐν μέσοις δὲ τοῖς ἄνθεσι πηγὴ ἀνέβλυζε
-καὶ περιεγέγραπτο τετράγωνος χαράδρα χειροποίητος
- τῷ ῥεύματι. Τὸ δὲ ὕδωρ τῶν ἀνθέων ἦν
-κάτοπτρον, ὡς δοκεῖν τὸ ἄλσος εἶναι διπλοῦν, τὸ
-μὲν τῆς ἀληθείας, τὸ δὲ τῆς σκιᾶς.
-
Ὄρνιθες δὲ οἱ -μὲν χειροήθεις περὶ τὸ ἄλσος ἐνέμοντο καὶ οὓς ἐκολάκευον -αἱ τῶν ἀνθρώπων τροφαί· οἱ δὲ ἐλεύθερον - ἔχοντες τὸ πτερὸν περὶ τὰς τῶν δένδρων κορυφὰς -ἔπαιζον· οἱ μὲν ᾅδοντες τὰ ὀρνίθων ᾅσματα, οἱ δὲ -τῇ τῶν πτερῶν ἀγλαϊζόμενοι στολῇ. -
-Οἱ ᾠδοὶ δὲ τέττιγες
-
- Βουλόμενος οὖν εὐάγωγον τὴν κόρην εἰς ἔρωτα -παρασκευάσαι, λόγων πρὸς τὸν Σάτυρον ἠρχόμην, -ἀπὸ τοῦ ὄρνιθος λαβὼν τὴν εὐκαιρίαν. Διαβαδίζουσα -γὰρ ἔτυχεν ἅμα τῇ Κλειοῖ καὶ ἐπιστᾶσα τῷ ταῷ. -
-Ἔτυχε γὰρ τύχῃ τινὶ συμβὰν τότε τὸν ὄρνιν ἀναπτερῶσαι -τὸ κάλλος καὶ τὸ θέατρον ἐπιδεικνύναι τῶν -πτερῶν. “Τοῦτο μέντοι οὐκ ἄνευ τέχνης ὁ ὄρνισ” ἔφην “ποιεῖ· ἀλλ’ ἔστι γὰρ ἐρωτικός. Ὅταν γὰρ -ἐπαγαγέσθαι θέλῃ τὴν ἐρωμένην, τότε οὕτως καλλωπίζεται. -
-Ὁρᾷς ἐκείνην τὴν τῆς πλατάνου πλησίον;” δείξας θήλειαν ταῶν “ταύτῃ νῦν οὗτος τὸ -κάλλος ἐπιδείκνυται λειμῶνα πτερῶν. Ὁ δὲ τοῦ ταῶ -λειμὼν εὐανθέστερος· πεφύτευται γὰρ αὐτῷ καὶ -χρυσὸς ἐν τοῖς πτεροῖς, κύκλῳ δὲ τὸ ἁλουργὲς τὸν -χρυσὸν περιθεῖ τὸν ἴσον κύκλον, καὶ ἔστιν ὀφθαλμὸς -ἐν τῷ πτερῷ.”
-
- Καὶ ὁ Σάτυρος συνεὶς τοῦ λόγου μου τὴν ὑπόθεσιν,
-ἵνα μοι μᾶλλον εἴη περὶ τούτου λέγειν, ʽἦ
-γὰρ ὁ ἔρωσ̓ ἔφη “τοσαύτην ἔχει τὴν ἰσχύν, ὡς καὶ
-μέχρις ὀρνίθων πέμπειν τὸ πῦρ;” “οὐ μέχρις ὀρνίθων” ἔφην, “τοῦτο γὰρ οὐ θαυμαστόν, ἐπεὶ καὶ αὐτὸς
-ἔχει πτερόν, ἀλλὰ καὶ ἑρπετῶν καὶ φυτῶν, ἐγὼ
-δὲ δοκῶ μοι, καὶ λίθων.
-
Ἐρᾷ γοῦν ἡ Μαγνησία
-
περὶ δὲ τῶν φυτῶν λέγουσι παῖδες σοφῶν· καὶ
-μῦθον ἔλεγον ἂν τὸν λόγον εἶναι, εἰ μὴ καὶ παῖδες
-ἔλεγον γεωργῶν. Ὁ δὲ λόγος· ἄλλο μὲν ἄλλου φυτὸν
-ἐρᾷν, τῷ δὲ φοίνικι τὸν ἔρωτα μᾶλλον ἐνοχλεῖν·
-λέγουσι δὲ τὸν μὲν ἄρρενα τῶν φοινίκων, τὸν δὲ θῆλυν.
-
Ὁ ἄρρην οὖν τοῦ θήλεος ἐρᾷ· κἂν ὁ θῆλυς -ἀπῳκισμένος ᾖ τῇ τῆς φυτείας στάσει, ὁ ἐραστὴς -αὐαίνεται. Συνίησιν οὖν ὁ γεωργὸς τὴν λύπην τοῦ -φυτοῦ, καὶ εἰς τὴν τοῦ χωρίου περιωπὴν ἀνελθὼν -ἐφορᾷ ποῖ νένευκε· κλίνεται γὰρ εἰς τὸ ἐρώμενον· -
-καὶ μαθὼν θεραπεύει τοῦ φυτοῦ τὴν νόσον· πτόρθον -γὰρ τοῦ θήλεος φοίνικος λαβὼν εἰς τὴν τοῦ -ἄρρενος καρδίαν ἐντίθησι. Καὶ ἀνέψυξε μὲν τὴν ψυχὴν -τοῦ φυτοῦ, τὸ δὲ σῶμα ἀποθνῆσκον πάλιν ἀνεζωπύρησε -καὶ ἐξανέστη, χαῖρον ἐπὶ τῇ τῆς ἐρωμένης - συμπλοκῇ. Καὶ τοῦτό ἐστὶ γάμος φυτῶν.” -
--“γίνεται δὲ καὶ γάμος ἄλλος ὑδάτων διαπόντιος, -καὶ ἔστιν ὁ μὲν ἐραστὴς ποταμὸς Ἠλεῖος, ἡ δὲ ἐρωμένη -κρήνη Σικελική. Διὰ γὰρ τῆς θαλάττης ὁ ποταμὸς -ὡς διὰ πεδίου τρέχει. -
-Ἡ δὲ οὐκ ἀφανίζει τὸν
- γλυκὺν ἐραστὴν ἁλμυρῷ κύματι, σχίζεται δὲ αὐτῷ
-ῥέοντι, καὶ τὸ σχίσμα τῆς θαλάττης χαράδρα τῷ ποταμῷ
-γίνεται· καὶ ἐπὶ τὴν Ἀρέθουσαν οὕτω τὸν Ἀλφειὸν
-νυμφοστολεῖ. Ὅταν οὖν ᾖ ἡ τῶν Ὀλυμπίων
-ἑορτή, πολλοὶ μὲν εἰς τὰς δίνας τοῦ ποταμοῦ καθιᾶσιν
-
Γίνεται δὲ καὶ ἐν τοῖς ἑρπετοῖς ἄλλο ἔρωτος μυστήριον, -οὐ τοῖς ὁμογενέσι μόνον πρὸς ἄλληλα, ἀλλὰ -καὶ τοῖς ἀλλοφύλοις. Ὁ ἔχις ὁ τῆς γῆς ὄφις εἰς τὴν -σμύραιναν οἰστρεῖ· ἡ δὲ σμύραινά ἐστιν ἄλλος ὄφις -θαλάσσιος, εἰς μὲν τὴν μορφὴν ὄφις, εἰς δὲ τὴν -χρῆσιν ἰχθύς. -
-Ὅταν οὖν εἰς γάμον ἐθέλωσιν ἀλλήλοις -συνελθεῖν, ὁ μὲν εἰς τὸν αἰγιαλὸν ἐλθὼν συρίζει -πρὸς τὴν θάλασσαν τῇ σμυραίνῃ σύμβολον, ἡ δὲ -γνωρίζει τὸ σύνθημα καὶ ἐκ τῶν κυμάτων ἀναδύεται. -Ἀλλ’ οὐκ εὐθέως πρὸς τὸν νυμφίον ἐξέρχεται ʽοἶδε -γὰρ ὅτι θάνατον ἐν τοῖς ὀδοῦσι φέρεἰ, ἀλλ’ ἄνεισιν -εἰς πέτραν καὶ περιμένει τὸν νυμφίον καθῆραι τὸ -στόμα. -
-Ἑστᾶσιν οὖν ἀμφότεροι πρὸς ἀλλήλους βλέποντες, -ὁ μὲν ἐραστὴς ἠπειρώτης, ἡ δ’ ἐρωμένη νησιῶτις. -Ὅταν οὖν ὁ ἐραστὴς ἐξεμέσῃ τῆς νύμφης τὸν -φόβον, ἡ δὲ ἐρριμμένον ἴδῃ τὸν θάνατον χαμαί, τότε -καταβαίνει τῆς πέτρας καὶ εἰς τὴν ἤπειρον ἐξέρχεται -καὶ τὸν ἐραστὴν περιπτύσσεται καὶ οὐκέτι φοβεῖται -τὰ φιλήματα.” -
-- Ταῦτα ἅμα λέγων ἐνέβλεπον τῇ κόρῃ πῶς ἔχει -πρὸς τὴν ἀκρόασιν τὴν ἐρωτικήν· ἡ δὲ ὑπεσήμαινεν -οὐκ ἀηδῶς ἀκούειν. Τὸ δὲ κάλλος ἀστράπτον -τοῦ ταῶ ἧττον ἐδόκει μοι τοῦ τῆς Λευκίππης εἶναι -προσώπου. Τὸ γὰρ τοῦ σώματος κάλλος αὐτῆς πρὸς -τὰ τοῦ λειμῶνος ἤριζεν ἄνθη· ναρκίσσου μὲν τὸ -πρόσωπον ἔστιλβε χρόαν, ῥόδον δὲ ἀνέτελλεν ἐκ τῆς -παρειᾶς, ἴον δὲ ἡ τῶν ὀφθαλμῶν ἐμάρμαιρεν αὐγή, -αἱ δὲ κόμαι βοστρυχούμεναι μᾶλλον εἱλίττοντο κιττοῦ. -
- Τοιοῦτος ἦν Λευκίππης ἐπὶ τῶν προσώπων ὁ
-λειμών. Ἡ μὲν οὖν μετὰ μικρὸν ἀπιοῦσα ᾤχετο· τῆς
-
Ἑαυτοὺς οὖν ἐπῃνοῦμεν ἐγώ τε καὶ -ὁ Σάτυρος· ἐγὼ μὲν ἐμαυτὸν τῆς μυθολογίας, ὁ δὲ - ὅτι μοι τὰς ἀφορμὰς παρέσχεν.
--Ἅμα δὲ ἑαυτοὺς ἐπαινοῦντες ἐπὶ τὸ δωμάτιον -ἐβαδίζομεν τῆς κόρης, ἀκροασόμενοι δῆθεν τῶν κιθαρισμάτων· -οὐ γὰρ ἠδυνάμην ἐμαυτοῦ κἂν ἐπ’ ὀλίγον - κρατεῖν τὸ μὴ ὁρᾶν τὴν κόρην. Ἡ δὲ πρῶτον μὲν -ᾖσεν Ὁμήρου τὴν πρὸς τὸν λέοντα τοῦ συὸς μάχην· -ἔπειτα δέ τι καὶ τῆς ἁπαλῆς μούσης ἐλίγαινε· ῥόδον -γὰρ ἐπῄνει τὸ ᾆσμα. -
-Εἴ τις τὰς καμπὰς τῆς ᾠδῆς -περιελὼν ψιλὸν ἔλεγεν ἁρμονίας τὸν λόγον, οὕτως - ἂν εἶχεν ὅ λόγος· “εἰ τοῖς ἄνθεσιν ἤθελεν ὁ Ζεὺς -ἐπιθεῖναι βασιλέα, τὸ ῥόδον ἂν τῶν ἀνθέων ἐβασίλευε. -Γῆς ἐστι κόσμος, φυτῶν ἀγλάισμα, ὀφθαλμὸς -ἀνθέων, λειμῶνος ἐρύθημα. -
-Ἔρωτος πνεῖ, Ἀφροδίτην -προξενεῖ, εὐώδεσι φύλλοις κομᾷ, εὐκινήτοις πετάλοις - τρυφᾷ, τὰ πέταλα τῷ Ζεφύρῳ γελᾷ.” Ἡ μὲν -ταῦτα ᾖδεν· ἐγὼ δὲ ἐδόκουν τὸ ῥόδον ἐπὶ τῶν χειλέων -αὐτῆς ἰδεῖν, ὡς εἴ τις τῆς κάλυκος τὸ περιφερὲς -εἰς τὴν τοῦ στόματος ἔκλεισε μορφήν. -
-
-Καὶ ἄρτι πέπαυτο τῶν κιθαρισμάτων καὶ πάλιν
- τοῦ δείπνου καιρὸς ἦν. Ἦν γὰρ ἑορτὴ προτρυγαίου
-
καὶ
-τῆς ἑορτῆς διηγοῦνται πατέρα μῦθον, οἶνον οὐκ εἶναί
-ποτε παρ’ ἀνθρώποις, οὐ τὸν μέλανα τὸν ἀνθοσμίαν,
-οὐ τὸν τῆς Βιβλίνης ἀμπέλου, οὐ τὸν Μάρωνος τὸν
-Θρᾴκιον, οὐ τὸν Χῖον τὸν ἐκ Λακαίνης, οὐ τὸν
-Ἰκάρου τὸν νησιώτην, ἀλλὰ τούτους μὲν ἅπαντας
-ἀποίκους εἶναι Τυρίων ἀμπέλων, τὴν δὲ πρώτην
-παρ’ αὐτοῖς φῦναι τῶν οἴνων μητέρα.
-
Εἶναι γὰρ -ἐκεῖ φιλόξενόν τινα βουκόλον, οἷον τὸν Ἰκάριον Ἀθηναῖοι -λέγουσι, καὶ τοῦτον ἐνταῦθα τοῦ μύθου γενέσθαι -πατέρα. Ἐπὶ τοῦτον ἧκεν ὁ Διόνυσος τὸν βουκόλον, -ὁ δὲ αὐτῷ παρατίθησιν ὅσα γῆ φέρει καὶ -ἅμαξα ·βοῶν· ποτὸν δὲ ἦν παρ’ αὐτοῖς οἷον καὶ ὁ -βοῦς ἔπινεν· -
-οὔπω γὰρ τὸ ἀμπέλινον ἦν. Ὁ Διόνυσος -ἐπαινεῖ τῆς φιλοφροσύνης τὸν βουκόλον καὶ αὐτῷ -προπίνει κύλικα φιλοτησίαν· τὸ δὲ ποτὸν οἶνος ἦν. -Ὁ δὲ πιὼν ὑφ’ ἡδονῆς βακχεύεται καὶ λέγει πρὸς τὸν -θεὸν “πόθεν, ὦ ξένε, σοὶ τὸ ὕδωρ τοῦτο τὸ πορφυροῦν; -
-οὐ γάρ ἐστιν ἐκεῖνο τὸ χαμαὶ ῥέον. Τὸ μὲν -γὰρ εἰς τὰ στέρνα καταβαίνει καὶ λεπτὴν ἔχει τὴν -ἡδονήν· τοῦτο δὲ καὶ πρὸ τοῦ στόματος τὰς ῥῖνας -εὐφραίνει καὶ θιγόντι μὲν ψυχρόν ἐστιν, εἰς τὴν -γαστέρα δὲ καταθορὸν ἀνάπτει κάτωθεν πῦρ ἡδονῆς.” Καὶ ὁ Διόνυσος ἔφη “τοῦτό ἐστιν ὀπώρας -ὕδωρ.” Ἄγει πρὸς τὴν ἄμπελον ὁ θεὸς τὸν βουκόλον, -
- καὶ τῶν βοτρύων λαβὼν ἅμα καὶ θλίβων καὶ δεικνὺς
-οἶνος οὕτως ἐς ἀνθρώπους
-παρῆλθεν, ὡς ὁ Τυρίων λόγος, ἑορτὴν δὲ
-ἄγουσιν ἐκείνην τὴν ἡμέραν ἐκείνῳ τῷ θεῷ.
- Φιλοτιμούμενος οὖν ὁ πατὴρ τά τ’ ἄλλα παρασκευάσας -ἐς τὸ δεῖπνον ἔτυχε πολυτελέστατα καὶ κρατῆρα -παρέθηκε τὸν ἱερὸν τοῦ θεοῦ, μετὰ τὸν Γλαύκου -τοῦ Χίου δεύτερον. -
-Ὑάλου μὲν τὸ πᾶν ἔργον -ὀρωρυγμένης· κύκλῳ δὲ αὐτὸν ἄμπελοι περιέστεφον - ἀπ’ αὐτοῦ τοῦ κρατῆρος πεφυτευμέναι· οἱ δὲ βότρυες -πάντη περικρεμάμενοι· ὄμφαξ μὲν αὐτῶν ἕκαστος -ὅσον ἦν κενὸς ὁ κρατήρ· ἐὰν δὲ ἐγχέῃς οἶνον, κατὰ -μικρὸν ὁ βότρυς ὑποπερκάζεται καὶ σταφυλὴν τὴν -ὄμφακα ποιεῖ· Διόνυσός τε ἐντετύπωται τῶν βοτρύων, - ἵνα τὴν ἄμπελον γεωργῇ. -
-Τοῦ δὲ πότου προϊόντος ἤδη καὶ ἀναισχύντως ἐς -αὐτὴν ἑώρων. Ἔρως δὲ καὶ Διόνυσος, δύο βίαιοι -θεοί, ψυχὴν κατασχόντες, ἐκμαίνουσιν εἰς ἀναισχυντίαν, -ὁ μὲν κάων αὐτὴν τῷ συνήθει πυρί, ὁ δὲ τὸν - οἶνον ὑπέκκαυμα φέρων· οἶνος γὰρ ἔρωτος τροφή. -Ἤδη δὲ καὶ αὐτὴ περιεργότερον εἰς ἐμὲ βλέπειν -ἐθρασύνετο. Καὶ ταῦτα μὲν ἡμῖν ἡμερῶν ἐπράττετο -δέκα· καὶ πλέον τῶν ὀμμάτων ἐκερδαίνομεν ἢ ἐτολμῶμεν οὐδέν.
-- Κοινοῦμαι δὴ τῷ Σατύρῳ τὸ πᾶν καὶ συμπράττειν -ἠξίουν· ὁ δὲ ἔλεγε καὶ αὐτὸς μὲν ἐγνωκέναι, -πρὶν παρ’ ἐμοῦ μαθεῖν, ὀκνεῖν δὲ ἐλέγχειν βουλόμενον -λαθεῖν. Ὁ γὰρ μετὰ κλοπῆς ἐρῶν ἂν ἐλεγχθῇ -πρός τινος, ὡς ὀνειδίζοντα τὸν ἐλέγξαντα μισεῖ. -
- “Ἤδη
- δὲ” ἔφη “καὶ τὸ αὐτόματον ἡμῶν προὐνόησεν. Ἡ
-
ὡς καὶ συναίρεσθαι πρὸς τὸ ἔργον. Δεῖ δέ σε τὴν
-κόρην μὴ μέχρι τῶν ὀμμάτων μόνον πειρᾶν, ἀλλὰ
-καὶ ῥῆμα δριμύτερον εἰπεῖν. Τότε δὲ πρόσαγε τὴν
-δευτέραν μηχανήν.
-
Θίγε χειρός, θλῖψον δάκτυλον, -θλίβων στέναξον. Ἢν δὲ ταῦτά σου ποιοῦντος καρτερῇ -καὶ προσίηται, σὸν ἔργον ἤδη δέσποινάν τε -καλεῖν καὶ φιλῆσαι τράχηλον.” “Πιθανῶς μὲν” ἔφην “νὴ τὴν Ἀθηνᾶν, ἐς τὸ ἔργον παιδοτριβεῖς· δέδοικα -δὲ μὴ ἄτολμος καὶ δειλὸς ἔρωτος ἀθλητὴς γένωμαι.”
-“Ἔρως, ὦ γενναῖε” ἔφη “δειλίας οὐκ ἀνέχεται. Ὁρᾷς -αὐτοῦ τὸ σχῆμα ὥς ἐστι στρατιωτικόν; τόξα καὶ φαρέτρα -καὶ βέλη καὶ πῦρ, ἀνδρεῖα πάντα καὶ τόλμης -γέμοντα. Τοιοῦτον οὖν ἐν σεαυτῷ θεὸν ἔχων δειλὸς -εἶ καὶ φοβῇ; -
-Ὅρα μὴ καταψεύσῃ τοῦ θεοῦ. Ἀρχὴν -δέ σοι ἐγὼ παρέξω. Τὴν Κλειὼ γὰρ ἀπάξω μάλιστα -ὅταν ἐπιτήδειον ἴδω καιρὸν τοῦ σε τῇ παρθένῳ δύνασθαι -συνεῖναι μόνῃ.”
-- Ταῦτα εἰπὼν ἐχώρησεν ἔξω τῶν θυρῶν· ἐγὼ δὲ -κατ’ ἐμαυτὸν γενόμενος καὶ ὑπὸ τοῦ Σατύρου παροξυνθείς, -ἤσκουν ἐμαυτὸν εἰς εὐτολμίαν πρὸς τὴν -παρθένον. “Μέχρι τίνος, ἄνανδρε, σιγᾷς; τί δὲ δειλὸς -εἶ στρατιώτης ἀνδρείου θεοῦ; τὴν κόρην προσελθεῖν -σοὶ περιμένεις;” Εἶτα προσετίθην “τί γάρ, -
- ὦ
-κακόδαιμον, οὐ σωφρονεῖς; τί δὲ οὐκ ἐρᾷς ὧν σε
-δεῖ; παρθένον ἔνδον ἔχεις ἄλλην καλήν· ταύτης ἔρα,
-ταύτην βλέπε, ταύτην ἔξεστί σοι γαμεῖν.” Ἐδόκουν
-πεπεῖσθαι· κάτωθεν δὲ ὥσπερ ἐκ τῆς καρδίας ὁ ἔρως
-
-Ταῦτα διαλεγόμενος ἔλαθον ἐπιστὰς ἀπροοράτως
-τῇ κόρῃ καὶ ὠχρίασα ἰδὼν ἐξαίφνης, εἶτ’ ἐφοινίχθην·
-μόνη δ’ ἦν καὶ οὐδὲ ἡ Κλειὼ συμπαρῆν· ὅμως δ᾽
- οὖν, ὡς ἂν τεθορυβημένος οὐκ ἔχων τί εἴπω “χαῖρε”
ἔφην “δέσποινα.” Ἡ δὲ μειδιάσασα γλυκὺ καὶ ἐμφανίσασα -διὰ τοῦ γέλωτος ὅτι συνῆκε πῶς εἶπον τὸ “χαῖρε δέσποινα,” εἶπεν “ἐγὼ σή; μὴ τοῦτ’ εἴπῃς.” “Καὶ μὴν πέπρακέ μέ τίς σοι θεῶν, ὥσπερ καὶ τὸν -Ἡρακλέα τῇ Ὀμφάλῃ.” “Τὸν Ἑρμῆν λέγεις; -
-τούτῳ -τὴν πρᾶσιν ἐκέλευσεν ὁ Ζεύς,” καὶ ἅμα ἐγέλασε. “Ποῖον Ἑρμῆν; τί ληρεῖσ” εἶπον “εἰδυῖα σαφῶς ὃ -λέγω;” Ὡς δὲ περιέπλεκον λόγους ἐκ λόγων, τὸ αὐτόματόν -μοι συνήργησεν. -
-- Ἔτυχε τῇ προτεραίᾳ ταύτης ἡμέρᾳ περὶ μεσημβρίαν -ἡ παῖς ψάλλουσα κιθάρᾳ, ἐπιπαρῆν δὲ αὐτῇ -καὶ ἡ Κλειὼ καὶ παρεκάθητο, διεβάδιζον δὲ ἐγώ· -καί τις ἐξαίφνης μέλιττά ποθεν ἐπιπτᾶσα τῆς Κλειοῦς -ἐπάταξε τὴν χεῖρα. -
-Καὶ ἡ μὲν ἀνέκραγεν, ἡ δὲ παῖς - ἀναθοροῦσα καὶ καταθεμένη τὴν κιθάραν κατενόει -τὴν πληγὴν καὶ ἅμα παρῄνει λέγουσα μηδὲν ἄχθεσθαι· -παύσειν γὰρ αὐτὴν τῆς ἀλγηδόνος δύο ἐπᾴσασαν -ῥήματα· διδαχθῆναι γὰρ αὐτὰ ὑπό τινος Αἰγυπτίας -εἰς πληγὰς σφηκῶν καὶ μελιττῶν. -
-Καὶ ἅμα
- ἐπῇδε, καὶ ἔλεγεν ἡ Κλειὼ μετὰ μικρὸν ῥᾴων γεγονέναι.
-Τότε οὖν κατὰ τύχην μέλιττά τις ἢ σφὴξ περιβομβήσασα
-κύκλῳ μου τὸ πρόσωπον παρέπτη· κἀγὼ
-
Ἡ -δὲ παῖς προσελθοῦσα εἷλκε τὴν χεῖρα καὶ ἐπυνθάνετο -ποῦ ἐπατάχθην· κἀγὼ “κατὰ τοῦ χείλουσ” ἔφην· “ἀλλὰ τί οὐκ ἐπᾴδεις, φιλτάτη;” Ἡ δὲ προσῆλθέ τε -καὶ ἀνέθηκεν, ὡς ἐπᾴσουσα, τὸ στόμα, καί τι ἐψιθύριζεν, -
-ἐπιπολῆς ψαύουσά μου τῶν χειλέων. Κἀγὼ -κατεφίλουν σιωπῇ, κλέπτων τῶν φιλημάτων τὸν -ψόφον, ἡ δὲ ἀνοίγουσα καὶ κλείουσα τῶν χειλέων -τὴν συμβολήν, τῷ τῆς ἐπῳδῆς ψιθυρίσματι φιλήματα -ἐποίει τὴν ἐπῳδήν. Κἀγὼ τότε δὴ περιβαλὼν φανερῶς -κατεφίλουν, ἡ δὲ διασχοῦσα “τί ποιεῖς;” ἔφη. “καὶ σὺ κατεπᾴδεις;” “Τὴν ἐπῳδὸν” εἶπον “φιλῶ, ὅτι -
-μου τὴν ὀδύνην ἰάσω.” Ὡς δὲ συνῆκεν ὃ λέγω καὶ -ἐμειδίασε, θαρρήσας εἶπον “οἴμοι, φιλτάτη, πάλιν -τέτρωμαι χαλεπώτερον· ἐπὶ γὰρ τὴν καρδίαν κατέρρευσε -τὸ τραῦμα καὶ ζητεῖ σου τὴν ἐπῳδήν. Ἦ που -καὶ σὺ μέλιτταν ἐπὶ τοῦ στόματος φέρεις· καὶ γὰρ -μέλιτος γέμεις, καὶ τιτρώσκει σου τὰ φιλήματα. -
-Ἀλλὰ δέομαι, κατέπᾳσον αὖθις καὶ μὴ ταχὺ τὴν ἐπῳδὴν -παραδράμῃς, μὴ πάλιν ἀγριάνῃ τὸ τραῦμα.” Καὶ -ἅμα λέγων τὴν χεῖρα βιαιότερον περιέβαλλον καὶ -ἐφίλουν ἐλευθερώτερον· ἡ δὲ ἠνείχετο, κωλύουσα δῆθεν.
-
-κἀν τούτῳ πόρρωθεν ἰδόντες προσιοῦσαν τὴν
-θεράπαιναν διελύθημεν, ἐγὼ μὲν ἄκων καὶ λυπούμενος,
-ἡ δ’ οὐκ οἶδ’ ὅπως. Ῥᾴων οὖν ἐγεγόνειν καὶ
-μεστὸς ἐλπίδων, ᾐσθόμην δὲ ἐπικαθημένου μοι τοῦ
-φιλήματος ὥσπερ σώματος, καὶ ἐφύλαττον ἀκριβῶς
-ὡς θησαυρὸν τὸ φίλημα τηρῶν ἡδονῆς, ὃ πρῶτόν ἐστιν ἐραστῇ γλυκύ.
-
Καὶ γὰρ ἀπὸ τοῦ καλλίστου
-τῶν τοῦ σώματος ὀργάνων τίκτεται· στόμα γὰρ
-
Οὐκ οἶδα δὲ οὕτω πρότερον ἡσθεὶς ἐκ - τῆς καρδίας· καὶ τότε πρῶτον ἔμαθον ὅτι μηδὲν ἐρίζει -πρὸς ἡδονὴν φιλήματι ἐρωτικῷ. -
--Ἐπειδὴ δὲ τοῦ δείπνου καιρὸς ἦν, πάλιν ὁμοίως -συνεπίνομεν· ᾠνοχόει δὲ ὁ Σάτυρος ἡμῖν καί τι -ποιεῖ ἐρωτικόν. Διαλλάσσει τὰ ἐκπώματα καὶ τὸ - μὲν ἐμὸν τῇ κόρῃ προστίθησι, τὸ δὲ ἐκείνης ἐμοὶ -καὶ ἐγχέων ἀμφοτέροις καὶ ἐγκερασάμενος ὤρεγεν. -
-Ἐγὼ δὲ ἐπιτηρήσας τὸ μέρος τοῦ ἐκπώματος, ἔνθα -τὸ χεῖλος ἡ κόρη πίνουσα προσέθηκεν, ἐναρμοσάμενος -ἔπινον, ἐπιστολιμαῖον τοῦτο φίλημα ποιῶν, καὶ -ἅμα κατεφίλουν τὸ ἔκπωμα. -
- Ὡς δὲ εἶδεν ἡ παρθένος,
-συνῆκεν ὅτι τοῦ χείλους αὐτῆς καταφιλῶ καὶ τὴν
-σκιάν. Ἀλλ’ ὅγε Σάτυρος συμφρονήσας πάλιν τὰ
-ἐκπώματα διήλλαξεν ἡμῖν. Τότε δὴ καὶ τὴν κόρην
-εἶδον τὰ ἐμὰ μιμουμένην καὶ κατὰ ταὐτὰ πίνουσαν
- καὶ ἔχαιρον ἤδη πλέον. Καὶ τρίτον ἐγένετο τοῦτο
-καὶ τέταρτον καὶ τὸ λοιπὸν τῆς ἡμέρας οὕτως ἀλλήλοις
-προὐπίνομεν τὰ φιλήματα.
-
-Μετὰ δὲ τὸ δεῖπνον ὁ Σάτυρός μοι προσελθὼν -ἔφη “νῦν μὲν ἀνδρίζεσθαι καιρός. Ἡ γὰρ μήτηρ τῆς - κόρης, ὡς οἶδας, μαλακίζεται καὶ καθ’ αὑτὴν ἀναπαύεται· -μόνη δὲ ἡ παῖς βαδιεῖται κατὰ τὰ εἰθισμένα -τῆς Κλειοῦς ἑπομένης, πρὶν ἐπὶ τὸν ὕπνον τραπῆναι. -
-Ἐγὼ δέ σοι ταύτην ἀπάξω διαλεγόμενος.” Ταῦτα
-εἰπὼν τῇ Κλειοῖ μὲν αὐτός, ἐγὼ δὲ τῇ παιδὶ διαλαχόντες
- ἐφηδρεύομεν. Καὶ οὕτως ἐγένετο. Ἀπεσπάσθη
-καὶ ἡ Κλειώ, ἡ δὲ παρθένος ἐν τῷ περιπάτῳ
-
Ἐπιτηρήσας οὖν ὅτε τὸ πολὺ τῆς αὐγῆς
-ἐμαραίνετο, πρόσειμι θρασύτερος γενόμενος
-πρὸς αὐτὴν ἐκ τῆς πρώτης προσβολῆς, ὥσπερ στρατιώτης
-ἤδη νενικηκὼς καὶ τοῦ πολέμου καταπεφρονηκώς·
-πολλὰ γὰρ ἦν τὰ τότε ὁπλίζοντά με θαρρεῖν,
-οἶνος, ἔρως, ἐλπίς, ἐρημία· καὶ οὐδὲν εἰπών, ἀλλ̓
-ὡς ἀπὸ συγκειμένου λόγου, ὡς εἶχον, περιχυθεὶς
-τὴν κόρην κατεφίλουν.
-
Ὡς δὲ καὶ ἐπεχείρουν τι -προὔργου ποιεῖν, ψόφος τις ἡμῶν κατόπιν γίνεται· -καὶ ταραχθέντες ἀνεπηδήσαμεν. Καὶ ἡ μὲν ἐπέκεινα -τρέπεται τὴν ἐπὶ τὸ δωμάτιον αὑτῆς, ἐγὼ δὲ ἐπὶ θάτερα, -σφόδρα ἀνιώμενος, ἔργον οὕτω καλὸν ἀπολέσας, -
-καὶ τὸν ψόφον λοιδορῶν. Ἐν τούτῳ δὲ ὁ Σάτυρος -ὑπαντιάζει μοι φαιδρῷ τῷ προσώπῳ· καθορᾶν -γάρ μοι ἐδόκει ὅσα ἐπράττομεν, ὑπό τινι τῶν δένδρων -λοχῶν μή τις ἡμῖν ἐπέλθῃ· καὶ αὐτὸς ἦν ὁ -ποιήσας τὸν ψόφον, προσιόντα θεασάμενός τινα. -
-- Ὀλίγων δὲ ἡμερῶν διελθουσῶν, ὁ πατήρ μοι -τοὺς γάμους συνεκρότει θᾶττον ἢ διεγνώκει. Ἐνύπνια -γὰρ αὐτὸν διετάραττε πολλά. Ἔδοξεν ἄγειν -ἡμῶν τοὺς γάμους, ἤδη δὲ ἅψαντος αὐτοῦ τὰς δᾷδας -ἀποσβεσθῆναι τὸ πῦρ ᾗ καὶ μᾶλλον ἠπείγετο -συναγαγεῖν ἡμᾶς. -
-Τοῦτο δὲ εἰς τὴν ὑστεραίαν παρεσκευάζετο. -Ἐώνητο δὲ τῇ κόρῃ πρὸς τὸν γάμον· -περιδέραιον μὲν λίθων ποικίλων, ἐσθῆτα δὲ τὸ πᾶν -μὲν πορφυρᾶν, ἔνθα δὲ ταῖς ἄλλαις ἐσθῆσιν ἡ χώρα -τῆς πορφύρας, ἐκεῖ χρυσὸς ἦν. Ἤριζον δὲ πρὸς ἀλλήλους -οἱ λίθοι. -
- Ὑάκινθος μὲν ῥόδον ἦν ἐν λίθῳ·
-ʼμέθυστος δὲ ἐπορφύρετο τοῦ χρυσοῦ πλησίον· ἐν
-μέσῳ δὲ τρεῖς ἦσαν λίθοι, τὴν χρόαν ἐπάλληλοι·
-
ὀφθαλμὸν ἐμιμεῖτο χρυσοῦν. Τῆς δὲ ἐσθῆτος οὐ -πάρεργον εἶχεν ἡ πορφύρα τὴν βαφήν, ἀλλ’ οἵαν μυθολογοῦσι -Τύριοι τοῦ ποιμένος εὑρεῖν τὸν κύνα, ᾗ -καὶ μέχρι τούτου βάπτουσιν Ἀφροδίτης τὸν πέπλον. -Ἦν γὰρ χρόνος ὅτε τῆς πορφύρας ὁ κόσμος ἀνθρώποις - ἀπόρρητος ἦν· μικρὸς δὲ αὐτὴν ἐκάλυπτε κόχλος -ἐγκύκλῳ μυχῷ. -
-Ἁλιεὺς ἀγρεύει τὴν ἄγραν ταύτην· -καὶ ὁ μὲν ἰχθὺν προσεδόκησεν, ὡς δὲ εἶδε τοῦ κόχλου -τὴν τραχύτητα, ἐλοιδόρει τὴν ἄγραν καὶ ἔρριψεν ὡς -θαλάσσης σκύβαλον. Εὑρίσκει δὲ κύων τὸ ἕρμαιον - καὶ καταθραύει τοῖς ὀδοῦσι, καὶ τῷ στόματι τοῦ κυνὸς -περιρρεῖ τοῦ ἄνθους τὸ αἷμα καὶ βάπτει τὸ αἷμα -τὴν γένυν καὶ ὑφαίνει τοῖς χείλεσι τὴν πορφύραν. -
-Ὁ ποιμὴν ὁρᾷ τὰ χείλη τοῦ κυνὸς ᾑμαγμένα καὶ -τραῦμα νομίσας τὴν βαφὴν πρόσεισι καὶ ἀπέπλυνε - τῇ θαλάσσῃ, καὶ τὸ αἷμα λαμπρότερον ἐπορφύρετο· -ὡς δὲ καὶ ταῖς χερσὶν ἔθιγε, τὴν πορφύραν εἶχε καὶ -ἡ χείρ. -
-Συνῆκεν οὖν τοῦ κόχλου τὴν φύσιν ὁ ποιμήν, -ὅτι φάρμακον ἔχει κάλλους πεφυτευμένον· καὶ -λαβὼν μαλλὸν ἐρίου καθῆκεν εἰς τὸν χηραμὸν αὐτοῦ - τὸ ἔριον, ζητῶν τοῦ κόχλου τὰ μυστήρια· τὸ δὲ κατὰ -τὴν γένυν τοῦ κυνὸς ᾑμάσσετο· καὶ τότε τὸν οἶκον -τῆς πορφύρας ἐδιδάσκετο. -
-Λαβὼν δή τινας λίθους -περιθραύει τὸ τεῖχος τοῦ φαρμάκου καὶ τὸ ἄδυτον -ἀνοίγει τῆς πορφύρας, καὶ θησαυρὸν εὑρίσκει - βαφῆς. -
-
-Ἔθυεν οὖν τότε ὁ πατὴρ τὰ προτέλεια τῶν γάμων.
-Ὡς δὲ ἤκουσα, ἀπωλώλειν καὶ ἐζήτουν μηχανήν,
-ἂν ἀναβαλέσθαι δυναίμην τὸν γάμον.
-Σκοποῦντος δέ μου θόρυβος ἐξαίφνης γίνεται κατὰ
-τὸν ἀνδρῶνα·
-
ἐγεγόνει δέ τι τοιοῦτον. Ἐπειδὴ θυσάμενος -ὁ πατὴρ ἔτυχε καὶ τὰ θύματα ἐπέκειτο τοῖς -βωμοῖς, ἀετὸς ἄνωθεν καταπτὰς ἁρπάζει τὸ ἱερεῖον· -σοβούντων δὲ πλέον οὐδὲν ἦν, ὁ γὰρ ὄρνις ᾤχετο -φέρων τὴν ἄγραν. Ἐδόκει τοίνυν οὐκ ἀγαθὸν εἶναι. -Καὶ δὴ ἐπέσχον ἐκείνην τὴν ἡμέραν τοὺς γάμους· -καλεσάμενος δὲ μάντεις ὁ πατὴρ καὶ τερατοσκόπους -τὸν οἰωνὸν διηγεῖται. -
-Οἱ δὲ ἔφασαν δεῖν καλλιερῆσαι -Ξενίῳ Διὶ νυκτὸς μεσούσης ἐπὶ θάλασσαν ἥκοντας· -ὁ γὰρ ὄρνις ἔτυχεν ἱπτάμενος ἐκεῖ. Ἐγὼ δὲ -ταῦτα ὡς ἐγένετο τὸν ἀετὸν ὑπερεπῄνουν καὶ δικαίως -ἔλεγον ἁπάντων ὀρνίθων εἶναι βασιλέα· οὐκ εἰς μακρὰν -δὲ ἀπέβη τοῦ τέρατος τὸ ἔργον. -
-- Νεανίσκος ἦν Βυζάντιος, ὄνομα Καλλισθένης, -ὀρφανὸς καὶ πλούσιος, ἄσωτος δὲ καὶ πολυτελής. -Οὗτος ἀκούων τῷ Σωστράτῳ θυγατέρα εἶναι καλήν, -ἰδὼν δὲ οὐδέποτε, ἤθελεν αὑτῷ ταύτην γενέσθαι -γυναῖκα. Καὶ ἦν ἐξ ἀκοῆς ἐραστής· τοσαύτη γὰρ τοῖς -ἀκολάστοις ὕβρις, ὡς καὶ τοῖς ὠσὶν εἰς ἔρωτα τρυφᾶν -καὶ ταὐτὰ πάσχειν ὑπὸ ῥημάτων, ἃ τῇ ψυχῇ τρωθέντες -διακονοῦσιν ὀφθαλμοί. -
- Προσελθὼν οὖν τῷ
-Σωστράτῳ πρὶν τὸν πόλεμον τοῖς Βυζαντίοις ἐπιπεσεῖν,
-ᾐτεῖτο τὴν κόρην· ὁ δὲ βδελυττόμενος αὐτοῦ τοῦ
-βίου τὴν ἀκολασίαν ἠρνήσατο. Θυμὸς ἴσχει τὸν Καλλισθένην
-καὶ ἠτιμάσθαι νομίσαντα ὑπὸ τοῦ Σωστράτου
-καὶ ἀδόλως ἐρῶντα· ἀναπλάττων γὰρ ἑαυτῷ τῆς
-
Ἐπιβουλεύει δὴ καὶ τὸν -Σώστρατον ἀμύνασθαι τῆς ὕβρεως καὶ αὑτῷ τὴν -ἐπιθυμίαν τελέσαι· νόμου γὰρ ὄντος Βυζαντίοις, - εἴ τις ἁρπάσας παρθένον φθάσειεν ποιήσας γυναῖκα, -γάμον ἔχειν ζημίαν, προσεῖχε τούτῳ τῷ νόμῳ. Καὶ -ὁ μὲν ἐζήτει καιρὸν πρὸς τὸ ἔργον. -
--Ἐν τούτῳ δὲ τοῦ πολέμου περιστάντος καὶ τῆς -παιδὸς εἰς ἡμᾶς ὑπεκκειμένης μεμαθήκει μὲν ἕκαστα - τούτων, οὐδὲν δὲ ἧττον τῆς ἐπιβουλῆς εἴχετο· καὶ -τοιοῦτό τι αὐτῷ συνήργησε. Χρησμὸν ἴσχουσιν οἱ Βυζάντιοι τοιόνδε -Νῆσός τις πόλις ἐστὶ φυτώνυμον αἷμα λαχοῦσα, -ἰσθμὸν ὁμοῦ καὶ πορθμὸν ἐπ’ ἠπείροιο φέρουσα. - ἔνθ’ Ἥφαιστος ἔχων χαίρει γλαυκῶπιν Ἀθήνην -κεῖθι θυηπολίην σε φέρειν κέλομαι Ἡρακλεῖ. -
-Ἀπορούντων δὲ αὐτῶν τί λέγει τὸ μάντευμα, Σώστρατος “τοῦ πολέμου γάρ, ὡς ἔφην, στρατηγὸς ἦν
-οὗτος.” “ὥρα πέμπειν ἡμᾶς θυσίαν εἰς Τύρον” εἶπεν “Ἡρακλεῖ· τὰ γὰρ τοῦ χρησμοῦ ἐστι πάντ’ ἐνταῦθα.
-Φυτώνυμον γὰρ ὁ θεὸς εἶπεν αὐτήν, ἐπεὶ Φοινίκων
-ἡ νῆσος, ὁ δὲ φοίνιξ φυτόν. Ἐρίζει δὲ περὶ ταύτης
-γῆ καὶ θάλασσα, καὶ ἕλκει μὲν ἡ θάλασσα,
-ἕλκει δὲ ἡ γῆ, ἡ δὲ εἰς ἀμφότερα αὑτὴν ἥρμοσε.
-
Καὶ - γὰρ ἐν θαλάσσῃ κάθηται καὶ οὐκ ἀφῆκε τὴν γῆν· -συνδεῖ γὰρ αὐτὴν πρὸς τὴν ἤπειρον στενὸς αὐχήν, -
-καὶ ἔστιν ὥσπερ τῆς νήσου τράχηλος. Οὐκ ἐρρίζωται
-δὲ κατὰ τῆς θαλάσσης, ἀλλὰ τὸ ὕδωρ ὑπορρεῖ κάτωθεν,
-ὑπόκειται δὲ πορθμὸς τῷ ἰσθμῷ· καὶ γίνεται
- τὸ θέαμα καινόν, πόλις ἐν θαλάσσῃ καὶ νῆσος ἐν γῇ.
-Ἀθηνᾶν δὲ Ἥφαιστος ἔχει· εἰς τὴν ἐλαίαν
-
Τὸ δὲ χωρίον ἱερὸν ἐν περιβόλῳ· ἐλαία μὲν ἀναθάλλει -φαιδροῖς τοῖς κλάδοις, πεφύτευται δὲ σὺν αὐτῇ -τὸ πῦρ καὶ ἀνάπτει περὶ τοὺς πτόρθους πολλὴν τὴν -φλόγα· ἡ δὲ τοῦ πυρὸς αἰθάλη τὸ φυτὸν γεωργεῖ. -
-Αὕτη πυρὸς φιλία καὶ φυτοῦ· οὕτως οὐ φεύγει τὸν -Ἥφαιστον Ἀθηνᾶ.” Καὶ ὁ Χαιρεφῶν συστράτηγος ὢν -τοῦ Σωστράτου μείζων, ἐπεὶ πατρόθεν ἦν Βυζάντιος, -ἐκθειάζων αὐτὸν “πάντα μὲν τὸν χρησμὸν” εἶπεν “ἐξηγήσω καλῶς· μὴ μέντοι θαύμαζε τὴν τοῦ πυρὸς -μόνον, ἀλλὰ καὶ τὴν τοῦ ὕδατος φύσιν. -
-Ἐθεασάμην -γὰρ ἐγὼ τοιαῦτα μυστήρια. Τὸ γοῦν Σικελικῆς πηγῆς -ὕδωρ κεκερασμένον ἔχει πῦρ· καὶ φλόγα μὲν ὄψει -κάτωθεν ἀπ’ αὐτῆς ἁλλομένην ἄνω· θιγόντι δέ σοι -τὸ ὕδωρ ψυχρόν ἐστιν οἷόνπερ χιών, καὶ οὔτε τὸ πῦρ -ὑπὸ τοῦ ὕδατος κατασβέννυται οὔτε τὸ ὕδωρ ὑπὸ τοῦ -πυρὸς φλέγεται, ἀλλ’ ὕδατός εἰσιν ἐν τῇ κρήνῃ καὶ -πυρὸς σπονδαί. -
-Ἐπεὶ καὶ ποταμὸς Ἰβηρικός, εἰ μὲν -ἴδοις αὐτὸν εὐθύς, οὐδενὸς ἄλλου κρείττων ἐστὶ ποταμοῦ· -ἢν δὲ ἀκοῦσαι θέλῃς τοῦ ὕδατος λαλοῦντος, -μικρὸν ἀνάμεινον ἐκπετάσας τὰ ὦτα. Ἐὰν γὰρ ὀλίγος -ἄνεμος εἰς τὰς δίνας ἐμπέσῃ, τὸ μὲν ὕδωρ ὡς χορδὴ -κρούεται, τὸ δὲ πνεῦμα τοῦ ὕδατος πλῆκτρον γίνεται, -
-τὸ ῥεῦμα δὲ ὡς κιθάρα λαλεῖ. Ἀλλὰ καὶ λίμνη Λιβυκὴ -μιμεῖται γῆν Ἰνδικήν, καὶ ἴσασιν αὐτῆς τὸ -ἀπόρρητον αἱ Λιβύων παρθένοι, ὅτι τὸ ὕδωρ ἔχει -πλούσιον. Ὁ δὲ πλοῦτος αὐτῇ κάτω τεταμίευται τῇ -τῶν ὑδάτων ἰλύι δεδεμένος, καὶ ἔστιν ἐκεῖ χρυσοῦ -πηγή. Κοντὸν οὖν εἰς τὸ ὕδωρ βαπτίζουσι πίσσῃ -πεφαρμαγμένον, ἀνοίγουσί τε τοῦ ποταμοῦ τὰ κλεῖθρα. -
- Ὁ δὲ κοντὸς πρὸς τὸν χρυσὸν οἷον πρὸς ἰχθὺν
-ἄγκιστρον γίνεται, ἀγρεύει γὰρ αὐτόν· ἡ δὲ πίσσα
-
- Ταῦτα εἰπὼν τὴν θυσίαν ἐπὶ τὴν Τύρον ἔπεμπε, -καὶ τῇ πόλει συνδοκοῦν. Ὁ οὖν Καλλισθένης διαπράττεται -τῶν θεωρῶν εἶς γενέσθαι· καὶ ταχὺ καταπλεύσας -εἰς τὴν Τύρον καὶ ἐκμαθὼν τὴν τοῦ πατρὸς -οἰκίαν ἐφήδρευε ταῖς γυναιξίν· αἱ δὲ ὀψόμεναι τὴν -θυσίαν ἐξῄεσαν· -
-καὶ γὰρ ἦν πολυτελής. Πολλὴ μὲν -ἡ τῶν θυμιαμάτων πομπή, πολλὴ δὲ ἡ τῶν ἀνθέων -συμπλοκή. Τὰ θυμιάματα κασία καὶ λιβανωτὸς καὶ -κρόκος· τὰ ἄνθη νάρκισσος καὶ ῥόδα καὶ μυρρίναι· -ἡ δὲ τῶν ἀνθέων ἀναπνοὴ πρὸς τὴν τῶν θυμιαμάτων - ἤριζεν ὀδμήν· τὸ δὲ πνεῦμα ἀναπεμπόμενον εἰς τὸν -ἀέρα τὴν ὀδμὴν ἐκεράννυ, καὶ ἦν ἄνεμος ἡδονῆς. -
-Τὰ
-δὲ ἱερεῖα πολλὰ μὲν ἦν καὶ ποικίλα, διέπρεπον δὲ ἐν
-αὐτοῖς οἱ τοῦ Νείλου βόες. Βοῦς γὰρ Αἰγύπτιος οὐ
-τὸ μέγεθος μόνον ἀλλὰ καὶ τὴν χρόαν εὐτυχεῖ· τὸ
- μὲν γὰρ μέγεθος πάνυ μέγας, τὸν αὐχένα παχύς, τὸ
-νῶτον πλατύς, τὴν γαστέρα πολύς, τὸ κέρας οὐχ ὡς
-ὁ Σικελικὸς εὐτελὴς οὐδ’ ὡς ὁ Κύπριος δυσειδής,
-ἀλλ’ ἐκ τῶν κροτάφων ὄρθιον ἀναβαῖνον, κατὰ μικρὸν
-ἑκατέρωθεν κυρτούμενον τὰς κορυφὰς συνάγει
- τοσοῦτον, ὅσον αἱ τῶν κεράτων διεστᾶσιν ἀρχαί· καὶ
-τὸ θέαμα κυκλουμένης σελήνης ἐστὶν εἰκών· ἡ χρόα
-δὲ οἵαν Ὅμηρος ἐν τοῖς τοῦ Θρᾳκὸς ἵπποις ἐπαινεῖ.
-
Βαδίζει δὲ ταῦρος ὑψαυχενῶν καὶ ὥσπερ ἐπιδεικνύμενος -ὅτι τῶν ἄλλων βοῶν ἐστι βασιλεύς. Εἰ δὲ ὁ - μῦθος Εὐρώπης ἀληθής, Αἰγύπτιον βοῦν ὁ Ζεὺς ἐμιμήσατο. -
-
-Ἔτυχεν οὖν ἡ μὲν ἐμὴ μήτηρ τότε μαλακῶς ἔχουσα·
-
Ὁ δὲ Καλλισθένης τὴν μὲν Λευκίππην οὐχ ἑωρακώς -ποτε, τὴν δὲ Καλλιγόνην ἰδὼν τὴν ἐμὴν ἐμὴν ἀδελφήν, -νομίσας Λευκίππην εἶναι ʽἐγνώρισε γὰρ τοῦ Σωστράτου -τὴν γυναῖκἀ, πυθόμενος οὐδὲν ʽἦν γὰρ -ἑαλωκὼς ἐκ τῆς θέασ̓ δείκνυσιν ἑνὶ τῶν οἰκετῶν τὴν -κόρην, ὃς ἦν αὐτῷ πιστότατος, καὶ κελεύει λῃστὰς -ἐπ’ αὐτὴν συγκροτῆσαι, καταλέξας τὸν τρόπον τῆς -ἁρπαγῆς. Πανήγυρις δὲ ἐπέκειτο, καθ’ ἣν ἠκηκόει -πάσας τὰς παρθένους ἀπαντᾶν ἐπὶ θάλατταν. -
-
- Ὁ μὲν οὖν ταῦτα εἰπὼν καὶ τὴν θεωρίαν ἀφωσιωμένος
-ἀπῆλθε· ναῦν δὲ εἶχεν ἰδίαν, τοῦτο προκατασκευάσας
-οἴκοθεν εἰ τύχοι τῆς ἐπιχειρήσεως. Οἱ
-μὲν δὴ ἄλλοι θεωροὶ ἀπέπλευσαν, αὐτὸς δὲ μικρὸν
-ἀπεσάλευε τῆς γῆς, ἅμα μὲν ὡς ἂν δοκοίη τοῖς πολίταις
-ἕπεσθαι, ἅμα δὲ ἵνα μὴ πλησίον τῆς Τύρου τοῦ
-σκάφους ὄντος, κατάφωρος γένοιτο μετὰ τὴν ἁρπαγήν.
-
Ἐπεὶ δὲ ἐγένετο κατὰ Σάραπτα κώμην Τυρίων -ἐπὶ θαλάττῃ κειμένην, ἐνταῦθα προσπορίζεται λέμβον, -δίδωσι δὲ τῷ Ζήνωνι· τοῦτο γὰρ ἦν ὄνομα τῷ -οἰκέτῃ ὃν ἐπὶ τὴν ἁρπαγὴν παρεσκευάκει. -
-Ὁ δὲ ʽἦν -γὰρ καὶ ἄλλως εὔρωστος τὸ σῶμα καὶ φύσει πρακτικὸσ̓ -ταχὺ μὲν ἐξεῦρε λῃστὰς ἁλιεῖς ἀπὸ τῆς κώμης -ἐκείνης καὶ δῆτα ἀπέπλευσεν ἐπὶ τὴν Τύρον. Ἔστι -δὲ μικρὸν ἐπίνειον Τυρίων, νησίδιον ἀπέχον ὀλίγον -τῆς Τύρου “Ῥοδώπιδος αὐτὸ τάφον οἱ Τύριοι λέγουσιν·” ἔνθα ὁ λέμβος ἐφήδρευε. -
-
- Πρὸ δὲ τῆς πανηγύρεως, ἣν ὁ Καλλισθένης
-προσεδόκα, γίνεται δὴ τὰ τοῦ ἀετοῦ καὶ τῶν μάντεων·
-
Ἄρτι - δὲ γενομένων ἡμῶν ἐπὶ τῷ χείλει τῆς θαλάσσης, -ὁ μὲν τὸ συγκείμενον ἀνέτεινε σημεῖον, ὁ δὲ λέμβος -ἐξαίφνης προσέπλει, καὶ ἐπεὶ πλησίον ἐγένετο, -
-ἐφάνησαν ἐν αὐτῷ νεανίσκοι δέκα. Ὀκτὼ δὲ ἑτέρους -ἐπὶ τῆς γῆς ἔτυχε προλοχίσας, οἳ γυναικείας μὲν - εἶχον ἐσθῆτας καὶ τῶν γενείων ἐψίλωντο τὰς τρίχας, -ἔφερον δὲ ἕκαστος ὑπὸ κόλπῳ ξίφος, ἐκόμιζον δὲ καὶ -αὐτοὶ θυσίαν, ὡς ἂν ἥκιστα ὑποπτευθεῖεν· ἡμεῖς δὲ -ᾠόμεθα γυναῖκας εἶναι. -
-Ἐπεὶ δὲ συνετίθεμεν τὴν -πυράν, ἐξαίφνης βοῶντες συντρέχουσι καὶ τὰς μὲν - δᾷδας ἡμῶν ἀποσβεννύουσι, φευγόντων δὲ ἀτάκτως -ὑπὸ τῆς ἐκπλήξεως, τὰ ξίφη γυμνώσαντες ἁρπάζουσι -τὴν ἀδελφὴν τὴν ἐμὴν καὶ ἐνθέμενοι τῷ σκάφει, -
-ἐπεμβάντες εὐθὺς ὄρνιθος δίκην ἀφίπτανται. Ἡμῶν -δὲ οἱ μὲν ἔφευγον οὐδὲν οὔτ’ εἰδότες οὔτε ἑωρακότες, - οἱ δὲ ἅμα τε εἶδον καὶ ἐβόων “λῃσταὶ Καλλιγόνην -ἄγουσι·” τὸ δὲ πλοῖον ἤδη μέσην ἐπέραινε τὴν θάλασσαν. -Ὡς δὲ τοῖς Σαράπτοις προσέσχον, πόρρωθεν -ὁ Καλλισθένης τὸ σημεῖον ἰδὼν ὑπηντίασεν ἐπιπλεύσας -καὶ δέχεται μὲν τὴν κόρην, πλεῖ δὲ εὐθὺς -πελάγιος. -
-Ἐγὼ δὲ ἀνέπνευσα μὲν οὕτω διαλυθέντων -μοι τῶν γάμων παραδόξως, ἠχθόμην δ’ ὅμως -ὑπὲρ ἀδελφῆς περιπεσούσης τοιαύτῃ συμφορᾷ. -
-
-Ὀλίγας δὲ ἡμέρας διαλιπὼν πρὸς τὴν Λευκίππην
-διελεγόμην “μέχρι τίνος ἐπὶ τῶν φιλημάτων
- ἱστάμεθα, φιλτάτη; προσθῶμεν ἤδη τι καὶ ἐρωτικώτερον.
-
κρείττων γένηται τῆς θεοῦ.” Ταῦτα πολλάκις -κατεπᾴδων ἐπεπείκειν τὴν κόρην ὑποδέξασθαί με -νυκτὸς τῷ θαλάμῳ, τῆς Κλειοῦς συνεργούσης, ἥτις ἦν -αὐτῇ θαλαμηπόλος. Εἶχε δὲ ὁ θάλαμος αὐτῆς οὕτως. -
-Χωρίον ἦν μέγα τέτταρα οἰκήματα ἔχον, δύο μὲν ἐπὶ -δεξιά, δύο δ’ ἐπὶ θἄτερα· μέσος δὲ διεῖργε στενωπὸς -τὰ οἰκήματα· θύρα δὲ ἐν ἀρχῇ τοῦ στενωποῦ -μία ἐπέκειτο. -
-Ταύτην εἶχον τὴν καταγωγὴν αἱ γυναῖκες· -καὶ τὰ μὲν ἐνδοτέρω τῶν οἰκημάτων ἥ τε -παρθένος καὶ ἡ μήτηρ αὐτῆς διειλήχεσαν, ἑκάτερα -τὰ ἀντικρύ, τὰ δὲ ἔξω δύο τὰ πρὸς τὴν εἴσοδον τὸ -μὲν ἡ Κλειὼ τὸ κατὰ τὴν παρθένον, τὸ δὲ ταμιεῖον -ἦν. -
-Κατακοιμίζουσα δὲ ἀεὶ τὴν Λευκίππην ἡ μήτηρ -ἔκλειεν ἔνδοθεν τὴν ἐπὶ τοῦ στενωποῦ θύραν· ἔξωθεν -δέ τις ἕτερος ἐπέκλειε καὶ τὰς κλεῖς ἔβαλλε διὰ -τῆς ὀπῆς· ἡ δὲ λαβοῦσα ἐφύλαττε καὶ περὶ τὴν ἕω -καλέσασα τὸν εἰς τοῦτο ἐπιτεταγμένον διέβαλλε πάλιν -τὰς κλεῖς, ὅπως ἀνοίξειε. -
-Ταύταις οὖν ἴσας -μηχανησάμενος ὁ Σάτυρος γενέσθαι, τὴν ἄνοιξιν -πειρᾶται καὶ ὡς εὗρε δυνατήν, τὴν Κλειὼ ἐπεπείκει -τῆς κόρης συνειδυίας μηδὲν ἀντιπρᾶξαι τῇ τέχνῃ. -Ταῦτα ἦν τὰ συγκείμενα. -
-
- Ἦν δέ τις αὐτῶν οἰκέτης πολυπράγμων καὶ λάλος
-καὶ λίχνος καὶ πᾶν ὅ τι ἂν εἴποι τις, ὄνομα Κώνωψ.
-Οὗτός μοι ἐδόκει πόρρωθεν ἐπιτηρεῖν τὰ πραττόμενα
-ἡμῖν· μάλιστα δ᾽, ὅπερ ἦν, ὑποπτεύσας μή τι
-
ὥστε ἔργον ἦν αὐτὸν λαθεῖν. Ὁ οὖν Σάτυρος βουλόμενος -αὐτὸν εἰς φιλίαν ἀγαγεῖν, προσέπαιζε πολλάκις - καὶ κώνωπα ἐκάλει καὶ ἔσκωπτε τοὔνομα σὺν -γέλωτι. Καὶ οὗτος εἰδὼς τοῦ Σατύρου τὴν τέχνην -προσεποιεῖτο μὲν ἀντιπαίζειν καὶ αὐτός, ἐνετίθει δὲ -τῇ παιδιᾷ τῆς γνώμης τὸ ἄσπονδον. -
-Λέγει δὴ πρὸς -αὐτὸν “ἐπειδὴ καταμωκᾷ μου καὶ τοὔνομα, φέρε σοι - μῦθον ἀπὸ κώνωπος εἴπω.”
-“ὁ λέων κατεμέμφετο τὸν Προμηθέα πολλάκις -ὅτι μέγαν μὲν αὐτὸν ἔπλασε καὶ καλὸν καὶ τὴν μὲν -γένυν ὥπλισε τοῖς ὀδοῦσι, τοὺς δὲ πόδας ἐκράτυνε -τοῖς ὄνυξιν, ἐποίησέ τε τῶν ἄλλων θηρίων δυνατώτερον. “Ὁ δὲ τοιοῦτοσ” ἔφασκε “τὸν ἀλεκτρυόνα φοβοῦμαι.”
-Καὶ ὁ Προμηθεὺς ἐπιστὰς ἔφη “τί με -μάτην αἰτιᾷ; τὰ μὲν γὰρ ἐμὰ πάντα ἔχεις, ὅσα πλάττειν -ἠδυνάμην, ἡ δὲ σὴ ψυχὴ πρὸς τοῦτο μόνον -μαλακίζεται.” Ἔκλαεν οὖν ἑαυτὸν ὁ λέων καὶ τῆς δειλίας -κατεμέμφετο καὶ τέλος ἀποθανεῖν ἤθελεν. -
-Οὕτω -δὲ γνώμης ἔχων ἐλέφαντι περιτυγχάνει καὶ προσαγορεύσας -εἱστήκει διαλεγόμενος. Καὶ ὁρῶν διὰ -παντὸς τὰ ὦτα κινοῦντα “τί πάσχεις;” ἔφη, “καὶ τί -
-δήποτε οὐδὲ μικρὸν ἀτρεμεῖ σου τὸ οὖς;” Καὶ ὁ ἐλέφας - κατὰ τύχην παραπτάντος αὐτὸν κώνωπος “ὁρᾷσ” ἔφη “τουτὶ τὸ βραχὺ τὸ βομβοῦν; ἢν εἰσδύῃ με τῇ -τῆς ἀκοῆς ὁδῷ, τέθνηκα.” Καὶ ὁ λέων “τί οὖν” ἔφη “ἔτι ἀποθνήσκειν με δεῖ τοσοῦτον ὄντα καὶ ἐλέφαντος -εὐτυχέστερον, ὅσον κρείττων κώνωπος ἀλεκτρυών;” Ὁρᾷς ὅσον ἰσχύος ὁ κώνωψ ἔχει, ὡς καὶ ἐλέφαντα φοβεῖν.”
-συνεὶς οὖν ὁ Σάτυρος τὸ ὕπουλον αὐτοῦ τῶν
-
“λέγει τοίνυν κώνωψ ἀλαζών ποτε πρὸς τὸν -λέοντα “εἶτα κἀμοῦ βασιλεύειν νομίζεις ὡς τῶν ἄλλων -θηρίων; ἀλλ’ οὔτ’ ἐμοῦ καλλίων οὔτε ἀλκιμώτερος -ἔφυς οὔτε μείζων. Ἐπεὶ τίς σοι πρῶτόν ἐστιν -ἀλκή; -
-ἀμύσσεις τοῖς ὄνυξι καὶ δάκνεις τοῖς ὀδοῦσι. -Ταῦτα γὰρ οὐ ποιεῖ μαχομένη γυνή; ποῖον δὲ μέγεθος -ἢ κάλλος σε κοσμεῖ; στέρνον πλατύ, ὦμοι παχεῖς -καὶ πολλὴ περὶ τὸν αὐχένα κόμη. Τὴν κατόπιν -οὖν αἰσχύνην οὐχ ὁρᾷς; Ἐμοὶ δὲ μέγεθος μὲν ὁ ἀὴρ -ὅλος, ὅσον μου καταλαμβάνει τὸ πτερόν, κάλλος δὲ αἱ -τῶν λειμώνων κόμαι· αἱ μὲν γάρ εἰσιν ὥσπερ ἐσθῆτες, -
- ἃς ὅταν θέλω παῦσαι τὴν πτῆσιν ἐνδύομαι. Τὴν
-δὲ ἀνδρείαν μου μὴ καὶ γελοῖον ᾖ καταλέγειν· ὄργανον
-γὰρ ὅλος εἰμὶ πολέμου. Μετὰ μὲν σάλπιγγος
-καὶ βέλους παρατάττομαι, σάλπιγξ δέ μοι καὶ βέλος
-τὸ στόμα, ὥστε εἰμὶ καὶ αὐλητὴς καὶ τοξότης· ἐμαυτοῦ
-δὲ οἰστὸς καὶ τόξον γίνομαι· τοξεύει γάρ με
-διαέριον τὸ πτερόν, ἐμπεσὼν δὲ ὡς ἀπὸ βέλους ποιῶ
-τὸ τραῦμα, ὁ δὲ παταχθεὶς ἐξαίφνης βοᾷ καὶ τὸν τετρωκότα
-ζητεῖ· ἐγὼ δὲ παρὼν οὐ πάρειμι, ὁμοῦ δὲ
-καὶ φεύγω καὶ μένω καὶ περιιππεύω τὸν ἄνθρωπον
-τῷ πτερῷ, γελῶ δὲ αὐτὸν βλέπων περὶ τοῖς τραύμασιν
-ὀρχούμενον.
-
Ἀλλὰ τί δεῖ λόγων; ἀρχώμεθα μάχης.” Καὶ ἅμα λέγων ἐμπίπτει τῷ λέοντι καὶ εἰς
-τοὺς ὀφθαλμοὺς ἐμπηδᾷ καὶ εἴ τι ἄλλο ἄτριχον τῶν
-προσώπων, περιιπτάμενος ἅμα καὶ τῷ βόμβῳ καταυλῶν.
-Ὁ δὲ λέων ἠγρίαινέ τε καὶ μετεστρέφετο πάντη
-καὶ τὸν ἀέρα περιέχασκεν, ὁ δὲ κώνωψ ταύτῃ πλέον
-
Καὶ ὁ μὲν ἔκλινεν εἰς τὸ λυποῦν -μέρος, ἀνακάμπτων ἔνθα τοῦ τραύματος ἡ πληγή, -ὁ δὲ ὥσπερ παλαιστὴς τὸ σῶμα σκευάζων εἰς τὴν - συμπλοκὴν ἀπέρρει τῶν τοῦ λέοντος ὀδόντων, αὐτὴν -μέσην διαπτὰς κλειομένην τὴν γένυν. -
-Οἱ δὲ ὀδόντες -κενοὶ τῆς θήρας περὶ ἑαυτοὺς ἐκροτάλιζον. Ἤδη -τοίνυν ὁ λέων ἐκεκμήκει σκιαμαχῶν πρὸς τὸν ἀέρα -τοῖς ὀδοῦσι καὶ εἱστήκει παρειμένος ὀργῇ· ὁ δὲ - κώνωψ περιιπτάμενος αὐτοῦ τὴν κόμην ἐπηύλει μέλος -ἐπινίκιον. -
-Μακρότερον δὲ ποιούμενος τῆς πτήσεως -τὸν κύκλον ὑπὸ περιττῆς ἀπειροκαλίας ἀράχνου -λανθάνει νήμασιν ἐμπλακείς, καὶ τὸν ἀράχνην οὐκ -ἔλαθεν ἐμπεσών. Ὡς δ’ οὐκέτι εἶχε φυγεῖν, ἀδημονῶν - εἶπεν “ὢ τῆς ἀνοίας· προὐκαλούμην γὰρ ἐγὼ -λέοντα, ὀλίγος δέ με ἤγρευσεν ἀράχνου χιτών.” ”
-ταῦτα εἰπὼν “ὥρα τοίνυν” ἔφη “καὶ σοὶ τοὺς -ἀράχνας φοβεῖσθαι,” καὶ ἅμα ἐγέλασε. -
--καὶ ὀλίγας διαλιπὼν ἡμέρας, εἰδὼς αὐτὸν γαστρὸς - ἡττώμενον, φάρμακον πριάμενος ὕπνου βαθέος -ἐφ’ ἑστίασιν αὐτὸν ἐκάλεσεν. Ὁ δὲ ὑπώπτευε μέν -τινα μηχανὴν καὶ ὤκνει τὸ πρῶτον· ὡς δὲ ἡ βελτίστη -γαστὴρ κατηνάγκασε, πείθεται. -
-Ἐπεὶ δὲ ἧκε πρὸς -τὸν Σάτυρον εἶτα δειπνήσας ἔμελλεν ἀπιέναι, ἐγχεῖ - τοῦ φαρμάκου κατὰ τῆς τελευταίας κύλικος ὁ Σάτυρος -αὐτῷ· καὶ ὁ μὲν ἔπιε καὶ μικρὸν διαλιπών, -ὅσον εἰς τὸ δωμάτιον αὑτοῦ φθάσαι, καταπεσὼν -ἔκειτο, τὸν ὕπνον καθεύδων τοῦ φαρμάκου. -
-Ὁ δὲ
-Σάτυρος εἰστρέχει πρός με καὶ λέγει “κεῖταί σοι
- καθεύδων ὁ Κύκλωψ· σὺ δὲ ὅπως Ὀδυσσεὺς ἀγαθὸς
-γένῃ.” Καὶ ἅμα ἔλεγε καὶ ἥκομεν ἐπὶ τὰς θύρας τῆς
-ἐρωμένης, καὶ ὁ μὲν ὑπελείπετο, ἐγὼ δὲ εἰσῄειν,
-
Ὁ μὲν γὰρ τοῦ -κινδύνου φόβος ἐθορύβει τὰς τῆς ψυχῆς ἐλπίδας, ἡ -δὲ ἐλπὶς τοῦ τυχεῖν ἐπεκάλυπτεν ἡδονῇ τὸν φόβον· -οὕτω καὶ τὸ ἐλπίζον ἐφοβεῖτό μου καὶ ἔχαιρε τὸ -λυπούμενον. Ἄρτι δέ μου παρελθόντος εἴσω τοῦ -θαλάμου τῆς παιδός, γίνεταί τι τοιοῦτο περὶ τὴν τῆς -κόρης μητέρα· ἔτυχε γὰρ ὄνειρος αὐτὴν ταράξας. -
-Ἐδόκει τινὰ λῃστὴν μάχαιραν ἔχοντα γυμνὴν ἄγειν -ἁρπασάμενον αὐτῆς τὴν θυγατέρα καὶ καταθέμενον -ὑπτίαν, μέσην ἀνατέμνειν τῇ μαχαίρᾳ τὴν γαστέρα -κάτωθεν ἀρξάμενον ἀπὸ τῆς αἰδοῦς. Ταραχθεῖσα οὖν -ὑπὸ δείματος ὡς εἶχεν ἀναπηδᾷ καὶ ἐπὶ τὸν τῆς -θυγατρὸς θάλαμον τρέχει ʽἐγγὺς γὰρ ἦν’ ἄρτι μου -κατακλιθέντος. -
-Ἐγὼ μὲν δὴ τὸν ψόφον ἀκούσας -ἀνοιγομένων τῶν θυρῶν εὐθὺς ἀνεπήδησα, ἡ δὲ ἐπὶ -τὴν κλίνην παρῆν. Συνεὶς οὖν τὸ κακὸν ἐξάλλομαι -καὶ διὰ τῶν θυρῶν ἵεμαι δρόμῳ, καὶ ὁ Σάτυρος ὑποδέχεται -τρέμοντα καὶ τεταραγμένον· εἶτα ἐφεύγομεν -διὰ τοῦ σκότους καὶ ἐπὶ τὸ δωμάτιον ἑαυτῶν ἤλθομεν. -
-- Ἡ δὲ πρῶτον μὲν ὑπὸ ἰλίγγου κατέπεσεν, εἶτα -ἀνενεγκοῦσα τὴν Κλειὼ κατὰ κόρρης ὡς εἶχε ῥαπίζει, -καὶ ἐπιλαβομένη τῶν τριχῶν ἅμα πρὸς τὴν -θυγατέρα ἀνῴμωξεν “ἀπώλεσάς μου” λέγουσα “Λευκίππη, -
-τὰς ἐλπίδας. Οἴμοι, Σώστρατε. Σὺ μὲν -ἐν Βυζαντίῳ πολεμεῖς ὑπὲρ ἀλλοτρίων γάμων, ἐν -Τύρῳ δὲ καταπεπολέμησαι, καὶ τῆς θυγατρός σού τις -τοὺς γάμους σεσύληκεν. Οἴμοι δειλαία, τοιούτους -σου γάμους ὄψεσθαι οὐ προσεδόκων. -
- Ὄφελον ἔμεινας
-ἐν Βυζαντίῳ, ὄφελον ἔπαθες πολέμου νόμῳ τὴν
-ὕβριν, ὄφελόν σε κἂν Θρᾲξ νικήσας ὕβρισεν· οὐκ
-
κακόδαιμον, ἀδοξεῖς ἐν οἷς δυστυχεῖς. Ἐπλάνα δέ
-με καὶ τὰ τῶν ἐνυπνίων φαντάσματα, τὸν δὲ ἀληθέστερον
-ὄνειρον οὐκ ἐθεασάμην· νῦν δ᾽ ἀθλιώτερον
- ἀνετμήθης τὴν γαστέρα· αὕτη δυστυχεστέρα τῆς μαχαίρας
-τομή, οὐδὲ εἶδον τὸν ὑβρίσαντά σε, οὐδὲ οἶδά
-μου τῆς συμφορᾶς τὴν τύχην. Οἴμοι τῶν κακῶν.
-Μὴ καὶ δοῦλος ἦν;”
-Ἐθάρρησεν οὖν ἡ παρθένος, ὡς ἂν ἐμοῦ διαπεφευγότος,
- καὶ λέγει “μὴ λοιδόρει μου, μῆτερ, τὴν
-παρθενίαν· οὐδὲν ἔργον μοι πέπρακται τοιούτων
-ῥημάτων ἄξιον, οὐδὲ οἶδα τοῦτον ὅστις ἦν, εἴτε
-δαίμων εἴτε ἥρως εἴτε λῃστής.
-
Ἐκείμην δὲ πεφοβημένη, -μηδ’ ἀνακραγεῖν διὰ τὸν φόβον δυναμένη· - φόβος γὰρ γλώττης ἐστὶ δεσμός. Ἓν οἶδα μόνον, οὐδείς -
-μου τὴν παρθενίαν κατῄσχυνε.” Καταπεσοῦσα -οὖν ἡ Πάνθεια πάλιν ἔστενεν, ἡμεῖς δὲ ἐσκοποῦμεν -καθ’ ἑαυτοὺς γενόμενοι τί ποιητέον εἴη, καὶ ἐδόκει -κράτιστον εἶναι φεύγειν, πρὶν ἕως γένηται καὶ τὸ - πᾶν ἡ Κλειὼ βασανιζομένη κατείπῃ. -
--Δόξαν οὖν οὕτως εἰχόμεθα ἔργου, σκηψάμενοι -πρὸς τὸν θυρωρὸν ἀπιέναι πρὸς ἐρωμένην, καὶ ἐπὶ -τὴν οἰκίαν ἐρχόμεθα τὴν Κλεινίου. Ἦσαν δὲ λοιπὸν -μέσαι νύκτες, ὥστε μόλις ὁ θυρωρὸς ἀνέῳξεν ἡμῖν. - Καὶ ὁ Κλεινίας ʽἐν ὑπερῴῳ γὰρ τὸν θάλαμον εἶχἐ -διαλεγομένων ἡμῶν ἀκούσας κατατρέχει τεταραγμένος. -
-Καὶ ἐν τούτῳ τὴν Κλειὼ κατόπιν ὁρῶμεν σπουδῇ -θέουσαν· ἦν γὰρ δρασμὸν βεβουλευμένη. Ἅμα -τε οὖν ὁ Κλεινίας ἤκουσεν ἡμῶν ἃ πεπόνθαμεν’ καὶ - τῆς Κλειοῦς ἡμεῖς ὅπως φύγοι, καὶ πάλιν ἡμῶν ἡ -Κλειὼ τί ποιεῖν μέλλομεν. -
-Παρελθόντες οὖν εἴσω
-τῶν θυρῶν τῷ Κλεινίᾳ διηγούμεθα τὰ γεγονότα καὶ
-
- Ὁ οὖν Κλεινίας τῆς χειρός μου λαβόμενος ἄγει -τῆς Κλειοῦς μακρὰν καὶ λέγει “δοκῶ μοι καλλίστην -γνώμην εὑρηκέναι, ταύτην μὲν ὑπεξαγαγεῖν, ἡμᾶς -δὲ ὀλίγας ἡμέρας ἐπισχεῖν, κἂν οὕτω δοκῇ, συσκευασαμένους -ἀπελθεῖν. -
-Οὔτε γὰρ νῦν οἶδε τῆς κόρης -ἡ μήτηρ τίνα κατέλαβεν, ὡς ὑμεῖς φατε, ὅ τε καταμηνύσων -οὐκ ἔσται τῆς Κλειοῦς ἐκ μέσου γενομένης· -τάχα δὲ καὶ τὴν κόρην συμφυγεῖν πείσετε.” Ἔλεγε -δὲ καὶ αὐτὸς ὅτι κοινωνὸς γενήσεται τῆς ἀποδημίας. -
- Ταῦτα ἔδοξε· καὶ τὴν μὲν Κλειὼ τῶν οἰκετῶν αὑτοῦ
-τινι παραδίδωσι, κελεύσας ἐμβάλλεσθαι σκάφει,
-ἡμεῖς δὲ αὐτοῦ καταμείναντες ἐφροντίζομεν περὶ τῶν
-ἐσομένων, καὶ τέλος ἔδοξεν ἀποπειραθῆναι τῆς κόρης
-καὶ εἰ μὲν θελήσει συμφυγεῖν, οὕτω πράττειν· εἰ δὲ
-μή, μένειν αὐτοῦ, παραδόντας ἑαυτοὺς τῇ τύχῃ.
-Κοιμηθέντες οὖν ὀλίγον τῆς νυκτὸς ὅσον τὸ λοιπὸν
-περὶ τὴν ἕω πάλιν ἐπὶ τὴν οἰκίαν ἐπανήλθομεν.
-
- Ἡ οὖν Πάνθεια ἀναστᾶσα περὶ τὰς βασάνους τῆς -Κλειοῦς ηὐτρεπίζετο καὶ καλεῖν αὐτὴν ἐκέλευσεν. -Ὡς δ’ ἦν ἀφανής, πάλιν ἐπὶ τὴν θυγατέρα ἵεται καὶ “οὐκ ἐρεῖσ” ἔφη “τὴν συσκευὴν τοῦ δράματος; ἰδοὺ -
-καὶ ἡ Κλειὼ πέφευγεν.” Ἡ δὲ ἔτι μᾶλλον ἐθάρρησε -καὶ λέγει “τί πλέον εἴπω σοι, τίνα δ’ ἄλλην προσαγάγω -πίστιν τῆς ἀληθείας μείζονα; Εἰ παρθενίας -ἐστί τις δοκιμασία, -
-δοκίμασον.” “Ἔτι καὶ τοῦτο” ἔφη ἡ Πάνθεια “λείπεται, ἵνα καὶ μετὰ μαρτύρων -δυστυχῶμεν.” Ταῦτα ἅμα λέγουσα, ἐπήδησεν ἔξω. -
-
- Ἡ δὲ Λευκίππη καθ’ ἑαυτὴν γενομένη καὶ τῶν
-τῆς μητρὸς γεμισθεῖσα ῥημάτων παντοδαπή τις ἦν.
-
Ἡ μὲν γὰρ αἰδὼς διὰ τῶν ὀμμάτων - εἰσρέουσα τὴν τῶν ὀφθαλμῶν ἐλευθερίαν καθαιρεῖ· -ἡ δὲ λύπη περὶ τὰ στέρνα διανεμομένη κατατήκει τῆς -ψυχῆς τὸ ζωπυροῦν· ἡ δὲ ὀργὴ περιυλακτοῦσα τὴν -καρδίαν ἐπικλύζει τὸν λογισμὸν τῷ τῆς μανίας ἀφρῷ. -
-Λόγος δὲ τούτων ἁπάντων πατήρ, καὶ ἔοικεν ἐπὶ - σκοπῷ τόξον βάλλειν καὶ ἐπιτυγχάνειν καὶ ἐπὶ τὴν -ψυχὴν πέμπειν τὰ βλήματα καὶ ποικίλα τοξεύματα. -Τὸ μέν ἐστιν αὐτῷ λοιδορίας βέλος, καὶ γίνεται τὸ -ἕλκος ὀργή· τὸ δέ ἐστιν ἔλεγχος ἀτυχημάτων· ἐκ -τούτου τοῦ βέλους λύπη γίνεται· τὸ δὲ ὄνειδος ἁμαρτημάτων, -
-καὶ καλοῦσιν αἰδῶ τὸ τραῦμα. Ἴδιον δὲ -τούτων ἁπάντων τῶν βελῶν βαθέα μὲν τὰ βλήματα, -ἄναιμα δὲ τὰ τοξεύματα. Ἓν δὲ τούτων ἁπάντων -φάρμακον, ἀμύνεσθαι τὸν βάλλοντα τοῖς αὐτοῖς βλήμασι· -λόγος γὰρ γλώσσης βέλος ἄλλης γλώσσης βέλει - θεραπεύεται· καὶ γὰρ τῆς καρδίας ἔπαυσε τὸ θυμούμενον -καὶ τῆς ψυχῆς ἐμάρανε τὸ λυπούμενον. -
-Ἂν δέ τις ἀνάγκῃ τοῦ κρείττονος σιγάσῃ τὴν ἄμυναν, -ἀλγεινότερα γίνεται τὰ ἕλκη τῇ σιωπῇ· αἱ γὰρ ὠδῖνες -τῶν ἐκ τοῦ λόγου κυμάτων οὐκ ἀποπτύσασαι τὸν - ἀφρὸν οἰδοῦσι περὶ ἑαυτὰς πεφυσημέναι. -
-
-Ἐν τούτῳ δὲ ἔτυχον πέμψας τὸν Σάτυρον πρὸς
-τὴν κόρην ἀποπειρασόμενον τῆς φυγῆς. Ἡ δὲ πρὶν
-ἀκοῦσαι πρὸς τὸν Σάτυρον “δέομαι” ἔφη “πρὸς θεῶν
-ξένων καὶ ἐγχωρίων, ἐξαρπάσατέ με τῶν τῆς μητρὸς
-
εἰ δέ με ἀπελθόντες καταλίποιτε, -βρόχον πλεξαμένη τὴν ψυχήν μου οὕτως -ἀφήσω.” Ἐγὼ δὲ ὡς ταῦτα ἤκουσα, τὸ πολὺ τῆς -φροντίδος ἀπερριψάμην. Δύο δὲ ἡμέρας διαλιπόντες, -ὅτε καὶ ἀποδημῶν ἔτυχεν ὁ πατήρ, παρεσκευαζόμεθα -πρὸς τὴν φυγήν. -
-- Εἶχε δ’ ὁ Σάτυρος τοῦ φαρμάκου λείψανον, ᾧ -τὸν Κώνωπα ἦν κατακοιμίσας· τούτου διακονούμενος -ἡμῖν ἐγχεῖ λαθὼν κατὰ τῆς κύλικος τῆς τελευταίας, -ἣν τῇ Πανθείᾳ προσέφερεν· ἡ δὲ ἀναστᾶσα ᾤχετο -εἰς τὸν θάλαμον ἑαυτῆς καὶ εὐθὺς ἐκάθευδεν. -
-Εἶχε -δὲ ἑτέραν ἡ Λευκίππη θαλαμηπόλον, ἣν τῷ αὐτῷ -φαρμάκῳ καταβαπτίσας ὁ Σάτυρος ʽπροσεπεποίητο -γὰρ καὶ αὐτῆς, ἐξ οὗ τῷ θαλάμῳ προσεληλύθει, ἐρᾶν̓ -ἐπὶ τὴν τρίτην θήραν ἔρχεται τὸν θυρωρόν· κἀκεῖνον -βεβλήκει τῷ αὐτῷ πώματι. -
-Ὄχημα δὲ εὐτρεπὲς -ἡμᾶς πρὸ τῶν πυλῶν ἐξεδέχετο, ὅπερ ὁ Κλεινίας -παρεσκεύασε, καὶ ἔφθασεν ἡμᾶς ἐπ’ αὐτοῦ περιμένων -αὐτός. Ἐπεὶ δὲ πάντες ἐκάθευδον, περὶ πρώτας -νυκτὸς φυλακὰς προῇμεν ἀψοφητί, Λευκίππην τοῦ -Σατύρου χειραγωγοῦντος. -
-Καὶ γὰρ ὁ Κώνωψ, ὅσπερ -ἡμῖν ἐφήδρευε, κατὰ τύχην ἐκείνην ἀπεδήμει τὴν -ἡμέραν τῇ δεσποίνῃ διακονησόμενος. Ἀνοίγει δὴ τὰς -θύρας ὁ Σάτυρος καὶ προήλθομεν· ὡς δὲ παρῇμεν -ἐπὶ τὰς πύλας, ἐπέβημεν τοῦ ὀχήματος. -
-Ἦμεν δὲ οἱ -πάντες ἕξ, ἡμεῖς καὶ ὁ Κλεινίας καὶ δύο θεράποντες -αὐτοῦ. Ἐλαύνομεν οὖν τὴν ἐπὶ Σιδῶνος καὶ περὶ μοίρας -τῆς νυκτὸς δύο παρῇμεν ἐπὶ τὴν πόλιν καὶ εὐθὺς -ἐπὶ Βηρυτοῦ τὸν δρόμον ἐποιούμεθα, νομίζοντες εὑρήσειν -ἐκεῖ ναῦν ἐφορμοῦσαν. -
- Καὶ οὐκ ἠτυχήσαμεν·
-ὡς γὰρ ἐπὶ τοῦ Βηρυτίων λιμένος ἤλθομεν, ἀναγόμενον
-σκάφος εὕρομεν, ἄρτι τὰ πρυμνήσια μέλλον
-
- Ἔχαιρόν τὸ πρῶτον ὁρῶν τὴν θάλατταν οὔπω -πελαγίζοντος τοῦ σκάφους, ἀλλ’ ἔτι τοῖς λιμέσιν -ἐποχουμένου. Ὡς δὲ ἔδοξεν οὔριον εἶναι πρὸς ἀναγωγὴν -τὸ πνεῦμα, θόρυβος ἦν πολὺς κατὰ τὸ σκάφος, -τῶν ναυτῶν διαθεόντων, τοῦ κυβερνήτου κελεύοντος, -
- ἑλκομένων τῶν κάλων· ἡ κεραία περιήγετο,
-τὸ ἱστίον καθίετο, ἡ ναῦς ἀπεσαλεύετο, τὰς ἀγκύρας
-ἀνέσπων, ὁ λιμὴν κατελείπετο· τὴν γῆν ἑωρῶμεν ἀπὸ
-τῆς νεὼς κατὰ μικρὸν ἀναχωροῦσαν, ὡς αὐτὴν πλέουσαν·
-παιανισμὸς ἦν καὶ πολλή τις εὐχή, θεοὺς
- σωτῆρας καλούντων καὶ εὐφημούντων αἴσιον τὸν
-πλοῦν γενέσθαι· τὸ πνεῦμα ᾔρετο σφοδρότερον, τὸ
-ἱστίον ἐκυρτοῦτο καὶ εἷλκε τὴν ναῦν.
-
-Ἔτυχε δέ τις ἡμῖν νεανίσκος παρασκηνῶν, ὃς -ἐπεὶ καιρὸς ἦν ἀρίστου, φιλοφρονούμενος ἡμᾶς συναριστᾶν - ἠξίου. Καὶ ἡμῖν δ’ ὁ Σάτυρος παρέφερεν· -ὥστε εἰς μέσον καταθέμενοι ἃ εἴχομεν, τὸ ἄριστον -ἐκοινοῦμεν, ἤδη δὲ καὶ λόγον. -
-Λέγω δὴ πρῶτος “πόθεν, ὦ νεανίσκε, καὶ τίνα σε δεῖ καλεῖν;” “Ἐγὼ -Μενέλαοσ” εἶπεν, “τὸ δὲ γένος Αἰγύπτιος. Τὰ δὲ -ὑμέτερα τίνα;” “Ἐγὼ Κλειτοφῶν, -
-οὗτος Κλεινίας, -Φοίνικες ἄμφω.” “Τίς οὖν ἡ πρόφασις ὑμῖν τῆς ἀποδημίας;” “Ἢν σὺ πρῶτος ἡμῖν φράσῃς, καὶ τὰ παρ’ ἡμῶν ἀκούσῃ.”
-
-Λέγει οὖν ὁ Μενέλαος “τὸ μὲν κεφάλαιον τῆς
- ἐμῆς ἀποδημίας ἔρως βάσκανος καὶ θήρα δυστυχής.
-Ἤρων μειρακίου καλοῦ, τὸ δὲ μειράκιον φιλόθηρον
-ἦν. Ἐπεῖχον τὰ πολλά, κρατεῖν οὐκ ἠδυνάμην· ὡς
-
Ἐθηρῶμεν -οὖν ἱππεύοντες ἄμφω καὶ τὰ πρῶτα εὐτυχοῦμεν, -
-τὰ λεπτὰ διώκοντες τῶν θηρίων. Ἐξαίφνης δὲ -σῦς τῆς ὕλης προπηδᾷ, καὶ τὸ μειράκιον ἐδίωκε· καὶ -ὁ σῦς ἐπιστρέφει τὴν γένυν καὶ ἀντιπρόσωπος ἐχώρει -δρόμῳ, καὶ τὸ μειράκιον οὐκ ἐξετρέπετο, βοῶντος -ἐμοῦ καὶ κεκραγότος “ἕλκε τὸν ἵππον, μετένεγκε τὰς -ἡνίας, πονηρὸν τὸ θηρίον·” ᾅξας δὲ ὁ σῦς σπουδῇ -ἔτρεχεν ὡς ἐπ’ αὐτό. -
-Καὶ οἱ μὲν συνέπιπτον ἀλλήλοις, -ἐμὲ δὲ τρόμος, ὡς εἶδον, λαμβάνει καὶ φοβούμενος -μὴ φθάσῃ τὸ θηρίον καὶ πατάξῃ τὸν ἵππον, -ἐναγκυλησάμενος τὸ ἀκόντιον, πρὶν ἀκριβῶς καταστοχάσασθαι -τοῦ σκοποῦ, πέμπω τὸ βέλος, τὸ δὲ -μειράκιον παραθέον ἁρπάζει τὴν βολήν. -
-Τίνα οἴει -με τότε ψυχὴν ἔχειν, εἰ καὶ ψυχὴν εἶχον ὅλως; Τὸ -δὲ οἰκτρότερον, τὰς χεῖρας ὤρεγέ μοι μικρὸν ἔτι -ἐμπνέων καὶ περιέβαλλε καὶ ἀποθνήσκων οὐκ ἐμίσει -με τὸν πονηρὸν ὁ ὑπ’ ἐμοῦ πεφονευμένος, ἀλλὰ τὴν -ψυχὴν ἀφῆκε τῇ φονευσάσῃ περιπλεκόμενος δεξιᾷ. -
-Ἄγουσιν οὖν με ἐπὶ τὸ δικαστήριον οἱ τοῦ μειρακίου -γονεῖς οὐκ ἄκοντα· καὶ γὰρ παρελθὼν ἀπελογούμην -οὐδέν, θανάτου δὲ ἐτιμώμην ἐμαυτῷ. Ἐλεήσαντες -οὖν οἱ δικασταὶ προσετίμησάν μοι τριετῆ φυγήν· ἧς -νῦν τέλος ἐχούσης, αὖθις ἐπὶ τὴν ἐμαυτοῦ καταίρω.”
-Ἐπεδάκρυσεν ὁ Κλεινίας αὐτοῦ λέγοντος Πάτροκλον -πρόφασιν, ἀναμνησθεὶς Χαρικλέους· καὶ ὁ Μενέλαος “τἀμὰ δακρύεισ” ἔφη “ἢ καὶ σέ τι τοιοῦτον ἐξήγαγε;” Στενάξας οὖν ὁ Κλεινίας καταλέγει τὸν Χαρικλέα -καὶ τὸν ἵππον, κἀγὼ τἀμαυτοῦ. -
-
- Ὁρῶν οὖν ἐγὼ τὸν Μενέλαον κατηφῆ πάνυ τῶν
-
Λέγω δὴ πρὸς αὐτοὺς ὑπομειδιῶν “ὡς παρὰ πολὺ κρατεῖ μου Κλεινίας· ἐβούλετο -γὰρ λέγειν κατὰ γυναικῶν, ὥσπερ εἰώθει. Ῥᾷον -δ’ ἂν εἴποι νῦν ἤτοι ὡς κοινωνὸν ἔρωτος εὑρών. -
-Οὐκ οἶδα γὰρ πῶς ἐπιχωριάζει νῦν ὁ εἰς τοὺς ἄρρενας - ἔρως.” ʽΟὐ γὰρ πολὺ ἄμεινον’ ὁ Μενέλαος ἔφη “τοῦτο ἐκείνου; καὶ γὰρ ἁπλούστεροι παῖδες γυναικῶν, -καὶ τὸ κάλλος αὐτοῖς δριμύτερον εἰς ἡδονήν.”
-“Πῶς δριμύτερον” ἔφην “εἴγε παρακῦψαν μόνον οἴχεται -καὶ οὐκ ἀπολαῦσαι δίδωσι τῷ φιλοῦντι, ἀλλ̓ -ἔοικε τῷ τοῦ Ταντάλου πώματι; -
- πολλάκις γὰρ ἐν
-ᾧ πίνεται πέφευγε, καὶ ἀπῆλθεν ὁ ἐραστὴς οὐχ
-εὑρὼν πιεῖν· τὸ δὲ ἔτι πινόμενον ἁρπάζεται πρὶν
-ἂν ὁ πίνων κορεσθῇ, καὶ οὐκ ἔστιν ἀπὸ παιδὸς
-ἀπελθεῖν ἐραστὴν ἄλυπον ἔχοντα τὴν ἡδονήν· καταλείπει
- γὰρ ἔτι διψῶντα.”
-Καὶ ὁ Μενέλαος “ἀγνοεῖς, ὦ Κλειτοφῶν” ἔφη “τὸ κεφάλαιον τῆς ἡδονῆς. Ποθεινὸν γὰρ ἀεὶ τὸ -ἀκόρεστον. Τὸ μὲν γὰρ εἰς χρῆσιν χρονιώτερον τῷ -κόρῳ μαραίνει τὸ τερπνόν, τὸ δὲ ἁρπαζόμενον καινόν - ἐστιν ἀεὶ καὶ μᾶλλον ἀνθεῖ· οὐ γὰρ γεγηρακυῖαν -ἔχει τὴν ἡδονήν, καὶ ὅσον ἐλαττοῦται τῷ χρόνῳ, -
-τοσοῦτον εἰς μέγεθος ἐκτείνεται πόθῳ. Καὶ τὸ ῥόδον
-διὰ τοῦτο τῶν ἄλλων εὐμορφότερόν ἐστι φυτῶν,
-ὅτι τὸ κάλλος αὐτοῦ φεύγει ταχύ. Δύο γὰρ ἐγὼ
- νομίζω κατ’ ἀνθρώπους κάλλη πλανᾶσθαι, τὸ μὲν
-
Ἀλλὰ τὸ μὲν οὐράνιον -ἄχθεται θνητῷ σκήνει δεδεμένον καὶ ζητεῖ πρὸς οὐρανὸν -ταχὺ φεύγειν· τὸ δὲ πάνδημον ἔρριπται κάτω -καὶ ἐγχρονίζει περὶ τοῖς σώμασιν. Εἰ δὲ καὶ ποιητὴν -δεῖ λαβεῖν μάρτυρα τῆς οὐρανίας τοῦ κάλλους ἀνόδου, -ἄκουσον Ὁμήρου λέγοντος -τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν -κάλλεος εἵνεκα οἷο, ἵν’ ἀθανάτοισι μετείη. -
-Οὐδεμία δὲ ἀνέβη ποτὲ εἰς οὐρανὸν διὰ κάλλος γυνή. -Καὶ γὰρ γυναιξὶ κεκοινώνηκεν ὁ Ζεύς. Ἀλλ’ Ἀλκμήνην -μὲν ἔχει πένθος καὶ φυγή, Δανάην δὲ λάρναξ καὶ -θάλασσα, Σεμέλη δὲ πυρὸς γέγονε τροφή· ἂν δὲ -μειρακίου Φρυγὸς ἐρασθῇ, τὸν οὐρανὸν αὐτῷ δίδωσιν, -ἵνα καὶ συνοικῇ καὶ οἰνοχόον ἔχῃ τοῦ νέκταρος· -ἡ δὲ πρότερον διάκονος τῆς τιμῆς ἐξέωσται· ἦν γάρ, οἶμαι, γυνή.”
-- Ὑπολαβὼν οὖν ἐγὼ “καὶ μὴν οὐράνιον” ἔφην “ἔοικε μᾶλλον εἶναι τὸ τῶν γυναικῶν κάλλος, ὅσον -μὴ ταχὺ φθείρεται. Ἐγγὺς γὰρ τοῦ θείου τὸ ἄφθαρτον, -τὸ δὲ κινούμενον ἐν φθορᾷ θνητὴν φύσιν μιμούμενον -οὐκ οὐράνιόν ἐστιν ἀλλὰ πάνδημον. -
-Ἠράσθη -μειρακίου Φρυγός, ἀνήγαγεν εἰς οὐρανὸν τὸν -Φρύγα· τὸ δὲ κάλλος τῶν γυναικῶν αὐτὸν τὸν Δία -κατήγαγεν ἐξ οὐρανοῦ. Διὰ γυναῖκά ποτε Ζεὺς ἐμυκήσατο, -διὰ γυναῖκά ποτε Σάτυρον ὠρχήσατο, καὶ -χρυσὸν πεποίηκεν ἑαυτὸν ἄλλῃ γυναικί. -
- Οἰνοχοείτω
-μὲν Γανυμήδης, μετὰ δὲ τῶν θεῶν Ἥβη πινέτω, ἵνα
-ἔχῃ μειράκιον διάκονον γυνή. Ἐλεῶ δὲ αὐτοῦ τὴν
-ἁρπαγήν. Ὄρνις ἐπ’ αὐτὸν κατέβη ὠμηστής, ὁ δὲ
-
Σεμέλην δὲ εἰς οὐρανὸν -ἀνήγαγεν οὐκ ὄρνις ὠμηστής, ἀλλὰ πῦρ· καὶ μὴ - θαυμάσῃς εἰ διὰ πυρός τις ἀναβαίνει εἰς οὐρανόν· -οὕτως ἀνέβη Ἡρακλῆς. Εἰ δὲ Δανάης τὴν -λάρνακα γελᾷς, πῶς τὸν Περσέα σιωπᾷς; Ἀλκμήνῃ -δὲ τοῦτο μόνον δῶρον ἀρκεῖ, ὅτι δι’ αὐτὴν ἔκλεψεν -ὁ Ζεὺς τρεῖς ὅλους ἡλίους. -
-Εἰ δὲ δεῖ μεθέντα - τὰς μυθολογίας αὐτὴν εἰπεῖν τὴν ἐν τοῖς ἔργοις ἡδονήν, -ἐγὼ μὲν πρωτόπειρος ὢν εἰς γυναῖκας, ὅσον -ὁμιλῆσαι ταῖς εἰς Ἀφροδίτην πωλουμέναις· ἄλλος γὰρ -ἂν ἴσως εἰπεῖν τι καὶ πλέον ἔχοι μεμυημένος· εἰρήσεται -δέ μοι, κἂν μετρίως ἔχω πείρας. -
-Γυναικὶ μὲν - οὖν ὑγρὸν μὲν τὸ σῶμα ἐν ταῖς συμπλοκαῖς, μαλθακὰ -δὲ τὰ χείλη πρὸς τὰ φιλήματα. Καὶ διὰ τοῦτο μὲν -ἔχει τὸ σῶμα ἐν τοῖς ἀγκαλίσμασιν, ἐν δὲ ταῖς σαρξὶν -ὅλως ἐνηρμοσμένον, καί πως ἐγκείμενον περιβάλλει -τὴν ἡδονήν. -
-Ἐνστίζει δὲ τοῖς χείλεσιν ὥσπερ σφραγῖδας - τὰ φιλήματα, φιλεῖ δὲ τέχνῃ καὶ σκευάζει τὸ -φίλημα γλυκύτερον. Οὐ γὰρ μόνον ἐθέλει φιλεῖν τοῖς -χείλεσιν, ἀλλὰ καὶ τοῖς ὀδοῦσι συμβάλλεται καὶ περὶ -τὸ τοῦ φιλοῦντος στόμα βόσκεται καὶ δάκνει τὰ φιλήματα. -
-Ἐν δὲ τῇ τῆς Ἀφροδίτης ἀκμῇ οἰστρεῖ μὲν - ὑφ’ ἡδονῆς, περικέχηνε δὲ φιλοῦσα καὶ μαίνεται· -αἱ δὲ γλῶτται τοῦτον τὸν χρόνον φοιτῶσιν ἀλλήλαις -εἰς ὁμιλίαν καὶ ὡς δύνανται βιάζονται κἀκεῖναι φιλεῖν· -σὺ δὲ μείζονα ποιεῖς τὴν ἡδονὴν ἀνοίγων τὰ -φιλήματα. -
-Πρὸς δὲ τὸ τέρμα τῆς Ἀφροδίτης ἡ γυνὴ
- γινομένη πέφυκεν ἀσθμαίνειν ὑπὸ καυματώδους
-
ἀναστρέφον δὲ σὺν τῷ ἄσθματι τὸ φίλημα καὶ -μιχθὲν ἕπεται καὶ βάλλει τὴν καρδίαν· ἡ δὲ ταραχθεῖσα -τῷ φιλήματι πάλλεται. Εἰ δὲ μὴ τοῖς -σπλάγχνοις ἦν δεδεμένη, ἠκολούθησεν ἂν ἑλκυσθεῖσα -ἄνω τοῖς φιλήμασι. Παίδων δὲ φιλήματα μὲν -ἀπαίδευτα, περιπλοκαὶ δ’ ἀμαθεῖς, Ἀφροδίτη δὲ -ἀργή, ἡδονῆς δ’ οὐδέν.”
-- Καὶ ὁ Μενέλαος “ἀλλὰ σύ μοι δοκεῖσ” ἔφη “μὴ -πρωτόπειρος ἀλλὰ γέρων εἰς Ἀφροδίτην τυγχάνειν· -τοσαύτας ἡμῶν κατέχεας γυναικῶν περιεργίας. Ἐν -μέρει δὲ καὶ τὰ τῶν παίδων ἀντάκουσον. -
-Γυναικὶ -μὲν γὰρ πάντα ἐπίπλαστα καὶ τὰ ῥήματα καὶ τὰ σχήματα· -κἂν εἶναι δόξῃ καλή, τῶν ἀλειμμάτων ἡ πολυπράγμων -μηχανή· καί ἐστιν αὐτῆς τὸ κάλλος ἢ -μύρων ἢ τριχῶν βαφῆς ἢ καὶ φιλημάτων· ἂν δὲ τῶν -πολλῶν τούτων γυμνώσῃς δόλων, ἔοικε κολοιῷ γεγυμνωμένῳ -τῶν τοῦ μύθου πτερῶν. -
-Τὸ δὲ κάλλος -τὸ παιδικὸν οὐκ ἀρδεύεται μύρων ὄσφραις οὐδὲ δολεραῖς -καὶ ἀλλοτρίαις ὀσμαῖς, πάσης δὲ γυναικῶν -μυραλοιφίας ἥδιον ὄδωδεν ὁ τῶν παίδων ἱδρώς. -
-Ἔξεστι δὲ αὐτοῖς καὶ πρὸ τῆς ἐν Ἀφροδίτῃ συμπλοκῆς -ἐν παλαίστρᾳ συμπεσεῖν καὶ φανερῶς περιχυθῆναι, -καὶ οὐκ ἔχουσιν αἰσχύνην αἱ περιπλοκαί, καὶ οὐ μαλθάσσει -τὰς ἐν Ἀφροδίτῃ περιπλοκὰς ὑγρότης σαρκῶν, -ἀλλ’ ἀντιτυπεῖ πρὸς ἄλληλα τὰ σώματα καὶ περὶ τῆς -ἡδονῆς ἀθλεῖ. -
- Τὰ δὲ φιλήματα σοφίαν μὲν οὐκ ἔχει
-γυναικείαν οὐδὲ μαγγανεύει τοῖς χείλεσιν σινάμωρον
-ἀπάτην, ὡς δὲ οἶδε φιλεῖ, καὶ οὐκ ἔστι τέχνης ἀλλὰ
-τῆς φύσεως τὰ φιλήματα. Αὕτη δὲ παιδὸς φιλήματος
-
-Τρίτην δὲ ἡμέραν πλεόντων ἡμῶν, ἐξ αἰθρίας -πολλῆς αἰφνίδιον ἀχλὺς περιχεῖται καὶ τῆς ἡμέρας -ἀπωλώλει τὸ φῶς· ἐγείρεται δὲ κάτωθεν ἄνεμος ἐκ -τῆς θαλάσσης κατὰ πρόσωπον τῆς νεώς, καὶ ὁ κυβερνήτης -περιάγειν ἐκέλευσε τὴν κεραίαν. -
-Καὶ σπουδῇ -περιῆγον οἱ ναῦται, πῇ μὲν τὴν ὀθόνην ἐπὶ θάτερα -συνάγοντες ἄνω τοῦ κέρως βίᾳ ʽτὸ γὰρ πνεῦμα σφοδρότερον -ἐμπεσὸν ἀνθέλκειν οὐκ ἐπέτρεπἐ, πῇ δὲ -πρὸς θάτερον μέρος, φυλάττοντες τοῦ πρόσθεν μέτρου - καθ’ ὃ συνέβαινεν οὔριον εἶναι τῇ περιαγωγῇ τὸ -πνεῦμα. -
-Κλίνεται δὲ κοῖλον τοιχίσαν τὸ σκάφος καὶ -ἐπὶ θάτερα μετεωρίζεται καὶ πάντη πρηνὲς ἦν, καὶ -ἐδόκει τοῖς πολλοῖς ἡμῶν περιτραπήσεσθαι καθάπαξ -ἐμπίπτοντος τοῦ πνεύματος. Μετεσκευαζόμεθα οὖν - ἅπαντες εἰς τὰ μετέωρα τῆς νεώς, ὅπως τὸ μὲν βαπτιζόμενον -τῆς νεὼς ἀνακουφίσαιμεν, τὸ δὲ τῇ προσθήκῃ -βιασάμενοι κατὰ μικρὸν καθέλοιμεν εἰς τὸ ἀντίρροπον. -
-Πλέον δὲ ἠνύομεν οὐδέν· ἀνέφερε γὰρ -ἡμᾶς μᾶλλον κορυφούμενον τὸ ἔδαφος τῆς νεώς, ἢ -πρὸς ἡμῶν κατεβιβάζετο. -
- Καὶ χρόνον μέν τινα διαταλαντουμένην
-οὕτω τὴν ναῦν τοῖς κύμασιν ἐπαλαίομεν
-εἰς τὸ ἀντίρροπον καθελεῖν· αἰφνίδιον δὲ
-
Κωκυτὸς
-οὖν αἴρεται μέγας ἐκ τῆς νεώς, καὶ μετοικία πάλιν
-καὶ δρόμος μετὰ βοῆς ἐπὶ τὰς ἀρχαίας ἕδρας.
-Καὶ τρίτον καὶ τέταρτον καὶ πολλάκις τὸ αὐτὸ πάσχοντες
-κοινὴν ταύτην εἴχομεν ἐν τῷ σκάφει τὴν
-πλάνην. Πρὶν μὲν γὰρ μετασκευάσασθαι τὸ πρῶτον,
-δίαυλος ἡμᾶς διαλαμβάνει δεύτερος.
-
- Σκευοφοροῦντες οὖν κατὰ τὴν ναῦν διὰ πάσης -ἡμέρας δόλιχόν τινα τοῦτον δρόμον μυρίον ἐπονοῦμεν, -ἀεὶ τὸν θάνατον προσδοκῶντες. Καὶ ἦν, ὡς -εἰκός, οὐ μακράν. -
- Περὶ γὰρ μεσημβρίαν δείλην ὁ
-μὲν ἥλιος τέλεον ἁρπάζεται, ἑωρῶμεν δὲ ἑαυτοὺς ὡς
-ἐν σελήνῃ. Πῦρ μὲν ἀπ’ αὐτῆς ἵπταται, μυκᾶται δὲ
-βροντῶν ὁ οὐρανός, καὶ τὸν ἀέρα γεμίζει βόμβος,
-ἀντεβόμβει δὲ κάτωθεν τῶν κυμάτων ἡ στάσις, μεταξὺ
-δὲ οὐρανοῦ καὶ θαλάσσης ἀνέμων ποικίλων
-ἐσύριζε ψόφος.
-
Καὶ ὁ μὲν ἀὴρ εἶχε σάλπιγγος ἦχον, -οἱ δὲ κάλοι περὶ τὴν ὀθόνην πίπτουσιν, ἀντιπαταγοῦντες -δὲ ἐτετρίγεσαν· ἐφόβει δὲ καὶ τὰ ξύλα τῆς -νεὼς ῥηγνύμενα μὴ κατὰ μικρὸν ἀνοιχθείη τὸ σκάφος -τῶν γόμφων ἀποσπωμένων· γέρρα δὲ περὶ πᾶσαν τὴν -ναῦν ἐκεκάλυπτο. -
-Καὶ γὰρ ὄμβρος ἐπέκλυζε πολύς, -ἡμεῖς δὲ τὰ γέρρα ὑποδύντες ὥσπερ εἰς ἄντρον ἐμένομεν, -παραδόντες ἑαυτοὺς τῇ τύχῃ, ῥίψαντες τὰς ἐλπίδας. -
- Τρικυμίαι δὲ πολλαὶ καὶ πάντοθεν, αἱ μὲν κατὰ
-πρόσωπον, αἱ δὲ κατ’ οὐρὰν τῆς νεὼς ἀλλήλαις ἀντέπιπτον.
-Ἡ δὲ ναῦς ἀεὶ πρὸς μὲν τὸ κυρτούμενον τῆς
-θαλάσσης ἠγείρετο, πρὸς δὲ τὸ παραδραμὸν ἤδη καὶ
-χθαμαλὸν τοῦ κύματος κατεδύετο. Ἐῴκει δὲ τῶν κυμάτων
-
Ἦν δὲ καὶ τὰ ἐγκάρσια -τῶν κυμάτων ἑκατέρωθεν φοβερώτερα. Ἀναβαίνουσα -μὲν γὰρ ἐπὶ τὴν ναῦν ἡ θάλασσα διὰ τῶν -γέρρων ἐκυλίετο καὶ ἐκάλυπτε πᾶν τὸ σκάφος. -
-Τὸ γὰρ - κῦμα αἰρόμενον ὑψοῦ, ψαῦον αὐτῶν τῶν νεφῶν, -πόρρωθεν μὲν πρὸς ἀντιπρόσωπον ἐφαίνετο τῷ σκάφει -μέγεθος οἷον προσιὸν δὲ βλέπων καταποθήσεσθαι -τὴν ναῦν προσεδόκησας. -
-Ἦν οὖν ἀνέμων -μάχη καὶ κυμάτων· ἡμεῖς δὲ οὐκ ἠδυνάμεθα κατὰ - χώραν μένειν ὑπὸ τοῦ τῆς νεὼς σεισμοῦ. Συμμιγὴς -δὲ πάντων ἐγίνετο βοή· ἐρρόχθει τὸ κῦμα, ἐπάφλαζε -τὸ πνεῦμα, ὀλολυγμὸς γυναικῶν, ἀλαλαγμὸς -ἀνδρῶν, κελευσμὸς ναυτῶν, πάντα θρήνων καὶ κωκυτῶν -ἀνάμεστα. -
-Καὶ ὁ κυβερνήτης ἐκέλευε ῥίπτειν - τὸν φόρτον· διάκρισις δ’ οὐκ ἦν ἀργύρου καὶ -χρυσοῦ πρὸς ἄλλο τι τῶν εὐτελῶν, ἀλλὰ πάνθ’ ὁμοίως -ἠκοντίζομεν ἔξω τῆς νεώς· πολλοὶ δὲ καὶ τῶν ἐμπόρων -αὐτοὶ τῶν οἰκείων λαμβάνοντες, ἐν οἷς εἶχον τὰς -ἐλπίδας, ἐώθουν ἐπειγόμενοι. Καὶ ἦν ἤδη ἡ ναῦς - τῶν ἐπίπλων γυμνή· ὁ δὲ χειμὼν οὐκ ἐσπένδετο. -
--Τέλος ὁ κυβερνήτης ἀπειπὼν ῥίπτει μὲν τὰ πηδάλια -ἐκ τῶν χειρῶν, ἀφίησι δὲ τὸ σκάφος τῇ θαλάσσῃ -καὶ εὐτρεπίζει ἤδη τὴν ἐφολκίδα καὶ τοῖς ναύταις -ἐμβαίνειν κελεύσας τῆς ἀποβάθρας ἦρχεν· οἱ -δὲ εὐθὺς κατὰ πόδας ἐξήλλοντο. -
- Ἔνθα δὴ καὶ τὰ
-δεινὰ ἦν καὶ ἦν μάχη χειροποίητος. Οἱ μὲν γὰρ
-ἐπιβάντες ἤδη τὸν κάλων ἔκοπτον, ὃς συνέδει τὴν
-ἐφολκίδα τῷ σκάφει· τῶν δὲ πλωτήρων ἕκαστος
-ἔσπευδον μεταπηδᾶν ἔνθα καὶ τὸν κυβερνήτην ἑωράκεσαν,
- ἐφείλκοντό τε τὸν κάλων· οἱ δ’ ἐκ τῆς ἐφολκίδος
-μεταβαίνειν οὐκ ἐπέτρεπον·
-
εἶχον δὲ καὶ πελέκεις
-καὶ μαχαίρας, καὶ πατάξειν ἠπείλουν, εἴ τις
-
Οἱ -μὲν γὰρ ἐκ τῆς ἐφολκίδος δέει τοῦ καταδῦναι τῷ -τῶν ἐπεμβαινόντων ὄχλῳ πελέκεσι καὶ μαχαίραις -τοὺς ἐξαλλομένους ἔπαιον· οἱ δὲ σκυτάλαις καὶ κώπαις -ἅμα τῷ πηδήματι τὰς πληγὰς κατέφερον· -
-οἱ -δὲ καὶ ἄκρου ψαύοντες τοῦ σκάφους ἐξωλίσθανον· -ἔνιοι δὲ καὶ ἐπιβαίνοντες τοῖς ἐπὶ τῆς ἐφολκίδος ἤδη -διεπάλαιον· φιλίας γὰρ ἢ αἰδοῦς οὐκέτι θεσμὸς ἦν, -ἀλλὰ τὸ οἰκεῖον ἕκαστος σκοπῶν ἀσφαλές, τὸ πρὸς -τοὺς ἑτέρους εὔγνωμον οὐκ ἐλογίζετο. Οὕτως οἱ -μεγάλοι κίνδυνοι καὶ τοὺς τῆς φιλίας λύουσι νόμους. -
-- Ἔνθα δή τις ἀπὸ τῆς νεὼς νεανίσκος εὔρωστος -λαμβάνεται τοῦ κάλω καὶ ἐφέλκεται τὴν ἐφολκίδα, -καὶ ἦν ἐγγὺς ἤδη τοῦ σκάφους, ηὐτρεπίζετο δὲ ἕκαστος -ὡς εἰ πελάσειε πηδήσων ἐς αὐτήν. -
-Καὶ δύο -μὲν ἢ τρεῖς ηὐτύχησαν οὐκ ἀναιμωτί, πολλοὶ δὲ ἀποπηδᾶν -πειρώμενοι ἐξεκυλίσθησαν τῆς νεὼς κατὰ τῆς -θαλάσσης. Ταχὺ γὰρ τὴν ἐφολκίδα ἀπολύσαντες οἱ -ναῦται, πελέκει κόψαντες τὸν κάλων τὸν πλοῦν εἶχον -ἔνθα αὐτοὺς ἦγε τὸ πνεῦμα· οἱ δὲ ἐπὶ τῆς νεὼς ἐπηρῶντο -καταδῦναι τὴν ἐφολκίδα. -
-Τὸ δὲ σκάφος ἐκυβίστα -περὶ τοῖς κύμασιν ὀρχούμενον, λανθάνει δὲ -προσενεχθὲν ὑφάλῳ πέτρᾳ καὶ ῥήγνυται πᾶν· ἀπωσθείσης -δὲ τῆς νεὼς ὁ ἱστὸς ἐπὶ θάτερα πεσὼν τὸ μέν -τι κατέκλασε, τὸ δέ τι κατέδυσεν αὐτῆς. -
-Ὁπόσοι -μὲν οὖν παραχρῆμα τῆς ἅλμης πιόντες κατεσχέθησαν, -οὗτοι μετριωτέραν ὡς ἐν κακοῖς ἔσχον τὴν συμφοράν, -οὐκ ἐνδιατρίψαντες τῷ τοῦ θανάτου φόβῳ. -
- Ὁ γὰρ ἐν θαλάττῃ θάνατος βραδὺς προαναιρεῖ πρὸ
-
Ἔνιοι δὲ κολυμβᾶν πειρώμενοι, προσραγέντες ὑπὸ -τοῦ κύματος τῇ πέτρᾳ διεφθείροντο· πολλοὶ δὲ καὶ -ξύλοις ἀπερρωγόσι συμπεσόντες ἐπείροντο δίκην -ἰχθύων· οἱ δὲ καὶ ἡμιθνῆτες ἐνήχοντο.
--Ἐπεὶ οὖν τὸ πλοῖον διελύθη, δαίμων τις ἀγαθὸς - περιέσωσεν ἡμῖν τῆς πρῴρας μέρος, ἔνθα περικαθίσαντες -ἐγώ τε καὶ ἡ Λευκίππη κατὰ ῥοῦν ἐφερόμεθα -τῆς θαλάσσης· ὁ δὲ Μενέλαος καὶ ὁ Σάτυρος σὺν -ἄλλοις τῶν πλωτήρων ἐπιτυχόντες τοῦ ἱστοῦ καὶ ἐπιπεσόντες -ἐνήχοντο. -
-Πλησίον δὲ καὶ τὸν Κλεινίαν - ἑωρῶμεν περινηχόμενον τῇ κεραίᾳ καὶ ταύτην ἠκούσαμεν -αὐτοῦ τὴν βοήν “ἔχου τοῦ ξύλου, Κλειτοφῶν·” ἅμα δὲ λέγοντα κῦμα ἐπεκάλυπτε κατόπιν· -
-καὶ ἡμεῖς ἐκωκύσαμεν. Κατὰ ταὐτὸ καὶ ἡμῖν ἐπεφέρετο
-τὸ κῦμα· ἀλλὰ τύχῃ τινὶ πλησίον γενόμενον
- ἡμῶν κάτωθεν παρατρέχει, ὥστε ὑψούμενον μετέωρον
-τὸ ξύλον κατὰ τὸν αὐχένα τοῦ κύματος καὶ τὸν
-Κλεινίαν ἰδεῖν αὖθις.
-
Ἀνοιμώξας οὖν “ἐλέησον” ἔφην “δέσποτα Πόσειδον, καὶ σπεῖσαι πρὸς τὰ τῆς -ναυαγίας σου λείψανα. Πολλοὺς ἤδη τῷ φόβῳ θανάτους - ὑπεμείναμεν· εἰ δὲ ἡμᾶς ἀποκτεῖναι θέλεις, -μὴ διαστήσῃς ἡμῶν τὴν τελευτήν· ἓν ἡμᾶς κῦμα καλυψάτω· -εἰ δὲ καὶ θηρίων ἡμᾶς βορὰν πέπρωται γενέσθαι, -εἷς ἡμᾶς ἰχθὺς ἀναλωσάτω, μία γαστὴρ χωρησάτω, -
-ἵνα καὶ ἐν ἰχθύσι κοινῇ ταφῶμεν.” Μετὰ
- μικρὸν δὲ τῆς εὐχῆς τὸ πολὺ τοῦ πνεύματος περιεπέπαυτο,
-τὸ δὲ ἄγριον ἐστόρεστο τοῦ κύματος. Μεστὴ
-δὲ ἦν ἡ θάλαττα νεκρῶν σωμάτων. Τοὺς μὲν
-
ἡμεῖς -δὲ περὶ δείλην ἑσπέραν τύχῃ τινὶ τῷ Πηλουσίῳ προσίσχομεν -καὶ ἄσμενοι γῆς λαβόμενοι τοὺς θεοὺς ἀνευφημοῦμεν· -εἶτα ὠλοφυρόμεθα τὸν Κλεινίαν καὶ τὸν -Σάτυρον, νομίζοντες αὐτοὺς ἀπολωλέναι. -
-- Ἔστι δὲ ἐν τῷ Πηλουσίῳ Διὸς ἱερὸν ἄγαλμα Κασίου· -τὸ δὲ ἄγαλμα νεανίσκος, Ἀπόλλωνι μᾶλλον -ἐοικώς· οὕτω γὰρ ἡλικίας εἶχε· προβέβληται δὲ τὴν -χεῖρα καὶ ἔχει ῥοιὰν ἐπ’ αὐτῇ· τῆς δὲ ῥοιᾶς ὁ λόγος -μυστικός. -
-Προσευξάμενοι δὴ τῷ θεῷ καὶ περὶ τοῦ -Κλεινίου καὶ τοῦ Σατύρου σύμβολον ἐξαιτήσαντες -ʽκαὶ γὰρ ἔλεγον μαντικὸν εἶναι τὸν θεόν’ περιῄειμεν -τὸν νεών. -
-Κατὰ δὲ τὸν ὀπισθόδομον ὁρῶμεν εἰκόνα -διπλῆν, καὶ ὁ γραφεὺς ἐπεγέγραπτο· Εὐάνθης μὲν -ὁ γραφεύς, ἡ δὲ εἰκὼν Ἀνδρομέδα καὶ Προμηθεύς, -δεσμῶται μὲν ἄμφω “διὰ τοῦτο γὰρ αὐτούς, οἶμαι, εἰς -ἓν συνήγαγεν ὁ ζωγράφοσ” , ἀδελφαὶ δὲ καὶ τὴν ἄλλην -τύχην αἱ γραφαί. -
-Πέτραι μὲν ἀμφοῖν τὸ δεσμωτήριον, -θῆρες δὲ κατ’ ἀμφοῖν οἱ δήμιοι, τῷ μὲν ἐξ -ἀέρος, τῇ δὲ ἐκ θαλάττης· ἐπίκουροι δὲ αὐτοῖς Ἀργεῖοι -δύο συγγενεῖς, τῷ μὲν Ἡρακλῆς, τῇ δὲ Περσεύς· -ὁ μὲν τοξεύων τὸν ὄρνιν τοῦ Διός, ὁ δὲ ἐπὶ τὸ -κῆτος τοῦ Ποσειδῶνος ἀθλῶν. Ἀλλ’ ὁ μὲν ἵδρυται -τοξαζόμενος ἐν γῇ, ὁ δὲ ἐξ ἀέρος κρέμαται τῷ πτερῷ. -
-
- Ὀρώρυκται μὲν οὖν εἰς τὸ μέτρον τῆς κόρης ἡ
-πέτρα· θέλει δὲ τὸ ὄρυγμα λέγειν, ὅτι μή τις αὐτὸ
-πεποίηκε χείρ, ἀλλ’ ἔστιν αὐτόχθον· ἐτράχυνε γὰρ
-τοῦ λίθου τὸν κόλπον ὁ γραφεύς, ὡς ἔτεκεν αὐτὸν ἡ
-
Ἡ δὲ ἐνίδρυται τῇ σκέπῃ, καὶ ἔοικε τὸ θέαμα, -εἰ μὲν εἰς τὸ κάλλος ἀπίδοις, ἀγάλματι καινῷ, εἰ δὲ -εἰς τὰ δεσμὰ καὶ τὸ κῆτος, αὐτοσχεδίῳ τάφῳ. Ἐπὶ -δὲ τῶν προσώπων αὐτῆς κάλλος κεκέρασται καὶ δέος. -
-Ἐν μὲν γὰρ ταῖς παρειαῖς τὸ δέος κάθηται, ἐκ δὲ τῶν -ὀφθαλμῶν ἀνθεῖ τὸ κάλλος. Ἀλλ’ οὔτε τῶν παρειῶν -τὸ ὠχρὸν τέλεον ἀφοίνικτον ἦν, ἠρέμα δὲ τῷ ἐρεύθει -βέβαπται, οὔτε τὸ τῶν ὀφθαλμῶν ἄνθος ἐστὶν ἀμέριμνον, -ἀλλ’ ἔοικε τοῖς ἄρτι μαραινομένοις ἴοις. Οὕτως - αὐτὴν ἐκόσμησεν ὁ ζωγράφος εὐμόρφῳ φόβῳ. -
-Τὰς δὲ χεῖρας εἰς τὴν πέτραν ἐξεπέτασεν, ἄγχει δὲ -ἄνω δεσμὸς ἑκατέραν συνάπτων τῇ πέτρᾳ· οἱ καρποὶ -δὲ ὥσπερ ἀμπέλου βότρυες κρέμανται. Καὶ αἱ μὲν -ὠλέναι τῆς κόρης ἄκρατον ἔχουσαι τὸ λευκὸν εἰς τὸ - πελιδνὸν μετέβαλον, ἐοίκασι δὲ ἀποθνήσκειν οἱ -δάκτυλοι. -
-Δέδεται μὲν οὖν οὕτω τὸν θάνατον ἐκδεχομένη, -ἕστηκε δὲ νυμφικῶς ἐστολισμένη, ὥσπερ -Ἀιδωνεῖ νύμφη κεκοσμημένη· ποδήρης ὁ χιτών, -λευκὸς ὁ χιτών· τὸ ὕφασμα λεπτόν, ἀραχνίων ἐοικὸς - πλοκῇ, οὐ κατὰ τὴν τῶν προβατείων τριχῶν, ἀλλὰ -κατὰ τὴν τῶν ἐρίων τῶν λεπτοΐνων, οἷον ἀπὸ δένδρων -ἕλκουσαι νήματα γυναῖκες ὑφαίνουσιν Ἰνδαί. -
-Τὸ δὲ κῆτος ἀντιπρόσωπον τῆς κόρης κάτωθεν ἀναβαῖνον -ἀνοίγει τὴν θάλατταν· καὶ τὸ μὲν πολὺ τοῦ - σώματος περιβέβληται τῷ κύματι, μόνῃ δὲ τῇ κεφαλῇ -τὴν θάλατταν ἀποδύεται. Ὑπὸ δὲ τὴν ἅλμην τοῦ -κύματος ἡ τῶν νώτων ἐγέγραπτο φαινομένη σκιά, -τὰ τῶν φολίδων ἐπάρματα, τὰ τῶν αὐχένων κυρτώματα, -ἡ λοφιὰ τῶν ἀκανθῶν, οἱ τῆς οὐρᾶς ἑλιγμοί. -
- Γένυς πολλὴ καὶ μακρά· ἀνέῳκτο δὲ πᾶσα μέχρι τῆς
-τῶν ὤμων συμβολῆς, καὶ εὐθὺς ἡ γαστήρ. Μεταξὺ
-δὲ τοῦ κήτους καὶ τῆς κόρης ὁ Περσεὺς ἐγέγραπτο
-
Ἡ δέ ἐστι φοβερὰ κἀν τοῖς χρώμασι· τοὺς ὀφθαλμοὺς -ἐξεπέτασεν, ἔφριξε τὰς τρίχας τῶν κροτάφων, -ἤγειρε τοὺς δράκοντας· οὕτως ἀπειλεῖ κἀν τῇ γραφῇ. -Ὅπλον μὲν τοῦτο τῇ λαιᾷ τῷ Περσεῖ· ὥπλισται -δὲ καὶ τὴν δεξιὰν διφυεῖ σιδήρῳ εἰς δρέπανον -καὶ ξίφος ἐσχισμένῳ. -
-Ἄρχεται μὲν γὰρ ἡ κώπη κάτωθεν -ἀμφοῖν ἐκ μιᾶς, καί ἐστιν ἐφ’ ἡμίσει τοῦ σιδήρου -ξίφος, ἐντεῦθεν δὲ ἀπορραγὲν τὸ μὲν ὀξύνεται, -τὸ δὲ ἐπικάμπτεται. Καὶ τὸ μὲν ἀπωξυσμένον -μένει ξίφος, ὡς ἤρξατο, τὸ δὲ καμπτόμενον δρέπανον -γίνεται, ἵνα μιᾷ πληγῇ τὸ μὲν ἐρείδῃ τὴν σφαγήν, -τὸ δὲ κρατῇ τὴν τομήν. Τὸ μὲν τῆς Ἀνδρομέδας δρᾶμα τοῦτο. -
-- Ἑξῆς δὲ τὸ τοῦ Προμηθέως ἐγεγόνει. Δέδεται -μὲν ὁ Προμηθεὺς σιδήρῳ καὶ πέτρᾳ, ὥπλισται δὲ -Ἡρακλῆς τόξῳ καὶ δόρατι. Ὄρνις ἐς τὴν τοῦ Προμηθέως -γαστέρα τρυφᾷ· ἕστηκε γὰρ αὐτὴν ἀνοίγων, -
-ἤδη μὲν ἀνεῳγμένην· ἀλλὰ τὸ ῥάμφος ἐς τὸ ὄρυγμα -καθεῖται, καὶ ἔοικε διορύττειν τὸ τραῦμα καὶ ζητεῖν -τὸ ἧπαρ· τὸ δὲ ἐκφαίνεται τοσοῦτον, ὅσον ἀνέῳξεν -ὁ γραφεὺς τὸ διόρυγμα τοῦ τραύματος· ἐπερείδει δὲ -τῷ μηρῷ τῷ τοῦ Προμηθέως τὰς τῶν ὀνύχων ἀκμάς. -
- Ὁ δὲ ἀλγῶν πάντη συνέσταλται καὶ τὴν πλευρὰν συνέσπασται
-καὶ τὸν μηρὸν ἐγείρει καθ’ αὑτοῦ· εἰς γὰρ
-τὸ ἧπαρ συνάγει τὸν ὄρνιν· ὁ δὲ ἕτερος αὐτῷ τοῖν
-ποδοῖν τῷ σπασμῷ ὄρθιος ἀντιτείνεται κάτω καὶ εἰς
-
Τὸ δ’ ἄλλο σχῆμα
-δείκνυσι τὸν πόνον· κεκύρτωται τὰς ὀφρῦς, συνέσταλται
-τὸ χεῖλος, φαίνει τοὺς ὀδόντας. Ἠλέησας
-ἂν ὡς ἀλγοῦσαν καὶ τὴν γραφήν.
-
Ἀναφέρει δὲ λυπούμενον
- Ἡρακλῆς. Ἕστηκε γὰρ τοξεύων τοῦ Προμηθέως
-τὸν δήμιον· ἐνήρμοσται τῷ τόξῳ τὸ βέλος,
-τῇ λαιᾷ προβέβληται τὸ κέρας ὠθῶν, ἐπὶ μαζὸν ἕλκει
-τὴν δεξιάν, ἕλκων τὸ νεῦρον κεκύρτωται κατόπιν
-τὸν ἀγκῶνα.
-
Πάντα οὖν ὁμοῦ πτύσσεται, τὸ τόξον, - τὸ νεῦρον, ἡ δεξιά. Συνάγεται μὲν ὑπὸ τοῦ νεύρου -τὸ τόξον, διπλοῦται δὲ ὑπὸ τῆς χειρὸς τὸ νεῦρον, -
-κλίνεται δὲ ἐπὶ μαζὸν ἡ χείρ. Ὁ δὲ Προμηθεὺς μεστός -ἐστιν ἐλπίδος ἅμα καὶ φόβου· πῇ μὲν γὰρ εἰς -τὸ ἕλκος, πῇ δὲ εἰς τὸν Ἡρακλέα βλέπει, καὶ θέλει - μὲν αὐτὸν ὅλοις τοῖς ὀφθαλμοῖς ἰδεῖν, ἕλκει δὲ τὸ -ἥμισυ τοῦ βλέμματος ὁ πόνος. -
--Ἐνδιατρίψαντες οὖν ἡμερῶν δύο καὶ ἀναλαβόντες -ἑαυτοὺς ἐκ τῶν κακῶν, ναῦν Αἰγυπτίαν μισθωσάμενοι -ʽεἴχομεν δὲ ὀλίγον χρυσίον, ὅπερ ἐτύχομεν - ἐζωσμένοἰ διὰ τοῦ Νείλου τὸν πλοῦν ἐπ’ Ἀλεξάνδρειαν -ἐποιούμεθα, μάλιστα μὲν ἐκεῖ διεγνωκότες -ποιήσασθαι τὴν διατριβὴν καὶ νομίζοντες ταύτῃ -τάχα τοὺς φίλους εὑρήσειν προσενεχθέντας. -
-Ἐπεὶ
-δ’ ἐγενόμεθα κατά τινα πόλιν, ἐξαίφνης βοῆς ἀκούομεν
- πολλῆς. Καὶ ὁ ναύτης εἰπὼν “ὁ βουκόλοσ” μεταστρέφει τὴν ναῦν, ὡς ἐπαναπλεύσων εἰς τοὐπίσω,
-καὶ ἅμα πλήρης ἦν ἡ γῆ φοβερῶν καὶ ἀγρίων
-ἀνθρώπων· μεγάλοι μὲν πάντες, μέλανες δὲ τὴν
-χρόαν, οὐ κατὰ τὴν τῶν Ἰνδῶν τὴν ἄκρατον, ἀλλ̓
- οἷος ἂν γένοιτο νόθος Αἰθίοψ, ψιλοὶ τὰς κεφαλάς,
-
Καὶ ὁ κυβερνήτης εἰπὼν “ἀπολώλαμεν” ἔστησε τὴν ναῦν, ὁ γὰρ ποταμὸς ταύτῃ στενώτατος· -καὶ ἐπεμβάντες τῶν λῃστῶν τέσσαρες πάντα μὲν τὰ -ἐν τῇ νηὶ λαμβάνουσι, καὶ τὸ χρυσίον ἡμῶν ἀποφέρουσιν, -ἡμᾶς δὲ δήσαντες καὶ κατακλείσαντες εἴς τι -δωμάτιον ἀπηλλάττοντο, φύλακας ἡμῖν καταλιπόντες, -ὡς εἰς τὴν ἐπιοῦσαν ἄξοντες ἡμᾶς ὡς τὸν βασιλέα· -τούτῳ γὰρ ἐκάλουν τῷ ὀνόματι τὸν λῃστὴν τὸν -μείζονα. Καὶ ἦν ὁδὸς ἡμερῶν δύο, ὡς παρὰ τῶν -σὺν ἡμῖν ἑαλωκότων ἠκούσαμεν. -
-- Ἐπεὶ οὖν νὺξ ἐγένετο καὶ ἐκείμεθα, ὡς ἦμεν, -δεδεμένοι καὶ ἐκάθευδον οἱ φρουροί, τότε, ὡς ἐξὸν -ἤδη, κλάειν ἦρχον τὴν Λευκίππην. Καὶ δὴ λογισάμενος -ὅσων αὐτῇ γέγονα κακῶν αἴτιος, κωκύσας ἐν -τῇ ψυχῇ βύθιον, τῷ δὲ νῷ κλέψας τοῦ κωκυτοῦ τὸν -ψόφον “ὦ θεοὶ καὶ δαίμονεσ” ἔφην “εἴπερ ἐστέ που -καὶ ἀκούετε, τί τηλικοῦτον ἠδικήκαμεν, ὡς ἐν ὀλίγαις -ἡμέραις τοσούτῳ πλήθει βαπτισθῆναι κακῶν; -
-Νῦν δὲ καὶ παραδεδώκατε ἡμᾶς λῃσταῖς Αἰγυπτίοις, -ἵνα μηδὲ ἐλέου τύχωμεν. Λῃστὴν γὰρ Ἕλληνα καὶ -φωνὴ κατέκλασε, καὶ δέησις ἐμάλαξεν· ὁ γὰρ λόγος -πολλάκις τὸν ἔλεον προξενεῖ· τῷ γὰρ πονοῦντι τῆς -ψυχῆς ἡ γλῶττα πρὸς ἱκετηρίαν διακονουμένη τῆς -τῶν ἀκουόντων ψυχῆς ἡμεροῖ τὸ θυμούμενον. -
-Νῦν -δὲ ποίᾳ μὲν φωνῇ δεηθῶμεν; τίνας δὲ λόγους προτείνωμεν; -Κἂν Σειρήνων τις γένηται πιθανώτερος, -ὁ ἀνδροφόνος οὐκ ἀκούει. Μόνοις ἱκετεύειν με δεῖ -τοῖς νεύμασι καὶ τὴν δέησιν δηλοῦν ταῖς χειρονομίαις. -Ὢ τῶν ἀτυχημάτων· ἤδη τὸν θρῆνον ὀρχήσομαι. -
- Τὰ μὲν οὖν ἐμά, κἂν ὑπερβολὴν ἔχῃ συμφορᾶς,
-ἧττον ἀλγῶ, τὰ δὲ σά, Λευκίππη, ποίῳ
-
Ὡς καλά σου τῶν γάμων τὰ κοσμήματα. -Θάλαμος μὲν τὸ δεσμωτήριον, εὐνὴ δὲ ἡ γῆ, - ὅρμοι δὲ καὶ ψέλια κάλοι καὶ βρόχος, καί σοι νυμφαγωγὸς -λῃστὴς παρακαθεύδει, ἀντὶ δὲ ὑμεναίων τίς -σοι τὸν θρῆνον ᾅδει. -
-Μάτην σοι, ὦ θάλασσα, τὴν -χάριν ὡμολογήσαμεν· μέμφομαί σου τῇ φιλανθρωπίᾳ· -χρηστοτέρα γέγονας πρὸς οὕς ἀπέκτεινας, ἡμᾶς - δὲ σώσασα μᾶλλον ἀπέκτεινας. Ἐφθόνησας ἡμῖν -ἀλῃστεύτοις ἀποθανεῖν.”
--Ταῦτα μὲν οὖν ἐθρήνουν ἡσυχῆ, κλάειν δὲ οὐκ -ἠδυνάμην· τοῦτο γὰρ ἴδιον τῶν ὀφθαλμῶν ἐν τοῖς -μεγάλοις κακοῖς. Ἐν μὲν γὰρ ταῖς μετρίαις συμφοραῖς - ἀφθόνως τὰ δάκρυα καταρρεῖ καὶ ἔστι τοῖς πάσχουσιν -εἰς τοὺς κολάζοντας ἱκετηρία καὶ τοὺς ἀλγοῦντας -ὥσπερ οἰδοῦντος τραύματος ἐκένωσεν· ἐν -δὲ τοῖς ὑπερβάλλουσι δεινοῖς φεύγει τὰ δάκρυα καὶ -προδίδωσι τοὺς ὀφθαλμούς. -
-Ἐντυχοῦσα γὰρ αὐτοῖς - ἀναβαίνουσιν ἡ λύπη ἵστησί τε τὴν ἀκμὴν καὶ μετοχετεύει -καταφέρουσα σὺν αὑτῇ κάτω· τὰ δὲ ἐκτρεπόμενα -τῆς ἐπὶ τοὺς ὀφθαλμοὺς ὁδοῦ εἰς τὴν ψυχὴν -καταρρεῖ καὶ χαλεπώτερον αὐτῆς ποιεῖ τὸ τραῦμα. -Λέγω οὖν πρὸς τὴν Λευκίππην πάντα σιγῶσαν “τί - σιγᾷς, φιλτάτη, καὶ οὐδέν μοι λαλεῖς;” “Ὅτι μοι” ἔφη “πρὸ τῆς ψυχῆς, Κλειτοφῶν, τέθνηκεν ἡ φωνή.”
-
-Ταῦθ’ ἡμᾶς διαλεγομένους ἔλαθεν ἕως γενομένη·
-καί τις ἵππον ἐπελαύνων ἔρχεται, κόμην ἔχων πολλὴν
-καὶ ἀγρίαν· ἐκόμα δὲ καὶ ὁ ἵππος. Γυμνὸς ἦν
- ὁ ἵππος ἄστρωτος καὶ οὐκ εἶχε φάλαρα· τοιοῦτοι
-γὰρ τοῖς λῃσταῖς εἰσιν οἱ ἵπποι. Ἀπὸ δὲ τοῦ λῃστάρχου
-παρῆν καὶ “εἴ τισ” ἔφη “παρθένος ἐστὶν ἐν
-
ἐσομένην καὶ καθάρσιον τοῦ στρατοῦ.” Οἱ δὲ -ἐπὶ τὴν Λευκίππην εὐθὺς τρέπονται, ἡ δὲ εἴχετό -μου καὶ ἐξεκρέματο βοῶσα. Τῶν δὲ λῃστῶν οἱ μὲν -ἀπέσπων, οἱ δὲ ἔτυπτον· ἀπέσπων μὲν τὴν Λευκίππην, -ἔτυπτον δὲ ἐμέ. Ἀράμενοι οὖν αὐτὴν μετέωρον -ἀπάγουσιν, ἡμᾶς δὲ κατὰ σχολὴν ἦγον δεδεμένους. -
-- Καὶ ἐπεὶ δύο σταδίους τῆς κώμης προήλθομεν, -ἀλαλαγμὸς ἀκούεται πολὺς καὶ σάλπιγγος ἦχος καὶ -ἐπιφαίνεται φάλαγξ στρατιωτική, πάντες ὁπλῖται. -Οἱ δὲ λῃσταὶ κατιδόντες, ἡμᾶς μέσους διαλαβόντες -ἔμενον ἐπιόντας, ὡς αὐτοὺς ἀμυνούμενοι. -
- Καὶ μετ̓
-οὐ πολὺ παρῆσαν πεντήκοντα τὸν ἀριθμόν, πάντες
-ὁπλῖται, οἱ μὲν ποδήρεις ἔχοντες τὰς ἀσπίδας, οἱ δὲ
-πέλτας· οἱ δὲ λῃσταὶ πολλῷ πλείους ὄντες, βώλους
-ἀπὸ τῆς γῆς λαμβάνοντες τοὺς στρατιώτας ἔβαλλον.
-
Παντὸς δὲ βώλου χαλεπώτερος βῶλος Αἰγύπτιος,
-βαρύς τε καὶ τραχὺς καὶ ἀνώμαλος· τὸ δ’ ἀνώμαλόν
-εἰσιν αἱ αἰχμαὶ τῶν λίθων· ὥστε βληθεὶς διπλοῦν
-ποιεῖ ἐν ταὐτῷ τὸ τραῦμα, καὶ οἴδημα ὡς ἀπὸ λίθου,
-
καὶ τομὰς ὡς ἀπὸ βέλους. Ἀλλὰ ταῖς γε ἀσπίσιν ἐκδεχόμενοι -τοὺς λίθους ὀλίγον τῶν βαλλόντων ἐφρόντιζον. -Ἐπεὶ οὖν ἔκαμον οἱ λῃσταὶ βάλλοντες, ἀνοίγουσι -μὲν οἱ στρατιῶται τὴν φάλαγγα, ἐκθέουσι δὲ -ἀπὸ τῶν ὅπλων ἄνδρες κούφως ἐσταλμένοι, φέρων -αἰχμὴν ἕκαστος καὶ ξίφος, καὶ ἀκοντίζουσιν ἅμα, καὶ -οὐδεὶς ἦν ὃς οὐκ ἐπέτυχεν. -
- Εἶτα οἱ ὁπλῖται προσέρρεον·
-καὶ ἦν ἡ μάχη στερρά, πληγαὶ δὲ παῤ
-ἀμφοτέρων καὶ τραύματα καὶ σφαγαί. Καὶ τὸ μὲν
-ἔμπειρον παρὰ τοῖς στρατιώταις ἀνεπλήρου τοῦ πλήθους
-τὸ ἐνδεές· ἡμεῖς δὲ ὅσοι τῶν αἰχμαλώτων
-
Οἱ δὲ δτρατιῶται -τὸ μὲν πρῶτον ἐπεχείρουν ἀναιρεῖν, οὐκ εἰδότες, - ὡς δὲ εἶδον γυμνοὺς καὶ δεσμὰ ἔχοντας, ὑπονοήσαντες -τὴν ἀλήθειαν δέχονται τῶν ὅπλων εἴσω καὶ ἐπ̓ -οὐρὰν παραπέμψαντες εἴων ἡσυχάζειν. -
-Ἐν τούτῳ -δὲ καὶ ἱππεῖς προσέρρεον, καὶ ἐπεὶ πλησίον ἐγένοντο, -κατὰ κέρας ἑκάτερον ἐκτείναντες τὴν φάλαγγα περιίππευον -αὐτοὺς κύκλῳ, κἀν τούτῳ συναγαγόντες -αὐτοὺς εἰς ὀλίγον κατεφόνευον. Καὶ οἱ μὲν ἔκειντο -τεθνηκότες, οἱ δὲ καὶ ἡμιθνῆτες ἐμάχοντο· τοὺς δὲ λοιποὺς ἐζώγρησαν. -
--Ἦν δὲ περὶ δείλην ὁ καιρός· καὶ ὁ στρατηγὸς - διαλαβὼν ἡμῶν ἕκαστον ἐπυνθάνετο τίνες εἴημεν -καὶ πῶς ληφθείημεν· διηγεῖτο δὲ ἄλλος ἄλλο τι, -κἀγὼ τἀμὰ εἶπον. Ἐπεὶ οὖν ἅπαντα ἔμαθεν, ἐκέλευσεν -ἀκολουθεῖν, αὐτὸς δὲ ὅπλα δώσειν ὑπέσχετο· -διεγνώκει γὰρ ἀναμείνας στρατιὰν ἐπελθεῖν τῷ μεγάλῳ - λῃστηρίῳ· ἐλέγοντο δὲ ἀμφὶ τοὺς μυρίους -εἶναι. -
-Ἐγὼ δὲ ἵππον ᾔτουν, σφόδρα γὰρ ἤμην ἱππεύειν -γεγυμνασμένος. Ὡς δέ τις παρῆν, περιάγων -τὸν ἵππον ἐπεδεικνύμην ἐν ῥυθμῷ τὰ τῶν πολεμούντων -σχήματα, ὥστε καὶ τὸν στρατηγὸν σφόδρα ἐπαινέσαι. - Ποιεῖται δή με ἐκείνην τὴν ἡμέραν ὁμοτράπεζον -καὶ παρὰ τὸ δεῖπνον ἐπυνθάνετο τἀμὰ καὶ -ἀκούων ἠλέει. -
-Συμπαθὴς δέ πως εἰς ἔλεον ἄνθρωπος
-ἀκροατὴς ἀλλοτρίων κακῶν, καὶ ὁ ἔλεος πολλάλις
-φιλίαν προξενεῖ· ἡ γὰρ ψυχὴ μαλαχθεῖσα πρὸς
- τὴν ὧν ἤκουσε λύπην, συνδιατεθεῖσα κατὰ μικρὸν
-τῇ τοῦ πάθους ἀκροάσει τὸν οἶκτον εἰς φιλίαν καὶ
-τὴν λύπην εἰς ἔλεον συλλέγει.
-
Οὕτως οὖν διέθηκα
-
- Τῇ δ’ ὑστεραίᾳ πρὸς τὴν διάβασιν παρεσκευάζετο -καὶ ἐπεχείρει τὴν διώρυχα χῶσαι, ἥτις ἦν ἐμποδών. -Καὶ γὰρ ἑωρῶμεν τοὺς λῃστὰς μετὰ πλείστης -δυνάμεως ἐπὶ θάτερα τῆς διώρυχος ἑστῶτας ἐν τοῖς -ὅπλοις· βωμὸς δέ τις αὐτοῖς αὐτοσχέδιος ἦν πηλοῦ -πεποιημένος καὶ σορὸς τοῦ βωμοῦ πλησίον. -
-Ἄγουσι -δή τινες δύο τὴν κόρην ὀπίσω τὼ χεῖρε δεδεμένην. -Καὶ αὐτοὺς μὲν οἵτινες ἦσαν οὐκ εἶδον, ἦσαν γὰρ -ὡπλισμένοι, τὴν δὲ κόρην Λευκίππην οὖσαν ἐγνώρισα. -
-Εἶτα κατὰ τῆς κεφαλῆς σπονδὴν καταχέαντες, -περιάγουσι τὸν βωμὸν κύκλῳ καὶ ἐπηύλει τις αὐτῇ, -καὶ ὁ ἱερεύς, ὡς εἰκός, ᾖδεν ᾠδὴν Αἰγυπτίαν· τὸ γὰρ -σχῆμα τοῦ στόματος καὶ τῶν προσώπων τὸ διειλκυσμένον -ὑπέφαινεν ᾠδήν. -
-Εἶτα ἀπὸ συνθήματος πάντες -ἀναχωροῦσι τοῦ βωμοῦ μακράν, τῶν δὲ νεανίσκων -ὁ ἕτερος ἀνακλίνας αὐτὴν ὑπτίαν ἔδησεν ἐκ -παττάλων ἐπὶ τῆς γῆς ἐρηρεισμένων, οἷον ποιοῦσιν -οἱ κοροπλάθοι τὸν Μαρσύαν ἐκ τοῦ φυτοῦ δεδεμένον· -εἶτα λαβὼν ξίφος βάπτει κατὰ τῆς καρδίας καὶ διελκύσας -τὸ ξίφος εἰς τὴν κάτω γαστέρα ῥήγνυσι· -
-τὰ -σπλάγχνα δὲ εὐθὺς ἐξεπήδησεν, ἃ ταῖς χερσὶν ἐξελκύσαντες -ἐπιτιθέασι τῷ βωμῷ· καὶ ἐπεὶ ὠπτήθη, -κατατεμόντες ἅπαντες εἰς μοίρας ἔφαγον. Ταῦτα δὲ -ὁρῶντες οἱ στρατιῶται καὶ ὁ στρατηγὸς καθ’ ἓν τῶν -πραττομένων ἀνεβόων καὶ τὰς ὄψεις ἀπέστρεφον -τῆς θέας, ἐγὼ δὲ ἐκ παραλόγου καθήμενος ἐθεώρουν. -
- Τὸ δὲ ἦν ἔκπληξις· μέτρον γὰρ οὐκ ἔχον τὸ κακὸν
-
Ἐπεὶ δὲ τέλος εἶχεν, - ὥς γε ᾤμην, τὸ ἔργον, τὸ σῶμα ἐνθέντες τῇ σορῷ -καταλείπουσι, πῶμα ἐπ’ αὐτῆς ἐπιθέντες, τὸν δὲ βωμὸν -καταστρέψαντες φεύγουσιν ἀμεταστρεπτί. Οὕτω -γὰρ αὐτοῖς ποιεῖν ἔτυχε μεμαντευμένος ὁ ἱερεύς. -
--Ἑσπέρας δὲ γενομένης ἡ διῶρυξ κέχωστο πᾶσα, - οἱ δὲ στρατιῶται διαβάντες αὐλίζονται μικρὸν ἄνω -τῆς διώρυχος καὶ περὶ δεῖπνον ἦσαν· ὁ δὲ στρατηγὸς -ἐπεχείρει με παρηγορεῖν ἀνιαρῶς ἔχοντα. -
-Περὶ δὲ -πρώτην νυκτὸς φυλακὴν πάντας ἐπιτηρήσας καθεύδοντας -πρόειμι τὸ ξίφος ἔχων, ἐπικατασφάξων -ἐμαυτὸν τῇ σορῷ. -
-Ἐπεὶ δὲ πλησίον ἐγενόμην, ἀνατείνω -τὸ ξίφος “Λευκίππη” λέγων “ἀθλία καὶ πάντων -ἀνθρώπων δυστυχεστάτη, οὐ τὸν θάνατον ὀδύρομαί -σου μόνον, οὐδ’ ὅτι τέθνηκας ἐπὶ ξένης, οὐδ᾽ -ὅτι σοι γέγονεν ἐκ βίας σφαγή, ἀλλ’ ὅτι ταῦτα τῶν - σῶν ἀτυχημάτων παίγνια, ἀλλ’ ὅτι καθάρσιον γέγονας -ἀκαθάρτων σωμάτων καί σε ζῶσαν ἀνέτεμον, οἴμοι, -καὶ βλέπουσαν ὅλην τὴν ἀνατομήν, ἀλλ’ ὅτι σου τῆς -γαστρὸς τὰ μυστήρια ἐμέρισαν καὶ τὴν ταφὴν κακοδαίμονι -βωμῷ καὶ σορῷ. -
-Καὶ τὸ μὲν σῶμα ταύτῃ - κατατέθειται, τὰ δὲ σπλάγχνα ποῦ; Εἰ μὲν δεδαπανήκει -τὸ πῦρ, ἥττων ἡ συμφορά· νῦν δὲ ἡ τῶν -σπλάγχνων σου ταφὴ λῃστῶν γέγονε τροφή. Ὢ πονηρᾶς -ἐπὶ βωμοῦ δᾳδουχίας· ὦ τροφῶν καινὰ μυστήρια. -
-Καὶ ἐπὶ τοιούτοις θύμασιν ἔβλεπον ἄνωθεν οἱ θεοὶ
- καὶ οὐκ ἐσβέσθη τὸ πῦρ, ἀλλὰ μιαινόμενον ἠνείχετο
-καὶ ἀνέφερε τοῖς θεοῖς τὴν κνίσσαν; Λάβε οὖν, Λευκίππη,
-τὰς πρεπούσας σοι παρ’ ἐμοῦ χοάς.”
- Ταῦτα εἰπὼν ἀνατείνω τὸ ξίφος ἄνω, ὡς καθήσων -ἐμαυτῷ κατὰ τῆς σφαγῆς, καὶ ὁρῶ δύο τινὰς ἐξ -ἐναντίας ʽσεληναία δὲ ἦν’ σπουδῇ θέοντας. Ἐπέσχον -οὖν λῃστὰς εἶναι δοκῶν, ὡς ἂν ὑπ’ αὐτῶν ἀποθάνοιμι. -
-Ἐν τούτῳ δὲ ἐγγὺς ἐγένοντο καὶ ἀναβοῶσιν -ἄμφω· Μενέλαος δὲ ἦν καὶ ὁ Σάτυρος. Ἐγὼ δὲ ἄνδρας -ἰδὼν ἐκ παραλόγου ζῶντας φίλους οὔτε περιεπτυξάμην, -οὔτ’ ἐξεπλάγην ὑφ’ ἡδονῆς· τοσοῦτον -ἡ λύπη με τῆς συμφορᾶς ἐξεκώφωσε. -
-Λαμβάνονται -δή μου τῆς δεξιᾶς καὶ ἐπεχείρουν ἀφαιρεῖσθαι τὸ -ξίφος· ἐγὼ δὲ “πρὸς θεῶν” ἔφην “μή μοι φθονήσητε -θανάτου καλοῦ, μᾶλλον δὲ φαρμάκου τῶν κακῶν· -οὐδὲ γὰρ ζῆν ἔτι δύναμαι, κἂν νῦν με βιάσησθε, -
-Λευκίππης οὕτως ἀνῃρημένης. Τοῦτο μὲν γὰρ ἀφαιρήσεσθέ -μου τὸ ξίφος, τὸ δὲ τῆς ἐμῆς λύπης ξίφος -ἔνδον καταπέπηγε καὶ τέμνει κατ’ ὀλίγον. Ἀθανάτῳ -σφαγῇ ἀποθνήσκειν με βούλεσθε;” Λέγει οὖν ὁ Μενέλαος “ἀλλ’ εἰ διὰ τοῦτο θέλεις ἀποθανεῖν, ὥρα -σοι τὸ ξίφος ἐπισχεῖν· Λευκίππη δέ σοι νῦν ἀναβιώσεται.”
-Βλέψας οὖν πρὸς αὐτὸν “ἔτι μου καταγελᾷσ” ἔφην “ἐπὶ τηλικούτῳ κακῷ; εὖ γε, Μενέλαε, Ξενίου -μέμνησαι Διός.” Ὁ δὲ δρούσας τὴν σορὸν “ἐπεὶ -τοίνυν ἀπιστεῖ Κλειτοφῶν” ἔφη, “σύ μοι, Λευκίππη, -
-μαρτύρησον, εἰ ζῇς.” Ἅμα δὲ εἶπε καὶ δίς που καὶ -τρὶς ἐπάταξε τὴν σορόν, καὶ κάτωθεν ἀκούω φωνῆς -πάνυ λεπτῆς. Τρόμος οὖν εὐθὺς ἴσχει με καὶ πρὸς -τὸν Μενέλαον ἀπέβλεπον, μάγον εἶναι δοκῶν. -
- Ὁ δὲ
-ἀνέῳγεν ἅμα τὴν σορὸν καὶ ἡ Λευκίππη κάτωθεν
-ἀνέβαινε, φοβερὸν θέαμα, ὦ θεοί, καὶ φρικωδέστατον.
-Ἀνέῳκτο μὲν ἡ γαστὴρ αὐτῆς πᾶσα καὶ ἦν ἐντέρων
-κενή· ἐπιπεσοῦσα δέ μοι περιπλέκεται καὶ
-συνέφυμεν καὶ ἄμφω κατεπέσομεν.
-
-Μόλις οὖν ἀναζωπυρήσας λέγω πρὸς τὸν· Μενέλαον “οὐκ ἐρεῖς μοι τί ταῦτα; οὐχὶ Λευκίππην ὁρῶ; -ταύτην οὐ κρατῶ καὶ ἀκούω λαλούσης; ἃ οὖν χθὲς -ἐθεασάμην τίνα ἦν; ἢ γὰρ ἐκεῖνά ἐστιν ἢ ταῦτα -ἐνύπνια. -
-Ἀλλ’ ἰδοὺ καὶ φίλημα ἀληθινὸν καὶ ζῶν, -ὡς κἀκεῖνο τὸ τῆς Λευκίππης γλυκύ.” “Ἀλλὰ νῦν” ὁ Μενέλαος ἔφη “καὶ τὰ σπλάγχνα ἀπολήψεται καὶ τὰ -στέρνα συμφύσεται καὶ ἄτρωτον ὄψει. Ἀλλ’ ἐπικάλυψαί -σου τὸ πρόσωπον· καλῶ γὰρ τὴν Ἑκάτην ἐπὶ -τὸ ἔργον.” Ἐγὼ δὲ πιστεύσας ἐνεκαλυψάμην. -
- Ὁ δὲ
-ἄρχεται τερατεύεσθαι καὶ λόγον τινὰ καταλέγειν·
-καὶ ἅμα λέγων περιαιρεῖ τὰ μαγγανεύματα τὰ ἐπὶ
-τῇ γαστρὶ τῆς Λευκίππης καὶ ἀποκατέστησεν εἰς τὸ
-ἀρχαῖον,
-
λέγει τέ μοι “ἀποκάλυψαι.” Κἀγὼ μόλις - μὲν καὶ φοβούμενος ʽἀληθῶς γὰρ ᾤμην τὴν Ἑκάτην -παρεῖναἰ, ὅμως δ’ οὖν ἀπέστησα τῶν ὀφθαλμῶν τὰς -χεῖρας καὶ ὁλόκληρον τὴν Λευκίππην ὁρῶ. -
-Ἔτι μᾶλλον -οὖν ἐκπλαγεὶς ἐδεόμην τοῦ Μενελάου λέγων “ὦ -φίλτατε Μενέλαε, εἰ διάκονός τις εἶ θεῶν, δέομαί - σου, ποῦ γῆς εἰμι καὶ τίνα ποτὲ ταῦτα ὁρῶ;” Καὶ ἡ -Λευκίππη “καῦσαι” ἔφη “Μενέλαε, δεδιττόμενος -αὐτόν, λέγε δὲ πῶς τοὺς λῃστὰς ἠπάτησας.”
--Ὁ οὖν Μενέλαος λέγει “οἶδας ὡς Αἰγύπτιός εἰμι -τὸ γένος· φθάνω γάρ σοι ταῦτα εἰπὼν ἐπὶ τῆς νεώς. - Ἦν οὖν μοι τὰ πλεῖστα τῶν κτημάτων περὶ ταύτην -τὴν κώμην καὶ οἱ ἄρχοντες αὐτῆς γνώριμοι. -
-Ἐπεὶ
-οὖν τῇ ναυαγίᾳ περιεπέσομεν, εἶτά με προσέρριψε
-τὸ κῦμα τοῖς τῆς Αἰγύπτου παραλίοις, λαμβάνομαι
-μετὰ τοῦ Σατύρου πρὸς τῶν ταύτῃ παραφυλαττόντων
- λῃστῶν. Ὡς δὲ ἄγομαι πρὸς τὸν λῄσταρχον,
-ταχύ με τῶν λῃστῶν τινες γνωρίσαντες λύουσί μου
-τὰ δεσμά, θαρρεῖν τε ἐκέλευον καὶ συμπονεῖν αὐτοῖς,
-
Ἐξαιτοῦμαι δὴ καὶ τὸν Σάτυρον -ὡς ἐμόν.” Οἱ δὲ “ἀλλ’ ὅπωσ” ἔφησαν “ἐπιδείξεις ἡμῖν -σεαυτὸν τολμηρὸν πρῶτον.” Κἀν τούτῳ χρησμὸν -ἴσχουσι κόρην καταθῦσαι καὶ καθῆραι τὸ λῃστήριον -καὶ τοῦ μὲν ἥπατος ἀπογεύσασθαι τυθείσης, τὸ δὲ -λοιπὸν σῶμα σορῷ παραδόντας ἀναχωρῆσαι, ὡς ἂν -τὸ τῶν ἐναντίων στρατόπεδον ὑπερβάλοι τῆς θυσίας -τὸν τόπον. “λέγε δὴ τὰ ἐπίλοιπα, Σάτυρε, σὸς γὰρ -ἐντεῦθεν ὁ λόγος.”
-- Καὶ ὁ Σάτυρος λέγει “ἅμα δὲ βιαζόμενος ἐπὶ -τὸ στρατόπεδον ἔκλαον, ὦ δέσποτα, καὶ ὠδυρόμην, -τὰ περὶ τῆς Λευκίππης πυθόμενος, καὶ ἐδεόμην Μενελάου -παντὶ τρόπῳ σῶσαι τὴν κόρην. -
-Δαίμων δέ -τις ἀγαθὸς ἡμῖν συνήργησεν. Ἐτύχομεν τῇ προτεραίᾳ -τῆς θυσίας ἡμέρᾳ καθεζόμενοι πρὸς τῇ θαλάττῃ -λυπούμενοι καὶ περὶ τούτων σκοποῦντες, τῶν -δὲ λῃστῶν τινες ναῦν ἰδόντες ἀγνοίᾳ πλανηθεῖσαν -ὥρμησαν ἐπ’ αὐτήν. -
-Οἱ δὲ ἐπὶ τῆς νεὼς συνέντες οἳ -τυγχάνουσιν, ἐπεχείρουν ἐλαύνειν εἰς τοὐπίσω· ὡς -δὲ φθάνουσιν οἱ λῃσταὶ καταλαβόντες, πρὸς ἄμυναν -τρέπονται· -
- καὶ γάρ τις ἐν αὐτοῖς ἦν τῶν τὰ Ὁμήρου
-τῷ στόματι δεικνύντων ἐν τοῖς θεάτροις. Τὴν Ὁμηρικὴν
-οὖν σκευὴν ὁπλισάμενος καὶ αὐτὸς καὶ τοὺς
-ἀμφ’ αὑτὸν οὕτω σκευάσας, ἐπεχείρουν μάχεσθαι.
-
Πρὸς μὲν οὖν τοὺς πρώτους ἐπελθόντας καὶ μάλα -ἐρρωμένως ἀντετάξαντο· πλειόνων δὲ ἐπιπλευσάντων -σκαφῶν λῃστρικῶν καταδύουσι τὴν ναῦν καὶ -τοὺς ἄνδρας ἐκπεσόντας ἀνῄρουν. -
- Λανθάνει δὴ κίστη
-ἐκτραπεῖσά τις καὶ τῷ ναυαγίῳ καθ’ ἡμᾶς τῷ ῥοΐ
-κομισθεῖσα, ἣν ὁ Μενέλαος ἀναιρεῖται· καὶ ἀναχωρήσας
-ποι παρόντος ἅμα κἀμοῦ “προσεδόκα γάρ τι
-σπουδαῖον ἔνδον εἶναι” ἀνοίγει τὴν κίστην καὶ ὁρῶμεν
-
δακτύλων ὅσον τριῶν. Ὡς δὲ ἀνελόμενος τὸ -ξίφος ὁ Μενέλαος ἔλαθε μεταστρέψας κατὰ τὸ τοῦ - σιδήρου μέρος, τὸ μικρὸν ἐκεῖνο ξίφος ὥσπερ ἀπὸ -χηραμοῦ τῆς κώπης κατατρέχει τοσοῦτον, ὅσον εἶχεν -ἡ κώπη τὸ μέγεθος· ὡς δὲ ἀνέστρεψεν εἰς τοὔμπαλιν, -αὖθις ὁ σίδηρος εἴσω καταδύεται. Τούτῳ δ᾽ -ἄρα, ὡς εἰκός, ὁ κακοδαίμων ἐκεῖνος ἐν τοῖς θεάτροις - ἐχρῆτο πρὸς τὰς κιβδήλους σφαγάς.”
-“λέγω οὖν πρὸς τὸν Μενέλαον “θεὸς ἡμῖν, ἂν -θέλῃς χρηστὸς γενέσθαι, συναγωνιεῖται· δυνησόμεθα -γὰρ καὶ τὴν κόρην σῶσαι καὶ τοὺς λῃστὰς λαθεῖν· -
-ἄκουσον δὲ ποίῳ τρόπῳ. Δέρμα προβάτου
- λαβόντες ὡς ὅτι ῥαδινώτατον συρράψωμεν εἰς σχῆμα
-βαλαντίου, μέτρον ὅσον γαστρὸς ἀνθρωπίνης, εἶτ̓
-ἐμπλήσαντες θηρείων σπλάγχνων καὶ αἵματος, τὴν
-πλαστὴν ταύτην γαστέρα ῥάψωμεν, ὡς ἂν μὴ ῥᾳδίως
-τὰ σπλάγχνα διεκπίπτοι, καὶ ἐνσκευάσαντες
- τὴν κόρην τοῦτον τὸν τρόπον καὶ στολὴν ἔξωθεν περιβαλόντες
-μίτραις τε καὶ ζώμασιν ἐνδεδεμένῃ τὴν
-σκευὴν ταύτην ἐπικρύψωμεν.
-
Πάντως δὲ καὶ ὁ -χρησμὸς ἡμῖν εἰς τὸ λαθεῖν χρήσιμος. Ὁλοκλήρως -γὰρ αὐτὴν ἐσταλμένην δι’ αὐτῆς ἀνατμηθῆναι μέσην - τῆς ἐσθῆτος λέγει ὁ χρησμός. Ὁρᾷς τοῦτο τὸ ξίφος -ὡς ἔχει μηχανῆς. -
-Ἂν γὰρ ἐρείσῃ τις ἐπί τινος σώματος,
-φεύγει πρὸς τὴν κώπην ὥσπερ εἰς κουλεόν· καὶ
-οἱ μὲν ὁρῶντες δοκοῦσι βαπτίζεσθαι τὸν σίδηρον
-κατὰ τοῦ σώματος, ὁ δὲ εἰς τὸν χηραμὸν τῆς κώπης
- ἀνέδραμε, μόνην δὲ καταλείπει τὴν αἰχμήν, ὅσον
-τὴν πλαστὴν γαστέρα τεμεῖν καὶ τὴν κώπην ἐν χρῷ
-τοῦ σφαζομένου τυχεῖν· κἂν ἀποσπάσῃ τις τὸν σίδηρον
-
Δοκεῖ γὰρ τοσοῦτον καταβῆναι ἐν τῇ σφαγῇ, ὅσον -ἄνεισιν ἐκ τῆς μηχανῆς. Τούτων οὖν γενομένων, οὐκ -ἂν εἰδεῖεν οἱ λῃσταὶ τὴν τέχνην. Τά τε γὰρ δέρματα -ἀποκέκρυπται, τά τε σπλάγχνα τῇ σφαγῇ προπηδήσεται, -ἅπερ ἡμεῖς ἐξελόντες ἐπὶ τῷ βωμῷ θύσομ -
-Καὶ τοὐντεῦθεν οὐκέτι προσίασιν οἱ λῃσταὶ τῷ -σώματι, ἀλλ’ ἡμεῖς εἰς τὴν σορὸν καταθήσομεν. Ἀκήκοας -τοῦ λῃστάρχου μικρῷ πρόσθεν εἰπόντος δεῖν τι -τολμηρὸν ἐπιδείξασθαι πρὸς αὐτούς, ὥστε ἔστι σοι -προσελθεῖν αὐτῷ καὶ ὑποσχέσθαι ταύτην τὴν ἐπίδειξιν.” Ταῦτα λέγων ἐδεόμην Δία Ξένιον καλῶν καὶ -κοινῆς ἀναμιμνήσκων τραπέζης καὶ κοινῆς ναυαγίας.”
-“Ὁ δὲ χρηστὸς οὗτος “μέγα μὲν” ἔφη “τὸ ἔργον, -ἀλλ’ ὑπὲρ φίλου, κἂν ἀποθανεῖν δεήσῃ, καλὸς ὁ -κίνδυνος, γλυκὺς ὁ θάνατος.” “Νομίζω δὲ” ἔφην “ζῆν -καὶ Κλειτοφῶντα. -
-Ἡ γὰρ κόρη πυθομένῳ μοι καταλιπεῖν -αὐτὸν εἶπε παρὰ τοῖς ἑαλωκόσι τῶν λῃστῶν -δεδεμένον, οἱ δὲ τῶν λῃστῶν πρὸς τὸν λῄσταρχον -ἐκφυγόντες ἔλεγον πάντας τοὺς ὑπ’ αὐτῶν εἰλημμένους -τὴν εἰς τὸ στρατόπεδον μάχην ἐκπεφευγέναι· -ὥστε ἀποκείσεταί σοι παρ’ αὐτῷ ἡ χάρις καὶ ἅμα -
- ἐλεῆσαι κόρην ἀθλίαν ἐκ τοσούτου κακοῦ.” Ταῦτα
-λέγων πείθω, καὶ συνέπραξεν ἡ Τύχη. Ἐγὼ μὲν
-οὖν περὶ τὴν τοῦ μηχανήματος ἤμην σκευήν· ἄρτι δὲ
-τοῦ Μενελάου μέλλοντος τοῖς λῃσταῖς περὶ τῆς θυσίας
-λέγειν, ὁ λῄσταρχος φθάσας κατὰ δαίμονα “νόμος
-ἡμῖν’ ἔφη “τοὺς πρωτομύστας τῆς ἱερουργίας
-
Ὥρα τοίνυν εἰς αὔριον σοὶ παρασκευάζεσθαι πρὸς -τὴν θυσίαν· δεήσει δὲ καὶ τὸν σὸν οἰκέτην ἅμα σοὶ -μυηθῆναι.” “καὶ μάλα” οὗτος ἔφη “προθυμησόμεθα -μηδενὸς ὑμῶν χείρους γενέσθαι. -
-Στεῖλαι δὲ ἡμᾶς -αὐτοὺς δεήσει τὴν κόρην ὡς ἁρμοδίως πρὸς τὴν ἀνατομήν.” “Υμῶν” ὁ λῄσταρχος ἔφη “τὸ ἱερεῖον.”
-Στέλλομεν δὴ τὴν κόρην τὸν προειρημένον τρόπον -καθ’ ἑαυτούς, καὶ θαρρεῖν παρεκελευσάμεθα, - διεξελθόντες ἕκαστα καὶ ὡς μένειν εἴσω τῆς σοροῦ -χρή, κἂν θᾶττον αὐτὴν ὁ ὕπνος ἀφῇ, τὴν ἡμέραν -ἔνδον μένειν. “Ἤν δέ τι ἡμῖν ἐμποδὼν γένηται, σῶζε -σαυτὴν ἐπὶ τὸ στρατόπεδον.” Ταῦτα εἰπόντες ἐξάγομεν -αὐτὴν ἐπὶ τὸν βωμόν. Καὶ τὰ λοιπὰ οἶδας.” ”
-- Ὡς οὖν ἤκουσα, παντοδαπὸς ἐγινόμην καὶ διηπόρουν -ὅ τι ποιήσω πρὸς τὸν Μενέλαον ἀντάξιον. -Τὸ δ’ οὖν κοινότατον, προσπεσὼν κατησπαζόμην καὶ -προσεκύνουν ὡς θεὸν καί μου κατὰ τῆς ψυχῆς ἀθρόα -κατεχεῖτο ἡδονή. -
-Ὡς δὲ τὰ κατὰ Λευκίππην εἶχέ μοι - καλῶς, “ὁ δὲ Κλεινίασ” εἶπον “τί γέγονεν;” ὁ δὲ -Μενέλαος “οὐκ οἶδα” ἔφη· ʽμετὰ γὰρ τὴν ναυαγίαν -εὐθὺς εἶδον μὲν αὐτὸν τῆς κεραίας λαβόμενον, ὅποι -
-δὲ κεχώρηκεν οὐκ οἶδα.ʼ Ἀνεκώκυσα οὖν ἐν μέσῃ -τῇ χαρᾷ· ταχὺ γὰρ ἐφθόνησέ μοι δαίμων τις τῆς καθαρᾶς -ἡδονῆς· -
-τὸν δι’ ἐμὲ φαινόμενον οὐδαμοῦ, τὸν -μετὰ Λευκίππην ἐμὸν δεσπότην, τοῦτον ἐκ πάντων -κατέσχεν ἡ θάλασσα, ἵνα μὴ τὴν ψυχὴν μόνον ἀπολέσῃ, -
-ἀλλὰ καὶ τὴν ταφήν. “Ὦ θάλαττα ἄγνωμον,
-ἐφθόνησας ἡμῖν ὁλοκλήρου τοῦ τῆς φιλανθρωπίας
- σου δράματος.” Ἄπιμεν οὖν εἰς τὸ στρατόπεδον κοινῇ
-καὶ τῆς σκηνῆς εἴσω παρελθόντες τῆς ἐμῆς τὸ λοιπὸν
-
- Ἅμα δὲ τῇ ἕῳ προσάγω τὸν Μενέλαον τῷ στρατηγῷ -καὶ ἅπαντα λέγω, ὁ δὲ συνήδετο καὶ τὸν Μενέλαον -ποιεῖται φίλον, πυνθάνεται δὲ πόση δύναμίς -ἐστι τοῖς ἐναντίοις. Ὁ δὲ ἔλεγε πᾶσαν ἐμπεπλῆσθαι -τὴν ἑξῆς κώμην ἀνδρῶν ἀπονενοημένων καὶ -πολὺ συνηθροῖσθαι λῃστήριον, ὡς εἶναι μυρίους. -
- Λέγει οὖν ὁ στρατηγὸς “ἀλλ’ ἡμῖν αὗται αἱ
-πέντε χιλιάδες ἱκαναὶ πρὸς εἴκοσι τῶν ἐκείνων· ἀφίξονται
-δὲ ὅσον οὐδέπω πρὸς τούτοις ἕτεροι δισχίλιοι
-τῶν ἀμφὶ τὸ Δέλτα καὶ τὴν Ἡλίου πόλιν τεταγμένων
-
ἐπὶ τοὺς βαρβάρους.” Καὶ ἅμα λέγοντος αὐτοῦ παῖς -εἰστρέχει τις λέγων ἀπὸ τοῦ Δέλτα πρόδρομον ἥκειν -τοὐκεῖθεν στρατοπέδου καὶ πέντε λέγειν ἄλλων ἡμερῶν -διατρίβειν τοὺς δισχιλίους· τοὺς γὰρ βαρβάρους -κατατρέχοντας πεπαῦσθαι· μελλούσης δὲ ἥκειν τῆς -δυνάμεως τὸν ὄρνιν αὐτοῖς ἐπιδημῆσαι τὸν ἱερὸν φέροντα -τοῦ πατρὸς τὴν ταφήν· ἀνάγκην δ’ εἶναι τὴν -ἔξοδον ἐπισχεῖν τοσούτων ἡμερῶν. -
-“Καὶ τίς ὁ ὄρνις οὗτος, ὅστισ” ἔφην “τοσαύτης -τιμῆς ἠξίωται; ποίαν δὲ καὶ κομίζει ταφήν;” “Φοίνιξ -μὲν ὁ ὄρνις ὄνομα, τὸ δὲ γένος Αἰθίοψ, μέγεθος κατὰ -ταών· -
-τῇ χρόᾳ ταὼς ἐν κάλλει δεύτερος. Κεκέρασται -μὲν τὰ πτερὰ χρυσῷ καὶ πορφύρᾳ, αὐχεῖ δὲ τὸν -Ἥλιον δεσπότην· καὶ ἡ κεφαλὴ μαρτυρεῖ, ἐστεφάνωσε -γὰρ αὐτὴν κύκλος εὐφεγγής· ἡλίου δέ ἐστιν ὁ -τοῦ κύκλου στέφανος εἰκών. -
-Κυάνεός ἐστιν, ῥόδοις -ἐμφερής, εὐειδὴς τὴν θέαν, ἀκτῖσι κομᾷ, καί εἰσιν -αὗται πτερῶν ἀνατολαί· μερίζονται δὲ αὐτοῦ Αἰθίοπες -μὲν τὴν ζωήν, Αἰγύπτιοι δὲ τὴν τελευτήν. -
- Ἐπειδὰν
-γὰρ ἀποθάνῃ “σὺν χρόνῳ δὲ τοῦτο πάσχει μακρῷ” ,
-
Ἐνθεὶς δὲ καὶ ἐναρμόσας -τὸν ὄρνιν τῇ σορῷ καὶ κλείσας τὸ χάσμα γηίνῳ χώματι -ἐπὶ τὸν Νεῖλον οὕτως ἵπταται τὸ ἔργον φέρων. -Ἕπεται δὲ αὐτῷ χορὸς ἄλλων ὀρνίθων ὥσπερ δορυφόρων -καὶ ἔοικεν ὁ ὄρνις ἀποδημοῦντι βασιλεῖ καὶ -τὴν πόλιν οὐ πλανᾶται τὴν Ἡλίου. -
-Ὄρνιθος αὕτη -μετοικία νεκροῦ. Ἕστηκεν οὖν ἐπὶ μετεώρου σκοπῶν -καὶ ἐκδέχεται τοὺς προπόλους τοῦ θεοῦ. Ἔρχεται δή -τις ἱερεὺς Αἰγύπτιος, βιβλίον ἐξ ἀδύτων φέρων, καὶ -δοκιμάζει τὸν ὄρνιν ἐκ τῆς γραφῆς. -
-Ὁ δὲ οἶδεν ἀπιστούμενος - καὶ τὰ ἀπόρρητα φαίνει τοῦ σώματος καὶ -τὸν νεκρὸν ἐπιδείκνυται καὶ ἔστιν ἐπιτάφιος σοφιστής. -Ἱερέων δὲ παῖδες Ἡλίου τὸν ὄρνιν τὸν νεκρὸν -παραλαβόντες θάπτουσι. Ζῶν μὲν οὖν Αἰθίοψ ἐστὶ -τῇ τροφῇ, ἀποθανὼν δὲ Αἰγύπτιος γίνεται τῇ ταφῇ.”
-- Ἔδοξεν οὖν τῷ στρατηγῷ μαθόντι τήν τε τῶν -ἐναντίων παρασκευὴν καὶ τὴν τῶν συμμάχων ἀναβολὴν -εἰς τὴν κώμην ἀναστρέψαι πάλιν, ὅθενπερ ἐξωρμήσαμεν, -ἔστ’ ἂν οἱ σύμμαχοι παραγένωνται· ἐμοὶ -δέ τις οἶκος ἀπετέτακτο ἅμα τῇ Λευκίππῃ μικρὸν -ἀνωτέρω τῆς τοῦ στρατηγοῦ καταγωγῆς. -
- Καὶ ὡς
-εἴσω παρῆλθον, περιπτυξάμενος αὐτὴν οἷός τε ἤμην
-
εἶπον “χηρεύομεν τῶν τῆς Ἀφροδίτης ὀργίων; οὐχ -ὁρᾷς οἷα ἐκ παραλόγου γίνεται, ναυαγία καὶ λῃσταὶ -καὶ θυσίαι καὶ σφαγαί; ἀλλ’ ἕως ἐν γαλήνῃ τῆς -τύχης ἐσμέν, ἀποχρησώμεθα τῷ καιρῷ, πρίν τι χαλεπώτερον -ἡμᾶς ἐπισχεῖν.” Ἡ δὲ “ἀλλ’ οὐ θέμισ”
-ἔφη “τοῦτο ἤδη γενέσθαι. Ἡ γάρ μοι θεὸς Ἄρτεμις -ἐπιστᾶσα πρῴην κατὰ τοὺς ὕπνους, ὅτε ἔκλαον μέλλουσα -σφαγήσεσθαι “μὴ νῦν” ἔφη “κλᾶε· οὐ γὰρ -τεθνήξῃ· βοηθὸς γὰρ ἐγώ σοι παρέσομαι· μενεῖς δὲ -παρθένος, ἔστ’ ἄν σε νυμφοστολήσω· ἄξεται δέ σε -
-ἄλλος οὐδεὶς ἢ Κλειτοφῶν.” ” Ἐγὼ δὲ τὴν μὲν ἀναβολὴν -ἠχθόμην, ταῖς δὲ τοῦ μέλλοντος ἐλπίσιν ἡδόμην· -ὡς δ’ ἤκουσα τὸ ὄναρ, ἀναμιμνήσκομαι προσόμοιον -ἰδὼν ἐνύπνιον. -
-Ἐδόκουν γὰρ τῇ παρελθούσῃ -νυκτὶ νεὼν Ἀφροδίτης ἰδεῖν καὶ τὸ ἄγαλμα ἔνδον -εἶναι τῆς θεοῦ· ὡς δὲ πλησίον ἐγενόμην προσευξόμενος, -
-κλεισθῆναι τὰς θύρας. Ἀθυμοῦντι δέ μοι -γυναῖκα ἐκφανῆναι κατὰ τὸ ἄγαλμα τὴν μορφὴν -ἔχουσαν, καὶ “νῦν” εἶπεν “οὐκ ἔξεστί σοι παρελθεῖν -εἴσω τοῦ νεώ· ἢν δὲ ὀλίγον ἀναμείνῃς χρόνον, οὐκ -ἀνοίξω σοι μόνον, ἀλλὰ καὶ ἱερέα σε ποιήσω τῆς -
-θεοῦ.” “καταλέγω δὴ τοῦτο τῇ Λευκίππῃ τὸ ἐνύπνιον -καὶ οὐκέτι ἐπεχείρουν βιάζεσθαι. Ἀναλογιζόμενος δὲ -τὸν τῆς Λευκίππης ὄνειρον, οὐ μετρίως ἐταραττόμην.”
-“Ἐν τούτῳ δὴ Χαρμίδης ʽτοῦτο γὰρ ἦν ὄνομα τῷ -στρατηγᾦ ἐπιβάλλει τῇ Λευκίππῃ τὸν ὀφθαλμόν, -ἀπὸ τοιαύτης ἀφορμῆς αὐτὴν ἰδών. Ἔτυχον ποτάμιον -θηρίον ἄνδρες τεθηρακότες θέας ἄξιον· ἵππον δὲ -αὐτὸν τοῦ Νείλου καλοῦσιν οἱ Αἰγύπτιοι. -
- Καὶ ἔστι
-μὲν ἵππος, ὡς ὁ λόγος βούλεται, τὴν γαστέρα καὶ
-τοὺς πόδας, πλὴν ὅσον εἰς χηλὴν σχίζει τὴν ὁπλήν·
-
κεφαλὴ περιφερὴς οὐ σμικρά· -ἐγγὺς ἵππου παρειαί· μυκτὴρ ἐπὶ μέγα κεχηνὼς καὶ -πνέων πυρώδη καπνὸν ὡς ἀπὸ πηγῆς πυρός· γένυς - εὐρεῖα, ὅση καὶ παρειά· μέχρι τῶν κροτάφων ἀνοίγει -τὸ στόμα· ἔχει δὲ καὶ κυνόδοντας καμπύλους -κατὰ μὲν τὴν ἰδέαν καὶ τὴν θέσιν ὡς συός, τὸ δὲ μέγεθος εἰς τριπλάσιον.”
-“καλεῖ δὴ πρὸς τὴν θέαν ἡμᾶς ὁ στρατηγός· καὶ - ἡ Λευκίππη συμπαρῆν. Ἡμεῖς μὲν οὖν ἐπὶ τὸ θηρίον -τοὺς ὀφθαλμοὺς εἴχομεν, ἐπὶ τὴν Λευκίππην δὲ ὁ -στρατηγός· -
-καὶ εὐθὺς ἑαλώκει. Βουλόμενος οὖν -ἡμᾶς παραμένειν ἐπὶ πλεῖστον, ἵν’ ἔχοι τοῖς ὀφθαλμοῖς -αὑτοῦ χαρίζεσθαι, περιπλοκὰς ἐζήτει λόγων, - πρῶτον μὲν τὴν φύσιν τοῦ θηρίου καταλέγων, εἶτα -καὶ τὸν τρόπον τῆς ἄγρας, ὡς ἔστι μὲν ἀδηφαγώτατον -καὶ ποιεῖται τροφὴν ὅλον λήιον, ἀπάτῃ δὲ πάσχει -τὴν ἄγραν. -
-Ἐπιτηρήσαντες γὰρ αὐτοῦ τὰς διατριβάς, -ὄρυγμα ποιησάμενοι ἐπικαλύπτουσιν ἄνωθεν - καλάμοις καὶ χώματι· ὑπὸ δὲ τὴν τῶν καλάμων -μηχανὴν ἱστάναι κάτω ξύλινον οἴκημα τὰς θύρας -ἀνεῳγμένον εἰς τὸν ὄροφον τοῦ βόθρου καὶ τὴν -πτῶσιν τοῦ θηρίου λοχᾶν· -
-τὸν μὲν γὰρ ἐπιβάντα
-φέρεσθαι εὐθύς, καὶ τὸ οἴκημα φωλεοῦ δίκην ὑποδέχεσθαι,
- καὶ τοὺς κυνηγέτας ἐκθορόντας εὐθὺς ἐπικλείειν
-τοῦ πώματος τὰς θύρας καὶ ἔχειν οὕτω τὴν
-ἄγραν, ἐπεὶ πρός γε τὸ καρτερὸν οὐδεὶς ἂν αὐτοῦ
-κρατήσειε βίᾳ.
-
Τά τε γὰρ ἄλλα ἐστὶν ἀλκιμώτατος
-καὶ τὸ δέρμα, ὡς ὁρᾶτε, φέρει παχὺ καὶ οὐκ ἐθέλει
-
- Καὶ ὁ Μενέλαος ʽἦ γὰρ ἐλέφαντἀ ἔφη “ἤδη -τεθέασαί ποτε;” “Καὶ μάλα” ὁ Χαρμίδης εἶπεν, “καὶ -ἀκήκοα παρὰ τῶν ἀκριβῶς εἰδότων τῆς γενέσεως αὐτοῦ -
-τὸν τρόπον ὡς παράδοξος.” “Ἀλλ’ ἡμεῖς γε οὐκ -εἴδομεν εἰς ταύτην” ἔφην ἐγὼ “τὴν ἡμέραν, ὅτι μὴ -γραφῇ.” “Λέγοιμ’ ἂν ὑμῖν” εἶπε, ʽκαὶ γὰρ ἄγομεν -σχολήν. Κύει μὲν αὐτὸν ἡ μήτηρ χρονιώτατον· δέκα -γὰρ ἐνιαυτοῖς πλάττει τὴν σποράν, μετὰ δὲ τοσαύτην -ἐτῶν περίοδον τίκτει, ὅταν ὁ τόκος γέρων γένηται. -
-Διὰ τοῦτο, οἶμαι, καὶ γίνεται μέγας τὴν μορφήν, -ἄμαχος τὴν ἀλκήν, πολὺς τὴν βιοτήν, βραδὺς τὴν -τελευτήν· βιοῦν γὰρ αὐτὸν λέγουσιν ὑπὲρ τὴν Ἡσιόδου -κορώνην. -
-Τοιαύτη δέ ἐστιν ἐλέφαντος ἡ γένυς, -οἵα τοῦ βοὸς ἡ κεφαλή. Σὺ μὲν γὰρ ἂν ἰδὼν εἴποις -κέρας ἔχειν αὐτοῦ τὸ στόμα διπλοῦν· ἔστι δὲ τοῦτο -ἐλέφαντος καμπύλος ὀδούς. Μεταξὺ δὲ τῶν ὀδόντων -ἀνίσταται αὐτῷ προβοσκίς, κατὰ σάλπιγγα μὲν καὶ -τὴν ὄψιν καὶ τὸ μέγεθος, εὐπειθὴς δὲ τῶν πρὸς τὸν -ἐλέφαντα. -
-Προνομεύει γὰρ αὐτῷ τὰς βοσκὰς καὶ -πᾶν ὅ τι ἂν ἐμποδὼν εὕρῃ σιτίον. Ἐὰν μὲν γὰρ ᾖ -ὄψον ἐλέφαντος, ἔλαβέ τε εὐθὺς καὶ ἐπιπτυχθεῖσα -κάτω πρὸς τὴν γένυν τῷ στόματι τὴν τροφὴν διακονεῖ· -ἂν δέ τι τῶν ἀνθρωπείων ἴδῃ, τούτῳ περιβάλλει, -κύκλῳ τὴν ἄγραν περισφίγξας, καὶ τὸ πᾶν ἀνεκούφισε -καὶ ὤρεξεν ἄνω δῶρον δεσπότῃ· -
- ἐπικάθηται
-γάρ τις αὐτῷ ἀνὴρ Αἰθίοψ, καινὸς ἱππεὺς ὤν· καὶ
-κολακεύει καὶ φοβεῖται καὶ τῆς φωνῆς αἰσθάνεται καὶ
-
Εἶδον δέ ποτε καὶ θέαμα καινόν. Ἀνὴρ Ἕλλην -ἐνέθηκε τὴν κεφαλὴν κατὰ μέσην τοῦ θηρίου τὴν -κεφαλήν· ὁ δὲ ἐλέφας ἐκεχήνει καὶ περιῄσθμαινε - τὸν ἄνθρωπον ἐγκείμενον. Ἀμφότερα οὖν ἐθαύμαζον, -καὶ τὸν ἄνθρωπον τῆς εὐτολμίας καὶ τὸν ἐλέφαντα -τῆς φιλανθρωπίας. -
-Ὁ δὲ ἄνθρωπος ἔλεγεν
-ὅτι καὶ μισθὸν εἴη δεδωκὼς τῷ θηρίῳ· προσπνεῖν
-γὰρ αὐτῷ καὶ μόνον οὐκ ἀρωμάτων Ἰνδικῶν· εἶναι
- δὲ κεφαλῆς νοσούσης φάρμακον. Οἶδεν οὖν τὴν θεραπείαν
-ὁ ἐλέφας καὶ προῖκα οὐκ ἀνοίγει τὸ στόμα,
-ἀλλ’ ἐστὶν ἰατρὸς ἀλαζὼν καὶ τὸν μισθὸν πρῶτον
-αἰτεῖ. Κἂν δῷς, πείθεται καὶ παρέχει τὴν χάριν καὶ
-ἁπλοῖ τὴν γένυν καὶ τοσοῦτον ἀνέχεται κεχηνώς,
- ὅσον ὁ ἄνθρωπος βούλεται. Οἶδε γὰρ ὅτι πέπρακε
-τὴν ὀδμήν.ʼ
-
“Καὶ πόθεν” ἔφην “οὕτως ἀμόρφῳ θηρίῳ τοσαύτη -τῆς εὐωδίας ἡδονή;” “Ὅτι” ἔφη Χαρμίδης “τοιαύτην -ποιεῖται καὶ τὴν τροφήν. Ἰνδῶν γὰρ ἡ γῆ γείτων - ἡλίου· πρῶτοι γὰρ ἀνατέλλοντα τὸν θεὸν ὁρῶσιν Ἰνδοί, -καὶ αὐτοῖς θερμότερον τὸ φῶς ἐπικάθηται, καὶ -τηρεῖ τὸ σῶμα τοῦ πυρὸς τὴν βαφήν. -
-Γίνεται δὲ
-παρὰ τοῖς Ἕλλησιν ἄνθος Αἰθίοπος χρόας, ἔστι δὲ
-παρ’ Ἰνδοῖς οὐκ ἄνθος ἀλλὰ πέταλον, οἷα παρ’ ἡμῖν
- τὰ πέταλα τῶν φυτῶν, ὃ ἐκεῖ μὲν κλέπτει τὴν
-πνοὴν καὶ τὴν ὀδμὴν οὐκ ἐπιδείκνυται· ἢ γὰρ ἀλαζονεύεσθαι
-πρὸς τοὺς εἰδότας ὀκνεῖ ἢ τῆς ἡδονῆς τοῖς
-πολίταις φθονεῖ· ἂν δὲ τῆς γῆς μικρὸν ἐξοικήσῃ καὶ
-ὑπερβῇ τοὺς ὅρους, ἀνοίγει τῆς κλοπῆς τὴν ἡδονὴν
- καὶ ἄνθος ἀντὶ φύλλου γίνεται καὶ τὴν ὀδμὴν ἐνδύεται.
-
Μέλαν τοῦτο ῥόδον Ἰνδῶν. Ἔστι δὲ τοῖς ἐλέφασι
-σιτίον, ὡς τοῖς βουσὶ παρ’ ἡμῖν ἡ πόα. Ἅτε
-
- Ἐπεὶ οὖν ἐκ τῶν λόγων ἀπηλλάγημεν τοῦ στρατηγοῦ, -μικρὸν διαλιπὼν “ὅτι οὐ δύναταί τις τρωθεὶς -ἀνέχεσθαι θλιβόμενος τῷ πυρὶ” τὸν Μενέλαον μεταπέμπεται -καὶ τῆς χειρὸς λαβόμενος λέγει “ἀγαθὸν -εἰς φιλίαν οἶδά σε ἐξ ὧν ἔπραξας εἰς Κλειτοφῶντα· -
-κἀμὲ δὲ εὑρήσεις οὐ χείρονα. Δέομαι δὲ παρὰ σοῦ -χάριτος σοὶ μὲν ῥᾳδίας, ἐμοὶ δὲ ἀνασώσεις τὴν ψυχήν, -ἂν παράσχῃς. Λευκίππη με ἀπολώλεκε· σῶσον -δὲ σύ. Ὀφείλεταί σοι παρ’ αὐτῆς ζωάγρια, μισθὸς -δὲ σοὶ μὲν χρυσοῖ πεντήκοντα τῆς διακονίας, αὐτῇ δὲ -
-ὅσους ἂν θέλῃ.” Λέγει οὖν ὁ Μενέλαος “τοὺς μὲν -χρυσοῦς ἔχε καὶ φύλαττε τοῖς τὰς χάριτας πιπράσκουσιν· -ἐγὼ δὲ φίλος ὢν πειράσομαι γενέσθαι σοι χρήσιμος.” Ταῦτα εἰπὼν ἔρχεται πρός με καὶ πάντα καταγορεύει. -Ἐβουλευόμεθα οὖν τί δεῖ πράττειν. Ἔδοξε -δὲ αὐτὸν ἀπατῆσαι· -
-τὸ γὰρ ἀντιλέγειν οὐκ ἀκίνδυνον -ἦν, μὴ καὶ βίαν προσαγάγῃ· τὸ δὲ φεύγειν -ἀδύνατον, πάντη μὲν λῃστῶν περικεχυμένων, τοσούτων -δὲ στρατιωτῶν ἀμφ’ αὐτὸν ὄντων. -
-- Μικρὸν οὖν διαλιπὼν ὁ Μενέλαος, ἀπελθὼν πρὸς -τὸν Χαρμίδην “κατείργασται τὸ ἔργον” ἔφη, “καίτοι -τὸ πρῶτον ἠρνεῖτο ἰσχυρῶς ἡ γυνή· δεομένου δέ -μου καὶ ὑπομιμνήσκοντος τῆς εὐεργεσίας ἐπένευσεν. -
-Ἀξιοῖ δὲ δικαίαν δέησιν ὀλίγων αὐτῇ χαρίσασθαι -προθεσμίαν ἡμερῶν, “ἔστ’ ἂν εἰς τὴν Ἀλεξάνδρειαν -ἀφίκωμαι· κώμη γὰρ αὕτη καὶ ἐν ὄψει τὰ γινόμενα -καὶ πολλοὶ μάρτυρες.” ” “Εἰς μακρὰν” ὁ Χαρμίδης -εἶπε “δίδωσι τὴν χάριν. -
- Ἐν πολέμῳ δὲ τίς ἐπιθυμίαν
-ἀναβάλλεται; στρατιώτης δὲ ἐν χερσὶν ἔχων μάχην
-
νενίκημαι, -πεπλήρωμαι βελῶν. Κάλεσον, ἄνθρωπε, ταχὺ τὸν -ἰώμενον· ἐπείγει τὸ τραῦμα. Ἅψω πῦρ ἐπὶ τοὺς -πολεμίους· ἄλλας δᾷδας ὁ ἔρως ἀνῆψε κατ’ ἐμοῦ. -
-Τοῦτο πρῶτον, Μενέλαε, σβέσον τὸ πῦρ. Καλὸν τὸ - οἰώνισμα πρὸ πολέμου συμβολῆς ἐρωτικὴ συμπλοκή. -Ἀφροδίτη με πρὸς Ἄρεα ἀποστειλάτω.” Καὶ ὁ Μενέλαος “ἀλλ’ ὁρᾷσ” ἔφη “ὡς οὐκ ἔστι ῥᾴδιον λαθεῖν -αὐτὴν ἐνθάδε τὸν ἄνδρα ὄντα καὶ ταῦτα ἐρῶντα.”
-Καὶ ὁ Χαρμίδης “ἀλλὰ τοῦτό γε ῥᾴδιον” ἔφη “τὸν - Κλειτοφῶντα ἀποφορτίσασθαι.” Ὁρῶν οὖν ὁ Μενέλαος -τοῦ Χαρμίδου τὴν σπουδὴν καὶ φοβηθεὶς περὶ -ἐμοῦ, -
-ταχύ τι σκήπτεται πιθανὸν καὶ λέγει “βούλει -τὴν ἀλήθειαν ἀκοῦσαι τῆς ἀναβολῆς; ἡ γυνὴ χθὲς -ἀφῆκε τὰ ἔμμηνα καὶ ἀνδρὶ συνελθεῖν οὐ θέμις.” “Οὐκοῦν ἀναμενοῦμεν” ὁ Χαρμίδης εἶπεν “ἐνταῦθα -τρεῖς ἡμέρας ἢ τέτταρας, αὗται γὰρ ἱκαναί. -
-Ὃ δὲ -ἔξεστιν αἰτοῦ παρ’ αὐτῆς· εἰς ὀφθαλμοὺς ἡκέτω τοὺς -ἐμοὺς καὶ λόγων μεταδότω· ἀκοῦσαι θέλω φωνῆς, -χειρὸς θιγεῖν, ψαῦσαι σώματος· αὗται γὰρ ἐρώντων - παραμυθίαι. Ἔξεστι δὲ αὐτὴν καὶ φιλῆσαι· τοῦτο -γὰρ οὐ κεκώλυκεν ἡ γαστήρ.”
--Ὡς οὖν ταῦτα ὁ Μενέλαος ἐλθὼν ἀπαγγέλλει -μοι, πρὸς τοῦτο ἀνεβόησα ὡς θᾶττον ἂν ἀποθάνοιμι -ἢ περιίδω Λευκίππης φίλημα ἀλλοτριούμενον. “Οὗ -τί γὰρ” ἔφην “ἐστὶ γλυκύτερον; -
- τὸ μὲν γὰρ ἔργον
-τῆς Ἀφροδίτης καὶ ὅρον ἔχει καὶ κόρον καὶ οὐδὲν
-ἐστίν, ἐὰν ἐξέλῃς αὐτοῦ τὰ φιλήματα· φίλημα δὲ
-
Τοῖς μὲν γὰρ χείλεσιν ἀλλήλους -φιλοῦμεν, ἀπὸ δὲ τῆς ψυχῆς ἡ τῆς ἡδονῆς ἐστι -πηγή. Πίστευσόν μοι λέγοντι, Μενέλαε, ʽἐν γὰρ τοῖς -κακοῖς ἐξορχήσομαι τὰ μυστήριἀ ταῦτα μόνα παρὰ -Λευκίππης ἔχω κἀγώ· ἔτι μένει παρθένος· μέχρι -μόνων τῶν φιλημάτων ἐστί μου γυνή. -
-Εἰ δέ τις -ἁρπάσει μου καὶ ταῦτα, οὐ φέρω τὴν φθοράν, οὐ -μεμοιχεύσεταί μου τὰ φιλήματα.” “Οὐκοῦν” ἔφη ὁ -Μενέλαος “βουλῆς ἡμῖν ἀρίστης δεῖ καὶ ταχίστης. -
-Ἐρῶν γάρ τις, εἰς ὅσον μὲν ἔχει τὴν ἐλπίδα τοῦ τυχεῖν, -φέρει, εἰς αὐτὸ τὸ τυχεῖν ἀποτεινόμενος· ἐὰν δὲ -ἀπογνῷ, τὸ ἐπιθυμοῦν μεταβαλὼν ἀντιλυπῆσαι μέχρι -τοῦ δυνατοῦ τολμᾷ τὸ κωλῦον. -
-Ἔστω δὲ καὶ ἰσχύς, -ὥστε τι δρᾶσαι μετὰ τοῦ μὴ παθεῖν· τότε δὲ τῆς -ψυχῆς τὸ μὴ φοβούμενον ἀγριαίνει μᾶλλον τὸ θυμούμενον. -Καὶ γὰρ ὁ καιρὸς ἐπείγει τῶν πραγμάτων -τὸ ἄπορον.”
-- Σκοπούντων οὖν ἡμῶν εἰστρέχει τις τεθορυβημένος -καὶ λέγει τὴν Λευκίππην ἄφνω βαδίζουσαν -καταπεσεῖν καὶ τὼ ὀφθαλμὼ διαστρέφειν. Ἀναπηδήσαντες -οὖν ἐθέομεν ἐπ’ αὐτὴν καὶ ὁρῶμεν ἐπὶ τῆς -γῆς κειμένην. -
- Προσελθὼν οὖν ἐπυθόμην ὅ τι πάθοι·
-ἡ δὲ ὡς εἶδέ με, ἀναπηδήσασα παίει με κατὰ τῶν
-προσώπων, ὕφαιμον βλέπουσα· ὡς δὲ καὶ ὁ Μενέλαος
-οἷός τε ἦν ἀντιλαμβάνεσθαι, παίει κἀκεῖνον
-τῷ σκέλει. Συνέντες οὖν ὅτι μανία εἴη τις τὸ κακόν,
-βίᾳ συλλαβόντες ἐπειρώμεθα κρατεῖν· ἡ δὲ προσεπάλαιεν
-ἡμῖν, οὐδὲν φροντίζουσα κρύπτειν ὅσα
-γυνὴ μὴ ὁρᾶσθαι θέλει.
-
Θόρυβος οὖν πολὺς περὶ
-τὴν σκηνὴν αἴρεται, ὥστε καὶ αὐτὸν εἰσδραμεῖν τὸν
-
Κομίσαντες οὖν βρόχους ἔδησαν τὴν ἀθλίαν. Ὡς δὲ -εἶδον αὐτῆς περὶ τὰς χεῖρας τὰ δεσμά, ἐδεόμην Μενελάου -τῶν πολλῶν ἀπηλλαγμένων ἤδη “λύσατε” λέγων, “ἱκετεύω, λύσατε· οὐ φέρουσι δεσμὸν χεῖρες -ἁπαλαί· ἐάσατέ με σὺν αὐτῇ· μόνος ἐγὼ περιπτυξάμενος - αὐτῇ δεσμὸς ἔσομαι· μαινέσθω κατ’ ἐμοῦ. -
-Τί γάρ με καὶ ξῆν ἔτι δεῖ; οὐ γνωρίζει με Λευκίππη -παρόντα, κεῖται δέ μοι δεδεμένη, καὶ ὁ ἀναιδὴς ἐγὼ -λῦσαι δυνάμενος οὐκ ἐθέλω. Ἐπὶ τούτῳ ἡμᾶς σέσωκεν -ἡ Τύχη ἐκ τῶν λῃστῶν, ἵνα γένῃ μανίας παιδιά; -
-ὦ δυστυχεῖς ἡμεῖς, ὅταν εὐτυχήσωμεν. Τοὺς οἴκοι -φόβους ἐκπεφεύγαμεν, ἵνα ναυαγίαν δυστυχήσωμεν· -ἐκ τῆς θαλάσσης περιγεγόναμεν· ἐκ τῶν λῃστῶν -ἀνασεσώσμεθα· -
-μανίᾳ γὰρ ἐτηρούμεθα. Ἐγὼ μέν, -ἂν σωφρονήσῃς, φιλτάτη, φοβοῦμαι πάλιν τὸν δαίμονα - μή τί σοι κακὸν ἐργάσηται. Τίς οὖν ἡμῶν κακοδαιμονέστερος, -οἳ φοβούμεθα καὶ τὰ εὐτυχήματα; -ἀλλ’ εἰ μόνον μοι σωφρονήσειας καὶ σεαυτὴν ἀπολάβοις, -παιζέτω πάλιν ἡ Τύχη.”
--Ταῦτά με λέγοντα παρηγόρουν οἱ ἀμφὶ τὸν Μενέλαον, - φάσκοντες μὴ ἔμμονα εἶναι τὰ τοιαῦτα νοσήματα, -πολλάκις δὲ ἡλικίας ζεούσης ὑπάρχειν. ʽΤὸ -γὰρ αἷμα πάντη νεάζον καὶ ὑπὸ πολλῆς ἀκμῆς ἀναζέον -ὑπερβλύζει πολλάκις τὰς φλέβας, καὶ τὴν κεφαλὴν -ἔνδον περικλύζον βαπτίζει τοῦ λογισμοῦ τὴν -ἀναπνοήν. -
- Δεῖ οὖν ἰατροὺς μεταπέμπειν καὶ θεραπείαν
-προσφέρειν.ʼ Πρόσεισιν οὖν τῷ στρατηγῷ ὁ
-Μενέλαος καὶ δεῖται τὸν τοῦ στρατοπέδου ἰατρὸν
-
Καὶ ὁ ἰατρὸς παρῆν καὶ λέγει “νῦν μὲν ὕπνον αὐτῇ -παρασκευάσομεν, ὅπως τὸ ἄγριον τῆς ἀκμῆς ἡμερώσωμεν· -ὕπνος γὰρ πάντων νοσημάτων φάρμακον· -ἔπειτα δὲ καὶ τὴν λοιπὴν θεραπείαν προσοίσομεν.”
-Δίδωσιν οὖν ἡμῖν φάρμακόν τι μικρόν, ὅσον ὀρόβου -μέγεθος, καὶ κελεύει λύσαντας εἰς ἔλαιον ἐπαλεῖψαι -τὴν κεφαλὴν μέσην· σκευάσειν δὲ ἔφη καὶ ἕτερον εἰς -γαστρὸς αὐτῇ κάθαρσιν. -
-Ἡμεῖς μὲν οὖν ἃ ἐκέλευσεν -ἐποιοῦμεν, ἡ δὲ ἐπαλειφθεῖσα μετὰ μικρὸν ἐκάθευδε -τὸ ἐπίλοιπον τῆς νυκτὸς μέχρι τῆς ἕω. Ἐγὼ δὲ -δι’ ὅλης τῆς νυκτὸς ἀγρυπνῶν ἔκλαον παρακαθήμενος -καὶ βλέπων τὰ δεσμὰ ἔλεγον “οἴμοι, φιλτάτη, -δέδεσαι καὶ καθεύδουσα· οὐδὲ τὸν ὕπνον ἐλεύθερον -ἔχεις. -
-Τίνα ἄρα σου τὰ φαντάσματα; ἆρα κἂν κατὰ -τοὺς ὕπνους σωφρονεῖς, ἢ μαίνεταί σου καὶ τὰ ὀνείρατα;” Ἐπεὶ δ’ ἀνέστη, πάλιν ἄσημα ἐβόα· καὶ ὁ ἰατρὸς -παρῆν καὶ τὴν ἄλλην θεραπείαν ἐθεράπευεν. -
-- Ἐν τούτῳ δὴ ἔρχεταί τις παρὰ τοῦ τῆς Αἰγύπτου -σατράπου, κομίζων ἐπιστολὴν τῷ στρατηγῷ. -Ἐπέσπευδε δὲ αὐτόν, ὡς εἰκός, ἐπὶ τὸν πόλεμον τὰ -γράμματα· ἐκέλευσε γὰρ εὐθὺς πάντας ἐν τοῖς ὅπλοις -γενέσθαι ὡς ἐπὶ τοὺς βουκόλους. -
- Αὐτίκα δὴ μάλα
-ἐξορμήσαντες, εὐθὺς ἕκαστος, ὡς εἶχε τάχους, ἐπὶ
-τὰ ὅπλα ἐχώρουν καὶ παρῆσαν ἅμα τοῖς λοχαγοῖς.
-Τότε μὲν οὖν αὐτοῖς δοὺς τὸ σύνθημα καὶ κελεύσας
-αὐτοῖς στρατοπεδεύεσθαι καθ’ αὑτὸν ἦν· τῇ δ’ ὑστεραίᾳ
-ἅμα τῇ ἡμέρᾳ τὸ στράτευμα ἐξῆγεν ἐπὶ τοὺς πολεμίους.
-
Εἶχε δὲ αὐτοῖς οὕτω τῆς κώμης ἡ θέσις. -Ὁ Νεῖλος ῥεῖ μὲν ἄνωθεν ἐκ Θηβῶν τῶν Αἰγυπτίων -εἷς ὢν ἄχρι Μέμφεως καὶ ἔστι μικρὸν κάτω “Κερκάσωρος -ὄνομα τῇ κώμῃ” πρὸς τῷ τέλει τοῦ μεγάλου -ῥεύματος. -
-Ἐντεῦθεν δὲ περιρρήγνυται τῇ γῇ, καὶ -ἐξ ἑνὸς ποταμοῦ γίνονται τρεῖς, δύο μὲν ἑκατέρωθεν -λελυμένοι, ὁ δὲ εἷς ὥσπερ ἦν ῥέων πρὶν λυθῆναι. -
-Ἀλλ’ οὐδὲ τούτων ἕκαστος τῶν ποταμῶν ἀνέχεται -μέχρι θαλάσσης ῥέων, ἀλλὰ περισχίζεται ἄλλος ἄλλῃ - κατὰ πόλεις, καί εἰσιν αἱ σχίσεις μείζονες τῶν παῤ -Ἕλλησι ποταμῶν· τὸ δὲ ὕδωρ πανταχοῦ μεμερισμένον -οὐκ ἐξασθενεῖ, ἀλλὰ καὶ πλεῖται καὶ πίνεται καὶ γεωργεῖται. -
--Νεῖλος ὁ πολὺς πάντα αὐτοῖς γίνεται, καὶ ποταμὸς - καὶ γῆ καὶ θάλασσα καὶ λίμνη· καὶ ἔστι τὸ -θέαμα καινόν, ναῦς ὁμοῦ καὶ δίκελλα, κώπη καὶ -ἄροτρον, πηδάλιον καὶ τρόπαιον, ναυτῶν ὁμοῦ καὶ -γεωργῶν καταγωγή, ἰχθύων ὁμοῦ καὶ βοῶν· ὃ πέπλευκας, -φυτεύεις, καὶ ὃ φυτεύεις, τοῦτο πέλαγος -γεωργούμενον. -
-Ἔχει γὰρ ὁ ποταμὸς ἐπιδημίας· κάθηται -δὲ αὐτὸν Αἰγύπτιος ἀναμένων καὶ ἀριθμῶν -αὐτοῦ τὰς ἡμέρας. Καὶ ὁ Νεῖλος οὐ ψεύδεται, ἀλλ̓ -ἔστι ποταμὸς μετὰ προθεσμίας τὸν χρόνον τηρῶν καὶ -τὸ ὕδωρ μετρῶν, ποταμὸς ἁλῶναι μὴ θέλων ὑπερήμερος. -
- Ἔστι δ’ ἰδεῖν ποταμοῦ καὶ γῆς φιλονεικίαν.
-Ἐρίζετον ἀλλήλοις ἑκάτερον· τὸ μὲν ὕδωρ, τοσαύτην
-γῆν πελαγίσαι· ἡ δὲ γῆ, τοσαύτην χωρῆσαι γλυκεῖαν
-θάλασσαν· καὶ νικῶσι μὲν τὴν ἴσην νίκην οἱ δύο,
-
οὐδαμοῦ δὲ φαίνεται τὸ νικώμενον. Τὸ γὰρ ὕδωρ -τῇ γῇ συνεκτείνεται· περὶ δὲ τὰς τῶν βουκόλων -ταύτας νομὰς ἀεὶ πολὺ ἐγκάθηται. Ὅταν γὰρ τὴν -πᾶσαν γῆν πελαγίσῃ, λίμνας ἐνταῦθα ποιεῖ· αἱ δὲ -λίμναι, κἂν ὁ Νεῖλος ἀπέλθῃ, μένουσιν οὐδὲν ἧττον, -
-τὸ ὕδωρ ἔχουσαι τόν τε πηλὸν τοῦ ὕδατος. Ἐπὶ ταύτας -αὐτοὶ καὶ βαδίζουσι καὶ πλέουσιν, οὐδὲ ναῦς -ἑτέρα δύναται πλεῖν, ἀλλ’ ὅσον ἄνθρωπον ἐπιβῆναι· -ἀλλὰ πᾶν τὸ ξένον τοῦ τόπου ὁ πηλὸς ἐμπίπτων κρατεῖ. -Τοῖς δὲ μικρὰ μὲν καὶ κοῦφα πλοῖα, καὶ ὀλίγον -ὕδωρ αὐτοῖς ἀρκεῖ· εἰ δὲ τέλεον ἄνυδρον εἴη, ἀράμενοι -τοῖς νώτοις οἱ πλωτῆρες τὸ πλοῖον φέρουσιν, -
-ἄχρις ἂν ἐπιτύχωσιν ὕδατος. Ἐν ταύταις δὴ ταῖς -λίμναις μέσαι νῆσοί τινές εἰσι σποράδην πεποιημέναι· -αἱ μὲν οἰκοδομημάτων ἔρημοι, παπύροις πεφυτευμέναι· -τῶν δὲ παπύρων διεστᾶσιν αἱ φάλαγγες -πεπυκνωμέναι τοσοῦτον ὅσον παρ’ ἑκάστην ἄνδρα -στῆναι μόνον, τὸ μεταξὺ δὲ τοῦτο τῆς πυκνώσεως -αὐτῶν ἄνωθεν ἀναπληροῦσιν αἱ τῶν παπύρων κόμαι. -
-Ὑποτρέχοντες οὖν ἐκεῖ καὶ βουλεύονται καὶ λοχῶσι -καὶ λανθάνουσι, τείχεσι ταῖς παπύροις χρώμενοι. -Εἰσὶ δὲ τῶν νήσων τινὲς καλύβας ἔχουσαι, καὶ αὐτοσχέδιον -μεμίμηνται πόλιν ταῖς λίμναις τετειχισμέναι. -
-Βουκόλων αὗται καταγωγαί. Τῶν πλησίον οὖν -μία μεγέθει καὶ καλύβαις πλείοσι διαφέρουσα “ἐκάλουν -δὲ αὐτήν, οἶμαι, Νίκωχιν” , ἐνταῦθα πάντες συνελθόντες -ὡς εἰς τόπον ὀχυρώτατον ἐθάρρουν καὶ -πλήθει καὶ τόπῳ. Εἷς γὰρ αὐτὴν διεῖργε στενωπὸς -τὸ μὴ πᾶσαν νῆσον γενέσθαι· ἦν δὲ σταδίου μὲν τὸ -μέγεθος, τὸ δὲ πλάτος ὀργυιῶν δώδεκα· λίμναι δὲ -τῇδε κἀκεῖσε τὴν πόλιν περιέρρεον. -
-
- Ἐπεὶ τοίνυν ἑώρων τὸν στρατηγὸν προσπελάζοντα,
-
Ἔμελλον δὲ οἱ μὲν γέροντες ἀνίσχοντες τὰς ἱκετηρίας -πετάλων κόμαις καλύψειν τοὺς ὄπισθεν, οἱ δὲ ἑπόμενοι -τὰς λόγχας ἐπισυρεῖν ὑπτίας, ὡς ἂν ἥκιστα -ὀφθεῖεν. Κἂν μὲν ὁ στρατηγὸς πεισθῇ ταῖς τῶν γερόντων -λιταῖς, μηδέν τι νεωτερίζειν τοὺς λογχοφόρους - εἰς μάχην· εἰ δὲ μή, καλεῖν αὐτὸν ἐπὶ τὴν πόλιν, -
-ὡς σφᾶς αὐτοὺς διδόντων εἰς θάνατον. Ὅταν δὲ ἐν -μέσῳ γένωνται τῷ στενωπῷ, τοὺς μὲν γέροντας ἀπὸ -συνθήματος διαδιδράσκειν καὶ ῥίπτειν τὰς ἱκετηρίας, -τοὺς δὲ ὡπλισμένους προδραμόντας ὅ τι καὶ δύναιντο -ποιεῖν. -
-Παρῆσαν οὖν ἐσκευασμένοι τοῦτον τὸν τρόπον -καὶ ἐδέοντο τοῦ στρατηγοῦ αἰδεσθῆναι μὲν αὐτῶν -τὸ γῆρας, αἰδεσθῆναι δὲ τὰς ἱκετηρίας, ἐλεῆσαι -δὲ τὴν πόλιν· ἐδίδοσαν δὲ αὐτῷ ἰδίᾳ μὲν ἀργυρίου -τάλαντα ἑκατόν, πρὸς δὲ τὸν σατράπην ἄγειν ἄνδρας - ἑκατὸν θέλοντας αὑτοὺς ὑπὲρ τῆς πόλεως διδόναι, -
-ὡς ἂν ἔχοι καὶ πρὸς ἐκεῖνον λάφυρον φέρειν. Καὶ -ὁ λόγος αὐτοῖς οὐκ ἐψεύδετο, ἀλλ’ ἔδωκαν ἄν, εἰ λαβεῖν -ἠθέλησεν. Ὡς δὲ οὐ προσίετο τοὺς λόγους, “οὐκοῦν” ἔφασαν οἱ γέροντες “εἰ ταῦτά σοι δέδοκται, -
- οἴσομεν τὴν εἱμαρμένην. Ἐν κακοῖς σὺ πάρασχε τὴν
-χάριν· μὴ ἔξω φονεύσῃς πυλῶν μηδὲ τῆς πόλεως
-μακράν, ἀλλ’ ἐπὶ τὴν πατρῴαν γῆν, ἐπὶ τὴν τῆς γενέσεως
-ἑστίαν ἄγε· τάφον ἡμῖν ποίησον τὴν πόλιν.
-Ἰδού σοι πρὸς τὸν θάνατον ἡγούμεθα.” Ταῦτα ἀκούσας
- ὁ στρατηγὸς τὴν μὲν παρασκευὴν τῆς μάχης
-ἀφίησι, κελεύει δὲ ἔρχεσθαι καθ’ ἡσυχίαν τῷ στρατῷ.
-
- Ἦσαν δὲ τῶν πραττομένων σκοποὶ πόρρωθεν, -οὕς οἱ βουκόλοι προκαθίσαντες ἐκέλευον, εἰ διαβαίνοντας -ἴδοιεν τοὺς πολεμίους, τὸ χῶμα τοῦ ποταμοῦ -κόψαντας ἐπαφεῖναι τὸ ὕδωρ πᾶν τοῖς ἐναντίοις. -
-Ἔχει γὰρ οὕτω τὰ τοῦ Νείλου ῥεύματα. Καθ’ ἑκάστην -διώρυχα χῶμα ἔχουσιν Αἰγύπτιοι, ὡς ἂν μὴ -πρὸ καιροῦ τῆς χρείας ὑπερέχων ὁ Νεῖλος τὴν γῆν -ἐπικλύσῃ. Ὅταν δὲ δεηθῶσιν ἀρδεῦσαι τὸ πεδίον, -ἀνέῳξαν ὀλίγον τοῦ χώματος. Ἦν οὖν τῆς κώμης -ὄπισθεν διῶρυξ τοῦ ποταμοῦ μεγάλη καὶ πλατεῖα. -
-Ταύτῃ οἱ τεταγμένοι τὸ ἔργον ὡς εἶδον εἰσιόντας -τοὺς πολεμίους, διακόπτουσι ταχὺ τὸ χῶμα. Πάντα -οὖν ὁμοῦ γίνεται· οἱ μὲν γέροντες οἱ κατὰ πρόσωπον -ἄφνω διίστανται, οἱ δὲ τὰς λόγχας ἐγείραντες -ἐκτρέχουσι· τὸ δὲ ὕδωρ ἤδη παρῆν, καὶ ὠγκοῦντο -μὲν οἱ λίμναι πάντοθεν οἰδοῦσαι, ὁ δὲ ἰσθμὸς ἐπεκλύζετο, -
-πάντα δὲ ἦν ὥσπερ θάλασσα. Ἐμπεσόντες -οὖν οἱ βουκόλοι τοὺς μὲν κατὰ πρόσωπον καὶ τὸν -στρατηγὸν αὐτὸν διαπείρουσι ταῖς λόγχαις, ἀπαρασκεύους -τε ὄντας καὶ πρὸς τὸ ἀδόκητον τεταραγμένους· -
- τῶν δ’ ἄλλων ἀδιήγητος ὁ θάνατος ἦν. Οἱ μὲν
-γὰρ εὐθὺς ἐκ πρώτης προσβολῆς μηδὲ κινήσαντες τὰς
-αἰχμὰς ἀπώλλυντο, οἱ δὲ οὐ λαβόντες σχολὴν ἀμύνασθαι·
-ἅμα γὰρ ἐμάνθανον καὶ ἔπασχον· ἐνίους δὲ ἔφθανε
-τὸ παθεῖν πρὸ τοῦ μαθεῖν· οἱ δὲ ὑπ’ ἐκπλήξεως
-τοῦ παραλόγου τὸν θάνατον εἱστήκεσαν περιμένοντες·
-οἱ δὲ καὶ κινηθέντες μόνον κατωλίσθανον ὑποσκελίζοντος
-αὐτοὺς τοῦ ποταμοῦ· οἱ δὲ καὶ φεύγειν ὁρμήσαντες
-εἰς τὸ βαθὺ τῆς λίμνης ἐγκυλισθέντες ὑπεσύρησαν.
-
Τῶν μὲν γὰρ ἐπὶ τῆς γῆς ἑστώτων τὸ ὕδωρ
-
Διακρῖναι δ’ οὐκ ἦν τί λίμνη καὶ - τί πεδίον, ἀλλὰ καὶ ὁ διὰ τῆς γῆς τρέχων δέει τοῦ -μὴ διαμαρτεῖν βραδύτερος ἦν πρὸς τὴν φυγήν, ὥστε -ταχέως ἡλίσκετο, καὶ ὁ κατὰ τῆς λίμνης πλανηθείς, -
-δόξας γῆν εἶναι, κατεδύετο. Καὶ ἦν καινὰ ἀτυχήματα, -ναυάγια τοσαῦτα, καὶ ναῦς οὐδαμοῦ· ἀμφότερα - δὲ καινὰ καὶ παράλογα, ἐν ὕδατι πεζομαχία, -
-καὶ ἐν τῇ γῇ ναυαγία. Οἱ μὲν δὴ τοῖς πεπραγμένοις -ἐπαρθέντες μέγα ἐφρόνουν, ἀνδρείᾳ νομίζοντες κεκρατηκέναι -καὶ οὐκ ἀπάτης κλοπῇ. Ἀνὴρ γὰρ Αἰγύπτιος -καὶ τὸ δειλὸν ὅπου φοβεῖται δεδούλωται, καὶ - τὸ μάχιμον ἐν οἷς θαρρεῖ παρώξυνται· ἀμφότερα δὲ -οὐ κατὰ μέτρον, ἀλλὰ τὸ μὲν ἀσθενέστερον δυστυχεῖ, -τὸ δὲ προπετέστερον κρατεῖ. -
--Δέκα δὲ τῇ Λευκίππῃ διεληλύθεσαν ἡμέραι τῆς -μανίας, ἡ δὲ νόσος οὐκ ἐκουφίζετο. Ἅπαξ οὖν ποτε - καθεύδουσα, ταύτην ἀφίησιν ὀνειροπολουμένη τὴν -φωνὴν “διὰ σὲ μαίνομαι, Γοργία.” Ἐπεὶ οὖν ἕως -ἐγένετο, λέγω τῷ Μενελάῳ τὸ λεχθὲν καὶ ἐσκόπουν -εἴ τις εἴη που κατὰ τὴν κώμην Γοργίας. -
-Προελθοῦσι -δ’ ἡμῖν νεανίσκος προσέρχεταί τις καὶ προσαγορεύσας - με “σωτὴρ ἥκω σὸσ” ἔφη “καὶ τῆς σῆς γυναικός.” Ἐκπλαγεὶς οὖν καὶ θεόπεμπτον εἶναι νομίσας τὸν -ἄνθρωπον “μὴ Γοργίασ” εἶπον “τυγχάνεις;” “Οὐ -μὲν οὖν” εἶπεν “ἀλλὰ Χαιρέας· Γοργίας γάρ σε ἀπολώλεκεν.”
-Ἔτι μᾶλλον ἔφριξα καὶ λέγω “τίνα ταύτην
- ἀπώλειαν, καὶ τίς ἐστιν ὁ Γοργίας; δαίμων γάρ
-μοί τις αὐτὸν ἐμήνυσε νύκτωρ· σὺ δὲ ἐξηγητὴς
-γενοῦ τῶν θείων μηνυμάτων.” “Γοργίας ἦν μὲν” ἔφη
-
Ὤν δὲ φύσει φαρμακεὺς σκευάζει τι φάρμακον -ἔρωτος καὶ πείθει τὸν διακονούμενον ὑμῖν Αἰγύπτιον -λαβεῖν τὸ φάρμακον καὶ ἐγκαταμίξαι τῷ τῆς -Λευκίππης ποτῷ. Λανθάνει δὲ ἀκράτῳ χρησάμενος -τῷ φαρμάκῳ, καὶ τὸ φίλτρον εἰς μανίαν αἴρεται. -
-Ταῦτα γάρ μοι χθὲς ὁ τοῦ Γοργίου θεράπων διηγήσατο, -ὃς ἔτυχεν αὐτῷ συστρατευσάμενος ἐπὶ τοὺς -βουκόλους· ἔσωσε δὲ αὐτόν, ὡς εἰκός, ὑπὲρ ὑμῶν -ἡ Τύχη. Αἰτεῖ δὲ χρυσοῦς τέτταρας ὑπὲρ τῆς ἰάσεως· -ἔχει γάρ, φησίν, ἑτέρου φαρμάκου σκευήν, δι’ οὗ -
-λύσει τὸ πρότερον.” “Ἀλλὰ σοὶ μὲν” ἔφην “ἀγαθὰ -γένοιτο τῆς διακονίας· τὸν δ’ ἄνθρωπον, ὃν λέγεις, -ἄγε πρὸς ἡμᾶς.” Καὶ ὁ μὲν ἀπῆλθεν, ἐγὼ δὲ πρὸς -τὸν Αἰγύπτιον εἰσελθὼν τύπτω αὐτὸν πὺξ κατὰ -τῶν προσώπων καὶ δευτέραν καὶ τρίτην, θορυβῶν -δὲ ἅμα λέγω “εἰπόν, τί δέδωκας Λευκίππῃ, καὶ -πόθεν μαίνεται;” ὁ δὲ φοβηθεὶς καταλέγει πάντα, -ὅσα ἡμῖν ὁ Χαιρέας διηγήσατο. Τὸν μὲν οὖν εἴχομεν -ἐν φυλακῇ καθείρξαντες. -
-- Κἀν τούτῳ παρῆν ὁ Χαιρέας, ἄγων τὸν ἄνθρωπον. -Λέγω οὖν πρὸς ἀμφοτέρους “τοὺς μὲν τέτταρας -χρυσοῦς ἤδη λάβετε μισθὸν ἀγαθῆς μηνύσεως· -ἀκούσατε δὲ ὡς ἔχω περὶ τοῦ φαρμάκου. Ὁρᾶτε ὡς -καὶ τῶν παρόντων τῇ γυναικὶ κακῶν αἴτιον γέγονε -φάρμακον. -
-Οὐκ ἀκίνδυνον δὲ ἐπιφαρμάσσειν τὰ -σπλάγχνα ἤδη πεφαρμαγμένα. Φέρε εἴπατε ὅ τι καὶ -ἔχει τὸ φάρμακον τοῦτο, καὶ παρόντων ἡμῶν σκευάσατε· -χρυσοῖ δὲ ὑμῖν ἄλλοι τέτταρες μισθός, ἄν οὕτω -ποιῆτε.” Καὶ ὁ ἄνθρωπος “δίκαια” ἔφη “φοβῇ· -
- τὰ
-δὲ ἐμβαλλόμενα κοινὰ καὶ πάντα ἐδώδιμα· αὐτὸς δὲ
-
ἔφη “πίομαι πρῶτος, τὸ δὲ δώσω τῇ γυναικί. Κοιμήσεται -δὲ πάντως δι’ ὅλης τῆς νυκτὸς λαβοῦσα· -περὶ δὲ τὴν ἕω καὶ τὸν ὕπνον καὶ τὴν νόσον ἀπώσεται.” Λαμβάνει δὴ τοῦ φαρμάκου πρῶτος αὐτός, -τὸ δὲ λοιπὸν κελεύει περὶ τὴν ἑσπέραν δοῦναι πιεῖν. -
-“Ἐγὼ δὲ ἄπειμι” ἔφη “κοιμησόμενος· τὸ γὰρ φάρμακον -οὕτω βούλεται.” Ταῦτα εἰπὼν ἀπῆλθε, τοὺς -τέτταρας χρυσοῦς παρ’ ἐμοῦ λαβών. “Τοὺς δὲ λοιποὺσ” ἔφην “δώσω, εἰ ῥαΐσει ἐκ τῆς νόσου.”
--Ἐπεὶ οὖν καιρὸς ἦν αὐτῇ πιεῖν τὸ φάρμακον, - ἐγχέας προσηυχόμην αὐτῷ “ὦ γῆς τέκνον, φάρμακον, -ὦ δῶρον Ἀσκληπιοῦ, ἀλήθευσόν σου τὰ ἐπαγγέλματα· -εὐτυχέστερον ἐμοῦ γενοῦ καὶ σῶζέ μοι τὴν -φιλτάτην. Νίκησον τὸ φάρμακον ἐκεῖνο τὸ βάρβαρον -
-καὶ ἄγριον.” Ταῦτα δοὺς τῷ φαρμάκῳ τὰ συνθήματα - καὶ καταφιλήσας τὸ ἔκπωμα δίδωμι τῇ Λευκίππῃ -πιεῖν· ἡ δέ, ὡς ὁ ἄνθρωπος εἶπε, μετὰ μικρὸν -ἔκειτο καθεύδουσα. Κἀγὼ παρακαθήμενος ἔλεγον -πρὸς αὐτὴν ὡς ἀκούουσαν “ἆρά μοι σωφρονήσεις -ἀληθῶς; ἆρά μέ ποτε γνωριεῖς; ἆρά σου τὴν -φωνὴν ἐκείνην ἀπολήψομαι; -
-μάντευσαί τι καὶ νῦν -καθεύδουσα· καὶ γὰρ χθὲς τοῦ Γοργίου κατεμαντεύσω -δικαίως. Εὐτυχεῖς ἄρα μᾶλλον κοιμωμένη· -γρηγοροῦσα μὲν γὰρ μανίαν δυστυχεῖς, τὰ δὲ ἐνύπνιά -
-σου σωφρονεῖ.” Ταῦτά μου διαλεγομένου ὡς - πρὸς ἀκούουσαν Λευκίππην, μόλις ἡ πολύευκτος ἕως -ἀναφαίνεται, καὶ ἡ Λευκίππη φθέγγεται, καὶ ἦν ἡ -
-φωνὴ “Κλειτοφῶν.” Ἀναπηδήσας οὖν πρόσειμί τε
-
Τὴν μὲν οὖν ἀνελάμβανον -παραμυθούμενος, τοῦ δὲ φαρμάκου τὸν μισθὸν -ἀποδίδωμι μάλα ἄσμενος. Ἦν δὲ τὸ πᾶν ἡμῖν ἐφόδιον -σῶον· ὁ γὰρ Σάτυρος ἔτυχεν ἐζωσμένος ὅτε -ἐναυαγήσαμεν, οὐκ ἀφῄρητο δὲ ὑπὸ τῶν λῃστῶν οὔτε -αὐτὸς οὔτε ὁ Μενέλαος οὐδὲν ὧν εἶχεν. -
-- Ἐν τούτῳ δὲ καὶ τοὺς· λῃστὰς ἐπελθοῦσα δύναμις -μείζων ἀπὸ τῆς μητροπόλεως παρεστήσατο καὶ -πᾶσαν αὐτῶν εἰς ἔδαφος κατέστρεψε τὴν πόλιν. Ἐλευθερωθέντος -δὲ τοῦ ποταμοῦ τῆς τῶν βουκόλων -ὕβρεως, παρεσκευαζόμεθα τὸν ἐπὶ τὴν Ἀλεξάνδρειαν -πλοῦν. Συνέπλει δὲ ἡμῖν καὶ ὁ Χαιρέας, φίλος ἤδη -γενόμενος ἐκ τῆς τοῦ φαρμάκου μηνύσεως. -
-Ἦν δὲ -τὸ μὲν γένος ἐκ τῆς νήσου τῆς Φάρου, τὴν δὲ τέχνην -ἁλιεύς, ἐστρατεύετο δὲ μισθοῦ κατὰ τῶν βουκόλων -τὴν ἐν ταῖς ναυσὶ στρατείαν, ὥστε μετὰ τὸν πόλεμον -τῆς στρατείας ἀπήλλακτο. -
-Ἦν οὖν ἐξ ἀπλοίας μακρᾶς -πλεόντων πάντα μεστὰ καὶ πολλή τις ὄψεως ἡδονή, -ναυτῶν ᾠδή, πλωτήρων κρότος, χορεία νεῶν, καὶ -ἦν ἅπας ὁ ποταμὸς ἑορτή· ἐῴκει δὲ ὁ πλοῦς κωμάζοντι -ποταμῷ. Ἔπινον δὲ καὶ τοῦ Νείλου τότε πρῶτον -ἄνευ τῆς πρὸς οἶνον ὁμιλίας, κρῖναι θέλων τοῦ -πώματος τὴν ἡδονήν· οἶνος γὰρ φύσεως ὕδατος κλοπή. -
- Ἀρυσάμενος οὖν ὑάλου τῆς διαφανοῦς κύλικα,
-τὸ ὕδωρ ἑώρων ὑπὸ λευκότητος πρὸς τὸ ἔκπωμα
-ἁμιλλώμενον καὶ τὸ ἔκπωμα νικώμενον· γλυκὺ δὲ
-
συνέκρινον αὐτοὺς τῷ ποταμῷ. Διὰ -τοῦτο αὐτὸν ἄκρατον ὁ Αἰγύπτιος πίνων οὐ φοβεῖται, - Διονύσου μὴ δεόμενος. Ἐθαύμασα δὲ αὐτῶν καὶ -τὸν τρόπον τοῦ ποτοῦ. Οὔτε γὰρ ἀρύσαντες πίνειν -ἐθέλουσιν οὔτε ἐκπωμάτων ἀνέχονται, ἔκπωμα αὐτουργὸν -ἔχοντες· ἔκπωμα γὰρ αὐτοῖς ἐστιν ἡ χείρ. -
-Εἰ γάρ τις αὐτῶν διψήσειε πλέων, προκύψας ἐκ τῆς - νεὼς τὸ μὲν πρόσωπον ἐς τὸν ποταμὸν προβέβληκε, -τὴν δὲ χεῖρα εἰς τὸ ὕδωρ καθῆκε καὶ κοίλην βαπτίσας -καὶ πλησάμενος ὕδατος ἀκοντίζει κατὰ τοῦ στόματος -τὸ πῶμα καὶ τυγχάνει τοῦ σκοποῦ· τὸ δὲ -κεχηνὸς περιμένει τὴν βολὴν καὶ δέχεται καὶ κλείεται - καὶ οὐκ ἐᾷ τὸ ὕδωρ αὖθις ἔξω πεσεῖν. -
--Εἶδον δὲ καὶ ἄλλο θηρίον τοῦ Νείλου ὑπὲρ τὸν -ἵππον τὸν ποτάμιον εἰς ἀλκὴν ἐπαινούμενον, κροκόδειλος -δὲ ὄνομα ἦν αὐτῷ· παρήλλακτο δὲ τὴν μορφὴν -εἰς ἰχθὺν ὁμοῦ καὶ θηρίον. Μέγας μὲν γὰρ ἐκ κεφαλῆς - ἐς οὐράν, τὸ δὲ εὖρος τοῦ μεγέθους οὐ κατὰ -λόγον. -
-Δορὰ μὲν φολίσι ῥυσή, τεφραία δὲ τῶν νώτων
-ἡ χρόα καὶ μέλαινα· ἡ γαστὴρ δὲ λευκή· πόδες
-τέτταρες εἰς τὸ πλάγιον ἠρέμα κυρτούμενοι, καθάπερ
-χερσαίας χελώνης· οὐρὰ μακρὰ καὶ παχεῖα καὶ ἐοικυῖα
-στερεῷ σώματι.
-
Οὐ γὰρ ὡς τοῖς ἄλλοις ἐπίκειται -θηρίοις, ἀλλ’ ἔστι τῆς ῥάχεως ἓν ὀστοῦν τελευτὴ καὶ -μέρος αὐτοῦ τῶν ὅλων. Ἐντέτμηται δὲ ἄνωθεν εἰς -ἀκάνθας ἀναιδεῖς, οἷαι τῶν πριόνων εἰσὶν αἱ αἰχμαί. -
-Αὕτη δὲ αὐτῷ καὶ μάστιξ ἐπὶ τῆς ἄγρας γίνεται·
- τύπτει γὰρ αὐτῇ πρὸς οὓς ἄν διαπαλαίῃ καὶ πολλὰ
-ποιεῖ τραύματα πληγῇ μιᾷ. Κεφαλὴ δὲ αὐτῷ τοῖς
-νώτοις συνυφαίνεται καὶ εἰς μίαν στάθμην ἰθύνεται
-
Τὸν μὲν -γὰρ ἄλλον χρόνον, παρ’ ὅσον οὐ κέχηνε τὸ θηρίον, -ἔστι κεφαλή· ὅταν δὲ χάνῃ πρὸς τὰς ἄγρας, ὅλον -στόμα γίνεται. Ἀνοίγει δὲ τὴν γένυν τὴν ἄνω, τὴν -δὲ κάτω στερεὰν ἔχει· καὶ ἀπόστασίς ἐστι πολλή, καὶ -μέχρι τῶν ὤμων τὸ χάσμα, καὶ εὐθύς ἡ γαστήρ. -
- Ὀδόντες δὲ πολλοὶ καὶ ἐπὶ πλεῖστον τεταγμένοι.
-Φασὶ δὲ ὅτι τὸν ἀριθμὸν τυγχάνουσιν ὅσας ὁ θεὸς
-εἰς ὅλον ἔτος ἀναλάμπει τὰς ἡμέρας· τοσοῦτον σπόρον
-φέρει τὸ τῶν γενύων πεδίον. Ἂν δ’ ἐκπεράσῃ πρὸς
-τὴν γῆν, ὅσον ἔχει δυνάμεως οὐκ ἀπιστήσεις, ἰδὼν
-τὴν τοῦ σώματος ὁλκήν.
-Τριῶν δὲ πλεύσαντες ἡμερῶν εἰς Ἀλεξάνδρειαν -ἤλθομεν. Ἀνιόντι δέ μοι κατὰ τὰς Ἡλίου καλουμένας -πύλας, συνηντᾶτο εὐθὺς τῆς πόλεως ἀστράπτον τὸ -κάλλος, καί μου τοὺς ὀφθαλμοὺς ἐγέμισεν ἡδονῆς. -
-Στάθμη μὲν κιόνων ὄρθιος ἑκατέρωθεν ἐκ τῶν -Ἡλίου πυλῶν εἰς τὰς Σελήνης πύλας· οὗτοι γὰρ τῆς -πόλεως οἱ πυλωροί· ἐν μέσῳ δὲ τῶν κιόνων τῆς πόλεως -τὸ πεδίον. -
-Ὁδὸς δὲ διὰ τοῦ πεδίου πολλὴ καὶ -ἔνδημος ἀποδημία. Ὀλίγους δὲ τῆς πόλεως σταδίους -προελθὼν ἦλθον εἰς τὸν ἐπώνυμον Ἀλεξάνδρου τόπον. -Εἶδον δὲ ἐντεῦθεν ἄλλην πόλιν καὶ σχιζόμενον -ταύτῃ τὸ κάλλος. -
- Ὅσος γὰρ κιόνων ὄρχατος εἰς τὴν
-εὐθυωρίαν, τοσοῦτος ἕτερος εἰς τὰ ἐγκάρσια. Ἐγὼ
-
Τὰ μὲν ἔβλεπον, τὰ δὲ ἔμελλον, τὰ δὲ -ἠπειγόμην ἰδεῖν, τὰ δὲ οὐκ ἤθελον παρελθεῖν· ἐκράτει - τὴν θέαν τὰ ὁρώμενα, εἷλκε τὰ προσδοκώμενα. -Περιάγων οὖν ἐμαυτὸν εἰς πάσας τὰς ἀγυιὰς καὶ -πρὸς τὴν ὄψιν δυσερωτιῶν εἶπον καμὼν “ὀφθαλμοί, -
-νενικήμεθα.” Εἶδον δὲ δύο καινὰ καὶ παράλογα,
-μεγέθους πρὸς κάλλος ἅμιλλαν καὶ δήμου πρὸς πόλιν
- φιλονεικίαν, καὶ ἀμφότερα νικῶντα. Ἡ μὲν γὰρ
-ἠπείρου μείζων ἦν, ὁ δὲ πλείων ἔθνους· καὶ εἰ μὲν
-εἰς τὴν πόλιν ἀπεῖδον, ἠπίστουν εἰ πληρώσει τις
-δῆμος αὐτὴν ἀνδρῶν, εἰ δὲ εἰς τὸν δῆμον ἐθεασάμην,
-ἐθαύμαζον εἰ χωρήσει τις αὐτὸν πόλις. Τοιαύτη
- τις ἦν ἰσότητος τρυτάνη.
-
-Ἦν δέ πως κατὰ δαίμονα ἱερομηνία τοῦ μεγάλου -θεοῦ, ὃν Δία μὲν Ἕλληνες, Σέραπιν δὲ καλοῦσιν -Αἰγύπτιοι. Ἦν δὲ καὶ πυρὸς δᾳδουχία· καὶ τοῦτο -μέγιστον ἐθεασάμην. -
-Ἑσπέρα μὲν γὰρ ἦν καὶ ὁ ἥλιος - κατεδύετο καὶ νὺξ ἦν οὐδαμοῦ, ἀλλὰ ἄλλος ἀνέτελλεν -ἥλιος κατακερματίζων. Τότε γὰρ εἶδον πόλιν ἐρίζουσαν -περὶ κάλλους οὐρανῷ. Ἐθεασάμην δὲ καὶ τὸν -Μειλίχιον Δία καὶ τὸν Διὸς Οὐρανίου νεών. -
-Προσευξάμενοι -δὴ τῷ μεγάλῳ θεῷ καὶ ἱκετεύσαντες - στῆσαι ἡμῖν ποτε τὰ δεινά, εἰς τὴν καταγωγὴν ἤλθομεν, -ἣν ἔτυχεν, ἣν ἔτυχεν ὁ Μενέλαος ἡμῖν μεμισθωμένος. Οὐκ -ἐῴκει δὲ ἄρα ὁ θεὸς ἐπινεύειν ταῖς ἡμετέραις εὐχαῖς, -ἀλλ’ ἔμενεν ἡμᾶς καὶ ἄλλο τῆς Τύχης γυμνάσιον. -
--Ὁ γὰρ Χαιρέας πρὸ πολλοῦ τῆς Λευκίππης ἐλάνθανεν - ἐρῶν καὶ διὰ τοῦτο μεμηνύκει τὸ φάρμακον, -ἅμα μὲν ἀφορμὴν οἰκειότητος ἑαυτῷ θηρώμενος, ἅμα -δὲ καὶ ἑαυτῷ σώζων τὴν κόρην. -
-Εἰδὼς οὖν ἀμήχανον
-χεῖρα συγκροτήσας, ἅτε θαλάσσιος ὢν ἄνθρωπος·
-καὶ συνθέμενος αὐτοῖς ἃ δεῖ. ποιεῖν, ἐπὶ ξένια ἡμᾶς
-εἰς τὴν Φάρον καλεῖ, σκηψάμενος γενεθλίων ἄγειν
-ἡμέραν.
-
Ὡς οὖν προήλθομεν τῶν θυρῶν, οἰωνὸς -ἡμῖν γίνεται πονηρός· χελιδόνα κίρκος διώκων τὴν -Λευκίππην πατάσσει τῷ πτερῷ εἰς τὴν κεφαλήν. -Ταραχθεὶς οὖν ἐπὶ τούτῳ καὶ ἀνανεύσας εἰς οὐρανὸν “ὦ Ζεῦ, τί τοῦτο” ἔφην “φαίνεις ἡμῖν τέρας; ἀλλ̓ -εἰ τῷ ὄντι σὸς ὄρνις οὗτος, ἄλλον ἡμῖν σαφέστερον -
-δεῖξον οἰωνόν.” Μεταστραφεὶς οὖν ʽἔτυχον γὰρ παρεστὼς -ἐργαστηρίῳ ζωγράφοὐ γραφὴν ὁρῶ κειμένην, -ἥτις ὑπῃνίττετο προσόμοιον. Φιλομήλας γὰρ -εἶχε φθορὰν καὶ τὴν βίαν Τηρέως καὶ τῆς γλώττης -τὴν τομήν. Ἦν δὲ ὁλόκληρον τὸ διήγημα τοῦ δράματος, -
-ὁ πέπλος, ὁ Τηρεύς, ἡ τράπεζα. Τὸν πέπλον -ἡπλωμένον εἱστήκει κρατοῦσα θεράπαινα· Φιλομήλα -παρειστήκει καὶ ἐπετίθει τῷ πέπλῳ τὸν δάκτυλον -καὶ ἐδείκνυ τῶν ὑφασμάτων τὰς γραφάς· ἡ Πρόκνη -πρὸς τὴν δεῖξιν ἐνενεύκει καὶ δριμὺ ἔβλεπε καὶ ὠργίζετο· -Θρᾲξ ὁ Τηρεὺς ἐνύφαντο Φιλομήλᾳ παλαίων -πάλην ἀφροδίσιον. -
- Ἐσπάρακτο τὰς κόμας ἡ γυνή, τὸ
-ζῶμα ἐλέλυτο, τὸν χιτῶνα κατέρρηκτο, ἡμίγυμνος τὸ
-στέρνον ἦν, τὴν δεξιὰν ἐπὶ τοὺς ὀφθαλμοὺς ἤρειδε
-τοῦ Τηρέως, τῇ λαιᾷ τὰ διερρωγότα τοῦ χιτῶνος ἐπὶ
-τοὺς μαστοὺς εἷλκεν. Ἐν ἀγκάλαις εἶχε τὴν Φιλομήλαν
-ὁ Τηρεύς, ἕλκων πρὸς ἑαυτὸν ὡς ἐνῆν τὸ σῶμα
-καὶ σφίγγων ἐν χρῷ τὴν συμπλοκήν.
-
Ὧδε μὲν τὴν
-τοῦ πέπλου γραφὴν ὕφηνεν ὁ ζωγράφος· τὸ δὲ λοιπὸν
-
Ἀναπηδῶν -ἐκ τῆς κλίνης ὁ Τηρεὺς ἐγέγραπτο καὶ ἕλκων - τὸ ξίφος ἐπὶ τὰς γυναῖκας· τὸ σκέλος ἤρειδεν ἐπὶ -τὴν τράπεζαν· ἡ δὲ οὔτε ἕστηκεν οὔτε πέπτωκεν, -ἀλλ’ ἐδείκνυ ῥοπὴν μέλλοντος πτώματος. -
--Λέγει οὖν ὁ Μενέλαος “ἐμοὶ δοκεῖ τὴν εἰς Φάρον -ὁδὸν ἐπισχεῖν· ὁρᾷς γὰρ οὐκ ἀγαθὰ δύο σύμβολα, - τό τε τοῦ ὄρνιθος καθ’ ἡμῶν πτερὸν καὶ τῆς εἰκόνος -τὴν ἀπειλήν. Λέγουσι δὲ οἱ τῶν συμβόλων ἐξηγηταὶ -σκοπεῖν τοὺς μύθους τῶν εἰκόνων, ἂν ἐξιοῦσιν ἡμῖν -ἐπὶ πρᾶξιν συντύχωσι, καὶ ἐξομοιοῦν τὸ ἀποβησόμενον -τῷ τῆς ἱστορίας λόγῳ. -
-Ὁρᾷς οὖν ὅσων γέμει κακῶν - ἡ γραφή· ἔρωτος παρανόμου, μοιχείας ἀναισχύντου, -γυναικείων ἀτυχημάτων· ὅθεν ἐπισχεῖν κελεύω -τὴν ἔξοδον.” Ἐδόκει μοι λέγειν εἰκότα, καὶ παραιτοῦμαι -τὸν Χαιρέαν ἐκείνην τὴν ἡμέραν. Ὁ μὲν οὖν -σφόδρα ἀνιώμενος ἀπηλλάττετο, φήσας αὔριον ἐφ̓ - ἡμᾶς ἀφίξεσθαι. -
--Ἡ δὲ Λευκίππη λέγει πρός με ʽφιλόμυθον γάρ -πως τὸ τῶν γυναικῶν γένοσ̓ “τί βούλεται τῆς εἰκόνος -ὁ μῦθος καὶ τίνες αἱ ὄρνιθες αὗται καὶ τίνες αἱ -γυναῖκες καὶ τίς ὁ ἀναιδὴς ἐκεῖνος ἀνήρ;” Κἀγὼ καταλέγειν - ἄρχομαι “ἀηδὼν καὶ χελιδὼν καὶ ἔποψ· -
-πάντες ἄνθρωποι καὶ πάντες ὄρνιθες. Ἔποψ ὁ ἀνήρ, -αἱ δύο γυναῖκες Φιλομήλα χελιδὼν καὶ Πρόκνη ἀηδών. -Πόλις αὐταῖς Ἀθῆναι. Τηρεὺς ὁ ἀνήρ· Πρόκνη -Τηρέως γυνή. Βαρβάροις δέ, ὡς ἔοικεν, οὐχ ἱκανὴ - πρὸς Ἀφροδίτην μία γυνή, μάλισθ’ ὅταν αὐτοῖς καιρὸς -διδῷ πρὸς ὕβριν τρυφᾶν. -
-Καιρὸς οὖν γίνεται τῷ
-Θρᾳκὶ τούτῳ χρήσασθαι τῇ φύσει Πρόκνης ἡ φιλοστοργία·
-
Τὴν γλῶτταν -τῆς Φιλομήλας φοβεῖται, καὶ ἕδνα τῶν γάμων -αὐτῇ δίδωσι μηκέτι λαλεῖν καὶ κείρει τῆς φωνῆς τὸ -ἄνθος. Ἀλλὰ πλέον ἤνυσεν οὐδέν· ἡ γὰρ Φιλομήλας -τέχνη σιωπῶσαν εὕρηκε φωνήν. -
-Ὑφαίνει γὰρ πέπλον -ἄγγελον καὶ τὸ δρᾶμα πλέκει ταῖς κρόκαις, καὶ μιμεῖται -τὴν γλῶτταν ἡ χεὶρ καὶ Πρόκνης τοῖς ὀφθαλμοῖς -τὰ τῶν ὤτων μηνύει καὶ πρὸς αὐτὴν ἃ πέπονθε -τῇ κερκίδι λαλεῖ. -
-Ἡ Πρόκνη τὴν βίαν ἀκούει παρὰ -τοῦ πέπλου καὶ ἀμύνασθαι καθ’ ὑπερβολὴν ζητεῖ τὸν -ἄνδρα. Ὀργαὶ δὲ δύο καὶ δύο γυναῖκες εἰς ἓν πνέουσαι -καὶ ὕβρει κεράσασαι τὴν ζηλοτυπίαν δεῖπνον ἐπινοοῦσι -τῶν γάμων ἀτυχέστερον. -
- Τὸ δὲ δεῖπνον ἦν ὁ
-παῖς Τηρέως, οὗ μήτηρ μὲν ἦν πρὸ τῆς ὀργῆς ἡ Πρόκνη,
-τότε δὲ τῶν ὠδίνων ἐπιλέληστο. Οὕτως αἱ τῆς
-ζηλοτυπίας ὠδῖνες νικῶσι καὶ τὴν γαστέρα. Μόνον
-γὰρ ἐρῶσαι αἱ γυναῖκες ἀνιᾶσαι τὸν τὴν εὐνὴν
-λελυπηκότα, κἂν πάσχωσιν ἐν οἷς ποιοῦσιν οὐχ ἧττον
-κακόν, τὴν τοῦ πάσχειν λογίζονται συμφορὰν τῇ τοῦ
-ποιεῖν ἡδονῇ.
-
Ἐδείπνησεν ὁ Τηρεὺς δεῖπνον Ἐρινύων, -αἱ δὲ ἐν κανῷ τὰ λείψανα τοῦ παιδίου παρέφερον, -γελῶσαι φόβῳ. Ὁ Τηρεὺς ὁρᾷ τὰ λείψανα τοῦ -παιδίου καὶ πενθεῖ τὴν τροφὴν καὶ ἐγνώρισεν ὢν -τοῦ δείπνου πατήρ· γνωρίσας μαίνεται καὶ σπᾶται -τὸ ξίφος καὶ ἐπὶ τὰς γυναῖκας τρέχει, ἃς δέχεται ὁ -ἀήρ. Καὶ ὁ Τηρεὺς αὐταῖς συναναβαίνει καὶ ὄρνις -γίνεται· καὶ τηροῦσιν ἔτι τοῦ πάθους τὴν εἰκόνα. -
- Φεύγει μὲν ἀηδών, διώκει δὲ ὁ Τηρεύς. Οὕτως ἐφύλαξε
-τὸ μῖσος καὶ μέχρι τῶν πτερῶν.”
-Τότε μὲν οὖν οὕτως ἐξεφύγομεν τὴν ἐπιβουλήν· -ἐκερδήσαμεν δὲ οὐδὲν ἢ μίαν ἡμέραν. Τῇ γὰρ ὑστεραίᾳ -παρῆν ἕωθεν ὁ Χαιρέας, καὶ ἡμεῖς αἰδεσθέντες -ἀντιλέγειν οὐκ εἴχομεν. Ἐπιβάντες οὖν σκάφους, ἤλθομεν - εἰς τὴν Φάρον, ὁ δὲ Μενέλαος ἔμεινεν αὐτοῦ, -
-φήσας οὐχ ὑγιῶς ἔχειν. Πρῶτον μὲν οὖν ἡμᾶς ὁ Χαιρέας -ἐπὶ τὸν πύργον ἄγει καὶ δείκνυσι τὴν κατασκευὴν -θαυμασίαν τινὰ καὶ παράλογον. -
-Ὄρος ἦν ἐν -μέσῃ τῇ θαλάσσῃ κείμενον, ψαῦον αὐτῶν τῶν νεφῶν, - ὑπέρρει δὲ ὕδωρ κάτωθεν τοῦ ποιήματος· τὸ δὲ ἐπὶ -θαλάσσης εἱστήκει κρεμάμενον· ἐς δὲ τὴν τοῦ ὄρους -ἀκρόπολιν ὁ τῶν νεῶν κυβερνήτης ἀνέτελλεν ἥλιος. -Μετὰ δὲ ταῦτα ἡγεῖτο ἡμῖν ἐπὶ τὴν οἰκίαν· ἦν δὲ -ἐπ’ ἐσχάτων τῆς νήσου κειμένη ἐπ’ αὐτῇ τῇ θαλάσσῃ. -
-- Ἑσπέρας οὖν γενομένης ὑπεξέρχεται μὲν ὁ Χαιρέας, -πρόφασιν ποιησάμενος τὴν γαστέρα. Μετὰ μικρὸν -δὲ βοή τις ἐξαίφνης περὶ τὰς θύρας ἦν, καὶ εὐθὺς -εἰστρέχουσιν ἄνθρωποι μεγάλοι καὶ πολλοί, μαχαίρας -ἐσπασμένοι, καὶ ἐπὶ τὴν κόρην πάντες ὥρμησαν. -
-Ἐγὼ δὲ ὡς εἶδον φερομένην μοι τὴν φιλτάτην, -οὐκ ἐνεγκὼν ἵεμαι διὰ τῶν ξιφῶν· καί με παίει τις -κατὰ τοῦ μηροῦ μαχαίρᾳ καὶ ὤκλασα. Ἐγὼ μὲν δὴ -καταπεσὼν ἐρρεόμην αἵματι, οἱ δὲ ἐνθέμενοι τῷ σκάφει -τὴν κόρην ἔφευγον. -
-Θορύβου δὲ καὶ βοῆς οἷα ἐπὶ
- λῃσταῖς γενομένης ὁ στρατηγὸς τῆς νήσου παρῆν·
-ἦν δέ μοι γνώριμος ἐκ τοῦ στρατοπέδου γενόμενος.
-Δεικνύω δὴ τὸ τραῦμα καὶ δέομαι διῶξαι τοὺς λῃστάς·
-ὥρμει δὲ πολλὰ πλοῖα ἐν τῇ πόλει. Τούτων
-ἑνὸς ἐπιβὰς ὁ στρατηγὸς ἐδίωκεν ἅμα τῇ παρούσῃ
-
Ὡς δὲ εἶδον οἱ λῃσταὶ προσιοῦσαν ἤδη τὴν ναῦν εἰς -ναυμαχίαν, ἱστᾶσιν ἐπὶ τοῦ καταστρώματος ὀπίσω τὼ -χεῖρε δεδεμένην τὴν κόρην, καί τις αὐτῶν μεγάλῃ τῇ -φωνῇ “ἰδοὺ τὸ ἆθλον ὑμῶν” εἰπὼν ἀποτέμνει αὐτῆς -τὴν κεφαλὴν καὶ τὸ λοιπὸν σῶμα ὠθεῖ κατὰ τῆς -θαλάσσης. -
-Ἐγὼ δὲ ὡς εἶδον, ἀνέκραγον οἰμώξας καὶ -ὥρμησα ἐμαυτὸν ἐπαφεῖναι· ὡς δὲ οἱ παρόντες κατέσχον, -ἐδεόμην ἐπισχεῖν τε τὴν ναῦν καί τινα ἁλέσθαι -κατὰ τῆς θαλάττης, εἴ πως κἂν πρὸς ταφὴν λάβοιμι -τῆς κόρης τὸ σῶμα. -
-Καὶ ὁ στρατηγὸς πείθεται -καὶ ἵστησι τὴν ναῦν· καὶ δύο τῶν ναυτῶν ἀκοντίζουσιν -ἑαυτοὺς ἔξω τῆς νεὼς καὶ ἁρπάσαντες τὸ σῶμα -ἀναφέρουσιν. Ἐν τούτῳ δὲ οἱ λῃσταὶ μᾶλλον ἐρρωμενέστερον -ἤλαυνον· ὡς δὲ ἦμεν πάλιν πλησίον, -ὁρῶσιν οἱ λῃσταὶ ναῦν ἑτέραν καὶ γνωρίσαντες ἐκάλουν -πρὸς βοήθειαν· πορφυρεῖς δὲ ἦσαν πειρατικοί. -
-Ἰδὼν δὲ ὁ στρατηγὸς δύο ναῦς ἤδη γενομένας ἐφοβήθη -καὶ πρύμναν ἐκρούετο· καὶ γὰρ οἱ πειραταὶ τοῦ -φυγεῖν ἀποτραπόμενοι προὐκαλοῦντο εἰς μάχην. -
-Ἐπεὶ δὲ ἀνεστρέψαμεν εἰς γῆν, ἀποβὰς τοῦ σκάφους -καὶ τῷ σώματι περιχυθεὶς ἔκλαον. “Νῦν μοι Λευκίππη -τέθνηκας ἀληθῶς θάνατον διπλοῦν, γῇ καὶ -θαλάττῃ διαιρούμενον· τὸ μὲν γὰρ λείψανον ἔχω -σου τοῦ σώματος, ἀπολώλεκα δὲ σέ. -
-Οὐκ ἴση τῆς -θαλάττης πρὸς τὴν γῆν ἡ νομή· μικρόν μοί σου μέρος -καταλέλειπται ἐν ὄψει τοῦ μείζονος· αὕτη δὲ ἐν -ὀλίγῳ τὸ πᾶν σου κρατεῖ. Ἀλλ’ ἐπεί μὁ??ʼτῶν ἐν τῷ -προσώπῳ φιλημάτων ἐφθόνησεν ἡ Τύχη, φέρε σου -καταφιλήσω τὴν σφαγήν.”
-
- Ταῦτα καταθρηνήσας καὶ θάψας τὸ σῶμα πάλιν
-εἰς τὴν Ἀλεξάνδρειαν ἔρχομαι, καὶ θεραπευθεὶς ἄκων
-
Καὶ ἤδη μοι γεγόνεσαν μῆνες ἕξ, καὶ τὸ -πολὺ τοῦ πένθους ἤρχετο μαραίνεσθαι ʽχρόνος γὰρ -λύπης φάρμακον καὶ πεπαίνει τῆς ψυχῆς τὰ ἕλκη· - μεστὸς γὰρ ἥλιος ἡδονῆς, καὶ τὸ λυπῆσαν πρὸς ὀλίγον, -κἂν ᾖ καθ’ ὑπερβολήν, ἀναζεῖ μὲν ἐφ’ ὅσον ἡ -ψυχὴ κάεται, τῇ δὲ τῆς ἡμέρας ψυχαγωγίᾳ νικώμενον -καταψύχεταἰ, καί μου τις κατόπιν βαδίζοντος ἐν ἀγορᾷ -τῆς χειρὸς ἄφνω λαβόμενος ἐπιστρέφει καὶ οὐδὲν εἰπὼν -περιπτυξάμενός με πολλὰ κατεφίλει. -
-Ἐγὼ δὲ -τὸ μὲν πρῶτον οὐκ ᾔδειν ὅστις ἦν, ἀλλ’ εἱστήκειν -ἐκπεπληγμένος καὶ δεχόμενος τὰς προσβολὰς τῶν -ἀσπασμάτων, ὡς φιλημάτων σκοπός· ἐπεὶ δὲ μικρὸν -διέσχε, καὶ τὸ πρόσωπον εἶδον “Κλεινίας δὲ ἦν” , ἀνακραγὼν - ὑπὸ χαρᾶς ἀντιπεριβάλλω τε αὐτὸν καὶ τὰς -αὐτὰς ἀπεδίδουν περιπλοκάς, καὶ μετὰ ταῦτα εἰς τὴν -καταγωγὴν ἀνήλθομεν τὴν ἐμήν. Καὶ ὁ μὲν τὰ αὑτοῦ -μοι διηγεῖτο, ὅπως ἐκ τῆς ναυαγίας περιεγένετο, ἐγὼ -δὲ τὰ περὶ τῆς Λευκίππης ἅπαντα. -
-“Εὐθὺς μὲν γὰρ” ἔφη “ῥαγείσης τῆς νεὼς ἐπὶ -τὸ κέρας ᾖξα, καὶ ἄκρου λαβόμενος μόλις, ἀνδρῶν -ἤδη πεπληρωμένου, περιβαλὼν τὰς χεῖρας ἐπεχείρουν -ἔχεσθαι παρακρεμάμενος. Ὀλίγον δὲ ἡμῶν ἐμπελαγισάντων, -κῦμα μέγιστον ἆραν τὸ ξύλον προσρήγνυσιν - ὄρθιον ὑφάλῳ πέτρᾳ κατὰ θάτερον, οὗ ἐγὼ -ἔτυχον κρεμάμενος. -
-Τὸ δὲ προσαραχθὲν βίᾳ πάλιν -εἰς τοὐπίσω δίκην μηχανῆς ἀπεκρούετο καί με ὥσπερ -ἀπὸ σφενδόνης ἐξερρίπτησε. Τοὐντεῦθεν δὲ ἐνηχόμην -τὸ ἐπίλοιπον τῆς ἡμέρας, οὐκέτι ἔχων ἐλπίδα -σωτηρίας. -
- Ἤδηδὲ καμὼν καὶ ἀφεὶς ἐμαυτὸν τῇ τύχῃ
-ναῦν ὁρῶ κατὰ πρόσωπον φερομένην, καὶ τὰς χεῖρας
-ἀνασχών, ὃν ἠδυνάμην τρόπον, ἱκετηρίαν ἐθέμην
-
“δύο δὲ πλεύσαντες ἡμέρας ἐπὶ τὴν πόλιν ἥκομεν, -καὶ δέομαι τῶν ἐν τῷ πλοίῳ Σιδωνίων ʽΞενοδάμας -δὲ ὁ ἔμπορος ἦν καὶ Θεόφιλος ὁ τούτου πενθερὸσ̓ -μηδενὶ Τυρίων, εἰ περιτύχοιεν, κατειπεῖν ὡς -ἐκ ναυαγίας περιγενοίμην, ὡς ἂν μὴ μάθοιεν συναποδεδημηκότα. -
- Ἤλπιζον γὰρ λήσειν, εἰ τὰ ἀπὸ τούτων
-ἐν ἡσυχίᾳ γένοιτο, πέντε μόνον ἡμερῶν μοι μεταξὺ
-γενομένων, αἷς οὐκ ἔτυχον ὀφθείς· τοῖς δὲ
-κατὰ τὴν οἰκίαν τὴν ἐμήν, ὡς οἶδας, προηγορεύκειν
-λέγειν τοῖς πυνθανομένοις, εἰς κώμην ἀποδεδημηκέναι
-μέχρι δέκα ὅλων ἡμερῶν.
-
Καὶ τοῦτόν γε τὸν -λόγον εὗρον περὶ ἐμοῦ κατεσχηκότα. Οὔπω δὲ ὁ σὸς -πατὴρ ἐκ τῆς Παλαιστίνης ἔτυχεν ἥκων, ἀλλὰ δύο -ἄλλων ὕστερον ἡμερῶν, καὶ καταλαμβάνει πεμφθέντα -παρὰ τοῦ τῆς Λευκίππης πατρὸς γράμματα, ἅπερ -ἔτυχε μετὰ μίαν ἡμέραν τῆς ἡμετέρας ἀποδημίας κεκομισμένα, -δι’ ὧν ὁ Σώστρατος ἐγγυᾷ σοὶ τὴν θυγατέρα. -
-Ἐν ποικίλαις οὖν ἦν συμφοραῖς ἀναγνοὺς τὰ -γράμματα καὶ τὴν ὑμετέραν ἀκούσας φυγήν, τὸ μὲν -ὡς τὸ τῆς ἐπιστολῆς ἀπολέσας ἆθλον, τὸ δὲ ὅτι παρὰ -μικρὸν οὕτως ἡ Τύχη τὰ πράγματα ἔθηκε· καὶ γὰρ -οὐδὲν ἂν τούτων ἐγεγόνει, εἰ θᾶττον ἐκομίσθη τὰ -γράμματα. -
-Καὶ τῶν μὲν πεπραγμένων οὐδὲν πρὸς -τὸν ἀδελφὸν ἡγήσατό πω δεῖν γράφειν, ἀλλὰ καὶ τῆς -μητρὸς τῆς κόρης ἐδεήθη τὸ παρὸν ἐπισχεῖν. -
-ʽΤάχα
-
Ἐπολυπραγμόνει δὲ παντὶ σθένει ποῖ κεχωρήκατε. -Καὶ ὀλίγον πρὸ τούτων τῶν ἡμερῶν ἔρχεται -Διόφαντος ὁ Τύριος ἐξ Αἰγύπτου πεπλευκώς, καὶ -λέγει πρὸς αὐτὸν ὅτι σε ἐνθάδε ἐθεάσατο· κἀγὼ -μαθών, ὡς εἶχον, εὐθὺς ἐπιβὰς νεὼς ὀγδόην ταύτην - ἡμέραν πᾶσάν σε περιῆλθον ζητῶν τὴν πόλιν. Πρὸς -ταῦτα οὖν σοι βουλευτέον ἐστίν, ὡς τάχα καὶ τοῦ πατρὸς -ἥξοντος ἐνταῦθα τοῦ σοῦ.”
--Ταῦτα ἀκούσας ἀνῴμωξα ἐπὶ τῇ τῆς Τύχης παιδιᾷ “ὦ δαῖμον” λέγων, “νῦν μὲν Σώστρατός μοι - Λευκίππην ἐκδίδωσι καί μοι γάμους ἐκ μέσου πολέμου -πέμπει, μετρήσας ἀκριβῶς τὰς ἡμέρας, ἵνα μὴ -φθάσῃ τὴν φυγήν. -
-Ὢ τῶν ἐξώρων εὐτυχημάτων, ὦ -μακάριος ἐγὼ παρὰ μίαν ἡμέραν. Μετὰ θάνατον -γάμοι, μετὰ θρῆνον ὑμέναιοι. Τίνα μοι δίδωσι νύμφην - ἡ Τύχη; ἣν οὐδὲ ὁλόκληρόν μοι δέδωκε νεκράν.”
- “Οὐ θρήνων νῦν καιρὸσ” ὁ Κλεινίας εἶπεν, “ἀλλὰ
-σκεψώμεθα, πότερον εἰς τὴν πατρίδα σοι νῦν ἀνακομιστέον
-ἢ τὸν πατέρα ἐνταῦθα ἀναμενετέον.” “Οὐδέτερον” εἶπον· ʽποίῳ γὰρ ἂν ἴδοιμι προσώπῳ τὸν
- πατέρα, μάλιστα μὲν οὕτως αἰσχρῶς φυγών, εἶτα καὶ
-τὴν παρακαταθήκην αὐτῷ τἀδελφοῦ διαφθείρας;
-φεύγειν οὖν ἐντεῦθεν ὑπολείπεται πρὶν ἥκειν αὐτόν.ʼ
-
Ἐν τούτῳ δὴ ὁ Μενέλαος εἰσέρχεται καὶ ὁ Σάτυρος
-μετ’ αὐτοῦ, καὶ τόν τε Κλεινίαν περιπτύσσονται
- καὶ μανθάνουσι παρ’ ἡμῶν τὰ πεπραγμένα. Καὶ
-ὁ Σάτυρος “ἀλλ’ ἔστι σοι” ἔφη “τὰ παρόντα θέσθαι
-καλῶς καὶ ἐλεῆσαι ψυχὴν ἐπὶ σοὶ φλεγομένην·
-
ἀκουσάτω δὲ καὶ ὁ Κλεινίας. Ἡ γὰρ Ἀφροδίτη μέγα -τούτῳ παρέσχεν ἀγαθόν, ὁ δ’ οὐκ ἐθέλει λαβεῖν· -γυναῖκα γὰρ ἐξέμηνεν ἐπ’ αὐτὸν πάνυ καλήν, ὥστε -ἂν ἰδὼν αὐτὴν εἴποις ἄγαλμα, Ἐφεσίαν τὸ γένος, -
-ὄνομα Μελίτην· πλοῦτος πολὺς καὶ ἡλικία νέα. Τέθνηκε -δ’ αὐτῆς προσφάτως ὁ ἀνὴρ κατὰ θάλατταν, -βούλεται δὲ τοῦτον ἔχειν δεσπότην ʽοὐ γὰρ ἄνδρα -ἐρὦ καὶ δίδωσιν ἑαυτὴν καὶ πᾶσαν ἑαυτῆς τὴν οὐσίαν· -δι’ αὐτὸν γὰρ τέτταρας μῆνας νῦν ἐνθάδε διέτριψεν, -ἀκολουθῆσαι δεομένη. Ὁ δὲ οὐκ οἶδα τί παθὼν -ὑπερηφανεῖ, νομίζων αὐτῷ Λευκίππην ἀναβιώσεσθαι.”
-
- Καὶ ὁ Κλεινίας “οὐκ ἀπὸ τρόπου δοκεῖ μοι” φησὶν “ὁ Σάτυρος λέγειν· κάλλος γὰρ καὶ πλοῦτος
-καὶ ἔρως εἰ συνῆλθον ἐπὶ σέ, οὐχ ἕδρας ἔργον οὐδ᾽
-ἀναβολῆς. Τὸ μὲν γὰρ κάλλος ἡδονήν, ὁ δὲ πλοῦτος
-τρυφήν, ὁ δὲ ἔρως αἰδῶ· μισεῖ δὲ ὁ θεὸς τοὺς
-ἀλαζόνας.
-
Φέρε πείσθητι τῷ Σατύρῳ καὶ χάρισαι τῷ -θεῷ.” Κἀγὼ στενάξας “ἄγε με” εἶπον “ὅποι θέλεις, -εἰ καὶ Κλεινίᾳ τοῦτο δοκεῖ· μόνον ὅπως τὸ γύναιόν -μοι μὴ παράσχῃ πράγματα ἐπείγουσα πρὸς τὸ ἔργον, -
-ἔστ’ ἂν εἰς τὴν Ἔφεσον ἀφικώμεθα. Φθάνω γὰρ -ἐπομοσάμενος ἐνταῦθα μὴ συνελθεῖν, ἔνθα Λευκίππην -ἀπολώλεκα.” Ταῦτα ἀκούσας ὁ Σάτυρος προστρέχει -πρὸς τὴν Μελίτην εὐαγγέλια φέρων· καὶ -μικρὸν διαλιπὼν αὖθις ἐπανέρχεται, λέγων ἀκούσασαν -τὴν γυναῖκα ὑφ’ ἡδονῆς παρὰ μικρὸν τὴν ψυχὴν -ἀφεῖναι, δεῖσθαι δὲ ἥκειν ὡς αὐτὴν δειπνήσοντα τὴν -ἡμέραν γάμων προοίμιον. -
-
- Ἐπείσθην καὶ ᾠχόμην· ἡ δὲ ὡς εἶδέ με, ἀναθοροῦσα
-περιβάλλει καὶ πᾶν μου τὸ πρόσωπον ἐμπίπλησι
-φιλημάτων. Ἦν δὲ τῷ ὄντι καλὴ καὶ γάλακτι
-
Ἐμάρμαιρεν αὐτῆς τὸ -βλέμμα μαρμαρυγὴν ἀφροδίσιον· κόμη πολλὴ καὶ -βαθεῖα καὶ κατάχρυσος τῇ χρόᾳ, ὥστε ἔδοξα οὐκ ἀηδῶς -ἰδεῖν τὴν γυναῖκα. -
-Τὸ μὲν οὖν δεῖπνον ἦν πολυτελές· -ἡ δὲ ἐφαπτομένη τῶν παρακειμένων, ὡς -δοκεῖν ἐσθίειν, οὐκ ἠδύνατο τυχεῖν ὁλοκλήρου τροφῆς, -πάντα δὲ ἔβλεπεν ἐμέ· οὐδὲν γὰρ ἡδὺ τοῖς ἐρῶσι -πλὴν τὸ ἐρώμενον· τὴν γὰρ ψυχὴν πᾶσαν ὁ ἔρως καταλαβὼν -οὐδὲ αὐτῇ χώραν δίδωσι τῇ τροφῇ. -
-Ἡ δὲ -τῆς θέας ἡδονὴ διὰ τῶν ὀμμάτων εἰσρέουσα τοῖς -στέρνοις ἐγκάθηται· ἕλκουσα δὲ τοῦ ἐρωμένου τὸ -εἴδωλον ἀεὶ ἐναπομάττει τῷ τῆς ψυχῆς κατόπτρῳ καὶ -ἀναπλάττει τὴν μορφήν· ἡ δὲ τοῦ κάλλους ἀπορροὴ - δι’ ἀφανῶν ἀκτίνων ἐπὶ τὴν ἐρωτικὴν ἑλκομένη καρδίαν -ἐναποσφραγίζει κάτω τὴν σκιάν. -
-Λέγω δὴ πρὸς -αὐτὴν συνεὶς “ἀλλὰ σύ γε οὐδενὸς μετέχεις τῶν σῶν -αὐτῆς, ἀλλ’ ἔοικας τοῖς ἐν γραφαῖς ἐσθίουσιν·” ἡ δὲ -ʽποῖον γὰρ ὄψον’ ἔφη “μοι πολυτελέστερον ἢ ποῖος - οἶνος τιμιώτερος τῆς σῆς ὄψεως;” καὶ ἅμα λέγουσα -κατεφίλησέ με, προσιέμενον οὐκ ἀηδῶς τὰ φιλήματα· -εἶτα διασχοῦσα εἶπεν “αὕτη μοι τροφή.”
--Τότε μὲν οὖν ἐν τούτοις ἦμεν· ἑσπέρας δὲ γενομένης -ἡ μὲν ἐπεχείρει με κρατεῖν ἐκεῖ κοιμησόμενον, - ἐγὼ δὲ παρῃτούμην, εἰπὼν ἃ καὶ πρὸς τὸν Σάτυρον -ἔτυχον προαγορεύσας. Μόλις οὖν ἀφίησιν -ἀνιωμένη. -
-Τῇ δὲ ὑστεραίᾳ συνέκειτο ἡμῖν εἰς τὸ τῆς -Ἴσιδος ἱερὸν ἀπαντῆσαι διαλεξομένοις τε ἀλλήλοις -καὶ πιστωσομένοις ἐπὶ μάρτυρι τῇ θεῷ· συμπαρῆσαν - δὲ ἡμῖν ὅ τε Μενέλαος καὶ ὁ Κλεινίας· καὶ ὠμνύομεν -ἐγὼ μὲν ἀγαπήσειν ἀδόλως, ἡ δὲ ἄνδρα ποιήσεσθαι -καὶ πάντων ἀποφανεῖν δεσπότην. -
- “Ἄρξει
-
Καί τι μέμνημαι καὶ γελοῖον -παρὰ τὴν ἑστίασιν τῆς Μελίτης. Ὡς γὰρ ἐπευφήμουν -τοῖς γάμοις οἱ παρόντες, νεύσασα πρός με -ἡσυχῆ “καινὸν” εἶπεν “ἐγὼ μόνη πέπονθα. Κενοτάφιον -μὲν γὰρ εἶδον, κενογάμιον δ’ οὔ.” Ταῦτα μὲν -οὖν ἔπαιζε σπουδῇ. -
-- Τῇ δὲ ἐπιούσῃ στελλόμεθα πρὸς ἀποδημίαν· -κατὰ τύχην δὲ καὶ τὸ πνεῦμα ἐκάλει ἡμᾶς. Καὶ ὁ -Μενέλαος μέχρι τοῦ λιμένος ἐλθὼν καὶ ἀσπασάμενος, -εὐτυχεστέρας εἰπὼν νῦν ἡμᾶς τυχεῖν τῆς θαλάσσης -ἀπετράπετο αὖθις, νεανίσκος πάνυ χρηστὸς καὶ θεῶν -ἄξιος καὶ ἅμα δακρύων ἐμπεπλησμένος· καὶ ἡμῖν δὲ -πᾶσι κατεφέρετο δάκρυα. -
-Τῷ δὲ Κλεινίᾳ ἐδόκει μή -με καταλιπεῖν, ἀλλὰ μέχρις Ἐφέσου συμπλεύσαντα -καί τινα ἐνδιατρίψαντα τῇ πόλει χρόνον ἐπανελθεῖν, -
-εἰ τἀμὰ ἐν καλῷ κείμενα καταμάθοι. Γίνεται δὴ κατ̓ -οὐρὰν ἡμῶν ὁ ἄνεμος, ἑσπέρα τε ἦν καὶ δειπνήσαντες -ἐκείμεθα κοιμησόμενοι· ἰδία δὲ ἐμοί τε καὶ τῇ Μελίτῃ -καλύβη τις ἦν ἐπὶ τοῦ σκάφους περιπεφραγμένη. -
-Περιβαλοῦσα οὖν με κατεφίλει καὶ ἀπῄτει τὸν γάμον “νῦν μὲν” λέγουσα “Λευκίππης τοὺς ὅρους ἐξήλθομεν -καὶ τῶν συνθηκῶν τοὺς ὅρους ἀπειλήφαμεν· ἐντεῦθεν -ἡ προθεσμία. Τί με δεῖ νῦν εἰς Ἔφεσον περιμένειν; -ἄδηλοι τῆς θαλάσσης αἱ τύχαι, ἄπιστοι τῶν -ἀνέμων αἱ μεταβολαί. -
- Πίστευσόν μοι, Κλειτοφῶν,
-
Ὢ πυρὸς μυστικοῦ, πυρὸς ἐν -ἀπορρήτῳ δᾳδουχουμένου, πυρὸς τοὺς ὅρους αὐτοῦ -φυγεῖν μὴ θέλοντος. Μυηθῶμεν οὖν, ὦ φίλτατε, τὰ -τῆς Ἀφροδίτης μυστήρια.”
-- Κἀγὼ εἶπον “μή με βιάσῃ λῦσαι θεσμὸν ὁσίας -νεκρῶν· οὔπω τῆς ἀθλίας ἐκείνης τοὺς ὅρους παρήλθομεν, -ἕως ἂν γῆς ἐπιβῶμεν ἑτέρας. Οὐκ ἤκουσας, -ὡς ἐν θαλάσσῃ τέθνηκεν; ἔτι πλέω Λευκίππης -τὸν τάφον· τάχα που περὶ τὴν ναῦν αὐτῆς εἰλεῖται -τὸ εἴδωλον. -
-Λέγουσι δὲ τὰς ἐν ὕδατι ψυχὰς ἀνῃρημένας -μηδὲ εἰς Ἅδου καταβαίνειν ὅλως, ἀλλ’ αὐτοῦ -περὶ τὸ ὕδωρ ἔχειν τὴν πλάνην, καὶ ἐπιστήσεται -τάχα ἡμῖν συμπλεκομένοις. Ἐπιτήδειον δέ σοι δοκεῖ -τὸ χωρίον εἶναι πρὸς γάμον; γάμος ἐπὶ κύματος, - γάμος ὑπὸ θαλάσσης φερόμενος; θάλαμον ἡμῖν θέλεις -γενέσθαι μὴ μένοντα;”
-“Σὺ μὲν” ἔφη “σοφίζῃ, φίλτατε· πᾶς δὲ τόπος -τοῖς ἐρῶσι θάλαμος· οὐδὲν γὰρ ἄβατον τῷ θεῷ. Θάλασσα -δὲ μὴ καὶ οἰκειοτάτη ἐστὶν Ἔρωτι καὶ Ἀφροδισίοις - μυστηρίοις; θυγάτηρ Ἀφροδίτη Θαλάσσης. -
-Χαρισώμεθα τῇ γαμηλίῳ θεῷ, τιμήσωμεν αὐτῆς γάμῳ
-τὴν μητέρα· ἐμοὶ μὲν γὰρ δοκεῖ τὰ παρόντα γάμων
-εἶναι σύμβολα. Ζυγὸς μὲν οὗτος ὑπὲρ κεφαλῆς
-κρεμάμενος, δεσμοὶ δὲ περὶ τὴν κεραίαν τεταμένοι·
- καλά γε, ὦ δέσποτα, τὰ μαντεύματα· ὑπὸ ζυγὸν ὁ
-
Ἰδοὺ τοὺς γάμους ἡμῶν ἡ -Τύχη κυβερνᾷ, νυμφοστολήσουσι δὲ ἡμᾶς Ποσειδῶν -καὶ Νηρεΐδων χορός· ἐνταῦθα γὰρ καὶ αὐτὸς Ἀμφιτρίτην -γαμεῖ. Λιγυρὸν δὲ συρίζει περὶ τοὺς κάλως -καὶ τὸ πνεῦμα· ἐμοὶ μὲν ὑμέναιον ᾅδειν δοκεῖ τὰ -τῶν ἀνέμων αὐλήματα. -
-Ὁρᾷς δὲ καὶ τὴν ὀθόνην κεκυρτωμένην, -ὥσπερ ἐγκύμονα γαστέρα· δεξιόν μοι -καὶ τοῦτο τῶν οἰωνισμάτων· ἔσῃ μοι ταχὺ καὶ -πατήρ.”
- Ἰδὼν οὖν αὐτὴν σφόδρα ἐγκειμένην “φιλοσοφήσωμεν” εἶπον “ὦ γύναι, μέχρις ἂν λαβώμεθα γῆς·
-ὄμνυμι γάρ σοι τὴν θάλατταν αὐτὴν καὶ τὴν τοῦ
-πλοῦ τύχην, ὡς ἐσπούδακα καὶ αὐτός. Ἀλλ’ εἰσὶ καὶ
-θαλάσσης νόμοι.
-
Πολλάκις ἤκουσα παρὰ τῶν ναυτικωτέρων, -καθαρὰ δεῖν ἀφροδισίων εἶναι τὰ σκάφη, -τάχα μὲν ὡς ἱερά, τάχα δὲ ἵνα μή τις ἐν τηλικούτῳ -κινδύνῳ τρυφᾷ. Μὴ ἐνυβρίσωμεν, ὦ φιλτάτη, -τῇ θαλάσσῃ· μὴ συμμίξωμεν γάμον ὁμοῦ καὶ φόβον· -τηρήσωμεν ἑαυτοῖς καθαρὰν τὴν ἡδονήν.” Ταῦτα -λέγων καὶ μειλισσόμενος τοῖς φιλήμασιν ἔπειθον, -καὶ τὸ λοιπὸν οὕτως ἐκαθεύδομεν. -
-- Πέντε δὲ τῶν ἑξῆς ἡμερῶν διανύσαντες τὸν -πλοῦν ἥκομεν εἰς τὴν Ἔφεσον. Οἰκία μεγάλη καὶ -πρώτη τῶν ἐκεῖ, θεραπεία πολλὴ καὶ ἡ ἄλλη παρασκευὴ -πολυτελής. -
-Κελεύει δὴ δεῖπνον ὡς ὅτι ἐκπρεπέστατον -ἑτοιμάζειν· “ἡμεῖς δὲ τέωσ” ἔφη “χωρήσωμεν -εἰς τοὺς ἀγρούς.” Ἀπεῖχον δὲ τῆς πόλεως σταδίους -τέτταρας. Ἐπικαθίσαντες οὖν ὀχήματι -ἐξήλθομεν. -
- Καὶ ἐπεὶ τάχιστα παρεγενόμεθα, διεβαδίζομεν
-τοὺς ὀρχάτους τῶν φυτῶν, καὶ ἐξαίφνης προσπίπτει
-
Λέγει οὖν ἡ Μελίτη “ἀνάστηθι, ὦ γύναι· λέγε τίς εἶ καὶ πόθεν, -καὶ τίς σοι τοῦτον περιέθηκε τὸν σίδηρον· κέκραγε -γάρ σου καὶ ἐν κακοῖς ἡ μορφὴ τὴν εὐγένειαν.” “Ὁ - σὸσ” εἶπεν “οἰκέτης, ὅτι αὐτῷ μὴ πρὸς εὐνὴν ἐδούλευον. -
-Ὄνομά μοι Λάκαινα, Θετταλὴ τὸ γένος,
-καί σοι προσφέρω μου ταύτην τὴν τύχην ἱκετηρίαν.
-Ἀπόλυσόν με τῆς καθεστώσης συμφορᾶς· πάρασχε
-δέ μοι τὴν ἀσφάλειαν, ἔστ’ ἂν ἀποτίσω τὰς δισχιλίας·
- τοσούτου γάρ με ὁ Σωσθένης ἀπὸ τῶν λῃστῶν
-ἐωνήσατο.
-
Ποριοῦμεν δέ, εὖ ἴσθι, τὴν ταχίστην· εἰ -δὲ μή, σοὶ δουλεύσομεν. Ὁρᾷς δὲ καὶ πληγαῖς ὡς -κατέξηνέ με πολλαῖς.” Καὶ ἅμα διανοίξασα τὸν χιτῶνα -δείκνυσι τὰ νῶτα διαγεγραμμένα ἔτι - οἰκτρότερον. -
-Ὡς οὖν ταῦτα ἠκούσαμεν, ἐγὼ μὲν συνεχύθην· -καὶ γάρ τι ἐδόκει Λευκίππης ἔχειν· ἡ δὲ Μελίτη -ἔφη “θάρρει, γύναι· τούτων γάρ σε λύσομεν εἴς τε -τὴν οἰκείαν προῖκα ἀποπέμψομεν. Τὸν Σωσθένην -
-καλεσάτω τις ἡμῖν.” Ἡ μὲν οὖν εὐθὺς τῶν δεσμῶν -ἠλευθεροῦτο, ὁ δὲ παρῆν τεταραγμένος. Λέγει οὖν -ἡ Μελίτη “ὦ κακὴ κεφαλή, τίνα ποτὲ κἂν τῶν -ἀχρειοτάτων οἰκετῶν τεθέασαι παρ’ ἡμῖν οὕτως -ᾐκισμένον; τίς αὕτη; λέγε μηδὲν ψευσάμενος.”
- “Οὐκ οἶδα” εἶπεν “ὦ δέσποινα, πλὴν ἔμπορός τις,
-ὄνομα Καλλισθένης, ταύτην μοι πέπρακε, φάσκων
-ἐωνῆσθαι μὲν αὐτὴν ἀπὸ λῃστῶν, εἶναι δὲ ἐλευθέραν·
-
ὄνομα δὲ αὐτὴν ὁ ἔμπορος ἐκάλει Λάκαιναν.” Ἡ δὲ -τὸν μὲν τῆς διοικήσεως, ἧς εἶχεν, ἀπέπαυσε, τὴν -δὲ παραδίδωσι θεραπαίναις, κελεύσασα λοῦσαι καὶ -ἐσθῆτα ἀμφιέσαι καθαρὰν καὶ εἰς ἄστυ ἀγαγεῖν· -διοικήσασα δέ τινα τῶν κατὰ τοὺς ἀγρούς, ὧν ἕνεκεν -παρῆν, ἐπιβᾶσα τοῦ ὀχήματος ἅμα ἐμοί, ἐπανῄειμεν -εἰς τὴν πόλιν καὶ περὶ τὸ δεῖπνον ἦμεν. -
-- Ἑστιωμένῳ δέ μοι μεταξὺ σημαίνει νεύσας ὁ Σάτυρος -προανίστασθαι, καὶ ἦν τὸ πρόσωπον ἐσπουδακώς. -Σκηψάμενος οὖν ὑπό τινος τῶν κατὰ τὴν -γαστέρα ἐπείγεσθαι ἐξανίσταμαι· καὶ ἐπεὶ προῆλθον, -
- λέγει μὲν οὐδέν, ἐπιστολὴν δὲ ὀρέγει. Λαβὼν δέ,
-πρὶν ἀναγνῶναί με, κατεπλάγην εὐθύς· ἐγνώρισα
-γὰρ Λευκίππης τὰ γράμματα. Ἐγέγραπτο δὲ τάδε·
-ΛΕΥΚΙΠΠΗ ΚΛΕΙΤΟΦΩΝΤΙ ΤὩ??ʼ
-ΔΕΣΠΟΤἩ??ʼ ΜΟΥ.
-
Τοῦτο γάρ σε δεῖ καλεῖν, ἐπεὶ καὶ τῆς δεσποίνης ἀνὴρ -εἶ τῆς ἐμῆς. Ὅσα μὲν διὰ σὲ πέπονθα, οἶδας· ἀνάγκη δὲ νῦν -ὑπομνῆσαί σε. -
-Διὰ σὲ τὴν μητέρα κατέλιπον καὶ πλάνην εἱλόμην, -διὰ σὲ πέπονθα ναυαγίαν καὶ λῃστῶν ἠνεσχόμην· διὰ -σὲ ἱερεῖον γέγονα καὶ καθαρμὸς καὶ τέθνηκα ἤδη δεύτερον, -διὰ σὲ πέπραμαι καὶ ἐδέθην σιδήρῳ καὶ δίκελλαν ἐβάστασα καὶ -ἔσκαψα γῆν καὶ ἐμαστιγώθην, ἵνα σὺ ὃ γέγονας ἄλλῃ γυναικὶ -κἀγὼ ἑτέρῳ ἀνδρὶ γένωμαι; -
-Μὴ γένοιτο. Ἀλλ’ ἐγὼ μὲν ἐπὶ -τοσαύταις ἀνάγκαις διεκαρτέρησα, σὺ δὲ ἄπρατος, ἀμαστίγωτος -γαμεῖς. Εἴ τις οὖν τῶν πεπονημένων διὰ σὲ κεῖται χάρις, -δεήθητί σου τῆς γυναικὸς ἀποπέμψαι, ὡς ἐπηγγείλατο· τὰς -δὲ δισχιλίας, ἃς ὁ Σωσθένης ὑπὲρ ἐμοῦ κατεβάλετο, πίστευσον -ἡμῖν καὶ ἐγγύησαι πρὸς τὴν Μελίτην ὅτι πέμψομεν· ἐγγὺς -γὰρ τὸ Βυζάντιον. -
-Ἐὰν δὲ καὶ ἀποτίσῃς, νόμιζε μισθόν μοι -δεδωκέναι τῶν ὑπὲρ σοῦ πόνων. Ἔρρωσο καὶ ὄναιο τῶν καινῶν -γάμων. Ἐγὼ δὲ ἔτι σοι ταῦτα γράφω παρθένος. -
-
- Τούτοις ἐντυχὼν πάντα ἐγινόμην ὁμοῦ· ἀνεφλεγόμην,
-ὠχρίων, ἐθαύμαζον, ἠπίστουν, ἔχαιρον,
-
ἠχθόμην. Λέγω οὖν πρὸς τὸν Σάτυρον “πότερον ἐξ
-Ἅδου ἥκεις φέρων τὴν ἐπιστολήν, ἢ τί ταῦτα θέλει;
-Λευκίππη πάλιν ἀνεβίω;” “Μάλιστα” ἔφη, “καὶ
-ἔστιν ἣν εἶδες ἐν τοῖς ἀγροῖς. Τότε μὲν οὖν οὐδ’ ἂν
- ἄλλος αὐτὴν ἰδὼν ἐγνώρισεν, ἔφηβον οὕτω γενομένην·
-τοῦτο γὰρ ἡ τῶν τριχῶν αὐτῆς κουρὰ μόνον
-
ἐνήλλαξεν.” “Εἶτα ἕστηκασ” ἔφην “ἐπὶ τηλικούτοις
-ἀγαθοῖς καὶ μέχρι τῶν ὤτων μόνον εὐφραίνεις, ἀλλ̓
-οὐ δεικνύεις καὶ τοῖς ὄμμασι τἀγαθά;” “Μὴ σύ γε” εἶπεν ὁ Σάτυρος· “ἀλλ’ ἐνεὸς κάτασχε “μὴ πάντα
-ἀπολέσῃσ” , ἕως ἂν περὶ τούτων ἀσφαλέστερον βουλευσώμεθα.
-
Γυναῖκα ὁρᾷς τὴν πρώτην Ἐφεσίων
-μαινομένην ἐπὶ σοί, ἡμᾶς δὲ ἐρήμους ἐν μέσαις ἄρκυσιν.” “Ἀλλ’ οὐ δύναμαι” ἔφην· ʽἐπέρχεται γὰρ
-διὰ πασῶν τῶν τοῦ σώματος ὁδῶν ἡ χαρά.
-
Ἀλλ̓ -ἰδού μοι διὰ τῶν γραμμάτων ἐγκαλεῖ.ʼ Καὶ ἅμα αὖθις -ἐντυγχάνων τοῖς γράμμασιν, ὡς ἐκείνην δι’ αὐτῶν -βλέπων, καὶ ἀναγινώσκων καθ’ ἓν ἔλεγον “δίκαια -ἐγκαλεῖς, φιλτάτη. Πάντα δι’ ἐμὲ ἔπαθες· -
-πολλῶν σοι γέγονα κακῶν αἴτιος.” Ὡς δὲ εἰς τὰς μάστιγας -καὶ εἰς τὰς βασάνους ἐγενόμην, ἃς ὁ Σωσθένης -αὐτῇ παρετρίψατο, ἔκλαον ὥσπερ αὐτὰς τὰς -βασάνους βλέπων αὐτῆς· ὁ γὰρ λογισμὸς πέμπων τῆς -ψυχῆς τὰ ὄμματα πρὸς τὴν ἀπαγγελίαν τῶν γραμμάτων, - ἐδείκνυ τὰ ὁρώμενα ὡς δρώμενα· πάνυ δὲ -ἠρυθρίων ἐφ’ οἷς μοι τὸν γάμον ὠνείδιζεν, ὥσπερ -ἐπ’ αὐτοφώρῳ μοιχὸς κατειλημμένος. Οὕτως ᾐσχυνόμην -καὶ τὰ γράμματα. -
- “Οἴμοι, πῶς ἀπολογήσομαι, Σάτυρε;” ἔφην· “ἑαλώκαμεν· Λευκίππη κατέγνωκεν ἡμῶν· τάχα δὲ
-καὶ μεμισήμεθα. Ἀλλὰ πῶς ἐσώθη φράσον σὺ καὶ
-τίνος σῶμα ἐθάψαμεν;” “Αὐτή σοι κατὰ καιρὸν
-
Κἀγὼ γὰρ αὐτῇ διωμοσάμην, -ὡς ἄκων ἔγημας.” “Εἶπας γὰρ” ἔφην “ὅτι -καὶ ἔγημα; ἀπολώλεκάς με.” “Τῆς εὐηθείας· ὅλη -γὰρ ἡ πόλις οὐκ οἶδε τὸν γάμον;” “Ἀλλ’ οὐκ ἔγημα, -μὰ τὸν Ἡρακλέα, Σάτυρε, καὶ τὴν παροῦσαν τύχην.”
-“Παίζεις, ὠγαθέ· συγκαθεύδεις.” “Οἶδα μὲν ἄπιστα -λέγων, ἀλλ’ οὔπω πέπρακται· καθαρὸς εἰς ταύτην -τὴν ἡμέραν Μελίτης Κλειτοφῶν. -
-Ἀλλὰ τί γράψω, -λέγε· σφόδρα γάρ με ἐξέπληξε τὸ συμβάν, ὥστε ἀπόρως -ἔχω.” “Οὐκ εἰμί σου σοφώτεροσ” ὁ Σάτυρος -εἶπεν· “ἀλλὰ αὐτός σοι ὁ ἔρως ὑπαγορεύσει. Μόνον διὰ ταχέων.”
-- Ἄρχομαι δὴ γράφειν -Χαῖρέ μοι, ὦ δέσποινα Λευκίππη. Δυστυχῶ μὲν ἐν οἷς -εὐτυχῶ, ὅτι σὲ παρὼν παροῦσαν ὡς ἀποδημοῦσαν ὁρῶ διὰ -γραμμάτων. Εἰ μὲν οὖν τὴν ἀλήθειαν περιμένεις, μηδὲν προκαταγινώσκουσά -μου, μαθήσῃ τὴν σήν με παρθενίαν μεμιμημένον, -εἴ τις ἐστὶ καὶ ἐν ἀνδράσι παρθενία· εἰ δέ με χωρὶς -ἀπολογίας ἤδη μεμίσηκας, ὄμνυμί σοι τοὺς σώσαντάς σε θεοὺς -ὡς ἐν βραχεῖ σοι τὸ ἔργον ἀπολογήσομαι. Ἔρρωσό μοι, φιλτάτη, -καὶ ἵλεως γένοιο -δίδωμι δὲ τῷ Σατύρῳ τὴν ἐπιστολὴν καὶ δέομαι τὰ -εἰκότα εἰπεῖν πρὸς αὐτὴν περὶ ἐμοῦ· ἐγὼ δὲ αὖθις -ἐπὶ τὸ συμπόσιον ἀπῄειν, ἡδονῆς ἅμα καὶ λύπης γεγεμισμένος· -ᾔδειν γὰρ τὴν Μελίτην οὐκ ἀνήσουσάν -με τῆς νυκτὸς τὸ μὴ οὐ γενέσθαι τοὺς γάμους ἡμῖν· -ἐμοὶ δ’ ἀδύνατον ἦν Λευκίππην ἀπολαβόντι γυναῖκα -ἑτέραν κἂν ἰδεῖν. -
- Τὸ μὲν οὖν πρόσωπον ἐβιαζόμην
-μηδὲν ἀλλοῖον παρέχειν ἢ πρὶν ἦν· οὐ πάντη δὲ
-κρατεῖν ἠδυνάμην. Ὡς δὲ ἐνικώμην, σκήπτομαι
-
Ἐγὼ μὲν δὴ ἄδειπνος ἀνίσταμαι κοιμησόμενος, -ἡ δὲ κατὰ πόδας ὡς εἶχεν ἐφ’ ἡμιτελεῖ - τῷ δείπνῳ συνανίσταται. Ὡς δὲ εἰς τὸν θάλαμον -παρήλθομεν, ἐγὼ μὲν ἔτι μᾶλλον ἐπέτεινον τῆς νόσου -τὴν ὑπόκρισιν, ἡ δ’ ἐλιπάρει καὶ ἔλεγε “τί ταῦτα -ποιεῖς; μέχρι τίνος με ἀπολλύεις; Ἰδοὺ καὶ τὴν θάλατταν -διεπλεύσαμεν, ἰδοὺ καὶ Ἔφεσος ἡ προθεσμία -τῶν γάμων. -
-Ποίαν ἔτι περιμένομεν ἡμέραν; μέχρι -τίνος ὡς ἐν ἱερῷ συγκαθεύδομεν; Ποταμὸν παρατιθεὶς -πολὺν κωλύεις πίνειν· τοσοῦτον χρόνον ὕδωρ -ἔχουσα διψῶ ἐν αὐτῇ καθεύδουσα τῇ πηγῇ· τοιαύτην -ἔχω τὴν εὐνήν, -
-οἵαν ὁ Τάνταλος τὴν τροφήν.” Ταῦτα - ἔλεγε καὶ ἔκλαεν ἐπιθεῖσά μου τοῖς στέρνοις τὴν κεφαλὴν -οὕτως ἐλεεινῶς, ὥστε παθεῖν μέ τι τὴν ψυχήν. -Οὐκ εἶχον δὲ ὅστις γένωμαι· καὶ γὰρ ἐδόκει μοι -δίκαια ἐγκαλεῖν. -
-Λέγω οὖν πρὸς αὐτὴν “ὄμνυμί σοι, -φιλτάτη, τοὺς πατρῴους θεούς· ἦ μὴν σφόδρα καὶ αὐτὸς - ἐπείγομαί σου τὴν σπουδὴν ἀμείψασθαι. Ἀλλ’ οὐκ -οἶδα” ἔφην “τί πέπονθα· νόσος γάρ μοι ἐξαίφνης ἐνέπεσεν. -
-Οἶδας δὲ ὅτι ὑγιείας χωρὶς οὐδέν ἐστιν Ἀφροδίτη.” Καὶ ἅμα λέγων ἀπέψων αὐτῆς τὰ δάκρυα καὶ -ὅρκοις ἑτέροις ἐπιστούμην ὡς οὐκ εἰς μακρὰν ὧν θέλει - τεύξεται. -
--Τότε μὲν οὖν καὶ μάλα μόλις ἠνέσχετο· τῇ δὲ -ὑστεραίᾳ καλέσασα τὰς θεραπαινίδας, αἷς τὴν ἐπιμέλειαν -τῆς Λευκίππης ἐνεχείρισεν, ἐπηρώτα μὲν τὸ -πρῶτον, εἰ ἀξίως αὐτῇ κέχρηνται· φασκουσῶν δὲ - μηδὲν τῶν δεόντων ἐπιλιπεῖν αὐτῇ, ἄγειν ἐκέλευσε -τὴν ἄνθρωπον πρὸς αὐτήν. -
-Ὡς δὲ ἦλθε “τὰ μὲν ἐμὰ
-ὅπως ἔσχεν” ἔφη “πρὸς σὲ φιλανθρωπίας, περισσὸν
-
Ἐμοὶ τοῦτο, φιλτάτη, φλεγομένῃ πάρασχε φάρμακον.
-Τὸν νεανίσκον εἶδες, τὸν ἅμα ἐμοὶ χθὲς βαδίζοντα;” “Τὸν ἄνδρα” ἔφη “λέγεις τὸν σόν;” ὑπολαβοῦσαπάνυ
-κακοήθως ἡ Λευκίππη· ʽτοῦτο γὰρ ἀκήκοα
-παρὰ τῶν κατὰ τὴν οἰκίαν.ʼ “Ποῖον ἄνδρα;” ἡ Μελίτη
-εἶπεν· “οὐδὲν κοινόν ἐστιν ἐμοὶ καὶ τοῖς λίθοις.
-
Ἀλλά με παρευδοκιμεῖ τις νεκρά· οὔτε γὰρ ἐσθίων -οὔτε κοιμώμενος ἐπιλαθέσθαι δύναται τοῦ Λευκίππης -ὀνόματος· τοῦτο γὰρ αὐτὴν καλεῖ. Ἐγὼ δέ, φίλη, μηνῶν -τεσσάρων ἐν Ἀλεξανδρείᾳ δι’ αὐτὸν διέτριψα -δεομένη, λιπαροῦσα, ὑπισχνουμένη, τί γὰρ οὐ λέγουσα, -
-τί δὲ οὐ ποιοῦσα τῶν ἀρέσαι δυναμένων. Ὁ δὲ -σιδηροῦς τις ἢ ξύλινος ἦν ἄρα πρὸς τὰς δεήσεις τὰς -ἐμάς, μόλις δὲ τῷ χρόνῳ πείθεται· ἐπείσθη δὲ μέχρι -τῶν ὀμμάτων. Ὄμνυμι γάρ σοι τὴν Ἀφροδίτην αὐτὴν -ὡς ἤδη πέμπτην ἡμέραν αὐτῷ συγκαθεύδουσα -οὕτως ἀνέστην ὡς ἀπ’ εὐνούχου· ἔοικα δὲ εἰκόνος -ἐρᾶν· μέχρι γὰρ τῶν ὀμμάτων ἔχω τὸν ἐρώμενον. -
-Δέομαι δέ σου γυναικὸς γυνὴ τὴν αὐτὴν δέησιν, ἣν -καὶ σύ μου χθὲς ἐδεήθης· δός μοί τι ἐπὶ τοῦτον τὸν -ὑπερήφανον· σώσεις γάρ μου τὴν φυχὴν διαρρεύσασαν -ἤδη.” Ὡς οὖν ἤκουσεν ἡ Λευκίππη, -
- ἡσθῆναι
-μὲν ἐδόκει τῷ μηδὲν πρὸς τὴν ἄνθρωπόν μοι πεπρᾶχθαι,
-φήσασα δὲ ἀνερευνήσειν, εἰ συγχωρήσειεν
-αὐτῇ, βοτάνας γενομένη κατὰ τοὺς ἀγρούς, ἀπιοῦσα
-
Ἡ μὲν δὴ Μελίτη ῥᾴων ἐγεγόνει -καὶ μόνον ἐλπίσασα· τὰ γὰρ ἡδέα τῶν πραγμάτων -κἂν μήπω παρῇ τέρπει ταῖς ἐλπίσιν. -
-- Ἐγὼ δὲ τούτων ἐπιστάμενος οὐδὲν ἠθύμουν μὲν -σκοπῶν πῶς ἂν διακρουσαίμην καὶ τὴν ἐπιοῦσαν -νύκτα τὴν γυναῖκα καὶ πῶς ἂν συντυχεῖν Λευκίππῃ -δυναίμην. -
-Ἐδόκει δέ μοι κἀκείνη τὴν ἴσην σπουδὴν -ποιεῖσθαι τοῦ ἀπελθεῖν δι’ αὐτὴν εἰς τοὺς ἀγρούς, - καὶ περὶ τὴν ἑσπέραν αὖθις ἥκειν. Ἔμελλε τῇ Λευκίππῃ -παρέξειν ὄχημα καὶ Ἡμεῖς δὲ ἐπὶ τὸν πότον -ᾖμεν. -
-Ἄρτι δὲ κατακλιθέντων ἡμῶν θόρυβος πολὺς -κατὰ τὸν ἀνδρῶνα ἀκούεται καὶ συνδρομή, καὶ εἰστρέχει -τις τῶν θεραπόντων, ἀσθμαίνων ἅμα καὶ -
-λέγων “Θέρσανδρος ζῇ καὶ πάρεστιν.” Ἦν δὲ ὁ Θέρσανδρος -οὗτος ὁ τῆς Μελίτης ἀνήρ, ὃν ἐνόμιζε τεθνηκέναι -κατὰ θάλασσαν. Τῶν γὰρ συνόντων αὐτῷ -τινες οἰκετῶν, ὡς περιετράπη τὸ σκάφος, σωθέντες -καὶ νομίσαντες ἀπολωλέναι, τοῦτο ἀπαγγείλαντες - ἔτυχον. Ἅμα οὖν ὁ οἰκέτης εἶπε καὶ ὁ Θέρσανδρος -κατὰ πόδας εἰστρέχει· πάντα γὰρ τὰ περὶ ἐμοῦ πυθόμενος -κατὰ τὴν ὁδόν, ἔσπευδε φθάσας καταλαβεῖν -με. -
-Ἡ μὲν δὴ Μελίτη ἀνέθορεν ὑπ’ ἐκπλήξεως τοῦ -παραλόγου καὶ περιβάλλειν ἐπεχείρει τὸν ἄνδρα· ὁ δὲ - τὴν μὲν ὡς εἶχεν ὠθεῖ μάλα ἐρρωμένως, ἐμὲ δὲ ἰδὼν -καὶ εἰπὼν “ὁ μοιχὸς οὗτοσ” ἐμπηδᾷ καὶ ῥαπίζει με -κατὰ κόρρης πληγὴν θυμοῦ γέμουσαν, ἑλκύσας δὲ -τῶν τριχῶν ῥάσσει πρὸς τοὔδαφος καὶ προσπίπτων -κατακόπτει με πληγαῖς. -
-Ἐγὼ δὲ ὥσπερ ἐν μυστηρίῳ
- μηδὲν ᾔδειν, μήθ’ ὅστις ὁ ἄνθρωπος ἦν μήθ’ οὗ
-χάριν ἔτυπτεν, ὑποπτεύσας δὲ μανικὸν εἶναι ἐδεδοίκειν
-ἀμύνασθαι, καίτοι δυνάμενος.
-
Ἐπεὶ δὲ ἐκάμομεν
-
- Ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, λανθάνει με διαρρυεῖσα -ἡ τῆς Λευκίππης ἐπιστολή· ἔτυχον γὰρ αὐτὴν -εἴσω τοῦ χιτωνίσκου προσδεδεμένην ἐκ τῶν τῆς -ὀθόνης θυσάνων ἔχων· καὶ ἡ Μελίτη ἀναιρεῖται λαθοῦσα· -ἐδεδίει γὰρ μή τινα τῶν πρός με αὐτῆς γραμμάτων -ἦν. -
-Ὡς δὲ ἀνέγνω καθ’ ἑαυτὴν γενομένη καὶ -τὸ τῆς Λευκίππης εὗρεν ὄνομα, βάλλεται μὲν εὐθέως -τὴν καρδίαν γνωρίσασα τοὔνομα, οὐ μὴν αὐτὴν ἐνόμιζεν -εἶναι τῷ πολλάκις αὐτὴν ἀκοῦσαι τετελευτηκέναι. -
-Ὡς δὲ προϊοῦσα καὶ τοῖς λοιποῖς τῶν γεγραμμένων -ἐνέτυχε, πᾶσαν μαθοῦσα τὴν ἀλήθειαν ἐμεμέριστο -πολλοῖς ἅμα τὴν ψυχήν, αἰδοῖ καὶ ὀργῇ καὶ -ἔρωτι καὶ ζηλοτυπίᾳ· ᾐσχύνετο τὸν ἄνδρα, ὠργίζετο -τοῖς γράμμασιν, ὁ ἔρως ἐμάραινε τὴν ὀργήν, ἐξῆπτε -τὸν ἔρωτα ἡ ζηλοτυπία, καὶ τέλος ἐκράτησεν ὁ ἔρως. -
-- Ἦν δὲ πρὸς ἑσπέραν, καὶ ἔτυχεν Θέρσανδρος ἐκ -τῆς πρώτης ὀργῆς πρὸς ἑταῖρόν τινα τῶν ἐγχωρίων -ἐκθορών. Ἡ δὲ διαλεχθεῖσα τῷ τὴν φυλακὴν τὴν -ἐμὴν πεπιστευμένῳ εἰσέρχεται πρός με λαθοῦσα τοὺς -ἄλλους, θεράποντας δύο τοῦ δωματίου προκαθίσασα, -
- καὶ καταλαμβάνει χαμαὶ καταβεβλημένον. Παραστᾶσα
-οὖν πάντα ἤθελεν εἰπεῖν ὁμοῦ, καὶ τὸ σχῆμα
-τοῦ προσώπου τοσαῦτα εἶχεν, ὅσα εἰπεῖν ἤθελεν. “Ὦ δυστυχὴς ἐγὼ καὶ ἐπὶ τῷ ἐμαυτῆς κακῷ τεθεαμένη
-σε, τὸ μὲν πρῶτον ἀτέλεστα ἐρασθεῖσα καὶ μετὰ
-πάσης ἀνοίας, ἣ καὶ μισουμένη τὸν μισοῦντα φιλῶ
-
Ὦ ζεῦγος κατ’ ἐμοῦ γοήτων, ἀνδρὸς -καὶ γυναικός. Ὁ μὲν τοσοῦτόν μου χρόνον κατεγέλα, -ἡ δὲ ἀπῆλθε κομιοῦσά μοι φίλτρον· ἐγὼ δὲ - ἡ κακοδαίμων ἠγνόουν αἰτοῦσα παρὰ τῶν ἐχθίστων -
-κατ’ ἐμαυτῆς φάρμακον.” Καὶ ἅμα τὴν ἐπιστολὴν -τῆς Λευκίππης μοι προσέρριψεν. Ἰδὼν οὖν καὶ γνωρίσας -ἔφριξα καὶ ἔβλεπον εἰς γῆν ὡς ἐληλεγμένος· -ἡ δὲ ἐτραγῴδει πάλιν “οἴμοι δειλαία τῶν κακῶν· καὶ - γὰρ τὸν ἄνδρα ἀπώλεσα διὰ σέ, οὐδὲ ἂν ἔχοιμι σὲ -τοῦ λοιποῦ χρόνου κἂν μέχρι τῶν ὀμμάτων τῶν κενῶν, -
-ἐπεὶ μὴ δεδύνησαι τούτων πλέον. Οἶδα ὅτι ὁ -ἀνήρ με μισεῖ καὶ μοιχείαν κατέγνωκεν ἐπὶ σοί, μοιχείαν -ἄκαρπον, μοιχείαν ἀναφρόδιτον, ἧς μόνον τὴν - λοιδορίαν κεκέρδακα. Αἱ μὲν γὰρ ἄλλαι γυναῖκες -μισθὸν τῆς αἰσχύνης ἔχουσι τὴν τῆς ἐπιθυμίας ἡδονήν, -ἐγὼ δὲ ἡ δυστυχὴς τὴν μὲν αἰσχύνην ἐκαρπωσάμην, -
-τὸ δὲ τῆς ἡδονῆς οὐδαμοῦ. Ἄπιστε καὶ βάρβαρε· -ἐτόλμησας οὕτως ἐρῶσαν γυναῖκα κατατῆξαι, - καὶ ταῦτα Ἔρωτος καὶ σὺ δοῦλος ὤν; Οὐκ ἐφοβήθης -αὐτοῦ τὰ μηνίματα; οὐκ ᾐδέσθης αὐτοῦ τὸ πῦρ; -οὐκ ἐτίμησας αὐτοῦ τὰ μυστήρια; οὐ κατέκλασέ σε -ταῦτα τὰ ὄμματα δακρύοντα; -
-Ὦ καὶ λῃστῶν ἀγριώτερε· -δάκρυα γὰρ καὶ λῃστὴς αἰσχύνεται. Οὐδέν - σε ἠρέθισεν εἰς ἀφροδίτην κἂν μίαν, οὐ δέησις, οὐ -χρόνος, οὐχ ἡ τῶν σωμάτων συμπλοκή, ἀλλά, τὸ -πάντων ὑβριστικώτατον, προσαπτόμενος, καταφιλῶν -οὕτως ἀνέστης ὡς ἄλλη γυνή. -
-Τίς αὕτη τῶν γάμων
-ἡ σκιά; Οὐ μὲν δὴ γεγηρακυίᾳ συνεκάθευδες οὐδ᾽
- ἀποστρεφομένῃ σου τὰς περιπλοκάς, ἀλλὰ καὶ νέᾳ
-καὶ φιλούσῃ, εἴποι δ’ ἂν ἄλλος ὅτι καὶ καλῇ. Εὐνοῦχε
-
- Ταῦτα ἔλεγε καὶ ἅμα ἔκλαεν· ὡς δὲ ἐσιώπων -ἐγὼ κάτω νενευκώς, μικρὸν διαλιποῦσα λέγει μεταβαλοῦσα “ἃ μὲν εἶπον, ὦ φίλτατε, θυμὸς ἔλεγε καὶ -λύπη· ἃ δὲ νῦν μέλλω λέγειν, ἔρως λέγει. Κἂν ὀργίζωμαι, -
-κάομαι· κἂν ὑβρίζωμαι, φιλῶ. Σπεῖσαι -κἂν νῦν, ἐλέησον· οὐκέτι δέομαι πολλῶν ἡμερῶν καὶ -γάμου μακροῦ, ὃν ἡ δυστυχὴς ὠνειροπόλουν ἐπὶ σοί· -ἀρκεῖ μοι κἂν μία συμπλοκή· μικροῦ δέομαι φαρμάκου -πρὸς τηλικαύτην νόσον. Σβέσον μοι ὀλίγον τοῦ -πυρός· εἰ δέ τί σοι προπετῶς ἐθρασυνάμην, σύγγνωθι, -
-φίλτατε· ἔρως ἀτυχῶν καὶ μαίνεται. Ἀσχημονοῦσα -οἶδα, ἀλλ’ οὐκ αἰσχύνομαι τὰ τοῦ Ἔρωτος ἐξαγορεύουσα -μυστήρια. Πρὸς ἄνδρα λαλῶ μεμυημένον· οἶδας -τί πάσχω· τοῖς δὲ ἄλλοις ἀνθρώποις ἀθέατα τὰ -βέλη τοῦ θεοῦ, καὶ οὐκ ἄν τις ἐπιδεῖξαι δύναιτο τὰ -τοξεύματα, μόνοι δὲ οἴδασιν οἱ ἐρῶντες τὰ τῶν -ὁμοίων τραύματα. -
-Ἔτι μόνον ἔχω ταύτην τὴν ἡμέραν· -τὴν ὑπόσχεσιν ἀπαιτῶ. Ἀναμνήσθητι τῆς Ἴσιδος, -αἰδέσθητι τοὺς ὅρκους τοὺς ἐκεῖ. Εἰ μὲν γὰρ -καὶ συνοικεῖν ἤθελες, ὥσπερ ὤμοσας, οὐκ ἂν ἐφρόντισα -Θερσάνδρων μυρίων· ἐπεὶ δὲ Λευκίππην εὑρόντι -σοι γάμος ἀδύνατος ἄλλης γυναικός, ἑκοῦσά -σοι τοῦτο παραχωρῶ· οἶδα νικωμένη· οὐκ αἰτῶ πλέον -ἢ δύναμαι τυχεῖν· κατ’ ἐμοῦ γὰρ πάντα καινά· ἀναβιοῦσι -καὶ νεκροί. -
- Ὦ θάλασσα, πλέουσαν μέν με
-διέσωσας, σώσασα δὲ μᾶλλον ἀπολώλεκας, δύο ἀποστείλασα
-κατ’ ἐμοῦ νεκρούς· ἤρκει γὰρ Λευκίππη
-
Τετύπτησαι -βλεπούσης μου, καὶ βοηθεῖν ἡ δυστυχὴς οὐκ -ἠδυνάμην· ἐπὶ τοῦτο τὸ πρόσωπον πληγαὶ κατηνέχθησαν, - ὦ θεοί. Δοκῶ, τυφλὸς Θέρσανδρος ἦν. -
-Ἀλλὰ δέομαι, Κλειτοφῶν δέσποτα ʽδεσπότης γὰρ εἶ -ψυχῆς τῆς ἐμῆσ̓, ἀπόδος σεαυτὸν τήμερον πρῶτα -καὶ ὕστατα· ἐμοὶ δὲ ἡμέραι τὸ βραχὺ τοῦτο πολλαί. -Οὕτω μηκέτι Λευκίππην ἀπολέσειας, οὕτω μηκέτι -μηδὲ ψευδῶς ἀποθάνοι. -
-Μὴ ἀτιμάσῃς τὸν ἔρωτα τὸν -ἐμόν, δι’ ὃν τὰ μέγιστα εὐτυχεῖς. Οὗτός σοι Λευκίππην -ἀποδέδωκεν. Εἰ γάρ σου μὴ ἠράσθην ἐγώ, -εἰ γάρ σε μὴ ἐνταῦθα ἤγαγον, ἦν ἂν ἔτι σοι Λευκίππη -νεκρά. -
-Εἰσίν, ὦ Κλειτοφῶν, καὶ Τύχης δωρεαί. - Ἤδη τις θησαυρῷ περιτυχὼν τὸν τόπον τῆς εὑρέσεως -ἐτίμησε, βωμὸν ἤγειρε, θυσίαν προσήνεγκεν, ἐστεφάνωσε -τὴν γῆν· σὺ δὲ παρ’ ἐμοὶ θησαυρὸν Ἔρωτος -εὑρὼν ἀτιμάζεις τὴν εὐεργετήσασαν. -
-Νόμιζέ σοι τὸν -Ἔρωτα δι’ ἐμοῦ λέγειν “ἐμοὶ χάρισαι τοῦτο, Κλειτοφῶν, - τῷ σῷ μυσταγωγῷ· μὴ ἀμύητον τὴν Μελίτην -ἀπέλθῃς καταλιπών· καὶ τὸ ταύτης ἐμόν ἐστι πῦρ.” Ἄκουσον δὲ ὡς καὶ τἆλλα μοι μέλει περὶ σοῦ. -
-Λυθήσῃ -μὲν γὰρ ἄρτι τῶν δεσμῶν, κἂν Θερσάνδρῳ μὴ -δοκῇ· καταγωγῆς δὲ τεύξῃ τοσούτων ἡμερῶν, ὅσων ἂν - θέλῃς, πρὸς ἐμὸν σύντροφον· ἕωθεν δὲ καὶ τὴν Λευκίππην -παρέσεσθαι προσδόκα. -
-Διανυκτερεύσειν γὰρ -ἔλεγεν εἰς τὸν ἀγρὸν βοτανῶν ἕνεκεν χάριν, ὡς ἐν -ὄψει τῆς σελήνης αὐτὰς ἀναλάβοι. Οὕτως γάρ μου -κατεγέλα· ᾔτησα γὰρ φάρμακον παρ’ αὐτῆς ὡς Θετταλῆς - κατὰ σοῦ. Τί γὰρ ἠδυνάμην ἔτι ποιεῖν ἀποτυγχάνουσα -ἢ βοτάνας ζητεῖν καὶ φάρμακα; αὕτη γὰρ -τῶν ἐν ἔρωτι δυστυχούντων ἡ καταφυγή. -
-Ὁ Θέρσανδρος
-
- Ταῦτα φιλοσοφήσασα ʽδιδάσκει γὰρ ὁ Ἔρως καὶ -λόγουσ̓ ἔλυε τὰ δεσμὰ καὶ τὰς χεῖρας κατεφίλει καὶ -τοῖς ὀφθαλμοῖς καὶ τῇ καρδίᾳ προσέφερε καὶ εἶπεν “ὁρᾷς πῶς πηδᾷ καὶ πάλλει πυκνὸν παλμὸν ἀγωνίας -γέμοντα καὶ ἐλπίδος “γένοιτο δὲ καὶ ἡδονῆσ” καὶ -
-ἔοικεν ἱκετεύειν σε τῷ πηδήματι.” Ὡς οὖν με ἔλυσε -καὶ περιέβαλε κλάουσα, ἔπαθόν τι ἀνθρώπινον, καὶ -ἀληθῶς ἐφοβήθην τὸν Ἔρωτα μή μοι γένηται μήνιμα -ἐκ τοῦ θεοῦ καὶ ἄλλως ὅτι Λευκίππην ἀπειλήφειν, -καὶ ὅτι μετὰ ταῦτα τῆς Μελίτης ἀπαλλάττεσθαι -ἔμελλον, καὶ ὅτι οὐδὲ γάμος ἔτι τὸ πραττόμενον ἦν, -
-ἀλλὰ φάρμακον ὥσπερ ψυχῆς νοσούσης. Περιβαλούσης -οὖν ἠνειχόμην καὶ περιπλεκομένης πρὸς τὰς περιπλοκὰς -οὐκ ἀντέλεγον· καὶ ἐγένετο ὅσα ὁ Ἔρως -ἤθελεν οὔτε στρωμνῆς ἡμῶν δεηθέντων οὔτε ἄλλου -τινὸς τῶν εἰς παρασκευὴν ἀφροδισίων. -
-Αὐτουργὸς -γὰρ ὁ Ἔρως καὶ αὐτοσχέδιος σοφιστὴς καὶ πάντα τόπον -αὑτῷ τιθέμενος μυστήριον. Τὸ δ’ ἀπερίεργον -εἰς Ἀφροδίτην ἥδιον μᾶλλον τοῦ πολυπράγμονος· -αὐτοφυῆ γὰρ ἔχει τὴν ἡδονήν. -
-
-Ἐπεὶ οὖν τὴν Μελίτην ἰασάμην, λέγω πρὸς αὐτὴν “ἀλλ’ ὅπως μοι τῆς φυγῆς παράσχῃς τὴν ἀσφάλειαν
-
Ἡγήσεται δέ σοι τῆς ἐπὶ τὰς θύρας ὁδοῦ Μελανθώ, -περιμένει δέ σε καὶ νεανίσκος ἐπ’ αὐταῖς ταῖς θύραις, -ᾧ προστεταγμένον ἐστὶν ἐξ ἐμοῦ κομίσαι σε εἰς τὴν -οἰκίαν, οὗ καὶ Κλεινίαν καὶ Σάτυρον εὑρήσεις καὶ -
-Λευκίππη σοι παρέσται.” Ταῦτα ἅμα λέγουσα ἐσκεύασέ - με ὡς ἑαυτὴν καὶ καταφιλοῦσα “ὡς εὐμορφότεροσ” ἔφη “παρὰ πολὺ γέγονας τῇ στολῇ. Τοιοῦτον -Ἀχιλλέα ποτε ἐθεασάμην ἐν γραφῇ. Ἀλλά μοι, φίλτατε, -σώζοιο, καὶ τὴν ἐσθῆτα ταύτην φύλαττε μνήμην· -ἐμοὶ δὲ τὴν σὴν κατάλιπε, ὡς ἂν ἔχοιμι ἐνδυομένη -
-σοι περικεχύσθαι.” Δίδωσι δέ μοι καὶ χρυσοῦς -ἑκατὸν καὶ καλεῖ τὴν Μελανθώ· θεράπαινα δὲ ἦν -αὕτη τῶν πιστῶν καὶ ἐφήδρευε ταῖς θύραις. Ὡς δὲ -εἰσῆλθε, λέγει περὶ ἐμοῦ τὰ συγκείμενα καὶ κελεύει -πάλιν ἀναστρέφειν πρὸς αὐτήν, ἐπειδὰν ἔξω γένωμαι - τῶν θυρῶν. -
--Ἐγὼ μὲν δὴ τοῦτον τὸν τρόπον ὑπεκδύομαι, καὶ -ὁ φύλαξ τοῦ οἰκήματος ἀνεχώρησε νομίσας τὴν δέσποιναν -εἶναι, νευσάσης αὐτῷ τῆς Μελανθοῦς· καὶ -διὰ τῶν ἐρήμων τῆς οἰκίας ἐπί τινα θύραν οὐκ ἐν - ὁδῷ κειμένην ἔρχομαι, καί με ὁ πρὸς τῆς Μελίτης -ταύτῃ προστεταγμένος ἀπολαμβάνει. -
-Ἀπελεύθερος -δὲ οὗτος τῶν συμπεπλευκότων ἦν ἡμῖν καὶ ἄλλως -ἐμοὶ κεχαρισμένος. Ὡς δὲ ἀνέστρεψεν ἡ Μελανθώ, -καταλαμβάνει τὸν φρουρὸν ἄρτι ἐπικλείσαντα τὸ -οἴκημα, καὶ ἀνοίγειν ἐκέλευσεν αὖθις. -
- Ὡς δὲ ἀνέῳξε,
-καὶ παρελθοῦσα ἐμήνυσε τῇ Μελίτῃ τὴν ἔξοδον τὴν
-ἐμήν, καλεῖ τὸν φύλακα· κἀκεῖνος, ὡς τὸ εἰκός,
-
Λέγει οὖν πρὸς αὐτὸν “οὐκ ἀπιστοῦσά σοι μὴ -οὐκ ἐθελήσῃς ἀφεῖναι Κλειτοφῶντα, ταύτης ἐδεήθην -τῆς κλοπῆς, ἀλλ’ ἵνα σοι πρὸς Θέρσανδρον ἡ τῆς -αἰτίας ἀπόλυσις ᾖ ὡς οὐ συνεγνωκότι. -
-Χρυσοῖ δέ -σοι οὗτοι δῶρον δέκα, δῶρον μέν, ἂν ἐνταῦθα μείνῃς, -παρὰ Κλειτοφῶντος· ἐὰν δὲ νομίσῃς φυγεῖν -βέλτιον, ἐφόδιον.” Καὶ ὁ Πασίων ʽτοῦτο γὰρ ἦν -ὄνομα τῷ φύλακἰ “πάνυ” ἔφη “δέσποινα, τὸ σοὶ δοκοῦν -
-κἀμοὶ δοκεῖ καλῶς ἔχειν.” Ἔδοξεν οὖν τῇ Μελίτῃ -τὸ νῦν ἀναχωρεῖν· ὅταν δ’ ἐν καλῷ θῆται τὰ -πρὸς τὸν ἄνδρα καὶ γένηται τὰ τῆς ὀργῆς ἐν γαλήνῃ, τότε μετιέναι. -
-- Καὶ ὁ μὲν οὕτως ἔπραξεν· ἐμοὶ δὲ ἡ συνήθης τύχη -πάλιν ἐπιτίθεται καὶ συντίθεται κατ’ ἐμοῦ δρᾶμα καινόν· -ἐπάγει γάρ μοι τὸν Θέρσανδρον αὖθις ἐπανελθόντα. -Μεταπεισθεὶς γὰρ ὑπὸ τοῦ φίλου, πρὸς ὃν -ᾤχετο, μὴ ἀπόκοιτος γενέσθαι, δειπνήσας πάλιν -ἀνέστρεφεν ἐπὶ τὴν οἰκίαν. -
- Ἦν δὲ τῆς Ἀρτέμιδος
-ἱερομηνία, καὶ μεθυόντων πάντα μεστά, ὥστε καὶ
-δι’ ὅλης τῆς νυκτὸς τὴν ἀγορὰν ἅπασαν κατεῖχε
-πλῆθος ἀνθρώπων. Κἀγὼ μὲν ἐδόκουν τοῦτο μόνον
-εἶναι δεινόν· ἐλελήθει δὲ καὶ ἄλλο τεχθέν μοι χαλεπώτερον.
-
Ὁ γὰρ Σωσθένης ὁ τὴν Λευκίππην ὠνησάμενος, -ὃν ἡ Μελίτη τῆς τῶν ἀγρῶν ἐκέλευσεν ἀποστῆναι -διοικήσεως, μαθὼν παρεῖναι τὸν δεσπότην -τούς τε ἀγροὺς οὐκέτι ἀφῆκε τήν τε Μελίτην ἤθελεν -ἀμύνασθαι. -
- Καὶ πρῶτον μὲν φθάσας καταμηνύει
-μου πρὸς τὸν Θέρσανδρον· ὁ γὰρ διαβαλὼν αὐτὸς
-
ὦ δέσποτα, χρῆμά τι κάλλους ἄπιστον. Οὕτως αὐτὴν -πιστεύσειας ἀκούων, ὡς ἰδών. Ταύτην ἐφύλαττόν -σοι· καὶ γὰρ ἠκηκόειν ζῶντά σε, καὶ ἐπίστευον, -διόπερ ἤθελον· ἀλλ’ οὐκ ἐξέφαινον, ἵνα τὴν δέσποιναν -ἐπ’ αὐτοφώρῳ καταλάβοις, καὶ μή σου καταγελῴη -μοιχὸς ἄτιμος καὶ ξένος. -
-Ἀφῄρηται δὲ ταύτην -χθὲς ἡ δέσποινα καὶ ἔμελλεν ἀποπέμψειν· ἡ τύχη δὲ -ἐτήρησέ σοι, ὥστε τοσοῦτον κάλλος λαβεῖν. Ἔστι -δὲ νῦν ἐν τοῖς ἀγροῖς, οὐκ οἶδ’ ὅπως πρὸς αὐτῆς -ἀπεσταλμένη. Πρὶν οὖν αὖθις ἐπανελθεῖν, εἰ θέλεις, - κατακλείσας αὐτὴν φυλάξω σοι, ὡς ὑπὸ σοὶ γένοιτο.”
--Ἐπῄνεσεν ὁ Θέρσανδρος καὶ ἐκέλευσε τοῦτο -ποιεῖν. Ἔρχεται δὴ σπουδῇ μάλα ὁ Σωσθένης εἰς -τοὺς ἀγρούς, καὶ τὴν καλύβην ἑωρακώς, ἔνθα ἡ Λευκίππη - διανυκτερεύειν ἔμελλε, δύο τῶν ἐργατῶν παραλαβών, -τοὺς μὲν κελεύει τὰς θεραπαινίδας, αἵπερ -ἦσαν ἅμα τῇ Λευκίππῃ παροῦσαι, περιελθεῖν δόλῳ -καὶ καλεσαμένους ὅτι πορρωτάτω διατρίβειν ἔχοντας -ἐφ’ ὁμιλίᾳ· -
-δύο δὲ ἄλλους ἐπαγαγών, ὡς εἶδε τὴν - Λευκίππην μόνην, εἰσπηδήσας καὶ τὸ στόμα ἐπισχὼν -συναρπάζει καὶ κατὰ θάτερα τῆς τῶν θεραπαινίδων -ἐκτροπῆς χωρεῖ, φέρων εἴς τι δωμάτιον ἀπόρρητον, -καὶ καταθέμενος λέγει πρὸς αὐτήν “ἥκω σοι φέρων -σωρὸν ἀγαθῶν, ἀλλ’ ὅπως εὐτυχήσασα μὴ ἐπιλήσῃ -μου. -
- Μὴ γὰρ φοβηθῇς ταύτην τὴν ἁρπαγήν, μηδὲ
-
Τοῦ δὲ Σωσθένους αὐτῷ -μηνύσαντος τὰ περὶ τῆς Λευκίππης καὶ κατατραγῳδοῦντος -αὐτῆς τὸ κάλλος, μεστὸς γενόμενος ἐκ τῶν -εἰρημένων ὡσεὶ κάλλους φαντάσματος, φύσει καλοῦ, -παννυχίδος οὔσης καὶ ὄντων μεταξὺ τεττάρων σταδίων -ἐπὶ τοὺς ἀγρούς, ἡγεῖσθαι κελεύσας ἐπ’ αὐτὴν χωρεῖν ἔμελλεν. -
-Ἐν τούτῳ δὲ ἐγὼ τὴν ἐσθῆτα τῆς Μελίτης εἶχον -ἠμφιεσμένος καὶ ἀπερισκέπτως ἐμπίπτω κατὰ πρόσωπον -αὐτοῖς, καί με ὁ Σωσθένης πρῶτος γνωρίσας “ἀλλ’ ἰδοὺ” φησὶν “οὗτος ὁ μοιχὸς βακχεύων ἡμῖν -
-ἔπεισι καὶ τῆς σῆς γυναικὸς ἔχων λάφυρα.” Ὁ μὲν -οὖν νεανίσκος ἔτυχε προηγούμενος καὶ προϊδὼν -ἀποφεύγει, μὴ λαβὼν καιρὸν ὑπὸ δέους κἀμοὶ προμηνῦσαι· -ἐμὲ δὲ ἰδόντες συλλαμβάνουσι, καὶ ὁ -Θέρσανδρος βοᾷ, καὶ πλῆθος τῶν παννυχιζόντων -συνέρρει. -
-Ἔτι μᾶλλον οὖν ὁ Θέρσανδρος ἐδεινοπάθει, -ῥητὰ μὲν καὶ ἄρρητα βοῶν, τὸν μοιχόν, τὸν -λωποδύτην· ἄγει δέ με εἰς τὸ δεσμωτήριον καὶ παραδίδωσιν -ἔγκλημα μοιχείας ἐπιφέρων. -
-Ἐμὲ δὲ ἐλύπει -τούτων μὲν οὐδέν, οὔθ’ ἡ τῶν δεσμῶν ὕβρις οὔθ̓ -ἡ τῶν λόγων αἰκία· καὶ γὰρ ἐθάρρουν τῷ λόγῳ περιέσεσθαι -μὴ μοιχὸς εἶναι, γῆμαι δὲ ἐμφανῶς· δέος -δέ με περὶ τῆς Λευκίππης εἶχεν οὔπω σαφῶς -αὐτὴν ἀπολαβόντα. -
- Ψυχαὶ δὲ πεφύκασι μάντεις
-τῶν κακῶν, ἐπεὶ τῶν γε ἀγαθῶν ἥκιστα ἐκ μαντείας
-εὐστοχοῦμεν. Οὐδὲν οὖν ὑγιὲς ἐνενόουν
-
-Ἐγὼ μὲν οὖν οὕτως εἶχον τὴν ψυχὴν κακῶς· ὁ -δὲ Θέρσανδρος ἐμβαλών με εἰς τὸ δεσμωτήριον, ὡς - εἶχεν ὁρμῆς ἐπὶ τὴν Λευκίππην ἵεται. Ὡς δὲ παρῆσαν -ἐπὶ τὸ δωμάτιον, καταλαμβάνουσιν αὐτὴν χαμαὶ -κειμένην, ἐν νῷ καθεστηκυῖαν ὧν ἔτυχεν ὁ Σωσθένης -εἰπών, ἐμφαίνουσαν τοῖς προσώποις λύπην -ὁμοῦ καὶ δέος. -
-Ὁ γὰρ νοῦς οὔ μοι δοκεῖ λελέχθαι - καλῶς ἀόρατος εἶναι τὸ παράπαν· φαίνεται γὰρ ἀκριβῶς -ὡς ἐν κατόπτρῳ τῷ προσώπῳ· ἡσθείς τε γὰρ -ἐξέλαμψε τοῖς ὀφθαλμοῖς εἰκόνα χαρᾶς, καὶ ἀνιαθεὶς -συνέστειλε τὸ πρόσωπον εἰς τὴν ὄψιν τῆς συμφορᾶς. -
-Ὡς οὖν ἤκουσεν ἡ Λευκίππη ἀνοιγομένων τῶν θυρῶν “ἦν δ’ ἔνδον λύχνοσ” , ἀνανεύσασα μικρὸν αὖθις τοὺς -ὀφθαλμοὺς κατέβαλεν. Ἰδὼν δὲ ὁ Θέρσανδρος τὸ -κάλλος ἐκ παραδρομῆς, ὡς ἁρπαζομένης ἀστραπῆς -ʽμάλιστα γὰρ ἐν τοῖς ὀφθαλμοῖς κάθηται τὸ κάλλοσ̓, -ἀφῆκε τὴν ψυχὴν ἐπ’ αὐτὴν καὶ εἱστήκει τῇ θέᾳ δεδεμένος, - ἐπιτηρῶν πότε αὖθις ἀναβλέψει πρὸς αὐτόν. -
-Ὡς δὲ ἔνευσεν εἰς τὴν γῆν, λέγει “τί κάτω βλέπεις, -γύναι; τί δέ σου τὸ κάλλος τῶν ὀφθαλμῶν εἰς τὴν -γῆν καταρρεῖ; ἐπὶ τοὺς ὀφθαλμοὺς μᾶλλον ῥεέτω τοὺς ἐμούς.”
-- Ἡ δὲ ὡς ἤκουσεν, ἐνεπλήσθη δακρύων, καὶ -εἶχεν αὐτῆς ἴδιον κάλλος καὶ τὰ δάκρυα. Δάκρυον -γὰρ ὀφθαλμὸν ἀνίστησι καὶ ποιεῖ προπετέστερον· -κἂν μὲν ἄμορφος ᾖ καὶ ἄγροικος, προστίθησιν εἰς -δυσμορφίαν· ἐὰν δὲ ἡδὺς καὶ τοῦ μέλανος ἔχων τὴν - βαφὴν ἠρέμα τῷ λευκῷ στεφανούμενος, ὅταν τοῖς -δάκρυσιν ὑγρανθῇ, ἔοικε πηγῆς ἐγκύμονι μαζῷ. -
-Χεομένης δὲ τῆς τῶν δακρύων ἅλμης περὶ τὸν
-λευκὸν πιαίνεται, τὸ δὲ μέλαν
-πορφύρεται, καὶ ἔστιν ὅμοιον τὸ μὲν ἴῳ, τὸ δὲ ναρκίσσῳ·
-τὰ δὲ δάκρυα τῶν ὀφθαλμῶν ἔνδον εἱλούμενα
-γελᾷ.
-
Τοιαῦτα Λευκίππης ἦν τὰ δάκρυα, αὐτὴν τὴν -λύπην εἰς κάλλος νενικηκότα· εἰ δὲ ἠδύνατο παγῆναι -πεσόντα, καινὸν ἂν εἶχεν ἤλεκτρον ἡ γῆ. Ὁ δὲ -Θέρσανδρος ἰδὼν πρὸς μὲν τὸ κάλλος ἐκεχήνει, πρὸς -δὲ τὴν λύπην ἐξεμεμήνει καὶ τοὺς ὀφθαλμοὺς δακρύων -ἐγκύους εἶχεν. -
- Ἔστι μὲν γὰρ φύσει δάκρυον
-ἐπαγωγότατον ἐλέου τοῖς ὁρῶσι, τὸ δὲ τῶν γυναικῶν
-μᾶλλον· ὅσῳ γὰρ θαλερώτερον, τοσούτῳ καὶ γοητότερον.
-Ἐὰν δὲ ἡ δακρύουσα ᾖ καὶ καλὴ καὶ ὁ θεατὴς
-ἐραστής, οὐδ’ ὀφθαλμὸς ἀτρεμεῖ, ἀλλὰ τὸ δακρύον
-ἐμιμήσατο.
-
Ἐπειδὴ γὰρ εἰς τὰ ὄμματα τῶν -καλῶν τὸ κάλλος κάθηται, ῥέον ἐκεῖθεν ἐπὶ τοὺς -ὀφθαλμοὺς τῶν ὁρώντων ἵσταται καὶ τῶν δακρύων -τὴν πηγὴν συνεφέλκεται. Ὁ δὲ ἐραστὴς δεξάμενος -ἄμφω τὸ μὲν κάλλος εἰς τὴν ψυχὴν ἥρπασε, τὸ δὲ -δάκρυον εἰς τοὺς ὀφθαλμοὺς ἐτήρησεν, ὁραθῆναι δὲ -εὔχεται, καὶ ἀποψήσασθαι δυνάμενος οὐκ ἐθέλει, -ἀλλὰ τὸ δάκρυον, ὡς δύναται, κατέχει καὶ φοβεῖται -μὴ πρὸ καιροῦ φύγῃ. -
-Ὁ δὲ καὶ τῶν ὀφθαλμῶν τὴν -κίνησιν ἐπέχει, μὴ πρὶν τὸν ἐρώμενον ἰδεῖν ταχὺ θελήσῃ -πεσεῖν· μαρτυρίαν γὰρ ταύτην νενόμικεν ὅτι -καὶ φιλεῖ. -
-Τοιοῦτό τι τῷ Θερσάνδρῳ συμβεβήκει· -ἐδάκρυε γὰρ πρὸς ἐπίδειξιν, παθὼν μέν τι, κατὰ τὸ -εἰκός, ἀνθρώπινον, καλλωπιζόμενος δὲ πρὸς τὴν -Λευκίππην, ὡς διὰ τοῦτο δεδακρυμένος, ὅτι κἀκείνη -δακρύει. -
- Λέγει οὖν πρὸς τὸν Σωσθένην προσκύψας “νῦν μὲν αὐτὴν θεράπευσον, ὁρᾷς γὰρ ὡς ἔχει λύπης·
-ὥστε ὑπεκστήσομαι καὶ μάλα ἄκων, ὡς ἂν μὴ
-ὀχληρὸς εἴην· ὅταν δ’ ἡμερώτερον διατεθῇ, τότε
-
Σὺ δέ, ὦ γύναι, θάρρει· ταχὺ -γὰρ σου ταῦτα τὰ δάκρυα ἰάσομαι.” Εἶτα πρὸς τὸν -Σωσθένην πάλιν ἐξιὼν “ὅπως εἴπῃς τὰ εἰκότα περὶ -ἐμοῦ· ἕωθεν δὲ ἧκε πρός με κατορθώσασ” ἔφη. Ἐπὶ - τούτοις ἀπηλλάττετο. -
--Ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, ἔτυχεν ἐπὶ τὴν Λευκίππην -μετὰ τὴν πρός με ὁμιλίαν εὐθὺς εἰς τοὺς -ἀγροὺς ἡ Μελίτη νεανίσκον ἀποστείλασα, ἐπείγειν -αὐτὴν εἰς τὴν ἐπάνοδον, μηδὲν ἔτι δεομένη φαρμάκων. -
-Ὡς οὖν ἧκεν οὗτος εἰς τοὺς ἀγρούς, καταλαμβάνει -τὰς θεραπαινίδας ζητούσας τὴν Λευκίππην καὶ -πάνυ τεταραγμένας· ὡς δὲ ἦν οὐδαμοῦ, δρόμῳ φθάσας -ἀπήγγειλε τὸ συμβάν. -
-Ἡ δὲ ὡς ἤκουσε τὰ περὶ -ἐμοῦ, ὡς εἴην εἰς τὸ δεσμωτήριον ἐμβληθείς, εἶτα - περὶ τῆς Λευκίππης, ὡς ἀφανὴς ἐγένετο, νέφος αὐτῆς -κατεχύθη λύπης. -
-Καὶ τὸ μὲν ἀληθὲς οὐκ εἶχεν εὑρεῖν, -ὑπενόει δὲ τὸν Σωσθένην· βουλομένη δὲ φανερὰν -αὐτῆς τὴν ζήτησιν ποιήσασθαι διὰ τοῦ Θερσάνδρου, -τέχνην λόγων ἐπενόησεν, ἥτις μεμιγμένην εἶχε τῷ - σοφίσματι τὴν ἀλήθειαν. -
-
-Ἐπεὶ γὰρ ὁ Θέρσανδρος εἰσελθὼν εἰς τὴν οἰκίαν
-ἐβόα πάλιν “σὺ τὸν μοιχὸν ἐξέκλεψας· σὺ τῶν
-δεσμῶν ἐξέλυσας καὶ τῆς οἰκίας ἐξαπέστειλας· σὸν τὸ
-ἔργον· τί οὖν οὐκ ἠκολούθεις αὐτῷ; τί δὲ ἐνταῦθα
- μένεις, ἀλλ’ οὐκ ἄπει πρὸς τὸν ἐρώμενον, ἵνα αὐτὸν
-ἴδῃς στερροτέροις δεσμοῖς δεδεμένον;” ἡ Μελίτη “ποῖον μοιχόν;” ἔφη· “τί πάσχεις; εἰ γὰρ θέλεις
-τὴν μανίαν ἀφεὶς ἀκοῦσαι τὸ πᾶν, μαθήσῃ ῥᾳδίως
-τὴν ἀλήθειαν.
-
Ἓν οὖν σου δέομαι, γενοῦ μοι δικαστὴς
- ἴσος, καὶ καθήρας μέν σου τὰ ὦτα τῆς διαβολῆς,
-ἐκβαλὼν δὲ τῆς καρδίας τὴν ὀργήν, τὸν δὲ λογισμὸν
-ἐπιστήσας κριτὴν ἀκέραιον ἄκουσον. Ὁ νεανίσκος
-
Ἀκούσασα τὴν τύχην -ἠλέησα καὶ ἀνεμνήσθην σου, καὶ παρέσχον ἑστίαν “τάχα” λέγουσα “καὶ Θέρσανδρος οὕτω που πλανᾶται· -τάχα” λέγουσα “τὶς κἀκεῖνον ἐλεήσει γυνή. Εἰ δὲ τῷ -ὄντι τέθνηκε κατὰ τὴν θάλασσαν, ὡς ἡ φήμη λέγει, -
-φέρε πάντα τιμήσωμεν τὰ ναυάγια.” Πόσους καὶ ἄλλους -ἔθρεψα νεναυαγηκότας; πόσους ἔθαψα τῆς θαλάσσης -νεκρούς; Εἰ ξύλον ἐκ ναυαγίας τῇ γῇ προσπεσὸν -ἐλάμβανον, “τάχα” ἔλεγον “ἐπὶ ταύτης τῆς νεὼς -
- Θέρσανδρος ἔπλει.” Εἷς δὴ καὶ οὗτος ἦν τῶν ἐκ τῆς
-θαλάσσης σωζομένων· ἐχαριζόμην σοὶ τιμῶσα τοῦτον.
-Ἔπλευσεν ὥσπερ σύ· ἐτίμων φίλτατε, τῆς σῆς
-συμφορᾶς τὴν εἰκόνα. Πῶς οὖν ἐνταῦθα συνεπηγόμην;
-
ὁ λόγος ἀληθής. Ἔτυχε μὲν πενθῶν γυναῖκα, -ἡ δ’ ἄρα ἐλάνθανεν οὐκ ἀποθανοῦσα· τοῦτό τις αὐτῷ -καταγορεύει καὶ ὡς ἐνταῦθα εἴη παρά τινι τῶν -ἡμετέρων ἐπιτρόπων· Σωσθένην δὲ ἔλεγε. Καὶ οὕτως -εἶχε· -
-τὴν γὰρ ἄνθρωπον ἥκοντες εὕρομεν. Διὰ -τοῦτο ἠκολούθησέ μοι. Ἔχεις τὸν Σωσθένην, πάρεστιν -ἡ γυνὴ κατὰ τοὺς ἀγρούς. Ἐξέτασον τῶν -λεχθέντων ἕκαστον. Εἴ τι ἐψευσάμην, μεμοίχευμαι.”
-
- Ταῦτα δὲ ἔλεγε προσποιησαμένη τὸν ἀφανισμὸν
-τῆς Λευκίππης μὴ ἐγνωκέναι· ταμιευσαμένη αὖθις,
-εἰ ζητήσει ὁ Θέρσανδρος εὑρεῖν τὴν ἀλήθειαν, τὰς
-θεραπαινίδας ἀγαγεῖν, αἷς συναπελθοῦσα ἔτυχεν,
-ἂν μὴ παραγένηται περὶ τὴν ἕω, λεγούσας, ὅπερ
-
Οὕτω γὰρ αὐτὴν -ἐγκεῖσθαι πρὸς τὴν ζήτησιν φανερῶς, ὡς καὶ -τὸν Θέρσανδρον ἐπαναγκάσαι. Ταῦτα οὖν ὑποκριναμένη -πιθανῶς κἀκεῖνα προσετίθει “πίστευσον, ἄνερ· - οὐδέν μου, φίλτατε, παρὰ τὸν τῆς συμβιώσεως κατέγνωκας -χρόνον· -
-μηδὲ νῦν τοιοῦτον ὑπολάβῃς. Ἡ δὲ -φήμη διαπεφοίτηκεν ἐκ τῆς εἰς τὸν νεανίσκον τιμῆς, -οὐκ εἰδότων τῶν πολλῶν τὴν αἰτίαν τῆς κοινωνίας. -
-Καὶ γὰρ σὺ φήμῃ τέθνηκας. Φήμη δὲ καὶ Διαβολὴ - δύο συγγενῆ κακά· θυγάτηρ ἡ Φήμη τῆς Διαβολῆς. -Καὶ ἔστι μὲν ἡ Διαβολὴ μαχαίρας ὀξυτέρα, πυρὸς -σφοδροτέρα, Σειρήνων πιθανωτέρα· ἡ δὲ Φήμη ὕδατος -ὑγροτέρα, πνεύματος δρομικωτέρα, πτερῶν ταχυτέρα. -
-Ὅταν οὖν ἡ Διαβολὴ τοξεύσῃ τὸν λόγον, ὁ - μὲν δίκην βέλους ἐξίπταται καὶ τιτρώσκει μὴ παρόντα -καθ’ οὗ πέμπεται, ὁ δὲ ἀκούων ταχὺ πείθεται -καὶ ὀργῆς αὐτῷ πῦρ ἐξάπτεται καὶ ἐπὶ τὸν βληθέντα -μαίνεται· τεχθεῖσα δὲ ἡ Φήμη τῷ τοξεύματι ῥεῖ -μὲν εὐθὺς πολλὴ καὶ ἐπικλύζει τὰ ὦτα τῶν ἐντυχόντων, - διάττει δὲ ἐπὶ πλεῖστον καταιγίζουσα τῷ τοῦ -λόγου πνεύματι καὶ ἐξίπταται κουφιζομένη τῷ τῆς -γλώττης πτερῷ. -
-Ταῦτά με τὰ δύο πολεμεῖ· ταῦτά -σου τὴν ψυχὴν κατέλαβε καὶ ἀπέκλεισέ μου τοῖς λόγοις -τῶν ὤτων σου τὰς θύρας.”
-
-Καὶ ἅμα λέγουσα χειρός τε ἔθιγε καὶ καταφιλεῖν
-ἤθελεν. Ἐγεγόνει δὲ ἡμερώτερος, καὶ αὐτὸν
-ἔσαινε τῶν λεγομένων τὸ πιθανόν, καὶ τὸ τῆς Λευκίππης
-σύμφωνον τῷ λόγῳ τοῦ Σωσθένους μέρος
-τῆς ὑπονοίας μετέφερεν· οὐ μέντοι τέλεον ἐπίστευσε·
- ζηλοτυπία γὰρ ἅπαξ ἐμπεσοῦσα ψυχῇ δυσέκνιπτόν
-ἐστιν.
-
Ἐθορυβήθη οὖν ὅτι τὴν κόρην ἤκουσεν
-εἶναί μου γυναῖκα, ὥστε ἐμίσει με μᾶλλον. Τότε μὲν
-
Ὁ δὲ Σωσθένης προπέμψας μέχρι τινὸς τὸν Θέρσανδρον -καὶ καθυποσχόμενος περὶ τῆς Λευκίππης -αὖθις ἀναστρέφει πρὸς αὐτὴν καὶ σχηματίσας τὸ -πρόσωπον εἰς ἡδονὴν “κατωρθώσαμεν” εἶπεν “ὦ -Λάκαινα· Θέρσανδρος ἐρᾷ σου καὶ μαίνεται, ὥστε -τάχα καὶ γυναῖκα ποιήσεταί σε· τὸ δὲ κατόρθωμα -τοῦτο ἐμόν. -
-Ἐγὼ γάρ σου πρὸς αὐτὸν περὶ τοῦ κάλλους -πολλὰ ἐτερατευσάμην καὶ τὴν ψυχὴν αὐτοῦ -φαντασίας ἐγέμισα. Τί κλάεις; ἀνάστηθι καὶ θῦε -ἐπὶ τοῖς εὐτυχήμασιν Ἀφροδίτῃ· μνημόνευε δὲ κἀμοῦ.”
-- Καὶ ἡ Λευκίππη “τοιαῦτα σοὶ” ἔφη “γένοιτο εὐτυχήματα, -οἷα ἐμοὶ κομίζων πάρει.” Ὁ δὲ Σωσθένης -τὴν εἰρωνείαν οὐ συνείς, ἀλλὰ νομίζων αὐτὴν τὰ -ὄντα λέγειν, φιλοφρονούμενος προσετίθει “βούλομαι -δέ σοι καὶ τὸν Θέρσανδρον ὅστις ἐστὶν εἰπεῖν, ὡς ἂν -μᾶλλον ἡσθείης. -
-Μελέτης μὲν ἀνήρ, ἣν εἶδες ἐν τοῖς -ἀγροῖς, γένει δὲ πρῶτος ἁπάντων τῶν Ἰώνων· πλοῦτος -μείζων τοῦ γένους, ὑπὲρ τὸν πλοῦτον ἡ χρηστότης· -τὴν δὲ ἡλικίαν οἷός ἐστιν εἶδες, ὅτι νέος καὶ -καλός, -
- ὃ μάλιστα τέρπει γυναῖκα.” Πρὸς τοῦτο οὐχ
-ὑπήνεγκεν ἡ Λευκίππη ληροῦντα τὸν Σωσθένην,
-ἀλλ’ “ὦ κακὸν σὺ θηρίον” ἔφη “μέχρι τίνος μοι
-
μιαίνεις τὰ ὦτα; Τί ἐμοὶ καὶ Θερσάνδρῳ κοινόν; -Καλὸς ἔστω Μελίτῃ καὶ πλούσιος τῇ πόλει, χρηστός τε -καὶ μεγαλόψυχος τοῖς δεομένοις· ἐμοὶ δὲ οὐδὲν μέλει -τούτων, εἴτε ἐστὶ καὶ Κόδρου εὐγενέστερος εἴτε -Κροίσου πλουσιώτερος. -
- Τί μοι καταλέγεις σωρὸν
-ἀλλοτρίων ἐγκωμίων; Τότε ἐπαινέσω Θέρσανδρον ὡς
-
-Καὶ ὁ Σωσθένης σπουδάσας εἶπε “παίζεις.” “Πῶς -παίζω;” ἔφη. “Ἔα με, ἄνθρωπε, ὑπὸ τῆς ἐμαυτῆς - συντρίβεσθαι τύχης καὶ τοῦ κατέχοντός με δαίμονος· -οἶδα γὰρ οὖσα ἐν πειρατηρίῳ.” “Δοκεῖς μοι” ἔφη “μαίνεσθαι μανίαν ἀνήκεστον. -
-Πειρατήριον ταῦτα -εἶναί σοι δοκεῖ, πλοῦτος καὶ γάμος καὶ τρυφή, ἄνδρα -τοιοῦτον λαβούσῃ παρὰ τῆς Τύχης, ὃν οὕτω φιλοῦσιν - οἱ θεοί, ὡς αὐτὸν καὶ ἐκ μέσων τῶν τοῦ θανάτου -πυλῶν ἀναγαγεῖν;” Εἶτα κατέλεγε τὴν ναυαγίαν, -ἐκθειάζων ὡς ἐσώθη, καὶ τερατευόμενος ὑπὲρ τὸν -δελφῖνα τὸν Ἀρίονος. -
-Ὡς δ’ οὐδὲν ἡ Λευκίππη οὐκέτι -μυθολογοῦντα πρὸς αὐτὸν εἶπε, “σκέψαι” ἔφη “κατὰ σὲ τί ἄμεινον, καὶ ὅπως μηδὲν τούτων πρὸς -Θέρσανδρον ἐρεῖς, μὴ παροξύνῃς χρηστὸν ἄνδρα· -
-ὀργισθεὶς γὰρ ἀφόρητός ἐστι. Χρηστότης γὰρ τυγχάνουσα -μὲν χάριτος ἐπὶ μᾶλλον αὔξεται, προπηλακισθεῖσα -δὲ εἰς ὀργὴν ἐρεθίζεται. Τὸ γὰρ περιττὸν - εἰς φιλανθρωπίαν ἴσον ἔχει τὸν θυμὸν εἰς τιμωρίαν.”
--Τὰ μὲν δὴ κατὰ Λευκίππην εἶχεν οὕτως· Κλεινίας -δὲ καὶ ὁ Σάτυρος πυθόμενοί με ἐν τῷ δεσμωτηρίῳ -καθεῖρχθαι ʽδιηγγέλκει γὰρ αὐτοῖς ἡ Μελίτἠ - τῆς νυκτὸς εὐθὺς ἐπὶ τὸ οἴκημα σπουδῇ παρῆσαν. -Καὶ ἤθελον μὲν αὐτοῦ καταμεῖναι σὺν ἐμοί, ὁ δὲ ἐπὶ -τῶν δεσμῶν οὐκ ἐπέτρεπεν, ἀλλ’ ἐκέλευεν ἀπαλλάττεσθαι -αὐτοὺς τὴν ταχίστην. -
-Ὁ μὲν δὴ τούτους ἀπήλασεν
-ἄκοντας, ἐγὼ δὲ ἐντειλάμενος αὐτοῖς περὶ τῆς
- Λευκίππης, εἰ παραγένοιτο, περὶ τὴν ἕω σπουδῇ
-πρός με ἥκειν, καὶ τὰς τῆς Μελίτης διηγησάμενος
-ὑποσχέσεις, τὴν ψυχὴν εἶχον ἐπὶ τρυτάνης ἐλπίδος
-
- Ἡμέρας δὲ γενομένης ὁ μὲν Σωσθένης ἐπὶ τὸν -Θέρσανδρον ἔσπευδεν, οἱ δὲ ἀμφὶ τὸν Σάτυρον ἐπ̓ -ἐμέ. Ὡς δὲ εἶδεν ὁ Θέρσανδρος τὸν Σωσθένην, -ἐπυνθάνετο πῶς ἔχει τὰ κατὰ τὴν κόρην εἰς πειθὼ -πρὸς αὐτόν. -
-Ὁ δὲ τὸν μὲν ὄντα λόγον οὐ λέγει, σοφίζεται -δέ τι μάλα πιθανῶς. “Ἀρνεῖται μὲν γὰρ” εἶπεν, “οὐ μὴν ἡγοῦμαι τὴν ἄρνησιν αὐτῆς οὕτως -ἔχειν ἁπλῶς, ἀλλ’ ὑπονοεῖν μοι δοκεῖ σε χρησάμενον -ἅπαξ ἀφήσειν, -
-καὶ ὀκνεῖ τὴν ὕβριν.” “Ἀλλὰ τούτου -γε ἕνεκεν” εἶπεν ὁ Θέρσανδρος “θαρρείτω· τὸ γὰρ -ἐμὸν οὕτως ἔχει πρὸς αὐτήν, ὡς ἀθάνατον εἶναι. Ἓν -δὲ μόνον φοβοῦμαι καὶ ἐπείγομαι μαθεῖν περὶ τῆς -κόρης, εἰ τῷ ὄντι γυνὴ τυγχάνει τοῦ νεανίσκου γενομένη, -ὡς ἡ Μελίτη μοι διηγήσατο.”
-Ταῦτα διαλεγόμενοι παρῆσαν ἐπὶ τὸ τῆς Λευκίππης -δωμάτιον. Ἐπεὶ δὲ πλησίον ἐγένοντο τῶν θυρῶν, -ἀκούουσιν αὐτῆς ποτνιωμένης. Ἔστησαν οὖν ἀψοφητὶ -κατόπιν τῶν θυρῶν. -
-“Οἴμοι Κλειτοφῶν” ʽτοῦτο γὰρ ἔλεγε πολλάκισ̓ “οὐκ οἶδας ποῦ γέγονα καὶ ποῦ καθεῖργμαι· οὐδὲ γὰρ -ἐγὼ τίς σὲ κατέχει τύχη, ἀλλὰ τὴν αὐτὴν ἄγνοιαν -δυστυχοῦμεν. -
-Ἆρα μή σε κατέλαβε Θέρσανδρος ἐπὶ -τῆς οἰκίας; ἆρα μὴ καὶ σύ τι πέπονθας ὑβριστικόν; -Πολλάκις ἠθέλησα πυθέσθαι παρὰ τοῦ Σωσθένους, -ἀλλ’ οὐκ εἶχον ὅπως πύθωμαι. Εἰ μὲν ὡς περὶ ἀνδρὸς -ἐμαυτῆς, ἐφοβούμην μή τί σοι κινήσω κακόν, -παροξύνασα Θέρσανδρον ἐπὶ σέ· εἰ δὲ ὡς περὶ ξένου -τινός, ὑπόνοια καὶ τοῦτο ἦν. -
- Τί γὰρ μέλει γυναικὶ
-περὶ τῶν οὐχ ἑαυτῆς; Ποσάκις ἐμαυτὴν ἐβιασάμην,
-ἀλλ’ οὐκ ἔπειθον τὴν γλῶσσαν εἰπεῖν, ἀλλὰ ταῦτα
-ἄνερ πιστὲ καὶ βέβαιε, ὃν οὐδὲ συγκαθεύδουσα
-πέπεικεν ἄλλη γυνή, κἂν εἰ ἡ ἄστοργος ἐγὼ
-πεπίστευκα,
-
μετὰ τοσοῦτον ἰδοῦσά σε χρόνον ἐν - τοῖς ἀγροῖς οὐ κατεφίλησα.” Νῦν οὖν ἂν Θέρσανδρος -ἔλθῃ πυνθανόμενος, τί πρὸς αὐτὸν εἴπω; Ἆρα ἀποκαλύψασα -τοῦ δράματος τὴν ὑπόκρισιν διηγήσομαι -τὴν ἀλήθειαν; Μή με νομίσῃς ἀνδράποδον εἶναι, -
-Θέρσανδρε. Στρατηγοῦ θυγάτηρ εἰμὶ Βυζαντίων, - πρώτου Τυρίων γυνή· οὐκ εἰμὶ Θετταλή· οὐ καλοῦμαι -Λάκαινα· ὕβρις αὕτη ἐστὶ πειρατική· λελῄστευμαι -καὶ τοὔνομα. -
-Ἀνήρ μοι Κλειτοφῶν, πατρὶς Βυζάντιον, -Σώστρατος πατήρ, μήτηρ Πάνθεια. Ἀλλ̓ -οὐδὲ πιστεύσεις ἐμοὶ λεγούσῃ. Φοβοῦμαι δὲ καὶ ἐὰν - πιστεύσῃς περὶ Κλειτοφῶντος, μὴ τὸ ἄκαιρόν μου -τῆς ἐλευθερίας τὸν φίλτατον ἀπολέσῃ. Φέρε πάλιν -ἐνδύσωμαί μου τὸ δρᾶμα· φέρε πάλιν περίθωμαι τὴν Λάκαιναν.”
--Ταῦτα ἀκούσας ὁ Θέρσανδρος μικρον ἀναχωρήσας - λέγει πρὸς τὸν Σωσθένην “ἤκουσας ἀπίστων -ῥημάτων γεμόντων ἔρωτος, ὅσα εἶπεν, ὅσα ὠδύρατο, -οἷα ἑαυτὴν κατεμέμψατο; ὁ μοιχός μου κρατεῖ πανταχοῦ· -δοκῶ, ὁ λῃστὴς καὶ φαρμακεύς ἐστι. Μελίτη -φιλεῖ, Λευκίππη φιλεῖ. -
-Ὄφελον, ὦ Ζεῦ, γενέσθαι - Κλειτοφῶν.” “Ἀλλ’ οὐ μαλακιστέον” ὁ Σωσθένης -ἔφη “δέσποτα, πρὸς τὸ ἔργον, ἀλλ’ ἐπὶ τὴν κόρην -ἰτέον αὐτήν. -
-Καὶ γὰρ ἂν νῦν ἐρᾷ τοῦ καταράτου
-τούτου μοιχοῦ, μέχρι μὲν αὐτὸν οἶδε μόνον καὶ οὐ
-κεκοινώνηκεν ἑτέρῳ, πάσχει τὴν ψυχὴν ὑπ’ αὐτοῦ·
- ἂν δ’ ἅπαξ εἰς ταὐτὸν ἔλθῃς “πολλῷ δὲ διαφέρεις
-ἐκείνου εἰς εὐμορφίαν” , ἐπιλήσεται τέλεον αὐτοῦ.
-
Παλαιὸν γὰρ ἔρωτα μαραίνει νέος ἔρως· γυνὴ δὲ καὶ
-
Ταῦτα ἀκούσας ὁ Θέρσανδρος ἠγέρθη· λόγος γὰρ -ἐλπίδος εἰς τὸ τυχεῖν ἔρωτος ἐς πειθὼ ῥᾴδιος· τὸ -γὰρ ἐπιθυμοῦν σύμμαχον ὃ θέλει λαβὸν ἐγείρει τὴν ἐλπίδα. -
-
- Διαλιπὼν οὖν ὀλίγον ἐφ’ οἷς πρὸς ἑαυτὴν ἐλάλησεν
-ἡ Λευκίππη, ὡς ἂν μὴ δοκοίη τι κατακοῦσαι
-τῶν ὑπ’ αὐτῆς εἰρημένων, εἰσέρχεται σχηματίσας
-ἑαυτὸν εἰς τὸ ἐπαγωγότερον πρὸς θέαν, ὡς ᾤετο.
-Ἐπεὶ δὲ εἶδε τὴν Λευκίππην, ἀνεφλέγη τὴν ψυχήν,
-
καὶ ἔδοξεν αὐτῷ τότε καλλίων γεγονέναι. Θρέψας -γὰρ ὅλης τῆς νυκτὸς τὸ πῦρ, ὅσον χρόνον ἀπελείφθη -τῆς κόρης, ἀνεζωπύρησεν ἐξαίφνης ὕλην λαβὼν εἰς -τὴν φλόγα τὴν θέαν, καὶ μικροῦ μὲν προσπεσὼν -περιεχύθη τῇ κόρῃ. Καρτερήσας δ’ οὖν καὶ παρακαθίσας -διελέγετο ἄλλοτε ἄλλα ῥήματα συνάπτων οὐκ -ἔχοντα νοῦν. -
-Τοιοῦτοι γὰρ οἱ ἐρῶντες, ὅταν πρὸς -τὰς ἐρωμένας ζητήσωσι λαλεῖν. Οὐ γὰρ ἐπιστήσαντες -τὸν λογισμὸν τοῖς λόγοις, ἀλλὰ τὴν ψυχὴν εἰς τὸ -ἐρώμενον ἔχοντες τῇ γλώττῃ μόνον χωρὶς ἡνιόχου -τοῦ λογισμοῦ λαλοῦσιν. -
-Ἅμα οὖν συνδιαλεγόμενος -καὶ ἐπιθεὶς τὴν χεῖρα τῷ τραχήλῳ περιέβαλεν, ὡς -μέλλων φιλήσειν· ἡ δὲ προϊδοῦσα τῆς χειρὸς τὴν -ὁδὸν νεύει κάτω καὶ εἰς τὸν κόλπον κατεδύετο. -
- Ὁ δὲ
-οὐδὲν ἧττον περιβαλὼν ἀνέλκειν τὸ πρόσωπον ἐβιάζετο·
-ἡ δὲ ἀντικατεδύετο καὶ ἀπεκρούετο τὰ φιλήματα.
-Ὡς δὲ χρόνος ἐγίνετο τῇ τῆς χειρὸς πάλῃ, φιλονεικία
-λαμβάνει τὸν Θέρσανδρον ἐρωτική, καὶ τὴν
-μὲν λαιὰν ὑποβαλὼν τῷ προσώπῳ κάτω, τῇ δὲ δεξιᾷ
-τῆς κόμης λαβόμενος τῇ μὲν εἷλκεν εἰς τοὐπίσω, τῇ
-
Ὡς δέ ποτε -ἐπαύσατο τῆς βίας ἢ τυχὼν ἢ μὴ τυχὼν ἢ καμών, λέγει -πρὸς αὐτὸν ἡ Λευκίππη “οὔτε ὡς ἐλεύθερος -ποιεῖς οὔτε ὡς εὐγενής· καὶ σὺ μιμῇ Σωσθένην· - ἄξιος ὁ δοῦλος τοῦ δεσπότου. Ἀλλὰ ἀπέχου τοῦ -λοιποῦ, μηδὲ ἐλπίσῃς τυχεῖν, πλὴν εἰ μὴ γένῃ Κλειτοφῶν.”
--Ταῦτα ἀκούσας ὁ Θέρσανδρος οὐκ εἶχεν ὅστις -γένηται· καὶ γὰρ ἤρα καὶ ὠργίζετο. Θυμὸς δὲ καὶ - ἔρως δύο λαμπάδες. Ἔχει γὰρ καὶ ὁ θυμὸς ἄλλο πῦρ, -καὶ ἔστι τὴν μὲν φύσιν ἐναντιώτατον, τὴν δὲ βίαν -ὅμοιον. -
-Ὁ μὲν γὰρ παροξύνει μισεῖν, ὁ δὲ ἀναγκάζει -φιλεῖν· καὶ ἀλλήλων πάροικος ἡ τοῦ πυρός ἐστι -πηγή. Ὁ μὲν γὰρ εἰς τὸ ἧπαρ κάθηται, ὁ δὲ τῇ καρδίᾳ -περιμαίνεται. -
-Ὅταν οὖν ἄμφω τὸν ἄνθρωπον -καταλάβωσι, γίνεται μὲν αὐτοῖς ἡ ψυχὴ τρυτάνη, τὸ -δὲ πῦρ ἑκατέρου ταλαντεύεται. Μάχονται δὲ ἄμφω -περὶ τῆς ῥοπῆς· καὶ τὰ πολλὰ μὲν ὁ ἔρως εἴωθε νικᾶν, -ὅταν εἰς τὴν ἐπιθυμίαν εὐτυχῇ· ἢν δὲ αὐτὸν - ἀτιμάσῃ τὸ ἐρώμενον, αὐτὸς τὸν θυμὸν εἰς συμμαχίαν -καλεῖ. -
-Κἀκεῖνος ὡς γείτων πείθεται, καὶ ἀνάπτουσιν
-ἄμφω τὸ πῦρ. Ἂν δὲ ἅπαξ ὁ θυμὸς τὸν ἔρωτα
-παρ’ αὑτῷ λάβῃ καὶ τῆς οἰκείας ἕδρας ἐκπεσόντα
-κατάσχῃ, φύσει τε ὢν ἄσπονδος οὐχ ὡς φίλῳ πρὸς
- τὴν ἐπιθυμίαν συμμαχεῖ, ἀλλ’ ὡς δοῦλον τῆς ἐπιθυμίας
-πεδήσας κρατεῖ, οὐκ ἐπιτρέπει δὲ αὐτῷ
-σπείσασθαι πρὸς τὸ ἐρώμενον, κἂν θέλῃ.
-
Ὁ δὲ τῷ
-θυμῷ βεβαπτισμένος καταδύεται, καὶ εἰς τὴν ἰδίαν
-ἀρχὴν ἐκπηδῆσαι θέλων οὐκέτι ἐστὶν ἐλεύθερος, ἀλλὰ
- μισεῖν ἀναγκάζεται τὸ φιλούμενον. Ὅταν δὲ ὁ θυμὸς
-καχλάζων γεμισθῇ, καὶ τῆς ἐξουσίας ἐμφορηθεὶς ὑπερβλύσῃ,
-κάμνει μὲν ἐκ τοῦ κόρου, καμὼν δὲ παρίεται,
-
Ὁρῶν δὲ τὰς -ὕβρεις, ἃς κατὰ τῶν φιλτάτων ἐπαρῴνησεν, ἀλγεῖ -καὶ πρὸς τὸ ἐρώμενον ἀπολογεῖται, καὶ εἰς ὁμιλίαν -παρακαλεῖ, καὶ τὸν θυμὸν ἐπαγγέλλεται καταμαλάττειν -ἡδονῇ. -
-Τυχὼν μὲν οὖν ὧν ἠθέλησεν, ἵλεως γίνεται· -ἀτιμούμενος δὲ πάλιν εἰς τὸν θυμὸν καταδύεται. -Ὁ δὲ καθεύδων ἐξεγείρεται καὶ τὰ ἀρχαῖα ποιεῖ· -ἀτιμίᾳ γὰρ ἔρωτος σύμμαχός ἐστι θυμός. -
-- Ὁ Θέρσανδρος οὖν τὸ μὲν πρῶτον ἐλπίζων εἰς -τὸν ἔρωτα εὐτυχήσειν ὅλος Λευκίππης δοῦλος ἦν· ἀτυχήσας -δὲ ὧν ἤλπισεν ἀφῆκε τῷ θυμῷ τὰς ἡνίας. Ῥαπίζει -δὴ κατὰ κόρρης αὐτὴν “ὦ κακόδαιμον ἀνδράποδον” λέγων “καὶ ἀληθῶς ἐρωτιῶν· πάντων γάρ σου -κατήκουσα. -
-Οὐκ ἀγαπᾷς ὅτι σοι λαλῶ, καὶ μεγάλην -εὐτυχίαν δοκεῖς τὸν σὸν καταφιλῆσαι δεσπότην, -ἀλλὰ ἀκκίζῃ καὶ σχηματίζῃ πρὸς ἀπόνοιαν; -Ἐγὼ μέν σε καὶ πεπορνεῦσθαι δοκῶ· καὶ γὰρ μοιχὸν -φιλεῖς. -
-Ἀλλ’ ἐπειδὴ μὴ θέλεις ἐραστοῦ μου πεῖραν -λαβεῖν, πειράσῃ δεσπότου.” Καὶ ἡ Λευκίππη “κἂν -τυραννεῖν ἐθέλῃς κἀγὼ τυραννεῖσθαι, πλὴν οὐ βιάσῃ·” καὶ πρὸς τὸν Σωσθένην ἰσοῦσα “μαρτύρησον” εἶπεν αὐτῷ “πῶς πρὸς τὰς αἰκίας ἔχω· σὺ γάρ με καὶ -
-μᾶλλον ἠδίκησας.” Καὶ ὁ Σωσθένης αἰσχυνθεὶς ὡς -ἐληλεγμένος “ταύτην” εἶπεν “ὦ δέσποτα, ξανθῆναι -μάστιξι δεῖ καὶ μυρίαις βασάνοις περιπεσεῖν, ὡς ἂν -μάθῃ δεσπότου μὴ καταφρονεῖν.”
-“Πείσθητι τῷ Σωσθένει” φησὶν ἡ Λευκίππη· “συμβουλεύει γὰρ καλῶς· τὰς βασάνους παράστησον. -Φερέτω τροχόν· ἰδοὺ χεῖρες, τεινέτω. Φερέτω καὶ -μάστιγας· ἰδοὺ νῶτον, τυπτέτω. Κομιζέτω πῦρ· -
- ἰδοὺ σῶμα, καέτω. Φερέτω καὶ σίδηρον· ἰδοὺ δέρη,
-σύ;” εἶπεν ὁ Θέρσανδρος·
-
“ὢ -τόλμης καὶ γέλωτος. Παρθένος τοσούτοις συννυκτερεύσασα -πειραταῖς; εὐνοῦχοί σοι γεγόνασιν οἱ λῃσταί; -φιλοσόφων ἦν τὸ πειρατήριον; οὐδεὶς ἐν αὐτοῖς - εἶχεν ὀφθαλμούς;”
--Καὶ ἡ Λευκίππη εἶπεν “εἰ παρθένος καὶ μετὰ -Σωσθένην ἐγὼ πυθοῦ Σωσθένους· οὗτος γὰρ ὄντως -γέγονέ μοι λῃστής· ἐκεῖνοι γὰρ ἦσαν ὑμῶν μετριώτεροι, -
-καὶ οὐδεὶς οὐδεὶς αὐτῶν ἦν οὕτως ὑβριστής· εἰ δὲ
- ὑμεῖς τοιαῦτα ποιεῖτε, ἀληθινὸν τοῦτο πειρατήριον.
-Εἶτα οὐκ αἰσχύνεσθε ποιοῦντες ἃ μὴ τετολμήκασιν οἱ
-λῃσταί; λανθάνεις δὲ ἐγκώμιόν μοι διδοὺς πλεῖον
-διὰ ταύτης σου τῆς ἀναισχυντίας· καί τις ἐρεῖ, ἂν
-νῦν μαινόμενος φονεύσῃς, “Λευκίππη παρθένος καὶ
- μετὰ βουκόλους, παρθένος καὶ μετὰ Χαιρέαν, παρθένος
-καὶ μετὰ Σωσθένην.” Ἀλλὰ μέτρια ταῦτα·
-
τὸ -δὲ μεῖζον ἐγκώμιον, καὶ μετὰ Θέρσανδρον παρθένος, -τὸν καὶ λῃστῶν ἀσελγέστερον· ἂν ὑβρίσαι μὴ δυνηθῇ, -
-φονεύει. Ὁπλίζου τοίνυν, ἤδη λάμβανε κατ̓ - ἐμοῦ τὰς μάστιγας, τὸν τροχόν, τὸ πῦρ, τὸν σίδηρον, -συστρατευέσθω δέ σοι καὶ ὁ σύμβουλος Σωσθένης· -ἐγὼ δὲ καὶ γυμνὴ καὶ μόνη καὶ γυνὴ ἓν ὅπλον ἔχω -τὴν ἐλευθερίαν, ἣ μήτε πληγαῖς κατακόπτεται μήτε -σιδήρῳ κατατέμνεται μήτε πυρὶ κατακάεται. Οὐκ - ἀφήσω ποτὲ ταύτην ἐγώ· κἂν καταφλέγῃς, οὐχ οὕτως -θερμὸν εὑρήσεις τὸ πῦρ.”
--Ταῦτ’ ἀκούσας ὁ Θέρσανδρος, παντοδαπὸς ἦν· -ἤχθετο, ὠργίζετο, ἐβουλεύετο· ὠργίζετο μὲν ὡς -ὑβρισμένος, ἤχθετο δὲ ὡς ἀποτυχών, ἐβουλεύετο δὲ -ὡς ἐρῶν. Τὴν οὖν ψυχὴν διασπώμενος, οὐδὲν εἰπὼν -πρὸς τὴν Λευκίππην ἐξεπήδησεν. -
-Ὀργῇ μὲν -δῆθεν ἐκδραμών, δοὺς δὲ τῇ ψυχῇ σχολὴν εἰς τὴν -διάκρισιν τῆς τρικυμίας, βουλευόμενος ἅμα τῷ Σωσθένει, -πρόσεισι τῷ τῶν δεσμῶν ἄρχοντι, δεόμενος -διαφθαρῆναί με φαρμάκῳ. -
-Ὡς δ’ οὐκ ἔπειθεν ʽἐδεδίει -γὰρ τὴν πόλιν· καὶ γὰρ ἄλλον ἄρχοντα πρὸ -αὐτοῦ ληφθέντα τοιαύτην ἐργασάμενον φαρμακείαν -ἀποθανεῖν’ δευτέραν αὐτῷ προσφέρει δέησιν, ἐμβαλεῖν -τινα εἰς τὸ οἴκημα, ἔνθα ἔτυχον δεδεμένος, ὡς -δὴ καὶ αὐτὸν ἕνα τῶν δεσμωτῶν, προσποιησάμενος -βούλεσθαι τἀμὰ δι’ ἐκείνου μαθεῖν. -
-Ἐπείσθη καὶ -ἐδέξατο τὸν ἄνθρωπον. Ἔμελλε δ’ ἐκεῖνος ὑπὸ τοῦ -Θερσάνδρου δεδιδαγμένος τεχνικῶς πάνυ περὶ τῆς -Λευκίππης λόγον ἐμβαλεῖν, ὡς εἴη πεφονευμένη -τῆς Μελίτης συσκευασαμένης τὸν φόνον. -
-Τὸ δὲ -τέχνασμα ἦν τῷ Θερσάνδρῳ εὑρεθέν, ὡς ἂν ἀπογνοὺς -ἐγὼ μηκέτι ζῶσαν τὴν ἐρωμένην κἂν τὴν δίκην φύγωμι, -
-μὴ πρὸς ζήτησιν αὐτῆς ἔτι τραποίμην. Προσέκειτο -δὲ ἡ Μελίτη τῷ φόνῳ, ἵνα μὴ τετελευτηκέναι -τὴν Λευκίππην δοκῶν, τὴν Μελίτην γήμας ὡς ἂν -ἐρῶσαν αὐτοῦ μένοιμι κἀκ τούτου παρέχοιμί τινα -φόβον αὐτῷ τοῦ μὴ μετὰ ἀδείας Λευκίππην ἔχειν, -ἀλλὰ μισήσας ὡς τὸ εἰκὸς τὴν Μελίτην ὡς ἂν ἀποκτείνασάν -μου τὴν ἐρωμένην ἀπαλλαγείην ἐκ τῆς -πόλεως τὸ παράπαν. -
-
- Ὡς οὖν ὁ ἄνθρωπος ἐγένετό μου πλησίον, τοῦ
-
μοι καὶ τί πεπραχὼς εἴη.” Καθ’ ἑαυτὸν δὲ -ταῦτα ἔλεγε καὶ τὰ τοιαῦτα, ζητῶν ἀρχὴν τῆς ἐπ̓ -ἐμὲ τοῦ λόγου τέχνης, ὡς ἂν πυθοίμην τί εἴη παθών. -
-Ἀλλ’ ἐγὼ μὲν ἐφρόντιζον ὧν ὅδ’ ᾤμωζεν ὀλίγον· - ἄλλος δέ τις τῶν συνδεδεμένων ʽπερίεργον γὰρ -ἄνθρωπος ἀτυχῶν εἰς ἀλλοτρίων κακῶν ἀκρόασιν, -ἐπεὶ φάρμακον αὐτῷ τῆς ὧν ἔπαθε λύπης ἡ πρὸς ἄλλον -εἰς τὸ παθεῖν κοινωνίἀ “τί δέ σοι συμβέβηκεν”
-εἶπεν “ἀπὸ τῆς Τύχης; εἰκὸς γάρ σε μηδὲν ἀδικήσαντα - πονηρῷ περιπεσεῖν δαίμονι. Τεκμαίρομαι δὲ -ἐκ τῶν ἐμαυτοῦ.” Καὶ ἅμα τὰ οἰκεῖα κατέλεγεν, ἐφ̓ -οἷς ἦν δεδεμένος. Ἐγὼ δὲ οὐδενὶ τούτων προσεῖχον. -
--Ὡς δ’ ἐπαύσατο, τὴν ἀντίδοσιν ᾔτει τοῦ λόγου -τῶν ἀτυχημάτων “λέγοις ἂν” εἰπὼν “καὶ σὺ τὰ σαυτοῦ.” Ὁ δὲ “βαδίζων ἔτυχον” εἶπε “τὴν ἐξ ἄστεος χθές·”
-ἐπορευόμην δὲ τὴν ἐπὶ Σμύρνης ὁδόν. Προελθόντι -δέ μοι σταδίους τέτταρας νεανίσκος ἐκ τῶν ἀγρῶν -προσελθὼν καὶ προσειπὼν καὶ πρὸς μικρὸν συμβαδίσας “ποῖ” ἔφη “ἔχεις τὴν ὁδόν;” “Ἐπὶ Σμύρνησ” εἶπον. “Κἀγὢ ἔφη “τὴν αὐτὴν ἀγαθῇ τύχῃ.” Τοὐντεῦθεν -ἐπορευόμεθα κοινῇ καὶ διελεγόμεθα, οἷα εἰκὸς -ἐν ὁδῷ. -
-Ὡς δὲ εἴς τι πανδοκεῖον ἤλθομεν, ἠριστῶμεν -ἅμα· κατὰ ταὐτὸ δὲ παρακαθίζουσιν ἡμῖν -τινες τέτταρες καὶ προσεποιοῦντο μὲν ἀριστᾶν κἀκεῖνοι, - ἐνεώρων δ’ ἡμῖν πυκνὰ καὶ ἀλλήλοις ἐπένευον. -
-Ἐγὼ μὲν οὖν ὑπώπτευον τοὺς ἀνθρώπους
-διανοεῖσθαι εἰς ἡμᾶς, οὐ μὴν ἠδυνάμην συνιέναι
-
Ὡς δὲ ταῦτα εἶδον, ἀναπηδήσαντες -συλλαμβάνουσιν ἡμᾶς καὶ ἱμᾶσιν εὐθὺς δεσμεύουσι, -παίει δὲ κατὰ κόρρης τις ἐκεῖνον· καὶ παταχθείς, -ὥσπερ βασάνους παθὼν μυρίας, καταλέγει -μηδενὸς ἐρωτῶντος αὐτὸν “ἐγὼ τὴν κόρην ἀπέκτεινα, -καὶ ἔλαβον χρυσοῦς ἑκατὸν παρὰ Μελίτης τῆς Θερσάνδρου -γυναικός· αὕτη γάρ με ἐπὶ τὸν φόνον ἐμισθώσατο. -
-Ἀλλ’ ἰδοὺ τοὺς χρυσοῦς ὑμῖν τοὺς ἑκατὸν -φέρω, ὥστε τί με ἀπόλλυτε καὶ ἑαυτοῖς φθονεῖτε κέρδους;” ” Ἐγὼ δὲ ὡς ἤκουσα Θερσάνδρου καὶ Μελίτης -τοὔνομα, τὸν ἄλλον οὐ προσέχων χρόνον, τῷ δὲ λόγῳ -τὴν ψυχὴν ὥσπερ ὑπὸ μύωπος παταχθεὶς ἐγείρω καὶ -πρὸς αὐτὸν μεταστραφεὶς λέγω “τίς ἡ Μελίτη;” Ὁ -δὲ “Μελίτη ἐστὶν” ἔφη “τῶν ἐνταῦθα πρώτη γυναικῶν. -
-Αὕτη νεανίσκου τινὸς ἠράσθη· Τύριον, οἶμαι, -φασὶν αὐτόν· κἀκεῖνος ἔτυχεν ἐρωμένην ἔχων, ἣν -εὗρεν ἐν τῇ τῆς Μελίτης οἰκίᾳ πεπραμένην. Ἡ δὲ -ὑπὸ ζηλοτυπίας πεφλεγμένη τὴν γυναῖκα ταύτην -ἀπατήσασα συλλαμβάνει καὶ παραδίδωσι τῷ νῦν δὴ -κακῇ τύχῃ μοι συνωδευκότι φονεῦσαι κελεύσασα. -
-Ὁ -μὲν οὖν τὸ ἀνόσιον ἔργον τοῦτο δρᾷ· ἐγὼ δὲ ὁ ἄθλιος -οὔτε ἰδὼν αὐτὸν οὔτε ἔργου τινὸς κοινωνήσας ἢ λόγου -συναπηγόμην αὐτῷ δεδεμένος, ὡς τοῦ ἔργου -κοινωνός. Τὸ δὲ χαλεπώτερον, μικρὸν τοῦ πανδοκείου -προελθόντες, τοὺς ἑκατὸν χρυσοῦς λαβόντες -παρ’ αὐτοῦ τὸν μὲν ἀφῆκαν φυγεῖν, ἐμὲ δὲ ἄγουσι -πρὸς τὸν στρατηγόν.”
-
- Ὡς δ’ ἤκουσά μου τὸν μῦθον τῶν κακῶν, οὔτε
-ἀνῴμωξα οὔτε ἔκλαυσα· οὔτε γὰρ φωνὴν εἶχον οὔτε
-
Μικρὸν δὲ νήψας ἐκ τῆς -μέθης τοῦ λόγου “τίνα τρόπον τὴν κόρην” ἔφην “ἀπέκτεινεν ὁ μισθωτός, καὶ τί πεποίηκε τὸ σῶμα;” Ὁ δὲ ὡς ἅπαξ ἐνέβαλέ μοι τὸν μύωπα καὶ ἔργον -εἰργάσατο οὕτω κατ’ ἐμοῦ, δι’ ὃ παρῆν, ἐσιώπα -καὶ ἔλεγεν οὐδέν. -
-Πάλιν δέ μου πυθομένου “δοκεῖσ” ἔφη “κἀμὲ κεκοινωνηκέναι τοῦ φόνου; Τοῦτο ἤκουσα - μόνον τοῦ πεφονευκότος, ὡς κτείνας εἴη τὴν κόρην· -ποῦ δὲ καὶ τίνα τρόπον, οὐκ εἶπεν.” Ἐπῆλθε δέ μοι τότε δάκρυα καὶ τοῖς ὀφθαλμοῖς -τὴν λύπην ἀπεδίδουν. -
-Ὥσπερ γὰρ ἐν ταῖς τοῦ σώματος -πληγαῖς οὐκ εὐθὺς ἡ σμῶδιξ ὑπανίσταται, ἀλλὰ - παραχρῆμα μὲν οὐκ ἔχει τὸ ἄνθος ἡ πληγή, μετὰ μικρὸν -δὲ ἀνέθορε, καὶ ὀδόντι συός τις παταχθεὶς εὐθὺς -μὲν ζητεῖ τὸ τραῦμα καὶ οὐκ οἶδεν εὑρεῖν, τὸ δὲ -ἔτι δέδυκε καὶ κέκρυπται κατειργασμένον σχολῇ τῆς -πληγῆς τὴν τομήν, μετὰ ταῦτα δὲ ἐξαίφνης λευκή τις - ἀνέτειλε γραμμή, πρόδρομος τοῦ αἵματος, σχολὴν δ᾽ -ὀλίγην λαβὸν ἔρχεται καὶ ἀθρόον ἐπιρρεῖ, -
-οὕτω καὶ
-ψυχὴ παταχθεῖσα τῷ τῆς λύπης βέλει, λόγου τοξεύσαντος
-τέτρωται μὲν ἤδη καὶ ἔχει τὴν τομήν, ἀλλὰ
-τὸ τάχος τοῦ βλήματος οὐκ ἀνέῳξεν οὔπω τὸ τραῦμα,
- τὰ δὲ δάκρυα ἐδίωξε τῶν ὀφθαλμῶν μακράν· δάκρυον
-γὰρ αἷμα τραύματος ψυχῆς· ὅταν δὲ ὁ τῆς
-λύπης ὀδοὺς κατὰ μικρὸν τὴν καρδίαν ἐκφάγῃ, κατέρρηκται
-μὲν τῆς ψυχῆς τὸ τραῦμα, ἀνέῳκται δὲ τοῖς
-ὀφθαλμοῖς ἡ τῶν δακρύων θύρα, τὰ δὲ μετὰ μικρὸν
-τῆς ἀνοίξεως ἐξεπήδησεν.
-
Οὕτω κἀμὲ τὰ μὲν πρῶτα
-τῆς ἀκροάσεως τῇ ψυχῇ προσπεσόντα καθάπερ τοξεύματα
-κατεσίγασε καὶ τῶν δακρύων ἀπέφραξε τὴν
-
- Ἔλεγον οὖν “τίς με δαίμων ἐξηπάτησεν ὀλίγῃ -χαρᾷ; τίς μοι Λευκίππην ἔδειξεν εἰς καινὴν ὑπόθεσιν -συμφορῶν; Ἀλλ’ οὐδὲ ἐκόρεσά μου τοὺς ὀφθαλμούς, -οἷς μόνοις ηὐτύχησα, οὐδὲ ἐνεπλήσθην κἂν -βλέπων. -
-Ἀληθής μοι γέγονεν ὀνείρων ἡδονή. Οἴμοι, -Λευκίππη, ποσάκις μοι τέθνηκας. Μὴ γὰρ -θρηνῶν ἀνεπαυσάμην; Ἀεί σε πενθῶ, τῶν θανάτων -διωκόντων ἀλλήλους; Ἀλλ’ ἐκείνους μὲν πάντας ἡ -Τύχη ἔπαιξε κατ’ ἐμοῦ, οὗτος δὲ οὐκ ἔστι τῆς Τύχης -ἔτι παιδιά· -
-πᾶσα γάρ μοι, Λευκίππη, τέθνηκας. Ἐν -μὲν γὰρ τοῖς ψευδέσι θανάτοις ἐκείνοις παρηγορίαν -εἶχον ὀλίγην τὸ μὲν πρῶτον ὅλον σου τὸ σῶμα, τὸ δὲ -δεύτερον κἂν τὴν κεφαλὴν δοκῶν μὴ ἔχειν εἰς τὴν -ταφήν· νῦν δὲ τέθνηκας θάνατον διπλοῦν, ψυχῆς καὶ -σώματος. Δύο ἐξέφυγες λῃστήρια, τὸ δὲ τῆς Μελίτης -πεφόνευκέ σε πειρατήριον. -
-Ὁ δὲ ἀνόσιος καὶ -ἀσεβὴς ἐγὼ τὴν ἀνδροφόνον σου κατεφίλησα πολλάκις -καὶ συνεπλάκην μεμιασμένας συμπλοκὰς καὶ τὴν -Ἀφροδίτης χάριν αὐτῇ παρέσχον πρὸ σοῦ.”
-- Μεταξὺ δέ μου θρηνοῦντος Κλεινίας εἰσέρχεται, -καὶ καταλέγω τὸ πᾶν αὐτῷ καὶ ὅτι μοι δέδοκται πάντως -ἀποθανεῖν· ὁ δὲ παρεμυθεῖτο. “Τίς γὰρ οἶδεν -εἰ ζῇ πάλιν; -
-Μὴ γὰρ οὐ πολλάκις τέθνηκε; μὴ γὰρ -οὐ πολλάκις ἀνεβίω; Τί δὲ προπετῶς ἀποθνήσκεις, -ὃ καὶ κατὰ σχολὴν ἔξεστιν, ὅταν μάθῃς σαφῶς τὸν -θάνατον αὐτῆς;” “Ληρεῖς· τούτου γὰρ ἀσφαλέστερον -πῶς ἂν μάθοις; -
- Δοκῶ δὲ εὑρηκέναι τοῦ θανάτου
-καλλίστην ὁδόν, δι’ ἧς οὐδὲ ἡ θεοῖς ἐχθρὰ Μελίτη
-παντάπασιν ἀθῷος ἀπαλλάξεται· ἄκουσον δὲ τὸν
-τρόπον. Παρεσκευασάμην, ὡς οἶσθα, πρὸς τὴν ἀπολογίαν
-
Οὕτω γὰρ
- κἀκείνη δίκην δώσει κἀγὼ τὸν ἐπάρατον βίον καταλίποιμ̓
-ἄν.” “Εὐφήμησον” ὁ Κλεινίας ἔφη· “καὶ
-τολμήσεις οὕτως ἐπὶ τοῖς αἰσχίστοις ἀποθανεῖν, νομιζόμενος
-φονεύς, καὶ ταῦτα Λευκίππης;” “Οὐδὲν” εἶπον “αἰσχρόν, ὃ λυπεῖ τὸν ἐχθρόν.”
Καὶ ἡμεῖς μὲν ἐν τούτοις ἦμεν, τὸν δὲ ἄνθρωπον
-ἐκεῖνον τὸν μηνυτὴν τοῦ ψευδοῦς φόνου μετὰ
-μικρὸν ἀπολύει ὁ ἐπὶ τῶν δεσμῶν, φάσκων τὸν
-ἄρχοντα κελεῦσαι κομίζειν αὐτὸν δώσοντα λόγον ὧν
-αἰτίαν ἔσχεν.
-
Ἐμὲ δὲ παρηγόρει Κλεινίας καὶ ὁ Σάτυρος, - εἴ πως δύναιντο πεῖσαι, μηδὲν ὧν διενοήθην -εἰς τὴν δίκην εἰπεῖν· ἀλλ’ ἐπέραινον οὐδέν. Ἐκείνην -μὲν οὖν τὴν ἡμέραν καταγωγήν τινα μισθωσάμενοι -μετῳκίσαντο, ὡς ἂν μηκέτι παρὰ τῷ τῆς Μελίτης εἶεν συντρόφῳ.
--τῇ δ’ ὑστεραίᾳ ἀπηγόμην ἐπὶ τὸ δικαστήριον. -Παρασκευὴ δὲ πολλὴ ἦν τοῦ Θερσάνδρου κατ’ ἐμοῦ, -καὶ πλῆθος ῥητόρων οὐχ ἧττον δέκα· καὶ ἡ Μελίτη -σπουδῇ πρὸς τὴν ἀπολογίαν παρεσκεύαστο. -
-Ἐπεὶ -δὲ ἐπαύσαντο λέγοντες, αἰτήσας κἀγὼ λόγον “ἀλλ̓ - οὗτοι μὲν” ἔφην “ληροῦσι πάντες, καὶ οἱ Θερσάνδρῳ -καὶ οἱ Μελίτῃ συνειπόντες· ἐγὼ δὲ πᾶσαν ὑμῖν -ἐρῶ τὴν ἀλήθειαν. -
-Ἦν ἐρωμένη μοι πάλαι Βυζαντία
-μὲν γένος, Λευκίππη δὲ τοὔνομα. Ταύτην
-τεθνάναι δοκῶν ʽἥρπαστο γὰρ ὑπὸ λῃστῶν ἐν Αἰγύπτᾠ
- Μελίτῃ περιτυγχάνω, κἀκεῖθεν ἀλλήλοις
-συνόντες ἥκομεν ἐνταῦθα κοινῇ καὶ τὴν Λευκίππην
-εὑρίσκομεν Σωσθένει δουλεύουσαν διοικητῇ τινι
-
Ὅπως δὲ τὴν ἐλευθέραν -ὁ Σωσθένης εἶχε δούλην ἢ τίς ἡ κοινωνία τοῖς λῃσταῖς -πρὸς αὐτόν, ὑμῖν καταλείπω σκοπεῖν. Ἐπεὶ -τοίνυν ἔμαθεν ἡ Μελίτη τὴν προτέραν εὑρόντα με -γυναῖκα, φοβηθεῖσα μὴ πρὸς αὐτὴν ἀποκλίναιμι τὸν -νοῦν, συμβουλεύεται τὴν ἄνθρωπον ἀνελεῖν. -
-Κἀμοὶ -συνεδόκει ʽτί γὰρ οὐ δεῖ τἀληθῆ λέγειν;ʼ ἐπεὶ τῶν -αὑτῆς με κύριον ἀποφανεῖν ὑπισχνεῖτο. Μισθοῦμαι -ἕνα δή τινα πρὸς τὸν φόνον, ἑκατὸν δ’ ὁ μισθὸς ἦν -τοῦ φόνου χρυσοῖ. Καὶ ὁ μὲν δὴ τὸ ἔργον δράσας -οἴχεται κἀκ τότε γέγονεν ἀφανής, ἐμὲ δὲ ὁ ἔρως -εὐθὺς ἠμύνατο. -
-Ὡς γὰρ ἔμαθον ἀνῃρημένην, μετενόουν -καὶ ἔκλαον καὶ ἤρων καὶ νῦν ἐρῶ. Διὰ τοῦτο -ἐμαυτοῦ κατεῖπον, ἵνα με πέμψητε πρὸς τὴν ἐρωμένην· -οὐ γὰρ φέρω νῦν ζῆν, καὶ μιαιφόνος γενόμενος -καὶ φιλῶν ἣν ἀπέκτεινα.”
-- Ταῦτα εἰπόντος ἐμοῦ πάντας ἔκπληξις κατέσχε -ἐπὶ τῷ παραλόγῳ τοῦ πράγματος, μάλιστα δὲ τὴν -Μελίτην. Καὶ οἱ μὲν τοῦ Θερσάνδρου ῥήτορες μεθ̓ -ἡδονῆς ἀνεβόησαν ἐπινίκιον, οἱ δὲ τῆς Μελίτης ἀνεπύθοντο -τίνα ταῦτα εἴη τὰ λεχθέντα. -
-Ἡ δὲ τὰ μὲν -ἐτεθορύβητο, τὰ δὲ ἠρνεῖτο, τὰ δὲ διηγεῖτο σπουδῇ -μάλα καὶ σαφῶς, τὴν μὲν Λευκίππην εἰδέναι λέγουσα -καὶ ὅσα εἶπον, ἀλλὰ τόν γε φόνον οὔ· ὥστε -κἀκείνους διὰ τὸ τὰ πλείω μοι συνᾴδειν ὑπόνοιαν -ἔχειν κατὰ τῆς Μελίτης καὶ ἀπορεῖν ὅτῳ χρήσαιντο -λόγῳ πρὸς τὴν ἀπολογίαν. -
-- Ἐν τούτῳ δὲ ὁ Κλεινίας θορύβου πολλοῦ κατὰ -τὸ δικαστήριον ὄντος ἀνελθὼν “κἀμοί τινα λόγον” εἶπε “συγχωρήσατε· περὶ γὰρ ψυχῆς ἀνδρὸς ὁ ἀγών.”
- Ὡς δὲ ἔλαβε, δακρύων γεμισθεὶς “ἄνδρεσ” εἶπεν “Ἐφέσιοι, μὴ προπετῶς καταγνῶτε θάνατον ἀνδρὸς
-
Ἃ δὲ ἠτύχησε διὰ βραχέων ἐρῶ. Ἐρωμένην - εἶχεν, ὡς εἶπεν· τοῦτο γὰρ οὐκ ἐψεύσατο· καὶ -ὅτι λῃσταὶ ταύτην ἥρπασαν καὶ τὰ περὶ Σωσθένους -καὶ πάνθ’ ὅσα πρὸ τοῦ φόνου διηγήσατο, πέπρακται -τὸν τρόπον τοῦτον. -
-Αὕτη γέγονεν ἐξαίφνης ἀφανής, -οὐκ οἶδ’ ὅπως, οὔτ’ εἴ τις ἀπέκτεινεν αὐτήν, οὔτ’ εἰ - ζῇ κλαπεῖσα· πλὴν ἓν τοῦτο οἶδα μόνον, τὸν Σωσθένην -αὐτῆς ἐρῶντα καὶ αἰκισάμενον βασάνοις πολλαῖς -ἐφ’ οἷς οὐκ ἐτύγχανε, καὶ φίλους ἔχοντα λῃστάς. -Οὗτος οὖν ἀνῃρῆσθαι δοκῶν τὴν γυναῖκα ζῆν οὐκέτι -θέλει καὶ διὰ τοῦτο ἑαυτοῦ φόνον κατεψεύσατο. -
-Ὅτι
- μὲν γὰρ ἐπιθυμεῖ θανάτου, καὶ αὐτὸς ὡμολόγησε, καὶ
-ὅτι διὰ λύπην τὴν ἐπὶ τῇ γυναικί. Σκοπεῖτε δὲ εἴ
-τις ἀποκτείνας τινὰ ἀληθῶς ἐπαποθανεῖν αὐτῷ θέλει
-καὶ ζῆν δι’ ὀδύνην οὐ φέρει.
-
Τίς οὕτω φιλόστοργος -φονεύς; ἢ ποῖον μῖσός ἐστιν οὕτω φιλούμενον; - Μή, πρὸς θεῶν, μὴ πιστεύσητε, μηδὲ ἀποκτείνητε -ἄνθρωπον ἐλέου μᾶλλον ἢ τιμωρίας δεόμενον. Εἰ δὲ -αὐτὸς ἐπεβούλευσεν, ὡς λέγει, τὸν φόνον, εἰπάτω -τίς ἐστιν ὁ μεμισθωμένος, δειξάτω τὴν ἀνῃρημένην. -
-Εἰ δὲ μήθ’ ὁ ἀποκτείνας ἐστὶ μήθ’ ἡ ἀνῃρημένη, τίς - ἤκουσε πώποτε τοιοῦτον φόνον; “Ἤρων” φησὶ “Μελίτης· -διὰ τοῦτο Λευκίππην ἀπέκτεινα.” Πῶς οὖν -Μελίτης φόνον κατηγορεῖ, ἧς ἤρα, διὰ Λευκίππην -δὲ νῦν ἀποθανεῖν ἐθέλει, ἣν ἀπέκτεινεν; -
-οὕτω γὰρ
-ἄν τις καὶ μισοῖ τὸ φιλούμενον καὶ φιλοῖ τὸ μισούμενον;
- Ἆρ’ οὖν οὐ πολὺ μᾶλλον ἂν καὶ ἐλεγχόμενος
-ἠρνήσατο τὸν φόνον, ἵνα καὶ σώσῃ τὴν ἐρωμένην
-καὶ ὑπὲρ τῆς ἀνῃρημένης μὴ μάτην ἀποθάνῃ;
-
Διὰ τί οὖν Μελίτης κατηγόρησεν, εἰ μηδὲν αὐτῇ -τοιοῦτο πέπρακται; Ἐγὼ καὶ τοῦτο πρὸς ὑμᾶς ἐρῶ, -καὶ πρὸς τῶν θεῶν μή με νομίσητε διαβάλλειν θέλοντα -τὴν γυναῖκα ποιήσασθαι τὸν λόγον, ἀλλ’ ὡς -τὸ πᾶν ἐγένετο. -
- Μελίτη μὲν ἐπεπόνθει τι πρὸς
-τοῦτον ἐρωτικὸν καὶ περὶ τοῦ γάμου διείλεκτο, πρὶν
-ὁ θαλάττιος οὗτος ἀνεβίω νεκρός· ὁ δὲ οὐκ εἶχεν
-οὕτως, ἀλλὰ καὶ πάνυ ἐρρωμένως τὸν γάμον ἀπεκρούετο,
-κἀν τούτῳ τὴν ἐρωμένην εὑρών, ὡς ἔφη,
-παρὰ τῷ Σωσθένει ζῶσαν, ἣν ᾤετο νεκράν, πολὺ
-μᾶλλον πρὸς τὴν Μελίτην εἶχεν ἀλλοτριώτερον.
-
Ἡ -δὲ πρὶν μαθεῖν ἐρωμένην οὖσαν αὐτῷ τὴν παρὰ τῷ -Σωσθένει, ταύτην ἠλέησέ τε καὶ ἔλυσε τῶν δεσμῶν, -οἷς ἦν ὑπὸ τοῦ Σωσθένους δεδεμένη, καὶ εἰς τὴν -οἰκίαν τε εἰσεδέξατο καὶ τἆλλα ὡς πρὸς ἐλευθέραν -δυστυχήσασαν ἐφιλοτιμήσατο· ἐπειδὴ δὲ ἔμαθεν, -ἔπεμψεν εἰς τοὺς ἀγροὺς διακονησομένην αὐτῇ· καὶ -μετὰ ταῦτά φασιν ἀφανῆ γεγονέναι. -
-Καὶ ὅτι ταῦτα -οὐ ψεύδομαι, ἡ Μελίτη συνομολογήσει καὶ θεράπαιναι -δύο, μεθ’ ὧν αὐτὴν ἐπὶ τοὺς ἀγροὺς ἐξέπεμψεν. -Ἓν μὲν δὴ τοῦτο πρὸς ὑπόνοιαν ἤγαγε τοῦτον μὴ -ἄρα φονεύσασα εἴη τὴν Λευκίππην διὰ ζηλοτυπίαν -αὕτη· ἕτερον δέ τι αὐτῷ πρὸς τὴν τῆς ὑπονοίας βεβαίωσιν -ἐν τῷ δεσμωτηρίῳ συμβὰν καὶ καθ’ αὑτοῦ -καὶ κατὰ τῆς Μελίτης ἐξηγρίανε. -
- Τῶν δεσμωτῶν τις
-ὀδυρόμενος ἑαυτοῦ τὴν συμφοράν, ἔλεγεν ἐν ὁδῷ
-τινι κεκοινωνηκέναι κατ’ ἄγνοιαν ἀνδρὶ φονεῖ, δεδρακέναι
-δ’ ἐκεῖνον γυναικὸς φόνον ἐπὶ μισθῷ. Καὶ
-τοὔνομα ἔλεγε· Μελίτην μὲν εἶναι τὴν μισθωσαμένην,
-
Λευκίππην δὲ τὴν ἀνῃρημένην. Εἰ δὲ ταῦτα
-γέγονεν οὕτως, ἐγὼ μὲν οὐκ οἶδα, μαθεῖν δ’ ὑμῖν
-ἐξέσται. Ἔχετε τὸν δεδεμένον· εἰσὶν αἱ θεράπαιναι·
-
-Ταῦτα εἰπόντος τοῦ Κλεινίου, τοῖς μὲν πολλοῖς -ἐδόκει πιθανὸς ὁ λόγος, οἱ δὲ τοῦ Θερσάνδρου ῥήτορες -καὶ ὅσοι τῶν φίλων συμπαρῆσαν, ἐπεβόων ἀνελεῖν - τὸν ἀνδροφόνον τὸν αὑτοῦ κατειπόντα θεοῦ -προνοίᾳ. -
-Μελίτη δὲ τὰς θεραπαινίδας ἐδίδου καὶ
-Θέρσανδρον ἠξίου διδόναι Σωσθένην· τάχα γὰρ αὐτὸν
-εἶναι τὸν Λευκίππην ἀνῃρηκότα· καὶ οἱ συναγορεύοντες
-αὐτῇ ταύτην μάλιστα προεφέροντο πρόκλησιν.
-
Ὁ δὲ Θέρσανδρος φοβηθεὶς λάθρα τινὰ τῶν -παραστατῶν εἰς τὸν ἀγρὸν ἀποστέλλει πρὸς τὸν Σωσθένην, -κελεύσας τὴν ταχίστην ἀφανῆ γενέσθαι, -πρὶν τοὺς ἐπ’ αὐτὸν πεμφθέντας ἥκειν· ὃς δὴ ἐπιβὰς -ἵππου σπουδῇ μάλα πρὸς αὐτὸν ἔρχεται καὶ τὸν - κίνδυνον λέγει καὶ ὡς, εἰ ληφθείη, εἰς βασάνους -ἀπαχθήσεται. -
-Ὁ δὲ ἔτυχε μὲν ἐν τῷ τῆς Λευκίππης
-δωματίῳ παρών, κατεπᾴδων αὐτῆς· κληθεὶς δὲ ὑπὸ
-τοῦ παρόντος σὺν βοῇ καὶ ταραχῇ πολλῇ προέρχεται,
-καὶ ἀκούσας τὰ ὄντα, μεστὸς γενόμενος δέους καὶ
- ἤδη νομίζων τοὺς δημίους ἐπ’ αὐτὸν παρεῖναι, ἐπιβὰς
-ἵππου σπυδῇ μάλα ἐλαύνει τὴν ἐπὶ Σμύρνης·
-ὁ δὲ ἄγγελος πρὸς τὸν Θέρσανδρον ἀναστρέφει. Ἀληθὴς
-δέ ἐστιν, ὡς ἔοικεν, ὁ λόγος, ὅτι μνήμην ἐκπλήσσειν
-πέφυκε φόβος.
-
Ὁ γοῦν Σωσθένης περὶ
- ἑαυτοῦ φοβηθείς, ἁπαξαπάντων ἐξελάθετο τῶν ἐν
-
- Ἐν τούτῳ δὲ ὁ Θέρσανδρος πρὸ τῆς προκλήσεως -ἀπὸ τῆς Μελίτης οὕτω γενομένης παρελθὼν “ἱκανῶς -μὲν” εἶπεν “οὗτος, ὅστις ποτέ ἐστι, κατελήρησε μυθολογῶν· -ἐγὼ δὲ ὑμῶν τεθαύμακα τῆς ἀναλγησίας -εἰ φονέα ἐπ’ αὐτοφώρῳ λαβόντες ʽμεῖζον δὲ τῆς -φωράσεως τὸ αὐτὸν ἑαυτοῦ κατειπεῖν’ οὐ δὴ κελεύετε -τῷ δημίῳ, καθέζεσθε δὲ γόητος ἀκούοντες -πιθανῶς μὲν ὑποκρινομένου, πιθανῶς δὲ δακρύοντος, -ὃν νομίζω καὶ αὐτὸν κοινωνὸν γενόμενον τοῦ -φόνου περὶ ἑαυτοῦ φοβεῖσθαι, ὥστ’ οὐκ οἶδα τί δεῖ -βασάνων ἔτι περὶ πράγματος οὕτω σαφῶς ἐληλεγμένου. -
-Δοκοῦσι δὲ καὶ ἄλλον τινὰ ἐργάσασθαι φόνον. -Ὁ γὰρ Σωσθένης οὗτος, ὃν αἰτοῦσι παρ’ ἐμοῦ, τρίτην -ταύτην ἡμέραν γέγονεν ἀφανής, καὶ ἔστιν οὐ -πόρρω τινὸς ὑπονοίας μὴ ἄρα τῆς τούτων ἐπιβουλῆς -γέγονεν ἔργον· αὐτὸς γὰρ ἐτύγχανεν ὁ τὴν μοιχείαν -μοι κατειπών· ὥστε εἰκότως ἀποκτεῖναί μοι δοκοῦσιν -αὐτόν· καὶ τοῦτ’ εἰδότες ὡς οὐκ ἂν ἔχοιμι παρασχεῖν -τὸν ἄνθρωπον, πρόκλησιν περὶ αὐτοῦ πεποίηνται -πάνυ κακούργως. -
-Εἴη μὲν οὖν κἀκεῖνον φανῆναι καὶ -μὴ τεθνάναι· τί δὲ καί, εἰ παρῆν, ἔδει παρ’ αὐτοῦ -μαθεῖν; Εἴ τινα κόρην ἐωνήσατο; τοιγαροῦν ἐωνημένος -ἔστω· καὶ εἰ ταύτην ἔσχε Μελίτη; λέγει καὶ -τοῦτο δι’ ἐμοῦ. Ἀπήλλακται μὲν δὴ Σωσθένης ταῦτα -εἰπών· τοὐντεῦθεν δὲ ὁ λόγος μοι πρὸς Μελίτην καὶ -Κλειτοφῶντα. -
-Τί μου τὴν δούλην λαβόντες πεποιήκατε; -δούλη γὰρ ἦν ἐμὴ Σωσθένους αὐτὴν ἐωνημένου, -καὶ εἰ περιῆν καὶ μὴ πρὸς αὐτῶν ἐπεφόνευτο, -
- πάντως ἂν ἐδούλευεν ἐμοί.” Τοῦτον δὲ τὸν λόγον ὁ
-
Ἂν γὰρ φανῶσι παρὰ ταύτης λαβοῦσαι τὴν -κόρην, εἶτα οὐκέτι πάλιν ἀγαγοῦσαι, τί γέγονε; τί -δὲ ὅλως ἐξεπέμπετο καὶ πρὸς τίνα; Ἆρ’ οὐκ εὔδηλον -τὸ πρᾶγμα, ὡς συσκευασάμενοι ἦσάν τινας ὡς κτενοῦντας; -
-Αἱ δὲ θεράπαιναι τούτους μέν, ὡς εἰκός, -οὐκ ᾔδεσαν, ἵνα μὴ μετὰ πλειόνων μαρτύρων γενόμενον -τὸ ἔργον κίνδυνον ἔχῃ μείζονα· κατέλιπον δὲ -αὐτὴν ἔνθα ἦν ὁ τῶν λῃστῶν λόχος λανθάνων, ὥστε -ἐνεχώρει μηδὲ ἐκείνας τὸ γενόμενον ἑωρακέναι. Ἐλήρησε - δὲ καὶ περὶ δεσμώτου τινός, ὡς εἰπόντος περὶ -τοῦ φόνου. -
-Καὶ τίς ὁ δεσμώτης οὗτος, ὃς τῷ στρατηγῷ -μὲν οὐδὲν εἶπε, τούτῳ δὲ μόνῳ τὰ ἀπόρρητα -διελέγετο τοῦ φόνου, πλὴν εἰ μὴ κοινωνοῦντα ἐγνώρισεν; -Οὐ παύσεσθε φληνάφων ἀνεχόμενοι κενῶν - καὶ τηλικοῦτον ἔργον τιθέμενοι παιδιάν; Οἴεσθε χωρὶς -θεοῦ τοῦτον ἑαυτοῦ κατειπεῖν;”
-
-Ταῦτα λέγοντος τοῦ Θερσάνδρου καὶ διομνυμένου
-περὶ τοῦ Σωσθένους οὐκ εἰδέναι τί γέγονεν,
-ἔδοξε τῷ προέδρῳ τῶν δικαστῶν ʽἦν δὲ τοῦ βασιλικοῦ
- γένους καὶ τὰς μὲν φονικὰς ἐδίκαζε δίκας, κατὰ
-δὲ τὸν νόμον συμβούλους ἐκ τῶν γεραιτέρων εἶχεν,
-οὓς ἐπιγνώμονας ἐλάμβανε τῆς γνώσεωσ̓ ἔδοξεν οὖν
-αὐτῷ διασκοπήσαντι σὺν τοῖς παρέδροις αὐτοῦ θάνατον
-μὲν ἐμοῦ καταγνῶναι κατὰ τὸν νόμον, ὃς ἐκέλευσε
- τὸν αὑτοῦ κατειπόντα φόνον τεθνάναι, περὶ δὲ
-Μελίτης κρίσιν γενέσθαι δευτέραν ἐν ταῖς βασάνοις
-τῶν θεραπαινίδων, Θέρσανδρον δὲ ἐπομόσαι περὶ
-
Ἄρτι δέ -μου δεθέντος καὶ τῆς ἐσθῆτος τοῦ σώματος γεγυμνωμένου -μετεώρου τε ἐκ τῶν βρόχων κρεμαμένου, καὶ -τῶν μὲν μάστιγας κομιζόντων τῶν δὲ πῦρ καὶ τροχόν, -ἀνοιμώξαντος δὲ τοῦ Κλεινίου καὶ ἐπικαλοῦντος τοὺς -θεούς, ὁ τῆς Ἀρτέμιδος ἱερεὺς δάφνην ἐστεμμένος -προσιὼν ὁρᾶται. -
-Σημεῖον δὲ τοῦτο ἐστὶν ἡκούσης -θεωρίας τῇ θεῷ· τοῦτο δὲ ὅταν γένηται, πάσης εἶναι -δεῖ τιμωρίας ἐκεχειρίαν ἡμερῶν τοσούτων, ὅσων οὐκ -ἐπετέλεσαν τὴν θυσίαν οἱ θεωροί. Οὕτω μὲν δὴ -τότε τῶν δεσμῶν ἐλύθην. Ἦν δὲ ὁ τὴν θεωρίαν -ἄγων Σώστρατος, ὁ τῆς Λευκίππης πατήρ. -
-Οἱ γὰρ -Βυζάντιοι, τῆς Ἀρτέμιδος ἐπιφανείσης ἐν τῷ πολέμῳ -τῷ πρὸς τοὺς Θρᾷκας, νικήσαντες ἐλογίσαντο δεῖν -αὐτῇ θυσίαν ἀποστέλλειν τῆς συμμαχίας ἐπινίκιον· -ἦν δὲ καὶ ἰδίᾳ τῷ Σωστράτῳ νύκτωρ ἡ θεὸς ἐπιστᾶσα. -Τὸ δὲ ὄναρ ἐσήμαινε τὴν θυγατέρα εὑρήσειν ἐν -Ἐφέσῳ καὶ τἀδελφοῦ τὸν υἱόν. -
-
- Παρὰ δὲ τὸν αὐτὸν χρόνον καὶ ἡ Λευκίππη τὰς
-μὲν τοῦ δωματίου θύρας ἀνεῳγμένας ὁρῶσα, τὸν δὲ
-Σωσθένην μὴ παρόντα περιεσκόπει μὴ πρὸ θυρῶν
-εἴη. Ὡς δ’ ἦν οὐδαμοῦ, θάρσος αὐτὴν καὶ ἐλπὶς ἡ
-συνήθης εἰσέρχεται· μνήμη γὰρ αὐτῇ τοῦ πολλάκις
-παρὰ δόξαν σεσῶσθαι πρὸς τὸ παρὸν τῶν κινδύνων
-τὴν ἐλπίδα προὐξένει ἀποχρῆσθαι τῇ Τύχῃ.
-
Καὶ ʽἦν -γὰρ τῶν ἀγρῶν πλησίον τὸ τῆς Ἀρτέμιδος ἱερὸν̓ -ἐκτρέχει τε ἐπ’ αὐτὸ καὶ ἔχεται τοῦ νεώ. Τὸ δὲ παλαιὸν -ἄβατος ἦν γυναιξὶν ἐλευθέραις οὗτος ὁ νεώς, -
- ἀνδράσι δὲ ἐπετέτραπτο καὶ παρθένοις. Εἰ δέ τις
-εἴσω παρῆλθε γυνή, θάνατος ἦν ἡ δίκη, πλὴν εἰ μὴ
-ἡ
-θεράπαινα δίκαια λέγειν, ἔμενεν αὐτοῦ δούλη τῇ
-θεῷ.
-
Ἄρτι δὲ τοῦ Σωστράτου τὸν ἱερέα παραλαβόντος -καὶ ἐπὶ τὰ δικαστήρια παρελθόντος, ὡς ἂν ἐπισχοίη -τὰς δίκας, εἰς τὸ ἱερὸν ἡ Λευκίππη παρῆν, - ὥστε μικροῦ τινος ἀπελείφθη τοῦ μὴ τῷ πατρὶ συντυχεῖν. -
--Ὡς δ’ ἀπηλλάγην ἐγὼ τῶν βασάνων, διελέλυτο -μὲν τὸ δικαστήριον, ὄχλος δ’ ἦν περὶ ἐμὲ καὶ θόρυβος -τῶν μὲν ἐλεούντων, τῶν δὲ ἐκθειαζόντων, τῶν - δὲ ἀναπυνθανομένων. Ἔνθα καὶ ὁ Σώστρατος ἐπιστὰς -ὁρᾷ με καὶ γνωρίζει. -
-Καὶ γάρ, ὡς ἔφην ἐν ἀρχῇ -τῶν λόγων, ἐν Τύρῳ ποτε ἐγεγόνει περὶ τὴν τῶν -Ἡρακλείων ἑορτὴν καὶ χρόνου πολλοῦ διατρίψας -ἔτυχεν ἐν Τύρῳ, πρὸ πολλοῦ τῆς ἡμετέρας φυγῆς· - ὥστε ταχύ μου τὴν μορφὴν συνεβάλετο, καὶ διὰ τὸ -ἐνύπνιον φύσει προσδοκῶν εὑρήσειν ἡμᾶς. -
-Προσελθὼν -οὖν μοι “Κλειτοφῶν οὗτος, Λευκίππη δὲ ποῦ;” Ἐγὼ μὲν οὖν γνωρίσας αὐτὸν εἰς γῆν ἔνευσα, οἱ δὲ -παρόντες αὐτῷ διηγοῦντο ὅσα εἶπον κατ’ ἐμαυτοῦ· - καὶ ὃς ἀνοιμώξας καὶ κοψάμενος τὴν κεφαλὴν ἐμπηδᾷ -μου τοῖς ὀφθαλμοῖς καὶ μικροῦ δεῖν ἐξώρυξεν αὐτούς· -οὐδὲ γὰρ ἐπεχείρουν κωλύειν ἐγώ, παρεῖχον -δὲ τὸ πρόσωπον εἰς τὴν ὕβριν. -
-Ὁ δὲ Κλεινίας προσελθὼν
-εἶργε παρηγορῶν αὐτὸν ἅμα καὶ λέγων “τί
- ποιεῖς, ἄνθρωπε; τί μάτην ἐξηγρίωσαι κατ’ ἀνδρός,
-ὃς μᾶλλον σοῦ Λευκίππην φιλεῖ; Θάνατον γοῦν ὑπέστη
-παθεῖν, ὅτι τεθνάναι αὐτὴν ἔδοξεν·” ἄλλα τε
-
Ὁ δὲ ὠδύρετο -καλῶν τὴν Ἄρτεμιν “ἐπὶ τοῦτό με, δέσποινα, ἤγαγες -ἐνταῦθα; τοιαῦτά σου τῶν ἐνυπνίων τὰ μαντεύματα; -Κἀγὼ μὲν ἐπίστευόν σου τοῖς ὀνείροις καὶ -εὑρήσειν παρὰ σοὶ προσεδόκων τὴν θυγατέρα· καλὸν -δέ μοι δῶρον δέδωκας· εὗρον τὸν ἀνδροφόνον αὐτῆς -
-παρὰ σοί.” Καὶ ὁ Κλεινίας ἀκούσας τοῦ τῆς Ἀρτέμιδος -ἐνυπνίου περιχαρὴς ἐγένετο καὶ λέγει “θάρρει, -πάτερ, ἡ Ἄρτεμις οὐ ψεύδεται· ζῇ σοι Λευκίππη· -πίστευσόν μου τοῖς μαντεύμασιν. Οὐχ ὁρᾷς καὶ -τοῦτον ὡς ἐκ τῶν βασάνων νῦν κρεμάμενον ἐξήρπασεν;”
-- Ἐν τούτῳ δὲ ἔρχεταί τις τῶν τοῦ νεὼ προπόλων -ἐπὶ τὸν ἱερέα σπουδῇ μάλα θέων καὶ λέγει πάντων -ἀκουόντων “κόρη τις ἐπὶ τὴν Ἄρτεμιν ξένη κατέφυγεν.” Ἐγὼ μὲν δὴ τοῦτο ἀκούσας ἀναπτεροῦμαι -καὶ τὰ ὄμματα ἀνεγείρω καὶ ἀναβιοῦν ἠρχόμην· ὁ -δὲ Κλεινίας πρὸς τὸν Σώστρατον “ἀληθῆ μου, πάτερ” εἶπε “τὰ μαντεύματα,” καὶ ἅμα πρὸς τὸν ἄγγελον -
-εἶπε “μὴ καλή;” “Οὐκ ἄλλην τοιαύτην” ἔφη “μετὰ τὴν Ἄρτεμιν εἶδον.” Πρὸς τοῦτο ἐγὼ πηδῶ -καὶ βοῶ “Λευκίππην λέγεις.” “Καὶ μάλα” ἔφη· “καλεῖσθαι -γὰρ τοῦτο ἔλεγεν αὐτή, καὶ πατρίδα Βυζάντιον -
-καὶ πατέρα Σώστρατον ἔχειν.” Ὁ μὲν δὴ -Κλεινίας ἀνεκρότησε παιανίσας, ὁ δὲ Σώστρατος -ὑπὸ χαρᾶς κατέπεσεν, ἐγὼ δὲ ἐξάλλομαι μετὰ τῶν -δεσμῶν εἰς ἀέρα, καὶ ἐπὶ τὸ ἱερὸν ὡς ἀπὸ μηχανῆς -βληθεὶς ἐπετόμην· οἱ δὲ φυλάσσοντες ἐδίωκον, νομίζοντες -ἀποδιδράσκειν, καὶ ἐβόων τοῖς ἐντυγχάνουσι -λαβέσθαι. -
- Ἀλλ’ εἶχον οἱ πόδες μου τότε πτερά. Μόλις
-οὖν τινες μαινομένου μου πρὸς τὸν δρόμον λαμβάνονται,
-καὶ οἱ φύλακες ἅμα παρῆσαν καὶ ἐπεχείρουν
-
-Κἀν τούτῳ παρῆν ὁ Κλεινίας καὶ ὁ Σώστρατος. -Καὶ ὁ μὲν Κλεινίας ἐβόα “ποῖ ἄγετε τὸν ἄνθρωπον; - οὐκ ἔστι φονεὺς ἐφ’ ᾗ καταδεδίκασται.” Καὶ ὁ -Σώστρατος ἐν μέρει ταῦτα ἔλεγε καὶ ὡς εἴη αὐτὸς -τῆς ἀνῃρῆσθαι δοκούσης πατήρ· οἱ δὲ παρόντες -μαθόντες τὸ πᾶν εὐφήμουν τε τὴν Ἄρτεμιν καὶ -περιίσταντό με καὶ ἄγειν εἰς τὸ δεσμωτήριον οὐκ -ἐπέτρεπον. -
-Οἱ δὲ φύλακες οὐκ εἶναι κύριοι τοῦ -μεθεῖναι καταδικασθέντα πρὸς θάνατον ἄνθρωπον -ἔλεγον, ἕως ὁ ἱερεύς, τοῦ Σωστράτου δεηθέντος, -ἐνεγυήσατο αὐτὸν ἔχειν καὶ παράξειν εἰς τὸν δῆμον, -ὅταν δέῃ. Οὕτω μὲν δὴ τῶν δεσμῶν ἀπολύομαι καὶ - ἐπὶ τὸ ἱερὸν ταχὺ μάλα ἠπειγόμην, καὶ ὁ Σώστρατος -κατὰ πόδας, οὐκ οἶδα εἰ τὰ ὅμοια ἐμοὶ χαίρων. -
-Οὐκ -ἔστι δὲ οὕτως ἄνθρωπος δρομικώτατος, ὃν οὐ τῆς -φήμης φθάνει τὸ πτερόν, ἣ καὶ τότε ἡμᾶς ἐπὶ Λευκίππην -προὔλαβεν, ἀπαγγέλλουσα πάντα καὶ τὰ τοῦ - Σωστράτου καὶ τἀμά. Ἰδοῦσα δὲ ἡμᾶς ἐξεπήδησε τοῦ -νεὼ καὶ τὸν μὲν πατέρα περιεπτύξατο, τοὺς δ’ ὀφθαλμοὺς -εἶχεν ἐπ’ ἐμέ. -
-Ἐγὼ δὲ εἱστήκειν καὶ πάντα -ἔβλεπον εἰς τὸ ἐκείνης πρόσωπον, αἰδοῖ τῇ πρὸς τὸν -Σώστρατον κατέχων ἐμαυτὸν ἐπ’ αὐτὴν ἐκθορεῖν. - Οὕτως ἀλλήλους ἠσπαζόμεθα τοῖς ὄμμασιν.
-
-Ἄρτι δὲ ἡμῶν μελλόντων καθέζεσθαι καὶ περὶ
-τούτων διαλέγεσθαι Θέρσανδρος σπουδῇ μάλα μάρτυρας
-
Ἔχεις δὲ καὶ δούλην ἐμήν, γυναῖκα μάχλον καὶ πρὸς -ἄνδρας ἐπιμανῆ· ταύτην ὅπως μοι φυλάξῃς.” Ἐγὼ -δὲ πρὸς τὸ “δούλην καὶ γυναῖκα μάχλον” ὑπεραλγήσας -τὴν ψυχὴν οὐκ ἤνεγκα τῶν ῥημάτων τὰ τραύματα, -ἀλλ’ ἔτι λαλοῦντος αὐτοῦ “σὺ μὲν οὖν” ἔφην “καὶ -τρίδουλος καὶ ἐπιμανὴς καὶ μάχλος· αὕτη δὲ καὶ -
-ἐλευθέρα καὶ παρθένος καὶ ἀξία τῆς θεοῦ.” Ὡς δὲ -ταῦτα ἤκουσε “καὶ λοιδορεῖσ” φήσας “δεσμῶτα καὶ -κατάδικε;” παίει με κατὰ τῶν προσώπων μάλα βιαίως -καὶ ἐπάγει δευτέραν, ἐκ δὲ τῶν ῥινῶν αἵματος -ἔρρεον κρουνοί· ὅλον γὰρ αὐτοῦ τὸν θυμὸν εἶχεν ἡ -πληγή. -
-Ὡς δὲ καὶ τρίτην ἀπροφυλάκτως ἔπαισε, -λανθάνει μου τῷ στόματι περὶ τοὺς ὀδόντας προσπταίσας -τὴν χεῖρα, καὶ τρωθεὶς τοὺς δακτύλους, -μόλις τὴν χεῖρα συνέστειλεν ἀνακραγών· καὶ οἱ ὀδόντες -ἀμύνουσι τὴν τῶν ῥινῶν ὕβριν· τιτρώσκουσι γὰρ -αὐτοὶ τοὺς παίοντας δακτύλους, καὶ ἃ πεποίηκεν ἔπαθεν ἡ χείρ. -
-Καὶ ὁ μὲν ἐπὶ τῇ πληγῇ μάλ’ ἄκων ἀνακραγὼν -συνέστειλε τὴν χεῖρα καὶ οὕτως ἐπαύσατο, ἐγὼ δὲ -ἰδὼν οἷον ἔχει κακόν, τοῦτο μὲν οὐ προσεποιησάμην, -ἐφ’ οἷς δὲ ἐτυραννήθην τραγῳδῶν ἐνέπλησα βοῆς τὸ ἱερόν. -
- “Ποῖ φύγωμεν ἔτι τοὺς βιαίους; ποῖ καταδράμωμεν;
-ἐπὶ τίνα θεῶν μετὰ τὴν Ἄρτεμιν; Ἐν αὐτοῖς
-τυπτόμεθα τοῖς ἱεροῖς, ἐν τοῖς τῆς αὐλαίας παιόμεθα
-χωρίοις. Ταῦτα ἐν ἐρημίαις μόναις γίνεται, ὅπου
-μηδεὶς μάρτυς μηδ’ ἄνθρωπός ἐστι· σὺ δὲ αὐτῶν ἐν
-
Καὶ τοῖς μὲν πονηροῖς αἱ -τῶν ἱερῶν ἀσφάλειαι διδόασι καταφυγήν, ἐγὼ δὲ -μηδένα ἀδικήσας, ἱκέτης δὲ τῆς Ἀρτέμιδος γενόμενος -τύπτομαι παρ’ αὐτῷ τῷ βωμῷ, βλεπούσης, οἴμοι, -
- τῆς θεοῦ. Ἐπὶ τὴν Ἄρτεμιν αἱ πληγαί. Καὶ οὐ μέχρι
-πληγῶν ἡ παροινία, ἀλλὰ καὶ ἐπὶ τῶν προσώπων
-τις λαμβάνει τραύματα, ὡς ἐν πολέμῳ καὶ μάχῃ, καὶ
-μεμίανται τὸ ἔδαφος ἀνθρωπίνῳ αἵματι. Τοιαῦτα
-σπένδει τις θεῷ; Οὐ βάρβαροι ταῦτα καὶ Ταῦροι,
- καὶ ἡ Ἄρτεμις ἡ Σκυθῶν; Οὐ παρ’ ἐκείνοις μόνοις
-νεὼς οὕτως αἱμάσσεται· τὴν Ἰωνίαν Σκυθίαν πεποίηκας,
-καὶ ἐν Ἐφέσῳ ῥεῖ τὰ ἐν Ταύροις αἵματα.
-
Λαβὲ καὶ ξίφος κατ’ ἐμοῦ. Καίτοι τί δέῃ σιδήρου;
-τὰ τοῦ ξίφους πεποίηκεν ἡ χείρ. Ἡ ἀνδροφόνος
- αὕτη καὶ μιαιφόνος δεξιὰ τοιαῦτα δέδρακεν οἷα ἐκ
-φασγάνου γίνεται.”
-Ταῦτά μου βοῶντος ὁ ὄχλος συνερρύη τῶν ἐν τῷ
-ἱερῷ παρόντων· καὶ οὗτοι ἐκάκιζον αὐτὸν καὶ ὁ ἱερεὺς
-αὐτὸς ὅτι οὐκ αἰσχύνεται τοιαῦτα ποιῶν οὕτω φανερῶς
- καὶ ἐν τῷ ἱερῷ· ἐγὼ δὲ τεθαρρηκὼς “τοιαῦτα” ἔφην “ὦ ἄνδρες, πέπονθα, ἐλεύθερός τε ὢν καὶ πόλεως
-οὐκ ἀσήμου, ἐπιβουλευθεὶς μὲν εἰς τὴν ψυχὴν
-ὑπὸ τούτου, σωθεὶς δὲ ὑπὸ τῆς Ἀρτέμιδος, ἣ τοῦτον
-ἀπέφηνε συκοφάντην.
-
Καὶ νῦν προελθεῖν με δεῖ καὶ - ἀπονίψασθαι τὸ πρόσωπον ἔξω· μὴ γὰρ ἐνταῦθα -τοῦτο ποιήσαιμι ἔγωγε, μὴ καὶ τὸ ἱερὸν ὕδωρ τῷ τῆς -ὕβρεως αἵματι μιανθῇ.”
-Τότε μὲν δὴ μόλις ἀφελκύσαντες αὐτὸν ἐξάγουσι -τοῦ ἱεροῦ. Τοσοῦτον δὲ εἶπεν ἀπιὼν “ἀλλὰ τὸ μὲν - σὸν ἤδη κέκριται, καὶ ὅσον οὐδέπω πείσῃ δίκην· τὸ -δὲ τῆς ψευδοπαρθένου ταύτης ἑταίρας ἡ σύριγξ τιμωρήσεται.”
--ὡς δὲ ἀπηλλάγη ποτέ, κἀγὼ ἐξελθὼν ἐκάθηρα -τὸ πρόσωπον. Τοῦ δὲ δείπνου καιρὸς ἦν, καὶ ὑπεδέξατο -ἡμᾶς ὁ ἱερεὺς μάλα φιλοφρόνως. Ἐγὼ δὲ εἰς -τὸν Σώστρατον ὀρθοῖς τοῖς ὀφθαλμοῖς ἰδεῖν οὐκ ἠδυνάμην, -συνειδὼς οἷα αὐτὸν διατεθείκειν· καὶ ὁ Σώστρατος -δὲ τὰς τῶν ὀφθαλμῶν ὁρῶν ἀμύξεις τῶν -ἐμῶν, ἃς ἔτυχον ὑπ’ αὐτοῦ παθών, ἀντῃσχύνετό με -βλέπειν· καὶ ἡ Λευκίππη δὲ τὰ πολλὰ εἰς γῆν ἔβλεπε, -
-καὶ ἦν ὅλον τὸ συμπόσιον αἰδώς. Προϊόντος δὲ τοῦ -πότου καὶ τοῦ Διονύσου κατὰ μικρὸν ἐξιλασκομένου -τὴν αἰδῶ ʽἐλευθερίας γὰρ οὗτος πατὴρ’ ἄρχει λόγου -πρῶτος ὁ ἱερεὺς πρὸς τὸν Σώστρατον “τί οὐ λέγεις, -ὦ ξένε, τὸν περὶ ὑμᾶς μῦθον ὅστις ἐστί; δοκεῖ γάρ -μοι περιπλοκάς τινας ἔχειν οὐκ ἀηδεῖς· οἴνῳ δὲ μάλιστα -
- πρέπουσιν οἱ τοιοῦτοι λόγοι.” Καὶ ὁ Σώστρατος
-προφάσεως λαβόμενος ἄσμενος “τὸ μὲν κατ’ ἐμὲ
-τοῦ λόγου μέρος ἁπλοῦν” εἶπεν “ὅτι Σώστρατος ὄνομα,
-Βυζάντιος τὸ γένος, τούτου θεῖος, πατὴρ ταύτης·
-τὸν δὲ λοιπόν, ὅστις ἐστί, μῦθον σὺ λέγε,
-
τέκνον Κλειτοφῶν, μηδὲν αἰδούμενος. Καὶ γὰρ εἴ
-τί μοι συμβέβηκε λυπηρόν, μάλιστα μὲν οὐ σόν ἐστιν,
-ἀλλὰ τοῦ δαίμονος· ἔπειτα τῶν ἔργων τῶν παρελθόντων
-ἡ διήγησις τὸν οὐκέτι πάσχοντα ψυχαγωγεῖ
-μᾶλλον ἢ λυπεῖ.”
κἀγὼ πάντα τὰ κατὰ τὴν ἀποδημίαν τὴν ἀπὸ -Τύρου διηγοῦμαι, τὸν πλοῦν, τὴν ναυαγίαν, τὴν Αἴγυπτον, -τοὺς βουκόλους, τῆς Λευκίππης τὴν ἀπαγωγήν, -τὴν παρὰ τῷ βωμῷ πλαστὴν γαστέρα, τὴν -Μενελάου τέχνην, τὸν ἔρωτα τοῦ στρατηγοῦ, τὸ -Χαιρέου φάρμακον, τὴν τῶν λῃστῶν ἁρπαγήν, τὸ -τοῦ μηροῦ τραῦμα, καὶ ἔδειξα τὴν οὐλήν. -
- Ἐπεὶ δὲ
-κατὰ τὴν Μελίτην ἐγενόμην, ἐξῇρον τὸ δρᾶμα ἐμαυτοῦ
-
Ἕν μόνον παρῆκα τῶν ἐμαυτοῦ δραμάτων, -τὴν μετὰ ταῦτα πρὸς Μελίτην αἰδῶ. Ἐπεὶ -καὶ τὸ δεῖπνον εἶπον καὶ ὡς ἐμαυτοῦ κατεψευσάμην, - καὶ μέχρι τῆς θεωρίας τὸν λόγον συνεπέρανα καὶ “τὰ -μὲν ἐμὰ ταῦτα” ἔφην, “τὰ δὲ Λευκίππης τῶν ἐμῶν -μείζονα. -
-Πέπραται, δεδούλευκε, γῆν ἔσκαψε, σεσύληται -τῆς κεφαλῆς τὸ κάλλος. Τὴν κουρὰν ὁρᾷς.”
-Καὶ καθ’ ἕκαστον ὡς ἐγένετο διεξῄειν. Κἀν τῷδε κατὰ - τὸν Σωσθένην καὶ Θέρσανδρον γενόμενος, ἐξῇρον -τὰ αὐτῆς ἔτι μᾶλλον ἢ τἀμά, ἐρωτικῶς αὐτῇ χαριούμενος -ἀκούοντος τοῦ πατρός· ὡς πᾶσαν αἰκίαν ἤνεγκεν -εἰς τὸ σῶμα καὶ ὕβριν πλὴν μιᾶς, ὑπὲρ δὲ ταύτης -τὰς ἄλλας πάσας ὑπέστη· “καὶ ἔμεινε, πάτερ, - τοιαύτη μέχρι τῆς παρούσης ἡμέρας, οἵαν αὐτὴν ἐξέπεμψας -ἀπὸ Βυζαντίου. -
-Καὶ οὐκ ἐμὸν τοῦτο ἐγκώμιον, -ὅτι φυγὴν ἑλόμενος οὐδὲν ἔδρασα ὑπὲρ ὧν -ἔφυγον, ἀλλ’ αὐτῆς, ὅτι καὶ ἐν μέσοις λῃσταῖς ἔμεινε -παρθένος καὶ τὸν μέγαν ἐνίκησε λῃστήν, Θέρσανδρον -λέγω, τὸν ἀναίσχυντον, τὸν βίαιον. -
-Ἐφιλοσοφήσαμεν, -πάτερ, τὴν ἀποδημίαν· ἐδίωξε γὰρ ἡμᾶς -ἔρως, καὶ ἦν ἐραστοῦ καὶ ἐρωμένης φυγή· ἀποδημήσαντες -γεγόναμεν ἀλλήλων ἀδελφοί. Εἴ τις ἄρα -ἐστὶν ἀνδρὸς παρθενία, ταύτην κἀγὼ μέχρι τοῦ - παρόντος πρὸς Λευκίππην ἔχω· ἡ μὲν γὰρ ἤρα ἐκ -πολλοῦ τοῦ τῆς Ἀρτέμιδος ἱεροῦ. -
-Δέσποινα Ἀφροδίτη,
-μὴ νεμεσήσῃς ἡμῖν ὡς ὑβρισμένη· οὐκ ἠθέλομεν
-
Ταῦτα ἀκούοντες ὁ μὲν ἱερεὺς ἐκεχήνει θαυμάζων -ἕκαστον τῶν λεγομένων, ὁ δὲ Σώστρατος καὶ -ἐπεδάκρυεν, ὁπότε κατὰ Λευκίππην ἐγεγόνειν. Καὶ -ἐπεί ποτε ἐπαυσάμην “τὰ μὲν ἡμέτερα” εἶπον “ἠκούσατε· -ἓν δὲ αἰτῶ μαθεῖν κἀγὼ παρὰ σοῦ, ἱερεῦ, μόνον· -τί ποτέ ἐστιν ὃ τελευταῖον ἀπιὼν ὁ Θέρσανδρος -κατὰ Λευκίππης προσέθηκε, σύριγγα εἰπών;” “Ἀλλὰ -σύ γε” ἔφη “καλῶς ἀνήρου· καὶ γὰρ εἰδότας ἡμᾶς τὰ -περὶ τὴν σύριγγα τοῖς παροῦσιν ὅμως ἁρμόσασθαι -προσήκει· κἀγὼ τὸν σὸν ἀμείψομαι μῦθον.”
-“Ὁρᾷς τουτὶ τὸ ἄλσος τὸ κατόπιν τοῦ νεώ. Ἐνθάδε -ἐστὶ σπήλαιον ἀπόρρητον γυναιξί, καθαραῖς δὲ εἰσελθούσαις -οὐκ ἀπόρρητον παρθένοις· ἀνάκειται δὲ -σύριγξ ὀλίγον ἔνδον τῶν τοῦ σπηλαίου θυρῶν. -
-Εἰ μὲν -οὖν τὸ ὄργανον καὶ παρ’ ὑμῖν ἐπιχωριάζει τοῖς Βυζαντίοις, -ἴστε ὃ λέγω· εἰ δέ τις ὑμῶν ἧττον ὡμίλησε -ταύτῃ τῇ μουσικῇ, φέρε καὶ οἷόν ἐστιν εἴπω καὶ τὸν -τοῦ Πανὸς πάντα μῦθον. -
-Ἡ σύριγξ αὐλοὶ μέν εἰσι -πολλοί, κάλαμος δὲ τῶν αὐλῶν ἕκαστος· αὐλοῦσι δὲ -οἱ κάλαμοι πάντες ὥσπερ αὐλὸς εἷς· σύγκεινται δὲ -στοιχηδὸν ἄλλος ἐπ’ ἄλλον ἡνωμένος. -
- Τὸ πρόσωπον
-ἰσοστάσιον καὶ τὸ νῶτον, καὶ ὅσοι εἰσὶ τῶν καλάμων
-βραχὺ μικρῷ λειπόμενοι, τούτων μείζων ὁ μετὰ τοῦτον,
-καὶ ἐπὶ τῷ δευτέρῳ τοσοῦτον, ὅσον τοῦ δευτέρου
-μείζων ὁ μετὰ τοῦτον τρίτος, καὶ κατὰ λόγον οὕτως
-ὁ λοιπὸς τῶν καλάμων χορὸς ἕκαστον τοῦ πρόσθεν
-
Αἴτιον δὲ τῆς τοιαύτης τάξεως ἡ τῆς ἁρμονίας διανομή. -Τὸ μὲν γὰρ ὀξύτατον ἄνω, καὶ ὅσον εἰς τὸ κάτω -πρῶτον βαρύ, κατὰ κέρας ἑκάτερον ὁ ἄκρος ἔλαχεν - αὐλός· τὰ δὲ μεταξὺ τῶν ἄκρων τοῦ ῥυθμοῦ διαστήματα, -πάντες οἱ μεταξὺ κάλαμοι, ἕκαστος ἐπὶ τὸν πέλας -τὸ ὀξὺ καταφέρων ἐς τὸν τῷ τελευταίῳ συνάπτει -βάρει. -
-Ὅσα δὲ ὁ τῆς Ἀθηνᾶς αὐλὸς ἐν τοῖς δακτύλοις
-λαλεῖ, τοσαῦτα ὁ τοῦ Πανὸς ἐν τοῖς στόμασιν αὐλεῖ.
- Ἀλλ’ ἐκεῖ μὲν οἱ δάκτυλοι κυβερνῶσι τὰ αὐλήματα,
-ἐνταῦθα δὲ τοῦ τεχνίτου τὸ στόμα μιμεῖται τοὺς δακτύλους·
-κἀκεῖ μὲν κλείσας ὁ αὐλητὴς τὰς ἄλλας ὀπὰς
-μίαν ἀνοίγει μόνην, δι’ ἧς τὸ πνεῦμα καταρρεῖ, ἐνταῦθα
-δὲ τοὺς μὲν ἄλλους ἐλευθέρους ἀφῆκε καλάμους,
- μόνῳ δὲ τὸ χεῖλος ἐπιτίθησιν, ὃν ἂν ἐθέλῃ μὴ
-σιωπᾶν, μεταπηδᾷ τε ἄλλοτε ἐπ’ ἄλλον, ὅποι ποτ’ ἂν
-ἡ τοῦ κρούματος ἁρμονία καλῇ.
-
Οὕτως αὐτῷ περὶ -τοὺς αὐλοὺς χορεύει τὸ στόμα. Ἦν δὲ ἡ σύριγξ οὔτε -αὐλὸς ἀπ’ ἀρχῆς οὔτε κάλαμος, ἀλλὰ παρθένος εὐειδής. - Ὁ Πὰν οὖν ἐδίωκεν αὐτὴν δρόμον ἐρωτικόν, -τὴν δὲ ὕλη τις δέχεται δασεῖα φεύγουσαν· ὁ δὲ Πὰν -κατὰ πόδας εἰσθορὼν ὤρεγε τὴν χεῖρα ὡς ἐπ’ αὐτήν. -
-Καὶ ὁ μὲν ᾤετο τεθηρακέναι καὶ ἔχεσθαι τῶν τριχῶν, -καλάμων δὲ κόμην εἶχεν ἡ χείρ. Τὴν μὲν γὰρ εἰς γῆν - καταδῦναι λέγουσι, καλάμους δὲ τὴν γῆν ἀντ’ αὐτῆς -τεκεῖν. -
-Τέμνει δὴ τοὺς καλάμους ὑπ’ ὀργῆς ὁ Πὰν -ὡς κλέπτοντας αὐτοῦ τὴν ἐρωμένην· ἐπεὶ δὲ μετὰ -ταῦτα οὐκ εἶχεν εὑρεῖν, εἰς τοὺς καλάμους δοκῶν λελύσθαι -τὴν κόρην, ἔκλαε τὴν τομήν, νομίζων τετμηκέναι -τὴν ἐρωμένην. -
- Συμφορήσας οὖν τὰ τετμημένα
-
Ταύτην οὖν τὴν σύριγγά φασιν ἀναθεῖναι -μὲν ἐνθάδε τὸν Πᾶνα, περιορίσαι δὲ εἰς σπήλαιον -αὐτήν, θαμίζειν τε αὐτοῦ καὶ τῇ σύριγγι συνήθως αὐλεῖν. -Χρόνῳ δὲ ὕστερον χαρίζεται τὸ χωρίον τῇ Ἀρτέμιδι, -συνθήκας ποιησάμενος πρὸς αὐτήν, μηδεμίαν -ἐκεῖ καταβαίνειν γυναῖκα. -
-Ὅταν οὖν αἰτίαν ἔχῃ τις -οὐκ εἶναι παρθένος, προπέμπει μὲν αὐτὴν ὁ δῆμος -μέχρι τῶν τοῦ σπηλαίου θυρῶν, δικάζει δὲ ἡ σύριγξ -τὴν δίκην. Ἡ μὲν γὰρ παῖς εἰσέρχεται κεκοσμημένη -στολῇ τῇ νενομισμένῃ, ἄλλος δὲ ἐπικλείει τὰς τοῦ -σπηλαίου θύρας. -
-Κἂν μὲν ᾖ παρθένος, λιγυρόν τι -μέλος ἀκούεται καὶ ἔνθεον, ἤτοι τοῦ τόπου πνεῦμα -ἔχοντος μουσικὸν εἰς τὴν σύριγγα τεταμιευμένον, ἢ -τάχα καὶ ὁ Πὰν αὐτὸς αὐλεῖ. Μετὰ δὲ μικρὸν αὐτόμαται -μὲν αἱ θύραι ἀνεῴχθησαν τοῦ σπηλαίου, ἐκφαίνεται -δὲ ἡ παρθένος ἐστεφανωμένη τὴν κεφαλὴν πίτυος -κόμαις. -
-Ἐὰν δὲ ᾖ τὴν παρθενίαν ἐψευσμένη, -σιωπᾷ μὲν ἡ σύριγξ, οἰμωγὴ δέ τις ἀντὶ μουσικῆς ἐκ -τοῦ σπηλαίου πέμπεται, καὶ εὐθὺς ὁ δῆμος ἀπαλλάττεται -καὶ ἀφίησιν ἐν τῷ σπηλαίῳ τὴν γυναῖκα· τρίτῃ -δὲ ἡμέρᾳ παρθένος ἱέρεια τοῦ τόπου παρελθοῦσα τὴν -μὲν σύριγγα εὑρίσκει χαμαί, τὴν δὲ γυναῖκα οὐδαμοῦ. -
- Πρὸς ταῦτα παρασκευάσασθε πῶς ἂν αὐτοὶ
-σχῆτε τύχης, καὶ σύνετε. Εἰ μὲν γάρ ἐστι παρθένος,
-ὡς ἔγωγε βουλοίμην, ἄπιτε χαίροντες τῆς σύριγγος
-τυχόντες εὐμενοῦς· οὐ γὰρ ἄν ποτε ψεύσαιτο τὴν κρίσιν·
-
-Καὶ εὐθὺς ἡ Λευκίππη πρὶν τὸν ἱερέα εἰπεῖν τὸν -ἑξῆς λόγον “ὡς γέ μοι δοκεῖ, μηδὲ εἴπῃς· ἐγὼ γὰρ - ἑτοίμη εἰς τὸ τῆς σύριγγος σπήλαιον εἰσελθεῖν καὶ χωρὶς -προκλήσεως κατακεκλεῖσθαι.” “Ἀγαθὰ λέγεισ” ὁ -ἱερεὺς εἶπε “καί σοι συνήδομαι ὑπὲρ σωφροσύνης καὶ -
-τύχης.” Τότε μὲν οὖν ἑσπέρας γενομένης ἕκαστος -ἡμῶν ἀπῄει κοιμησόμενος ἔνθα ὁ ἱερεὺς παρεσκεύασεν, - ὁ Κλεινίας δὲ οὐκ ἦν ἡμῖν συνδειπνῶν, ὡς ἂν -μὴ φορτικοὶ δοκοίημεν εἶναι τῷ ξενοδόκῳ· ἀλλ’ ἔνθα -καὶ τὴν πρόσθεν ἡμέραν, καὶ τὴν τότε. -
-Τὸν μέντοι -Σώστρατον ἑώρων ὑποθορυβηθέντα τῷ τῆς σύριγγος -διηγήματι, μὴ ἄρα τὰ περὶ τῆς παρθενίας δι’ αἰδῶ -τὴν πρὸς αὐτὸν ψευδώμεθα. -
-Διανεύω δὴ τῇ Λευκίππῃ -νεύματι ἀφανεῖ τὸν φόβον τοῦ πατρὸς ἐξελεῖν ἐπισταμένῃ -οἵῳ δὴ τρόπῳ μάλιστα οἴεται πείσειν. Κἀκείνη -δὲ ἐδόκει μοι ταὐτὸν ὑποπτεύειν, ὥστε ταχύ -μου συνῆκε. Διενοεῖτο δὲ καὶ πρὸ τοῦ παρ’ ἐμοῦ νεύματος - πῶς ἂν κοσμιώτατα προσενεχθείη τῷ πιστώματι. -
-Μέλλουσα οὖν πρὸς ὕπνον ἀναχωρεῖν, ἀσπαζομένη -τὸν πατέρα ἠρέμα πρὸς αὐτὸν “θάρρει πάτερ” ἔφη “περὶ ἐμοῦ καὶ πίστευε τοῖς εἰρημένοις. Μὰ τὴν -γὰρ Ἄρτεμιν, οὐδέτερος ἡμῶν οὐδὲν ἐψεύσατο.”
- Τῇ δὲ ὑστεραίᾳ περὶ τὴν θεωρίαν ἦσαν ὅ τε Σώστρατος
-καὶ ὁ ἱερεύς, καὶ ηὐτρεπισμέναι ἦσαν αἱ θυσίαι,
-παρῆν δὲ καὶ ἡ βουλὴ μεθέξουσα τῶν ἱερείων·
-εὐφημίαι δὲ ἦσαν εἰς τὴν θεὸν πολλαί, καὶ ὁ Θέρσανδρος
-ʽἔτυχε γὰρ καὶ αὐτὸς παρὼν’ προσελθὼν τῷ προέδρῳ “πρόγραψον εἰς αὔριον” ἔφη “τὰς περὶ ἡμῶν
-δίκας, ἐπεὶ καὶ τὸν καταγνωσθέντα σοι χθὲς ἤδη τινὲς
-ἔλυσαν, καὶ ὁ Σωσθένης ἐστὶν οὐδαμοῦ.” Προγέγραπτο
-
- Ἡκούσης δὲ τῆς κυρίας ὁ Θέρσανδρος εἶπεν ὧδε “Οὐκ οἶδα τίνος ἄρξωμαι λόγου καὶ πόθεν, οὐδὲ -τίνων κατηγορήσω πρῶτον καὶ τίνων δεύτερον. Τά -τε γὰρ τετολμημένα πολλὰ ὑπὸ πολλῶν καὶ οὐδὲν -οὐδενὸς τῷ μεγέθει δεύτερον· πάντα δὲ ἀλλήλων γυμνὰ -καὶ μεθ’ ὧν οὐδ’ ἂν ἅψωμαι κατηγορῶν. -
-Τὰ γὰρ -τῆς ψυχῆς κρατούσης φοβοῦμαι μὴ ἀτελής μοι ὁ λόγος -γένηται, τῆς τῶν ἄλλων μνήμης τὴν γλῶτταν ἐφ’ ἕκαστον -ἑλκούσης. Ἡ γὰρ εἰς τὸ μήπω λεχθὲν ἔπειξις -τοῦ λόγου τὸ ὁλόκληρον τῶν ἤδη λεχθέντων παραιρεῖται. -
-Ὅταν μὲν γὰρ φονεύωσι τοὺς ἀλλοτρίους οἰκέτας -οἱ μοιχοί, μοιχεύωσι δὲ τὰς ἀλλοτρίας γυναῖκας -οἱ φονεῖς, λύωσι δ’ ἡμῖν τὰς θεωρίας οἱ πορνοβοσκοί, -τὰ δὲ σεμνότατα τῶν ἱερῶν μιαίνωσιν αἱ πόρναι, -τὰς ἡμέρας δὲ λογιζόμενος, ἢ ταῖς δούλαις καὶ -τοῖς δεσπόταις, τί δράσειέ τις ἔτι, ἀνομίας ὁμοῦ καὶ -μοιχείας καὶ ἀσεβείας καὶ μιαιφονίας κεκερασμένης; -
-Κατεγνώκατέ τινος θάνατον ἐφ’ αἷς δή ποτ’ οὖν αἰτίαις -ʽοὐδὲν γὰρ διαφέρεἰ καὶ δεδεμένον εἰς τὸ δεσμωτήριον -ἀπεστείλατε φυλαχθησόμενον τῇ καταδίκῃ· -οὗτος δὲ παρέστηκεν ὑμῖν, ἀντὶ τῶν δεσμῶν λευκὴν -ἠμφιεσμένος στολήν, καὶ ἐν τῇ τάξει τῶν ἐλευθέρων -ἕστηκεν ὁ δεσμώτης. Τάχα δὲ καὶ τολμήσει φωνὴν -ἀφεῖναι καὶ ἐπιρρητορεῦσαί τι κατ’ ἐμοῦ, μᾶλλον δὲ -καθ’ ὑμῶν καὶ τῆς ὑμετέρας ψήφου. -
-Λέγε δὲ τῶν -προέδρων καὶ τῶν συμβούλων τὸ δόγμα. Ἀκούετε -καθάπερ ἐψηφίσασθε καὶ τὴν περὶ τούτου μοι γραφήν. -Ἔδοξεν ἀποθνήσκειν Κλειτοφῶντα. Ποῦ τοίνυν ὁ δήμιος; -ἀπαγέτω τοῦτον λαβών. Δὸς ἤδη τὸ κώνειον. -
- Ἤδη τέθνηκε τοῖς νόμοις· κατάδικός ἐστιν ὑπερήμερος.
-
Ἀνάστηθι -τοῦ θώκου, πρόεδρε, παραχώρησον τῆς ἀρχῆς -αὐτῷ καὶ τοῦ δικαστηρίου· οὐκέτι οὐδενὸς εἶ κύριος· -οὐδὲν ἔξεστί σοι κατὰ τῶν πονηρῶν ψηφίσασθαι, καὶ - σήμερον ὅ τι δόξει λύεται. Τί ἕστηκας, ἱερεῦ, σὺν -ἡμῖν ὡς τῶν πολλῶν εἷς; -
-Ἀνάβηθι καὶ κάθισον ἐν -τῷ τοῦ προέδρου θρόνῳ καὶ σὺ δίκαζε λοιπὸν ἡμῖν, -μᾶλλον δὲ κέλευε τυραννικῶς, μηδὲ ἀναγινωσκέσθω -σοί τις νόμος μηδὲ γνῶσις δικαστηρίου, μηδ’ ὅλως - ἄνθρωπον σεαυτὸν ἡγοῦ· μετὰ τῆς Ἀρτέμιδος προσκυνοῦ· -
-καὶ γὰρ τὴν ἐκείνης τιμὴν ἐξήρπασας. Αὐτῇ -μόνῃ τοὺς ἐπ’ αὐτὴν καταφεύγοντας ἔξεστι σώζειν, -καὶ ταῦτα πρὸ δικαστηρίου γνώσεως. Δεδεμένον δὲ -οὐδένα λέλυκεν ἡ θεός, οὐδὲ θανάτῳ παραδοθέντα - ἠλευθέρωσε τῆς τιμωρίας. Τῶν δυστυχούντων εἰσίν, -
-οὐ τῶν ἀδικούντων οἱ βωμοί. Σὺ δὲ καὶ τοὺς δεθέντας -ἐλευθεροῖς καὶ τοὺς καταδίκους ἀπολύεις. Οὕτως -παρευδοκίμησας καὶ τὴν Ἄρτεμιν. Τίς ᾤκησεν ἀντὶ -δεσμωτηρίου τὸ ἱερόν; Φονεὺς καὶ μοιχὸς παρὰ τῇ - καθαρᾷ θεῷ· οἴμοι μοιχὸς παρὰ τῇ παρθένῳ. Συνῆν -δὲ αὐτῷ καὶ γυνή τις ἀκόλαστος, ἀποδρᾶσα τὸν δεσπότην. -
-Καὶ γὰρ ταύτην, ὡς εἴδομεν, ὑπεδέχου, καὶ -μία γέγονεν αὐτοῖς ἑστία παρὰ σοὶ καὶ συμπόσιον, -τάχα δὲ καὶ συνεκάθευδες, ἱερεῦ, οἴκημα τὸ ἱερὸν - ποιήσας. Ἡ τῆς Ἀρτέμιδος οἰκία μοιχῶν γέγονε καὶ -πόρνης θάλαμος. -
-Ταῦτα μόλις ἐν χαμαιτυπείῳ γίνεται.
-Εἷς μὲν δή μοι λόγος οὗτος κατ’ ἀμφοῖν. Τὸν
-
Ταύτας οὖν αἰτῶ, αἳ ἂν
-βασανιζόμεναι φήσωσιν οὐκ εἰδέναι τοῦτον τὸν κατάδικον
-χρόνῳ πολλῷ συνόντα αὐτῇ καὶ ἐν ἀνδρὸς χώρᾳ
-ἐν τῇ οἰκίᾳ τῇ ἐμῇ, οὐκ ἐν μοιχοῦ μόνον καθεστηκότα,
-πάσης αἰτίας αὐτὴν ἀφίημι. Ἂν τοίνυν τοὐναντίον,
-τὴν μὲν κατὰ τὸν νόμον ἀφεῖσθαι τῆς προικὸς
-φημὶ δεῖν ἐμοί, τὸν δὲ ὑποσχεῖν τὴν ὀφειλομένην
-τοῖς μοιχοῖς τιμωρίαν· θάνατος δέ ἐστιν αὕτη· ὥστε
-ὁποτέρως ἂν οὗτος ἀποθάνῃ, ὡς μοιχὸς ἢ ὡς φονεύς,
-ἀμφοτέροις ἔνοχος ὤν, δίκην δεδωκὼς οὐ δέδωκεν.
-
Ἀποθανὼν γὰρ ὀφείλει θάνατον ἄλλον. Ὁ δέ μοι -τρίτος τῶν λόγων πρὸς τὴν δούλην ἐστὶ τὴν ἐμὴν καὶ -τὸν σεμνὸν τοῦτον πατρὸς ὑποκριτήν, ὃν εἰς ὕστερον, -ὅταν τούτων καταψηφίσησθε, ταμιεύομαι.”
-- Ὁ μὲν δὴ ταῦτα εἰπὼν ἐπαύσατο· παρελθὼν δὲ -ὁ ἱερεὺς ʽἦν δὲ εἰπεῖν οὐκ ἀδύνατος, μάλιστα δὲ τὴν -Ἀριστοφάνους ἐζηλωκὼς κωμῳδίαν’ ἤρξατο αὐτὸς λέγειν, -πάνυ ἀστείως καὶ κωμῳδικῶς εἰς πορνείαν αὐτοῦ -καθαπτόμενος “παρὰ τὴν θεὸν” λέγων “λοιδορεῖσθαι -μὲν οὕτως ἀκόσμως τοῖς εὖ βεβιωκόσι στόματος -ἐστὶν οὐ καθαροῦ. -
-Οὗτος δὲ οὐκ ἐνταῦθα μόνον ἀλλὰ -καὶ πανταχοῦ τὴν γλῶτταν μεστὴν ὕβρεως ἔχει. Καίτοιγε -νέος ὢν συνεγίνετο πολλοῖς αἰδοίοις ἀνδράσι -καὶ τὴν ὥραν ἅπασαν εἰς τοῦτο δεδαπάνηκε. Σεμνότητα -δεδόρκει καὶ σωφροσύνην ὑπεκρίνετο, παιδείας -προσποιούμενος ἐρᾶν καὶ τοῖς εἰς ταύτην αὐτῷ -χρωμένοις πάντα ὑποκύπτων καὶ ὑποκατακλινόμενος -ἀεί. -
- Καταλιπὼν γὰρ τὴν πατρῴαν οἰκίαν, ὀλίγον
-
Ἔπειτα κἀν τοῖς γυμνασίοις
-ἑωρῶμεν πῶς τὸ σῶμα ὑπηλείφετο καὶ πῶς πλέκτρον
-περιέβαινε καὶ τοὺς μὲν νεανίσκους, οἷς προσεπάλαιε,
-πρὸς τοὺς ἀνδρειοτέρους μάλιστα συμπλεκόμενος·
-οὕτως αὑτοῦ κέχρηται καὶ τῷ σώματι.
-
Ταῦτα μὲν οὖν ὡραῖος ὥν· ἐπεὶ δὲ εἰς ἄνδρας ἧκε, -πάντα ἀπεκάλυψεν, ἃ τότε ἀπέκρυπτε. Καὶ τοῦ μὲν -ἄλλου σώματος ἔξωρος γενόμενος ἠμέλησε, μόνην δὲ -τὴν γλῶτταν εἰς ἀσέλγειαν ἀκονᾷ καὶ τῷ στόματι χρῆται -πρὸς ἀναισχυντίαν, ὑβρίζων πάντας, ἐπὶ τῶν - προσώπων φέρων τὴν ἀναίδειαν, ὃς οὐκ ᾐδέσθη τὸν -ὑφ’ ὑμῶν ἱερωσύνῃ τετιμημένον οὕτως ἀπαιδεύτως -βλασφημῶν ὑμῶν ἐναντίον. -
-Ἀλλ’ εἰ μὲν ἄλλῃ που -βεβιωκὼς ἔτυχον καὶ μὴ παρ’ ὑμῖν, ἔδει μοι λόγων -περὶ ἐμαυτοῦ καὶ τῶν ἐμοὶ βεβιωμένων· ἐπεὶ δὲ σύνιστέ - μοι πόρρω τῶν τούτου βλασφημιῶν τὸν βίον -ἔχοντι, φέρε εἴπω πρὸς ὑμᾶς περὶ ὧν ἐγκέκλημαι. -
-“Ἔλυσασ” φησὶ “τὸν θανάτου κατεγνωσμένον” καὶ ἐπὶ -τούτῳ πάνυ δεινῶς ἐσχετλίασε, τύραννον ἀποκαλῶν -με καὶ ὅσα δὴ κατετραγῴδησέ μου. Ἔστι δὲ οὐχ ὁ - σώζων τοὺς συκοφαντηθέντας τύραννος, ἀλλ’ ὁ τοὺς -μηδὲν ἀδικοῦντας μήτε βουλῆς μήτε δήμου κατεγνωκότος. -
-Ἢ κατὰ ποίους νόμους, εἰπέ, τοῦτον τὸν
-ξένον νεανίσκον κατέκλεισας πρῶτον εἰς τὸ δεσμωτήριον;
-Τίς προέδρων κατέγνω; Ποῖον δικαστήριον
- ἐκέλευσε δεθῆναι τὸν ἄνθρωπον; Ἔστω γὰρ πάντα
-ἀδικήσας, ὅσα ἂν εἴπῃς, ἀλλὰ κριθήτω πρῶτον,
-ἐλεγχθήτω λόγου μεταλαβών. Ὁ νόμος αὐτόν, ὁ καὶ
-
Οὐδενὸς γὰρ οὐδείς -ἐστιν ἄνευ κρίσεως δυνατώτερος. Κλεῖσον οὖν τὰ δικαστήρια, -κάθελε τὰ βουλευτήρια, ἔκβαλε τοὺς στρατηγούς. -Πάντα γὰρ ὅσα σὺ πρὸς τὸν πρόεδρον εἴρηκας -ἔοικα δικαιότερον ἐρεῖν κατὰ σοῦ ἀληθῶς. Ὑπανάστηθι -Θερσάνδρῳ, πρόεδρε. Μέχρι μόνων ὀνομάτων -πρόεδρος εἶ. -
- Οὗτος τὰ σὰ ποιεῖ, μᾶλλον δὲ ὅσα
-οὐδὲ σύ. Σὺ μὲν γὰρ συμβούλους ἔχεις, καὶ οὐδὲν
-ἄνευ τούτων ἔξεστί σοι· ἀλλ’ οὔτε τι τῆς ἐξουσίας
-δράσειας ἂν πρὶν ἐλθεῖν ἐπὶ τοῦτον τὸν θρόνον,
-οὔτε ἐπὶ τῆς σῆς οἰκίας ποτὲ δεσμὸν ἀνθρώπου κατέγνως.
-Ὁ δὲ γενναῖος οὗτος πάντα ἑαυτῷ γίνεται,
-
δῆμος, βουλή, πρόεδρος, στρατηγός. Οἴκοι κολάζει -καὶ δικάζει καὶ δεθῆναι κελεύει, καὶ ὁ τῆς δίκης καιρὸς -ἑσπέρα ἐστί. Καλός γε καὶ ὁ νυκτερινὸς δικαστής. -Καὶ νῦν πολλάκις βοᾷ “κατάδικον ἔλυσας θανάτῳ -παραδοθέντα.” Ποίῳ θανάτω; ποῖον κατάδικον; -
- Εἰπέ μοι τοῦ θανάτου τὴν αἰτίαν. “Ἐπὶ φόνῳ
-κατέγνωσται” φησί. Πεφόνευκεν οὖν; Εἰπέ μοι, τίς
-ἐστιν, ἣν ἀπέκτεινε; Ἣν γὰρ ἔλεγες ἀνῃρῆσθαι, ζῶσαν
-βλέπεις, καὶ οὐκ ἂν ἔτι τολμήσειας τὸν αὐτὸν αἰτιᾶσθαι
-φόνου. Οὐ γὰρ δὴ τοῦτο τῆς κόρης ἐστὶν εἴδωλον·
-οὐκ ἀνέπεμψεν ὁ Ἀιδωνεὺς κατὰ σοῦ τὴν
-ἀνῃρημένην.
-
Δυσὶ μὲν οὖν φόνοις ἔνοχος εἶ. Τὴν -μὲν γὰρ ἀπέκτεινας τῷ λόγῳ, τὸν δὲ τοῖς ἔργοις ἠθέλησας, -μᾶλλον δὲ καὶ ταύτην ἔμελλες· τὸ γὰρ δρᾶμά -σου τὸ ἐπὶ τῶν ἀγρῶν ἠκούσαμεν. Ἡ δὲ Ἄρτεμις ἡ -μεγάλη θεὸς ἀμφοτέρους ἔσωσε, τὴν μὲν ἐκ τῶν τοῦ -Σωσθένους χειρῶν ἐξαρπάσασα, τὸν δὲ τῶν σῶν. -
- Καὶ
-τὸν μὲν Σωσθένην ἐξήρπασας, ἵνα μὴ κατάφωρος γένῃ·
-οὐκ αἰσχύνῃ δὲ ὅτι κατηγορῶν τοὺς ξένους ἄμφω
-συκοφαντῶν ἐλήλεγξαι; Τὰ μὲν ἐμὰ ἐπὶ τοσοῦτον
-
-Μέλλοντος δὲ ὑπὲρ ἐμοῦ καὶ τῆς Μελίτης ἀνδρὸς
-οὐκ ἀδόξου μὲν ῥήτορος, ὄντος δὲ τῆς βουλῆς, λέγειν,
- φθάσας ῥήτωρ ἕτερος, ὄνομα Σώπατρος, Θερσάνδρου
-συνήγορος, “ἀλλ’ ἐμὸσ” εἶπεν “ἐντεῦθεν ὁ
-λόγος κατὰ τούτων τῶν μοιχῶν, ὦ βέλτιστε Νικόστρατε
-ʽτοῦτο γὰρ ἦν ὄνομα τὠμῷ ῥήτορἰ, εἶτα σός·
-ὁ γὰρ Θέρσανδρος ἃ εἶπε, πρὸς τὸν ἱερέα μόνον ἀπετείνατο,
- ὀλίγον ἁψάμενος ὅσον ἐπιψαῦσαι καὶ τοῦ
-κατὰ τὸν δεσμώτην μέρους.
-
Ὅταν οὖν ἀποδείξω δυσὶ -θανάτοις ἔνοχον ὄντα, τότε ἂν εἴη καὶ σοὶ καιρὸς -ἀπολύσασθαι τὰς αἰτίας.” Ταῦτα εἰπὼν καὶ τερατευσάμενος καὶ τρίψας τὸ - πρόσωπον “τῆς μὲν τοῦ ἱερέως κωμῳδίασ” ἔφη “ἠκούσαμεν, -πάντα ἀσελγῶς καὶ ἀναισχύντως ὑποκριναμένου -τὰ εἰς τὸν Θέρσανδρον προσκρούσματα.”
-Καὶ
-τοῦ λόγου τὸ προοίμιον μέμψεις εἰς Θέρσανδρον ἐφ̓
-οἷς εἰς αὐτὸν εἶπεν. Ἀλλὰ Θέρσανδρος μὲν οὐδὲν
- ὧν εἶπεν εἰς τοῦτον ἐψεύσατο· καὶ γὰρ δεσμώτην
-ἔλυσε καὶ πόρνην ὑπεδέξατο καὶ συνέγνω μοιχῷ· ἃ
-δὲ αὐτὸς μᾶλλον ἀναιδῶς ἐσυκοφάντησε διασύρων
-τὸν Θερσάνδρου βίον, οὐδεμιᾶς ἀπήλλακται συκοφαντίας.
-
Ἱερεῖ δὲ ἔπρεπεν, εἴπερ ἄλλο, καὶ τοῦτο, - καθαρὰν ἔχειν τὴν γλῶτταν ὕβρεως ʽχρήσομαι γὰρ -τοῖς αὐτοῦ πρὸς αὐτόν·̓ ἃ δὲ μετὰ τὴν κωμῳδίαν -ἐτραγῴδησεν ἤδη οὕτω φανερῶς καὶ οὐκέτι δι’ αἰνιγμάτων, -σχετλιάζων εἰ μοιχόν τινα λαβόντες ἐδήσαμεν, -ὑπερτεθαύμακα τί τοσοῦτον ἴσχυσε πρίασθαι -πρὸς τὴν τοσαύτην σπουδήν. -
- Ὑπονοεῖν γὰρ τἀληθὲς
-ἔστιν. Εἶδε γὰρ τῶν ἀκολάστων τούτων τὰ πρόσωπα,
-τοῦ τε μοιχοῦ καὶ τῆς ἑταίρας. Ὡραία μὲν γὰρ αὕτη
-
Ὁποτέρα σε τούτων ἐωνήσατο; -κοινῇ γὰρ πάντες ἐκαθεύδετε καὶ ἐμεθύετε κοινῇ, -καὶ τῆς νυκτὸς ὑμῶν οὐδεὶς γέγονε θεατής. Φοβοῦμαι -μὴ τὸ τῆς Ἀρτέμιδος ἱερὸν Ἀφροδίτης πεποιήκατε, -καὶ περὶ ἱερωσύνης κρινοῦμεν, εἰ δεῖ σε τὴν -τιμὴν ταύτην ἔχειν. -
-Τὸν δὲ Θερσάνδρου βίον ἴσασι -πάντες καὶ ἐκ πρώτης ἡλικίας μετὰ σωφροσύνης -κόσμιον, καὶ ὡς εἰς ἄνδρας ἐλθὼν ἔγημε κατὰ τοὺς -νόμους, σφαλεὶς μὲν εἰς τὴν περὶ τῆς γυναικὸς κρίσιν -ʽοὐ γὰρ εὗρεν ἣν ἤλπισἐ, τῷ δὲ ταύτης γένει καὶ τῇ -οὐσίᾳ πεπιστευκώς. -
-Εἰκὸς γὰρ αὐτὴν καὶ πρὸς ἄλλους -τινὰς ἡμαρτηκέναι τὸν πρόσθεν χρόνον, λανθάνειν -δὲ ἐπ’ ἐκείνοις χρηστὸν ἄνδρα. Τὸ δὲ τελευταῖον -τοῦ δράματος πᾶσαν ἀπεκάλυψε τὴν αἰδῶ, -
-πεπλήρωται δὲ ἀναισχυντίας. Τοῦ γὰρ ἀνδρὸς στειλαμένου -τινὰ μακρὰν ἀποδημίαν, καιρὸν τοῦτον -νενόμικεν εὔκαιρον μοιχείας, καὶ νεανίσκον εὑροῦσα -πόρνον ʽτοῦτο γὰρ τὸ μεῖζον ἀτύχημα, ὅτι τοιοῦτον -εὗρε τὸν ἐρώμενον, ὃς πρὸς μὲν γυναῖκας ἄνδρας -ἀπομιμεῖται, γυνὴ δὲ γίνεται πρὸς ἄνδρασ̓ οὕτως -μετὰ ἀδείας οὐκ ἤρκεσεν ἐπὶ τῆς ξένης αὐτῷ συνοῦσα -φανερῶς, ἀλλὰ καὶ ἐνταῦθα ἤγαγε διὰ τοσούτου -πελάγους συγκαθεύδουσα κἀν τῷ σκάφει φανερῶς -ἀσελγαίνουσα πάντων ὁρώντων. -
-Ὢ μοιχείας γῇ -καὶ θαλάττῃ μεμερισμένης· ὢ μοιχείας ἀπὸ Αἰγύπτου -μέχρις Ἰωνίας ἐκτεταμένης. Μοιχεύεταί τις, -ἀλλὰ πρὸς μίαν ἡμέραν· ἂν δὲ καὶ δεύτερον γένηται -τὸ ἀδίκημα, κλέπτει τὸ ἔργον καὶ πάντας ἀποκρύπτεται· -αὕτη δὲ οὐχ ὑπὸ σάλπιγγι μόνον ἀλλὰ καὶ -κήρυκι μοιχεύεται. -
- Ἔφεσος ὅλη τὸν μοιχὸν ἔγνωκεν·
-
ᾤμην’ φησὶ “τὸν ἄνδρα τετελευτηκέναι.” Οὐκοῦν εἰ -μὲν τέθνηκεν, ἀπήλλαξαι τῆς αἰτίας· οὐδὲ γὰρ ἔστιν - ὁ τὴν μοιχείαν παθών, οὐδὲ ὑβρίζεται γάμος οὐκ ἔχων -ἄνδρα· εἰ δὲ ὁ γάμος τῷ τὸν γήμαντα ζῆν οὐκ ἀνῄρηται, -τὴν γαμηθεῖσαν διαφθείραντος ἄλλου λῃστεύεται. -Ὥσπερ γὰρ μὴ μένοντος ὁ μοιχὸς οὐκ ἦν, -μένοντος δὴ μοιχός ἐστιν.”
-
- Ἔτι τοῦ Σωπάτρου λέγοντος ὑποτεμὼν αὐτοῦ
-τὸν λόγον ὁ Θέρσανδρος “ἀλλ’ οὐκ” ἔφη “δεῖ λόγων.
-Δύο γὰρ προκαλοῦμαι προκλήσεις Μελίτην τε
-ταύτην καὶ τὴν δοκοῦσαν εἶναι τοῦ θεοπρόπου θυγατέρα,
-
τῷ δὲ ὄντι δούλην ἐμήν·” καὶ ἀνεγίνωσκε “προκαλεῖται Θέρσανδρος Μελίτην καὶ Λευκίππην, -τοῦτο γὰρ ἤκουσα τὴν πόρνην καλεῖσθαι· Μελίτην -μέν, εἰ μὴ κεκοινώνηκεν εἰς Ἀφροδίτην τῷδε τῷ ξένῳ -παρ’ ὃν ἀπεδήμουν χρόνον, εἰς τὸ τῆς ἱερᾶς Στυγὸς -ὕδωρ εἰσβᾶσαν καὶ ἐπομοσαμένην ἀπηλλάχθαι τῶν - ἐγκλημάτων· τὴν δὲ ἑτέραν, εἰ μὲν τυγχάνει γυνή, -δουλεύειν τῷ δεσπότῃ· δούλαις γὰρ μόναις γυναιξὶν -ἔξεστιν εἰς τὸν τῆς Ἀρτέμιδος νεὼν παριέναι· εἰ δέ -φησιν εἶναι παρθένος, ἐν τῷ τῆς σύριγγος ἄντρῳ -
-κλεισθῆναι.” Ἡμεῖς μὲν οὖν εὐθὺς ἐδεξάμεθα τὴν
- πρόκλησιν· καὶ γὰρ ᾔδειμεν αὐτὴν ἐσομένην· ἡ δὲ
-Μελίτη θαρρήσασα τῷ παρ’ ὃν ἀπεδήμει χρόνον ὁ
-Θέρσανδρος μηδέν μοι κοινὸν πρὸς αὐτὴν γεγονέναι
-
ἂν συκοφάντης ἁλῷς;” “Ὅ τι ἂν” ἔφη “δόξῃ προστιμῆσαι τοῖς δικασταῖς.” Ἐπὶ τούτοις -διελύθη τὸ δικαστήριον, καὶ εἰς τὴν ὑστεραίαν -διώριστο τὰ τῆς προκλήσεως ἡμῖν γενέσθαι. -
-- Τὸ δὲ τῆς Στυγὸς ὕδωρ εἶχεν οὕτως. Παρθένος -ἦν εὐειδής, ὄνομα Ῥοδῶπις, κυνηγίων ἐρῶσα καὶ -θήρας· πόδες ταχεῖς, εὔστοχοι χεῖρες, ζώνη καὶ μίτρα -καὶ ἀνεζωσμένος εἰς γόνυ χιτὼν καὶ κατὰ ἄνδρας -κουρὰ τριχῶν. Ὁρᾷ ταύτην Ἄρτεμις, καὶ ἐπῄνει καὶ -ἐκάλει καὶ σύνθηρον ἐποιήσατο, καὶ τὰ πλεῖστα κοινὰ -ἦν αὐταῖς θηράματα. -
-Ἀλλὰ καὶ ὤμοσεν ἀεὶ παραμενεῖν -καὶ τὴν πρὸς ἄνδρας ὁμιλίαν φυγεῖν καὶ τὴν -ἐξ Ἀφροδίτης ὕβριν μὴ παθεῖν. Ὤμοσεν ἡ Ῥοδῶπις, -καὶ ἤκουσεν ἡ Ἀφροδίτη καὶ ὀργίζεται καὶ ἀμύνασθαι -θέλει τὴν κόρην τῆς ὑπεροψίας. -
-Νεανίσκος ἦν -Ἐφέσιος καλὸς ἐν μειρακίοις ὅσον Ῥοδῶπις ἐν παρθένοις· -Εὐθύνικον αὐτὸν ἐκάλουν· ἐθήρα δὲ καὶ -αὐτὸς ὡς Ῥοδῶπις, καὶ τὴν Ἀφροδίτην ὁμοίως οὐκ -ἤθελεν εἰδέναι. -
-Ἐπ’ ἀμφοτέρους οὖν ἡ θεὸς ἔρχεται -καὶ τὰς θήρας αὐτῶν εἰς ἓν συνάγει· τέως γὰρ ἦσαν -κεχωρισμένοι· ἡ δὲ Ἄρτεμις τηνικαῦτα οὐ παρῆν. -Παραστησαμένη δὲ τὸν υἱὸν τὸν τοξότην ἡ Ἀφροδίτη -εἶπε “τέκνον, ζεῦγος τοῦτο ὁρᾷς ἀναφρόδιτον καὶ -ἐχθρὸν ἡμῶν καὶ τῶν ἡμετέρων μυστηρίων· ἡ δὲ -παρθένος καὶ θρασύτερον ὤμοσε κατ’ ἐμοῦ· ὁρᾷς -αὐτοὺς ἐπὶ τὴν ἔλαφον συντρέχοντας. -
- Ἄρξαι καὶ σὺ
-τῆς θήρας ἀπὸ πρώτης τῆς τολμηρᾶς κόρης· καὶ πάντως
-γε τὸ σὸν βέλος εὐστοχώτερόν ἐστιν.” Ἐντείνουσιν
-
καὶ εἶχεν -ἡ μὲν ἔλαφος εἰς τὰ νῶτα τὸ βέλος, ἡ δὲ παρθένος - εἰς τὴν καρδίαν· τὸ δὲ βέλος, Εὐθύνικον φιλεῖν. -
-Δεύτερον δὲ καὶ ἐπὶ τοῦτον οἰστὸν ἀφίησι. Καὶ εἶδον
-ἀλλήλους ὁ Εὐθύνικος καὶ ἡ Ῥοδῶπις, καὶ ἔστησαν
-μὲν τὸ πρῶτον τοὺς ὀφθαλμοὺς ἑκάτεροι, μηδέτερος
-ἐκκλῖναι θέλων ἐπὶ θάτερα· κατὰ μικρὸν δὲ τὰ τραύματα
- ἀμφοῖν ἐξάπτεται, καὶ αὐτοὺς ὁ Ἔρως ἐλαύνει
-κατὰ τουτὶ τὸ ἄντρον, οὗ νῦν ἐστιν ἡ πηγή, καὶ ἐνταῦθα
-τὸν ὅρκον ψεύδονται.
-
Ἡ Ἄρτεμις ὁρᾷ τὴν -Ἀφροδίτην γελῶσαν καὶ τὸ πραχθὲν συνίησι καὶ -εἰς ὕδωρ λύει τὴν κόρην ἔνθα τὴν παρθενίαν ἔλυσε. - Καὶ διὰ τοῦτο, ὅταν τις αἰτίαν ἔχῃ ἀφροδισίων, εἰς -τὴν πηγὴν εἰσβᾶσα ἀπολούεται· ἡ δέ ἐστιν ὀλίγη -καὶ μέχρι κνήμης μέσης. -
-Ἡ δὲ κρίσις· ἐγγράψασα -τὸν ὅρκον γραμματείῳ μηρίνθῳ δεδεμένον περιεθήκατο -τῇ δέρῃ· κἂν μὲν ἀψευδῇ τὸν ὅρκον, μένει κατὰ - χώραν ἡ πηγή· ἂν δὲ ψεύδηται, τὸ ὕδωρ ὀργᾷ -καὶ ἀναβαίνει μέχρι τῆς δέρης καὶ τὸ γραμματεῖον ἐκάλυψε.
-
-Ταῦτα εἰπόντες, καὶ τοῦ καιροῦ προελθόντος εἰσἑσπέραν, ἀπῄειμεν κοιμησόμενοι, χωρὶς ἕκαστος. Τῇ
- δὲ ὑστεραίᾳ ὁ δῆμος μὲν ἅπας παρῆν, ἡγεῖτο δὲ Θέρσανδρος
-φαιδρῷ τῷ προσώπῳ καὶ εἰς ἡμᾶς ἅμα βλέπων
-σὺν γέλωτι, ἐστόλιστο δὲ ἡ Λευκίππη τῇ ἱερᾷ
-στολῇ. Ποδήρης ὁ χιτών, ὀθόνης ὁ χιτών, ζώνη
-κατὰ μέσον τὸν χιτῶνα, ταινία περὶ τὴν κεφαλὴν
-φοινικοβαφής, ἀσάνδαλος ὁ ποῦς.
-
Καὶ ἡ μὲν εἰσῆλθε
-πάνυ κοσμίως· ἐγὼ δὲ ὡς εἶδον, εἱστήκειν τρέμων
-καὶ ταῦτα πρὸς ἐμαυτὸν ἔλεγον “ὅτι μὲν παρθένος ἡ
-
φοβοῦμαι. Θεός ἐστι φιλοπάρθενος, καὶ δέδοικα μὴ -δευτέρα καὶ σὺ σύριγξ γένῃ. Ἀλλ’ ἐκείνη μὲν ἔφυγε -διώκοντα αὐτὸν ἐν πεδίῳ καὶ ἐδιώκετο ἐν πλάτει· σὲ -δὲ καὶ εἴσω θυρῶν ἀπεκλείσαμεν ὡς ἐν πολιορκίᾳ, -
-ἵνα, ἂν διώκῃ, μὴ δύνῃ φυγεῖν. Ἀλλ̓, ὦ δέσποτα -Πάν, εὐγνωμονήσειας καὶ μὴ παραβαίης τὸν νόμον -τοῦ τόπου· ἡμεῖς γὰρ αὐτὸν τετηρήκαμεν. Ἐξίτω -πάλιν ἡμῖν ἡ Λευκίππη παρθένος· ταύτας πρὸς τὴν -Ἄρτεμιν συνθήκας ἔχεις· μὴ ψεύσῃ τὴν παρθένον.”
-- Ταῦτά μου πρὸς ἐμαυτὸν λαλοῦντος μέλος ἐξηκούετο -μουσικόν, καὶ ἐλέγετο μηδεπώποτε λιγυρώτερον -οὕτως ἀκουσθῆναι, καὶ εὐθὺς ἀνεῳγμένας -εἴδομεν τὰς θύρας. -
-Ὡς δὲ ἐξέθορεν ἡ Λευκίππη, -πᾶς μὲν ὁ δῆμος ἐξεβόησεν ὑφ’ ἡδονῆς καὶ τὸν Θέρσανδρον -ἐλοιδόρουν, ἐγὼ δὲ ὅστις ἐγεγόνειν οὐκ ἂν -εἴποιμι λόγῳ. Μίαν μὲν δὴ ταύτην νίκην καλλίστην -νενικηκότες ἀπῄειμεν, ἐπὶ δὲ τὴν δευτέραν -κρίσιν ἐχωροῦμεν, τὴν Στύγα. -
-Καὶ ὁ δῆμος οὕτω -μετεσκευάζετο καὶ πρὸς ταύτην τὴν θέαν· καὶ πάντα -συνεπεραίνετο κἀκεῖ. Ἡ Μελίτη τὸ γραμματεῖον περιέκειτο· -ἡ πηγὴ διαυγὴς καὶ ὀλίγη· ἡ δὲ ἐνέβη εἰς -αὐτὴν καὶ ἔστη φαιδρῷ τῷ προσώπῳ. -
-Τὸ δὲ -ὕδωρ οἷον ἦν κατὰ χώραν ἔμενε, μηδὲ τὸ βραχύτατον -ἀναθορὸν τοῦ συνήθους μέτρου. Ἐπεὶ δὲ ὁ χρόνος, -ὃν ἐνδιατρίβειν ἐν τῇ πηγῇ διώριστο, παρεληλύθει, -τὴν μὲν ὁ πρόεδρος δεξιωσάμενος ἐκ τοῦ ὕδατος ἐξάγει, -δύο παλαίσματα τοῦ Θερσάνδρου νενικημένου· -μέλλων δὲ καὶ τὸ τρίτον ἡττᾶσθαι, ὑπεκδὺς εἰς τὴν -οἰκίαν ἐκδιδράσκει; φοβηθεὶς μὴ καὶ καταλεύσειεν -αὐτὸν ὁ δῆμος. -
- Τὸν γὰρ Σωσθένην εἷλκον ἄγοντες
-νεανίσκοι τέτταρες, δύο μὲν τῆς Μελίτης συγγενεῖς,
-
Τὸν δὲ Σωσθένην εἰς τὴν -εἱρκτὴν ἐκέλευσαν οἱ ἄρχοντες ἐμβληθῆναι, τοῦ Θερσάνδρου -φυγόντος. Τότε μὲν οὖν ἀπηλλαττόμεθα, -κατὰ κράτος ἤδη περιγενόμενοι καὶ ὑπὸ πάντων εὐφημούμενοι. -
-- Τῇ δὲ ὑστεραίᾳ τὸν Σωσθένην ἦγον ἐπὶ τοὺς -ἄρχοντας οἱ ταύτην ἔχοντες τὴν πίστιν. Ὁ δὲ ἐπὶ -βασάνους ἑαυτὸν ἀγόμενον ἰδὼν πάντα σαφῶς λέγει, -ὅσα τε ἐτόλμησεν ὁ Θέρσανδρος καὶ ὅσα αὐτὸς ὑπηρέτησεν· -οὐ παρέλιπε δὲ οὐδὲ ὅσα ἰδίᾳ πρὸ τῶν τῆς - Λευκίππης θυρῶν διελέχθησαν πρὸς ἀλλήλους περὶ -αὐτῆς. -
-Καὶ ὁ μὲν αὖθις εἰς τὴν εἱρκτὴν ἐβέβλητο, -δώσων δίκην, τοῦ δὲ Θερσάνδρου φυγὴν ἀπόντος -κατέγνωσαν· ἡμᾶς δὲ ὁ ἱερεὺς ὑπεδέχετο πάλιν τὸν -εἰθισμένον τρόπον. -
-Καὶ μεταξὺ δειπνοῦντες ἐμυθολογοῦμεν - ἅ τε τὴν προτεραίαν ἐτύχομεν εἰπόντες καὶ -εἴ τι ἐπιδεέστερον ἦν ὧν ἐπάθομεν. Ἡ Λευκίππη δὲ -ἅτε δὴ τὸν πατέρα μηκέτι αἰδουμένη, ὡς ἂν σαφῶς -παρθένος εὑρεθεῖσα, τὰ συμβάντα μεθ’ ἡδονῆς διηγεῖτο. -
-Ἐπεὶ δὲ κατὰ τὴν Φάρον ἐγεγόνει καὶ τοὺς - λῃστάς, λέγω πρὸς αὐτὴν “οὐκ ἐρεῖς ἡμῖν τὸν μῦθον -τῶν τῆς Φάρου λῃστῶν καὶ τῆς ἀποτμηθείσης ἐκεῖ τὸ -αἴνιγμα κεφαλῆς, ἵνα σου καὶ ὁ πατὴρ ἀκούσῃ; -τοῦτο γὰρ μόνον ἐνδεῖ πρὸς ἀκρόασιν τοῦ παντὸς δράματος.”
- “Γυναῖκα” ἔφη “κακοδαίμονα ἐξαπατήσαντες οἱ
-
λόγῳ δ’ ἦν ἐραστὴς ὁ λῃστής. Ἐπεὶ δὲ ἁρπάσαντές -με, ὡς εἶδες, ἐνέθεσαν τῷ σκάφει καὶ πτερώσαντες -αὐτὸ ταῖς κώπαις ἔφυγον, ὁρῶντες τὴν διώκουσαν -ναῦν φθάνουσαν, περιελόντες τόν τε κόσμον καὶ -τὴν ἐσθῆτα τῆς ταλαιπώρου γυναικὸς ἐμοὶ περιτιθέασι, -τοὺς δὲ ἐμοὺς χιτωνίσκους ἐκείνῃ· καὶ στήσαντες -αὐτὴν ἐπὶ τῆς πρύμνης, ὅθεν διώκοντες ὄψοισθε, -τὴν κεφαλὴν ἀποτέμνουσιν αὐτῆς, καὶ τὸ μὲν -σῶμα ἔρριψαν, ὡς εἶδες, κατὰ τῆς θαλάσσης, τὴν δὲ -κεφαλήν, ὡς ἔπεσεν, εἶχον ἐπὶ τῆς νεὼς τότε. -
-Μικρὸν -γὰρ ὕστερον καὶ ταύτην ἀποσκευάσαντες ἔρριψαν -ὁμοίως, ὅτε μηκέτι τοὺς διώκοντας εἶδον. Οὐκ -οἶδα δὲ πότερον τούτου χάριν προπαρασκευάσαντες -ἔτυχον τὴν γυναῖκα ἢ διεγνωκότες ἀνδραποδίσαντες -πωλῆσαι, ὥσπερ ὕστερον πεπράκασι κἀμέ· τῷ δὲ -διώκεσθαι πρὸς ἀπάτην τῶν διωκόντων ἀντ’ ἐμοῦ -σφάττουσι, νομίζοντες πλέον ἐμπολήσειν ἐκ τῆς ἐμῆς -πράσεως ἢ τῆς ἐκείνης. -
-Διὰ τοῦτο γὰρ καὶ τὸν Χαιρέαν -τὴν ἀξίαν δόντα δίκην ἐπεῖδον· αὐτὸς γὰρ ἦν ὁ -συμβουλεύσας ἀντ’ ἐμοῦ τὴν ἄνθρωπον ἀποκτείναντας -ῥῖψαι. -
-Ὁ δὲ λοιπὸς τῶν λῃστῶν ὄχλος οὐκ ἔφασάν -με αὐτῷ ἀφήσειν μόνῳ· φθάνειν γὰρ ἤδη λαβόντα -σῶμα ἕτερον, ὃ πραθὲν ἂν παρέσχεν αὐτοῖς -ἀφορμὴν κέρδους· δεῖν δὲ ἀντὶ τῆς θανούσης ἐμὲ -πραθεῖσαν κοινὴν ἅπασιν αὐτοῖς γενέσθαι μᾶλλον ἢ -ἐκείνῳ μόνῳ. -
- Ὡς δὲ ἀντέλεγε, δικαιολογούμενος
-
ὄπισθεν ἑστὼς ἀποκόπτει τὴν κεφαλὴν αὐτοῦ. Ὁ μὲν - οὖν δίκην οὐ μεμπτὴν δοὺς τῆς ἁρπαγῆς ἔρριπτο -καὶ αὐτὸς κατὰ τῆς θαλάσσης, οἱ δὲ λῃσταὶ δύο -πλεύσαντες ἡμερῶν ἄγουσί με οὐκ οἶδ’ ὅποι γε καὶ -πιπράσκουσιν ἐμπόρῳ συνήθει, κἀκεῖνος Σωσθένει.”
--Λέγει δὴ καὶ ὁ Σώστρατος “ἐπεὶ τοίνυν τοὺς - ὑμετέρους μύθους, ὦ παιδία, κατελέξατε, φέρε -ἀκούσατε” ἔφη “καὶ παρ’ ἐμοῦ τὰ οἴκοι πραχθέντα -περὶ Καλλιγόνην τὴν σήν, ὦ Κλειτοφῶν, ἀδελφήν, -
-ἵνα μὴ ἀσύμβολος ὦ μυθολογίας παντάπασι.” Κἀγὼ -ἀκούσας τὸ τῆς ἀδελφῆς ὄνομα πάνυ τὴν γνώμην - ἐπεστράφην καὶ “ἄγε, πάτερ” εἶπον “λέγε· μόνον -περὶ ζώσης λέγοις.” Ἄρχεται δὴ λέγειν ἃ φθάνω -προειρηκὼς ἅπαντα, τὸν Καλλισθένην, τὸν χρησμόν, -
-τὴν θεωρίαν, τὸν λέμβον, τὴν ἁρπαγήν. Εἶτα προσέθηκεν -ὅτι “μαθὼν κατὰ τὸν πλοῦν ὡς οὐκ ἦν θυγάτηρ - ἐμή, διημαρτήθη δὲ τὸ πᾶν ἔργον αὐτῷ, ἤρα δ᾽ -ὅμως καὶ σφόδρα τῆς Καλλιγόνης, προσπεσὼν αὐτῆς -τοῖς γόνασι “δέσποινα” εἶπε “μή με νομίσῃς λῃστὴν -εἶναί τινα καὶ κακοῦργον, ἀλλὰ γάρ εἰμι τῶν εὖ γεγονότων, -γένει Βυζάντιος, δεύτερος οὐδενός· ἔρως - δέ με λῃστείας ὑποκριτὴν πεποίηκε καὶ ταύτας ἐπὶ -σοὶ πλέξαι τὰς τέχνας. Δοῦλον οὖν με σεαυτῆς ἀπὸ -ταύτης τῆς ἡμέρας νόμιζε· καί σοι προῖκα ἐπιδίδωμι -τὸ μὲν πρῶτον ἐμαυτόν, ἔπειτα ὅσην οὐκ ἂν ὁ πατὴρ -ἐπέδωκέ σοι· τηρήσω δέ σε παρθένον μέχριπερ - ἂν σοὶ δοκῇ.” Καὶ ταῦτα %5εἰπὼν καὶ ἔτι τούτων πλείονα -εὐαγωγοτέραν τὴν κόρην αὐτῷ γενέσθαι παρεσκεύασεν. -
-Ἦν δὲ καὶ ὀφθῆναι καλὸς καὶ στωμύλος
-
Ὁ δὲ καὶ τἆλλα -πάντα παρεῖχεν ἑαυτὸν κοσμιώτατον καὶ ἐπιεικῆ καὶ -σώφρονα, καὶ ἦν τις ἐξαίφνης περὶ τὸν νεανίσκον -θαυμαστὴ μεταβολή. Ἕδρας τε γὰρ ἐξανίστατο τοῖς -πρεσβυτέροις καὶ ἐπεμελεῖτο φθάνειν προσαγορεύων -τοὺς ἐντυγχάνοντας, καὶ τὸ τέως ἄκριτον πολυτελὲς -ἐκ τῆς πρὶν ἀσωτίας εἰς τὸ εὔβουλον μεταπῖπτον τὸ -μεγαλόφρον ἐφύλαττε πρὸς τοὺς ἐν χρείᾳ τοῦ λαβεῖν -διὰ πενίαν ὄντας, ὥστε θαυμάζειν ἅπαντας τὸ αἰφνίδιον -οὕτως ἐκ τοῦ χείρονος εἰς τὸ πάνυ χρηστὸν μετελθόν. -
-Ἐμὲ δ’ οὖν ᾑρήκει πάντων μᾶλλον, καὶ -ὑπερηγάπων αὐτὸν καὶ τὴν πρὶν ἀσωτίαν φύσεως -ἐνόμιζον εἶναι θαυμαστὴν μεγαλουργίαν, ἀλλ’ οὐκ -ἀκρασίαν. -
-Κἀμὲ οὖν ὑπεισῄει τὸ τοῦ Θεμιστοκλέους, -ὅτι κἀκεῖνος τὴν πρώτην ἡλικίαν σφόδρα δόξας ἀκόλαστος -εἶναι πάντας ὑπερέβαλεν Ἀθηναίους ὕστερον -σοφίᾳ τε καὶ ἀνδραγαθίᾳ· καὶ δὴ μετενόουν ἀποσκορακίσας -αὐτόν, ὅτε μοι περὶ τοῦ τῆς θυγατρὸς -διελέχθη γάμου. -
-Καὶ γάρ με σφόδρα ἐθεράπευε καὶ -ἐκάλει πατέρα καὶ κατὰ τὴν ἀγορὰν ἐδορυφόρει καὶ -τῶν εἰς πόλεμον γυμνασίων οὐκ ἠμέλει, ἀλλὰ καὶ -πάνυ ἐρρωμένως ἐν ταῖς ἱππασίαις διέπρεπεν. -
- Ἦν
-μὲν οὖν καὶ παρὰ τὸν τῆς ἀσωτίας χρόνον τούτοις
-χαίρων καὶ χρώμενος, ἀλλ’ ὡς ἐν τρυφῇ καὶ παιδιᾷ·
-τὸ δὲ ἀνδρεῖον ὅμως αὐτῷ καὶ τὸ ἔμπειρον λεληθότως
-ἐτρέφετο· τέλεον δὲ ἦν αὐτῷ τὸ %5ἔργον πρὸς τὸ
-καρτερῶς καὶ ποικίλως διαπρέπειν ἐν τοῖς πολεμικοῖς.
-
Ἐπεδίδου δὲ καὶ χρήματα ἱκανὰ τῇ πόλει. Κἀκεῖνον -ἅμα ἐμοὶ στρατηγὸν προεβάλοντο· ὅθεν ἔτι μᾶλλον -ὑπερησπάζετό με, ὑπήκοόν μοι κατὰ πάντα παρέχων ἑαυτόν.”
- “Ἐπεὶ δ’ ἐνικήσαμεν τὸν πόλεμον ἐπιφανείᾳ τῶν
-θεῶν καὶ ὑποστρέψαντες εἰς τὸ Βυζάντιον, εὐφημοῦντες
-τὸν Ἡρακλέα καὶ τὴν Ἄρτεμιν ἐχειροτονήθημεν
-ἐγὼ μὲν ἐνταῦθα τῇ Ἀρτέμιδι, ὁ δὲ εἰς Τύρον
-Ἡρακλεῖ, λαβόμενός μου τῆς δεξιᾶς ὁ Καλλισθένης
- διηγεῖται πρῶτον τὰ πεπραγμένα αὐτῷ περὶ τὴν
-Καλλιγόνην.
-
ʽἈλλὰ ἅπερ ἐποιήσαμεν, πάτερ’ εἶπε “τὰ μὲν νεότητος φύσει πέπρακται βίᾳ, τὰ δὲ μετὰ -ταῦτα προαιρέσει. Παρθένον γὰρ τὴν κόρην μέχρι -τούτου τετήρηκα, καὶ ταῦτα πολέμοις ὁμιλῶν, ἐν οἷς -οὐδεὶς ἀναβάλλεται τὰς ἡδονάς. -
-Νῦν οὖν εἰς τὴν -Τύρον αὐτὴν ἀπαγαγεῖν ἔγνωκα πρὸς τὸν πατέρα καὶ -νόμῳ παρ’ ἐκείνου λαβεῖν τὸν γάμον. Ἂν μὲν οὖν -ἐθελήσῃ μοι δοῦναι τὴν κόρην, ἀγαθῇ τύχῃ δέξομαι· -ἂν δὲ σκαιὸς γένηται καὶ δύσκολος, παρθένον αὐτὴν -ἀπολήψεται. -
-Ἐγὼ γὰρ προῖκα ἐπιδοὺς οὐκ εὐκαταφρόνητον -ἀγαπητῶς ἂν λάβοιμι τὸν γάμον.” Ἀναγνώσομαι -δέ σοι καὶ τὸ συμβόλαιον, ὃ φθάνω πρὸ -τοῦ πολέμου γράψας, δεόμενος συνοικίσαι τῷ Καλλισθένει -τὴν κόρην, τό τε γένος αὐτοῦ καταλέγων - καὶ τὸ ἀξίωμα καὶ τὰς ἐν τοῖς πολέμοις ἀριστείας. -
-Τοῦτο γάρ ἐστιν ἡμῖν τὸ συγκείμενον. Ἐγὼ δέ, -ἢν τὴν ἔφεσιν ἀγωνισώμεθα, διέγνωκα πρῶτον μὲν -εἰς τὸ Βυζάντιον διαπλεῦσαι, μετὰ ταῦτα δὲ εἰς τὴν Τύρον.” Καὶ ταῦτα διαμυθολογήσαντες ἐκοιμήθημεν τὸν -
-
-αὐτὸν τρόπον· τῇ δὲ ὑστεραίᾳ παραγενόμενος ὁ
-Κλεινίας ἔφη Θέρσανδρον διὰ τῆς νυκτὸς ἀποδεδρακέναι·
-
Μείναντες οὖν τῶν -ἑξῆς τριῶν ἡμερῶν, ὅσων ἦν ἡ προθεσμία, προσελθόντες -τῷ προέδρῳ καὶ τοὺς νόμους ἀναγνόντες, -καθ’ οὓς οὐδεὶς ἔτι τῷ Θερσάνδρῳ λόγος πρὸς ἡμᾶς -ἦν, νεὼς ἐπιβάντες καὶ οὐρίῳ χρησάμενοι πνεύματι -κατήραμεν εἰς τὸ Βυζάντιον, κἀκεῖ τοὺς πολυεύκτους -ἐπιτελέσαντες γάμους ἀπεδημήσαμεν εἰς τὴν Τύρον. -
-Δύο δὲ ὕστερον ἡμερῶν τοῦ Καλλισθένους ἐλθόντες -εὕρομεν τὸν πατέρα μέλλοντα θύειν τοὺς γάμους τῆς -ἀδελφῆς εἰς τὴν ὑστεραίαν. Παρῆμεν οὖν ὡς καὶ -συνθύσοντες αὐτῷ καὶ εὐξόμενοι τοῖς θεοῖς τούς τε -ἐμοὺς καὶ τοὺς ἐκείνου γάμους σὺν ἀγαθαῖς φυλαχθῆναι -τύχαις. Καὶ διεγνώκαμεν ἐν τῇ Τύρῳ παραχειμάσαντες -διελθεῖν εἰς τὸ Βυζάντιον. - -
-This pointer pattern extracts book and chapter and section
+This pointer pattern extracts book and chapter
+This pointer pattern extracts book
+Σιδὼν ἐπὶ θαλάττῃ πόλις, Ἀσσυρίων ἡ θάλασσα, μήτηρ Φοινίκων ἡ πόλις, Θηβαίων ὁ δῆμος πατήρ· δίδυμος λιμὴν ἐν κόλπῳ πλατύς, ἠρέμα κλείων τὸ πέλαγος. Ἧι γὰρ ὁ κόλπος κατὰ πλευρὰν ἐπὶ δεξιὰ κοιλαίνεται, στόμα δεύτερον ὀρώρυκται, καὶ τὸ ὕδωρ αὖθις εἰσρεῖ, καὶ γίνεται τοῦ λιμένος ἄλλος λιμήν, ὡς χειμάζειν μὲν ταύτῃ τὰς ὁλκάδας ἐν γαλήνῃ, θερίζειν δὲ τοῦ λιμένος ἐς τὸ προκόλπιον.
Ἐνταῦθα ἥκων ἐκ πολλοῦ χειμῶνος σῶστρα ἔθυον ἐμαυτοῦ τῇ τῶν Φοινίκων θεᾷ· Ἀστάρτην αὐτὴν οἱ Σιδώνιοι καλοῦσι. Περιϊὼν οὖν καὶ τὴν ἄλλην πόλιν καὶ περισκοπῶν τὰ ἀναθήματα, ὁρῶ γραφὴν ἀνακειμένην γῆς ἅμα καὶ θαλάττης. Εὐρώπης ἡ γραφή, Φοινίκων ἡ θάλασσα, Σιδῶνος ἡ γῆ.
Ἐν τῇ γῇ λειμὼν καὶ χορὸς παρθένων· ἐν τῇ θαλάττῃ ταῦρος ἐνήχετο, καὶ τοῖς νώτοις καλὴ παρθένος ἐπεκάθητο, ἐπὶ Κρήτην τῷ ταύρῳ πλέουσα. Ἐκόμα πολλοῖς ἄνθεσιν ὁ λειμών, δένδρων αὐτοῖς ἀνεμέμικτο φάλαγξ καὶ φυτῶν· συνεχῆ τὰ δένδρα, συνηρεφῆ τὰ πέταλα· συνῆπτον οἱ πτόρθοι τὰ φύλλα, καὶ ἐγίνετο τοῖς ἄνθεσιν ὄροφος ἡ τῶν φύλλων συμπλοκή.
Ἔγραψεν ὁ τεχνίτης ὑπὸ τὰ πέταλα καὶ τὴν σκιάν, καὶ ὁ ἥλιος ἠρέμα τοῦ λειμῶνος κάτω σποράδην διέρρει, ὅσον τὸ συνηρεφὲς τῆς τῶν φύλλων κόμης ἀνέῳξεν ὁ γραφεύς.
Ὅλον ἐτείχιζε τὸν λειμῶνα περιβολή, εἴσω δὲ τοῦ τῶν ὀρόφων στεφανώματος ὁ λειμὼν ἐκάθητο· αἱ δὲ πρασιαὶ τῶν ἀνθέων ὑπὸ τὰ πέταλα τῶν φυτῶν στοιχηδὸν ἐπεφύκεσαν, νάρκισσος καὶ ῥόδα καὶ μύρριναι· ὕδωρ δὲ κατὰ μέσον ἔρρει τοῦ λειμῶνος, τὸ μὲν ἀναβλύζον κάτωθεν ἀπὸ τῆς γῆς, τὸ δὲ τοῖς ἄνθεσι καὶ τοῖς φυτοῖς περιχεόμενον.
Ὀχετηγός τις ἐγέγραπτο δίκελλαν κατέχων καὶ περὶ μίαν ἀμάραν κεκυφὼς καὶ ἀνοίγων τὴν ὁδὸν τῷ ῥεύματι. Ἐν δὲ τῷ τοῦ λειμῶνος τέλει πρὸς ταῖς ἐπὶ θάλατταν τῆς γῆς ἐκβολαῖς τὰς παρθένους ἔταξεν ὁ τεχνίτης.
Τὸ σχῆμα ταῖς παρθένοις καὶ χαρᾶς καὶ φόβου· στέφανοι περὶ τοῖς μετώποις δεδεμένοι· κόμαι κατὰ τῶν ὤμων λελυμέναι· τὸ σκέλος πᾶν γεγυμνωμέναι, τὸ μὲν ἄνω τοῦ χιτῶνος, τὸ δὲ κάτω τοῦ πεδίλου, τὸ γὰρ ζῶμα μέχρι γόνατος ἀνεῖλκε τὸν χιτῶνα· τὸ πρόσωπον ὠχραί, σεσηρυῖαι τὰς παρειάς, τοὺς ὀφθαλμοὺς ἀνοίξασαι πρὸς τὴν θάλατταν, μικρὸν ὑποκεχηνυῖαι τὸ στόμα, ὥσπερ ἀφήσειν ὑπὸ φόβου μέλλουσαι καὶ βοήν·
τὰς χεῖρας ὡς ἐπὶ τὸν βοῦν ὤρεγον. Ἐπέβαινον ἄκρας τῆς θαλάττης, ὅσον μικρὸν ὑπεράνω τῶν ταρσῶν ὑπερέχειν τὸ κῦμα· ἐῴκεσαν δὲ βούλεσθαι μὲν ὡς ἐπὶ τὸν ταῦρον δραμεῖν, φοβεῖσθαι δὲ τῇ θαλάττῃ προσελθεῖν. Τῆς δὲ θαλάττης ἡ χρόα διπλῆ· τὸ μὲν γὰρ πρὸς τὴν γῆν ὑπέρυθρον, κυάνεον δὲ τὸ πρὸς τὸ πέλαγος.
Ἀφρὸς δὲ ἐπεποίητο καὶ πέτραι καὶ κύματα· αἱ πέτραι τῆς γῆς ὑπερβεβλημέναι, ὁ ἀφρὸς περιλευκαίνων τὰς πέτρας, τὸ κῦμα κορυφούμενον καὶ περὶ τὰς πέτρας λυόμενον εἰς τοὺς ἀφρούς. Ὁ ταῦρος ἐν μέσῃ τῇ θαλάττῃ ἐγέγραπτο τοῖς κύμασιν
Ἡπαρθένος μέσοις ἐπεκάθητο τοῖς νώτοις τοῦ βοός, οὐ περιβάδην, ἀλλὰ κατὰ πλευράν, ἐπὶ δεξιὰ συμβᾶσα τὼ πόδε, τῇ λαιᾷ τοῦ κέρως ἐχομένη, ὥσπερ ἡνίοχος χαλινοῦ· καὶ γὰρ ὁ βοῦς ἐπέστραπτο ταύτῃ μᾶλλον πρὸς τὸ τῆς χειρὸς ἕλκον ἡνιοχούμενος. Χιτὼν ἀμφὶ τὰ στέρνα τῆς παρθένου μέχρις αἰδοῦς· τοὐντεῦθεν ἐπεκάλυπτε χλαῖνα τὰ κάτω τοῦ σώματος· λευκὸς ὁ χιτών, ἡ χλαῖνα πορφυρᾶ, τὸ δὲ σῶμα διὰ τῆς ἐσθῆτος ὑπεφαίνετο.
Βαθὺς ὀμφαλός, γαστὴρ τεταμένη, λαπάρα στενή· τὸ στενὸν εἰς ἰξὺν καταβαῖνον ηὐρύνετο. Μαζοὶ τῶν στέρνων ἠρέμα προκύπτοντες· ἡ συνάγουσα ζώνη τὸν χιτῶνα καὶ τοὺς μαζοὺς ἔκλειε, καὶ ἐγίνετο τοῦ σώματος κάτοπτρον ὁ χιτών.
Αἱ χεῖρες ἄμφω διετέταντο, ἡ μὲν ἐπὶ κέρας, ἡ δὲ ἐπ’ οὐράν· ἤρτητο δὲ ἀμφοῖν ἑκατέρωθεν ὑπὲρ τὴν κεφαλὴν καλύπτρα κύκλῳ τῶν νώτων ἐμπεπετασμένη. Ὁ δὲ κόλπος τοῦ πέπλου πάντοθεν ἐτέτατο κυρτούμενος· καὶ ἦν οὗτος ἄνεμος τοῦ ζωγράφου. Ἡ δὲ ἐπεκάθητο τῷ ταύρῳ δίκην πλεούσης νεώς, ὥσπερ ἱστίῳ τῷ πέπλῳ χρωμένη.
Περὶ δὲ τὸν βοῦν ὠρχοῦντο δελφῖνες, ἔπαιζον Ἔρωτες· εἶπες ἂν αὐτῶν γεγράφθαι καὶ τὰ κινήματα. Ἔρως εἷλκε τὸν βοῦν· Ἔρως, μικρὸν παιδίον, ἡπλώκει τὸ πτερόν, ἤρτητο τὴν φαρέτραν, ἐκράτει τὸ πῦρ· ἐπέστραπτο δὲ ὡς ἐπὶ τὸν Δία καὶ ὑπεμειδία, ὥσπερ αὐτοῦ καταγελῶν ὅτι δι’ αὐτὸν γέγονε βοῦς.
Ἐγὼ δὲ καὶ τἆλλα μὲν ἐπῄνουν τῆς γραφῆς, ἅτε δὲ ὢν ἐρωτικὸς περιεργότερον ἔβλεπον τὸν ἄγοντα τὸν βοῦν Ἔρωτα καὶ “οἷον” εἶπον “ἄρχει βρέφος οὐρανοῦ καὶ γῆς καὶ θαλάττης.” Ταῦτά μου λέγοντος
ἔφη “τοσαύτας ὕβρεις ἐξ ἔρωτος παθών.” “Καὶ τί πέπονθασ” εἶπον, “ὦγαθέ; καὶ γὰρ ὁρῶ σε τὴν ὄψιν οὐ μακρὰν ὄντα τῆς τοῦ θεοῦ τελετῆς.” “Σμῆνος ἀνεγείρεισ” εἶπε “λόγων· τὰ γὰρ ἐμὰ μύθοις ἔοικε.” “Μὴ κατοκνήσῃς, ὦ βέλτιστε” ἔφην, “πρὸς τοῦ Διὸς καὶ τοῦ Ἔρωτος αὐτοῦ, ταύτῃ μᾶλλον ἥσειν,
εἰ καὶ μύθοις ἔοικε.” Καὶ ταῦτα δὴ λέγων δεξιοῦμαί τε αὐτὸν καὶ ἐπί τινος ἄλσους ἄγω γείτονος, ἔνθα πλάτανοι μὲν ἐπεφύκεσαν πολλαὶ καὶ πυκναί, παρέρρει δὲ ὕδωρ ψυχρόν τε καὶ διαυγές, οἷον ἀπὸ χιόνος ἄρτι λυθείσης ἔρχεται. Καθίσας οὖν αὐτὸν ἐπί τινος θώκου χαμαιζήλου καὶ αὐτὸς παρακαθισάμενος “ὥρα μοι” ἔφην “τῆς τῶν λόγων ἀκροάσεως· πάντως δ᾽ ὁ τόπος ἡδὺς καὶ μύθων ἄξιος ἐρωτικῶν.”
Ὁ δ’ ἄρχεται τοῦ λέγειν ὧδε“ἐμοὶ Φοινίκη γένος, Τύρος ἡ πατρίς, ὄνομα Κλειτοφῶν, πατὴρ Ἱππίας, ἀδελφὸς πατρὸς Σώστρατος, οὐ πάντα δὲ ἀδελφός, ἀλλ’ ὅσον ἀμφοῖν εἷς πατήρ· αἱ γὰρ μητέρες τῷ μὲν ἦν Βυζαντία, τῷ δὲ ἐμῷ πατρὶ Τυρία. Ὁ μὲν οὖν τὸν πάντα χρόνον εἶχεν ἐν Βυζαντίῳ· πολὺς γὰρ ὁ τῆς μητρὸς κλῆρος ἦν αὐτῷ· ὁ δὲ ἐμὸς πατὴρ ἐν Τύρῳ κατῴκει.
Τὴν δὲ μητέρα οὐκ οἶδα τὴν ἐμήν· ἐπὶ νηπίῳ γάρ μοι τέθνηκεν. Ἐδέησεν οὖν τῷ πατρὶ γυναικὸς ἑτέρας, ἐξ ἧς ἀδελφή μοι Καλλιγόνη γίνεται. Καὶ ἐδόκει μὲν τῷ πατρὶ συνάψαι μᾶλλον ἡμᾶς γάμῳ· αἱ δὲ Μοῖραι τῶν ἀνθρώπων κρείττονες ἄλλην ἐτήρουν μοι γυναῖκα. Φιλεῖ δὲ τὸ δαιμόνιον πολλάκις τοῖς ἀνθρώποις τὸ μέλλον νύκτωρ λαλεῖν οὐχ ἵνα φυλάξωνται μὴ παθεῖν ʽοὐ γὰρ εἱμαρμένης δύνανται κρατεῖν̓, ἀλλ’ ἵνα κουφότερον
Τὸ μὲν γὰρ ἀθρόον καὶ ἀπροσδόκητον ἐκπλήσσει τὴν ψυχὴν ἄφνω προσπεσὸν καὶ κατεβάπτισε, τὸ δὲ πρὸ τοῦ παθεῖν προσδοκώμενον προκατηνάλωσε κατὰ μικρὸν μελετώμενον τοῦ πάθους τὴν ἀκμήν. Ἐπεὶ γὰρ εἶχον ἔνατον ἔτος ἐπὶ τοῖς δέκα, καὶ παρεσκεύαζεν ὁ πατὴρ εἰς νέωτα ποιήσων τοὺς γάμους, ἤρχετο τοῦ δράματος ἡ τύχη.
Ὄναρ ἐδόκουν συμφῦναι τῇ παρθένῳ τὰ κάτω μέρη μέχρις ὀμφαλοῦ, δύο δὲ ἐντεῦθεν τὰ ἄνω σώματα· ἐφίσταται δέ μοι γυνὴ φοβερὰ καὶ μεγάλη, τὸ πρόσωπον ἀγρία, ὀφθαλμὸς ἐν αἵματι, βλοσυραὶ παρειαί, ὄφεις αἱ κόμαι· ἅρπην ἐκράτει τῇ δεξιᾷ, δᾷδα τῇ λαιᾷ. Ἐπιπεσοῦσα οὖν μοι θυμῷ καὶ ἀνατείνασα τὴν ἅρπην καταφέρει τῆς ἰξύος, ἔνθα τῶν δύο σωμάτων ἦσαν αἱ συμβολαί, καὶ ἀποκόπτει μου τὴν παρθένον.
Περιδεὴς οὖν ἀναθορὼν ἐκ τοῦ δείματος φράζω μὲν πρὸς οὐδένα, κατ’ ἐμαυτὸν δὲ πονηρὰ ἐσκεπτόμην.
Ἐν δὲ τούτῳ συμβαίνει τοιάδε. Ἦν ἀδελφός, ὡς ἔφην, τοῦ πατρὸς Σώστρατος. Παρὰ τούτου τις ἔρχεται κομίζων ἐπιστολὰς ἀπὸ Βυζαντίου, καὶ ἦν τὰ γεγραμμένα τοιάδε·
Ἱππίᾳ τῷ ἀδελφῷ χαίρειν Σώστρατος.
ἥκουσι πρὸς σὲ θυγάτηρ ἐμὴ Λευκίππη καὶ Πάνθεια
+
”
γυνή· πόλεμος γὰρ περιλαμβάνει Βυζαντίους Θρᾳκικός.
Σῶζε δή μοι τὰ φίλτατα τοῦ γένους μέχρι τῆς τοῦ πολέμου τύχης.
Ταῦτα ὁ πατὴρ ἀναγνοὺς ἀναπηδᾷ καὶ ἐπὶ τὴν θάλατταν ἐκτρέχει καὶ μικρὸν ὕστερον αὖθις ἐπανῆκεν. Εἵποντο δὲ αὐτῷ κατόπιν πολὺ πλῆθος οἰκετῶν καὶ θεραπαινίδων, ἃς συνεκπέμψας ὁ Σώστρατος
Ὡς δὲ ἐνέτεινα τοὺς ὀφθαλμοὺς ἐπ’ αὐτήν, ἐν ἀριστερᾷ παρθένος ἐκφαίνεταί μοι, καὶ καταστράπτει μου τοὺς ὀφθαλμοὺς τῷ προσώπῳ.
Τοιαύτην εἶδον ἐγώ ποτε ἐπὶ ταύρῳ γεγραμμένην Σελήνην· ὄμμα γοργὸν ἐν ἡδονῇ· κόμη ξανθή, τὸ ξανθὸν οὖλον· ὀφρὺς μέλαινα, τὸ μέλαν ἄκρατον· λευκὴ παρειά, τὸ λευκὸν ἐς μέσον ἐφοινίσσετο καὶ ἐμιμεῖτο πορφύραν, οἵαν εἰς τὸν ἐλέφαντα Λυδία βάπτει γυνή· τὸ στόμα ῥόδων ἄνθος ἦν, ὅταν ἄρχηται τὸ ῥόδον ἀνοίγειν τῶν φύλλων τὰ χείλη.
Ὡς δὲ εἶδον, εὐθὺς ἀπωλώλειν· κάλλος γὰρ ὀξύτερον τιτρώσκει βέλους καὶ διὰ τῶν ὀφθαλμῶν ἐς τὴν ψυχὴν καταρρεῖ· ὀφθαλμὸς γὰρ ὁδὸς ἐρωτικῷ τραύματι.
Πάντα δέ με εἶχεν ὁμοῦ, ἔπαινος, ἔκπληξις, τρόμος, αἰδώς, ἀναίδεια· ἐπῄνουν τὸ μέγεθος, ἐκπεπλήγμην τὸ κάλλος, ἔτρεμον τὴν καρδίαν, ἔβλεπον ἀναιδῶς, ᾐδούμην ἁλῶναι· τοὺς δὲ ὀφθαλμοὺς ἀφέλκειν μὲν ἀπὸ τῆς κόρης ἐβιαζόμην, οἱ δὲ οὐκ ἤθελον, ἀλλ’ ἀνθεῖλκον ἑαυτοὺς ἐκεῖ τῷ τοῦ κάλλους ἑλκόμενοι πείσματι, καὶ τέλος ἐνίκησαν.
Αἱ μὲν δὴ κατήγοντο πρὸς ἡμᾶς, καὶ αὐταῖς ὁ πατὴρ μέρος τι τῆς οἰκίας ἀποτεμόμενος εὐτρεπίζει δεῖπνον. Καὶ ἐπεὶ καιρὸς ἦν, συνεπίνομεν κατὰ δύο τὰς κλίνας διαλαχόντες, οὕτω γὰρ ἔταξεν ὁ πατήρ· αὐτὸς κἀγὼ τὴν μέσην, αἱ μητέρες αἱ δύο τὴν ἐν ἀριστερᾷ,
τὴν δεξιὰν εἶχον αἱ παρθένοι. Ἐγὼ δὲ ὡς ταύτην ἤκουσα τὴν εὐταξίαν, μικροῦ προσελθὼν κατεφίλησα τὸν πατέρα, ὅτι μοι κατ’ ὀφθαλμοὺς ἀνέκλινε τὴν παρθένον.
Τί μὲν οὖν ἔφαγον, μὰ τοὺς θεούς, ἔγωγε οὐκ ᾔδειν, ἐῴκειν γὰρ τοῖς ἐν ὀνείροις
Ὡς δὲ ἦμεν ἀπὸ τοῦ δείπνου, παῖς εἰσέρχεται κιθάραν ἁρμοσάμενος, τοῦ παρὸς οἰκέτης, καὶ ψιλαῖς τὸ πρῶτον διατινάξας ταῖς χερσὶ τὰς χορδὰς ἔκρουε καί τι κρουμάτιον λιγήνας ὑποψιθυρίζουσι τοῖς δακτύλοις, μετὰ τοῦτο ἤδη τῷ πλήκτρῳ τὰς χορδὰς ἔκρουε, καὶ ὀλίγον ὅσον κιθαρίσας συνῇδε τοῖς κρούμασι.
Τὸ δὲ ᾆσμα ἦν Ἀπόλλων μεμφόμενος τὴν Δάφνην φεύγουσαν καὶ διώκων ἅμα καὶ μέλλων καταλαμβάνειν καὶ γινομένη φυτὸν ἡ κόρη καὶ Ἀπόλλων τὸ φυτὸν στεφανούμενος. Τοῦτό μοι μᾶλλον τὴν ψυχὴν ἐξέκαυσεν·
ὑπέκκαυμα γὰρ ἐπιθυμίας λόγος ἐρωτικός· κἂν εἰς σωφροσύνην τις ἑαυτὸν νουθετῇ, τῷ παραδείγματι πρὸς τὴν μίμησιν ἐρεθίζεται, μάλισθ’ ὅταν ἐκ τοῦ κρείττονος ᾖ τὸ παράδειγμα· ἡ γὰρ ὧν ἁμαρτάνει τις αἰδὼς τῷ τοῦ βελτίονος ἀξιώματι παρρησία γίνεται.
Καὶ ταῦτα πρὸς ἐμαυτὸν ἔλεγον “ἰδοὺ καὶ Ἀπόλλων ἐρᾷ, κἀκεῖνος παρθένου, καὶ ἐρῶν οὐκ αἰσχύνεται, ἀλλὰ διώκει τὴν παρθένον· σὺ δὲ ὀκνεῖς καὶ αἰδῇ καὶ ἀκαίρως σωφρονεῖς; μὴ κρείττων εἶ τοῦ θεοῦ;”
Ὡς δὲ ἦν ἑσπέρα, πρότεραι μὲν πρὸς ὕπνον ἐτράπησαν αἱ γυναῖκες, μικρὸν δὲ ὕστερον καὶ ἡμεῖς, οἱ μὲν δὴ ἄλλοι τῇ γαστρὶ μετρήσαντες τὴν ἡδονήν, ἐγὼ δὲ τὴν εὐωχίαν ἐν τοῖς ὀφθαλμοῖς φέρων, τῶν τε τῆς κόρης προσώπων γεμισθεὶς καὶ ἀκράτῳ θεάματι καὶ μέχρι κόρου προελθὼν ἀπῆλθον μεθύων ἔρωτι.
Ὡς δὲ εἰς τὸ δωμάτιον παρῆλθον, ἔνθα μοι ἐν νυκτὶ χαλεπώτερα, καὶ ἐπανίσταται μᾶλλον ἡμῖν ἡσυχάζουσι καὶ ἐρεθίζει τὰς ἀλγηδόνας·
ὅταν γὰρ ἀναπαύηται τὸ σῶμα, τότε σχολάζει τὸ ἕλκος νοσεῖν· τὰ δὲ τῆς ψυχῆς τραύματα μὴ κινουμένου τοῦ σώματος, πολὺ μᾶλλον ὀδυνᾷ. Ἐν ἡμέρᾳ μὲν γὰρ ὀφθαλμοὶ καὶ ὦτα πολλῆς γεμιζόμενα περιεργίας ἐπικουφίζει τῆς νόσου τὴν ἀκμήν, ἀντιπερισπῶντα τὴν ψυχὴν τῆς εἰς τὸ πονεῖν σχολῆς· ἐὰν δὲ ἡσυχίᾳ τὸ σῶμα πεδηθῇ, καθ’ ἑαυτὴν ἡ ψυχὴ γενομένη τῷ κακῷ κυμαίνεται.
Πάντα γὰρ ἐξεγείρεται τότε τὰ τέως κοιμώμενα· τοῖς πενθοῦσιν αἱ λῦπαι, τοῖς μεριμνῶσιν αἱ φροντίδες, τοῖς κινδυνεύουσιν οἱ φόβοι, τοῖς ἐρῶσι τὸ πῦρ. Περὶ δὲ τὴν ἕω μόλις ἐλεήσας μέ τις ὕπνος ἀνέπαυσεν ὀλίγον.
Ἀλλ’ οὐδὲ τότε μου τῆς ψυχῆς ἀπελθεῖν ἤθελεν ἡ κόρη· πάντα γὰρ ἦν· μοι Λευκίππη τὰ ἐνύπνια· διελεγόμην αὐτῇ, συνέπαιζον, συνεδείπνουν, ἡπτόμην, πλείονα εἶχον ἀγαθὰ τῆς ἡμέρας. Καὶ γὰρ κατεφίλησα, καὶ ἦν τὸ φίλημα ἀληθινόν· ὥστ’ ἐπειδή με ἤγειρεν ὁ οἰκέτης, ἐλοιδορούμην αὐτῷ τῆς ἀκαιρίας, ὡς ἀπολέσας ὄνειρον οὕτω γλυκύν.
Ἀναστὰς οὖν ἐβάδιζον ἐξεπίτηδες εἴσω τῆς οἰκίας κατὰ πρόσωπον τῆς κόρης βιβλίον ἅμα κρατῶν, καὶ ἐγκεκυφὼς ἀνεγίνωσκον· τοῖς δὲ ὀφθαλμοῖς, εἰ κατὰ τὰς θύρας γενοίμην, ἐπίλλιζον κάτωθεν, καί τινας περιπατήσας διαύλους καὶ ἐποχετευσάμενος ἐκ τῆς θέας ἔρωτα σαφῶς ἀπῄειν ἔχων τὴν ψυχὴν κακῶς. Καὶ ταῦτά μοι τριῶν ἡμερῶν ἐπυρσεύετο.
Ἦν δέ μοι Κλεινίας ἀνεψιός, ὀρφανὸς καὶ νέος, δύο ἀναβεβηκὼς ἔτη τῆς ἡλικίας τῆς ἐμῆς, ἔρωτι τετελεσμένος·
Ἔσκωπτον οὖν αὐτὸν ἀεὶ τῆς ἀμεριμνίας, ὅτι σχολάζει φιλεῖν καὶ δοῦλός ἐστιν ἐρωτικῆς ἡδονῆς· ὁ δέ μοι μειδιῶν καὶ τὴν κεφαλὴν ἐπισείων ἔλεγεν “ἔσῃ ποτὲ καὶ σύ μοι δοῦλος
ταχύ.” Πρὸς τοῦτον ἀπιὼν καὶ ἀσπασάμενος καὶ παρακαθισάμενος “ἔδωκα” ἔφην “ὦ Κλεινία, σοι δίκην τῶν σκωμμάτων· δοῦλος γέγονα κἀγώ.” Ἀνακροτήσας οὖν τὰς χεῖρας ἐξεγέλασε καὶ ἀναστὰς κατεφίλησέ μου τὸ πρόσωπον ἐμφαῖνον ἐρωτικὴν ἀγρυπνίαν, καὶ “ἐρᾷσ” εἶπεν “ἐρᾷς ἀληθῶς· οἱ ὀφθαλμοί σου λέγουσιν.” Ἄρτι δὲ λέγοντος αὐτοῦ Χαρικλῆς εἰστρέχει ʽτοῦτο γὰρ ἦν ὄνομα τῷ μειρακίᾠ τεθορυβημένος
“οἴχομαί σοι” λέγων “Κλεινία.” Καὶ συνεστέναξεν ὁ Κλεινίας, ὥσπερ ἐκ τῆς ἐκείνου ψυχῆς κρεμάμενος, καὶ τῇ φωνῇ τρέμων “ἀποκτενεῖσ” εἶπε “σιωπῶν· τί σε λυπεῖ; τίνι δεῖ μάχεσθαι;” Καὶ ὁ Χαρικλῆς “γάμον” εἶπεν “ὁ πατήρ μοι προξενεῖ, καὶ γάμον ἀμόρφου κόρης, ἵνα διπλῷ συνοικῶ κακῷ· πονηρὸν μὲν γὰρ γυνή, κἂν εὔμορφος ᾖ· ἐὰν δὲ καὶ ἀμορφίαν δυστυχῇ, τὸ κακὸν διπλοῦν.
Ἀλλὰ πρὸς τὸν πλοῦτον ὁ πατὴρ ἀποβλέπων σπουδάζει τὸ κῆδος· ἐκδίδομαι ὁ δυστυχὴς τοῖς ἐκείνης χρήμασιν, ἵνα γήμω πωλούμενος.”
Ὡς οὖν ταῦτα ἤκουσεν ὁ Κλεινίας, ὠχρίασεν. Ἐπιπαρώξυνεν οὖν τὸ μειράκιον ἀπωθεῖσθαι τὸν γάμον, τὸ τῶν γυναικῶν γένος λοιδορῶν. “Γάμον” εἶπεν “ἤδη σοι δίδωσιν ὁ πατήρ; τί γὰρ ἠδίκηκας,
ἵνα πεδηθῇς; Οὐκ ἀκούεις τοῦ Διὸς λέγοντος
κἀκεῖναι γὰρ ἡδονῇ φονεύουσιν ᾠδῆς. Ἔστι δέ σοι συνιέναι τὸ μέγεθος τοῦ κακοῦ καὶ ἀπ’ αὐτῆς τῆς τοῦ γάμου παρασκευῆς. Βόμβος αὐλῶν, δικλίδων κτύπος, πυρσῶν δᾳδουχία. Ἐρεῖ τις ἰδὼν τοσοῦτον κυδοιμόν· “Ἀτυχὴς ὁ μέλλων γαμεῖν· ἐπὶ πόλεμον,
δοκῶ μοι, πέμπεται.” Ἀλλ’ εἰ μὲν ἰδιώτης ἦσθα μουσικῆς, ἠγνόεις ἂν τὰ τῶν γυναικῶν δράματα· νῦν δὲ κἂν ἄλλοις λέγοις ὅσων ἐνέπλησαν μύθων γυναῖκες τὴν σκηνήν. Ὅρμος Ἐριφύλης, Φιλομήλας ἡ τράπεζα, Σθενεβοίας ἡ διαβολή, Ἀερόπης ἡ κλοπή, Πρόκνης ἡ σφαγή.
Ἂν τὸ Χρυσηίδος κάλλος Ἀγαμέμνων ποθῇ, λοιμὸν τοῖς Ἕλλησι ποιεῖ· ἂν τὸ Βρισηίδος κάλλος Ἀχιλλεὺς ποθῇ, πένθος αὑτῷ προξενεῖ· ἐὰν ἔχῃ γυναῖκα Κανδαύλης καλήν, φονεύει Κανδαύλην ἡ γυνή.
Τὸ μὲν γὰρ Ἑλένης τῶν γάμων πῦρ ἀνῆψε κατὰ τῆς Τροίας ἄλλο πῦρ, ὁ δὲ Πηνελόπης γάμος τῆς σώφρονος πόσους νυμφίους ἀπώλεσεν; Ἀπέκτεινεν Ἱππόλυτον φιλοῦσα Φαίδρα,
Κλυταιμνήστρα δὲ Ἀγαμέμνονα μὴ φιλοῦσα. Ὦ πάντα τολμῶσαι γυναῖκες· κἂν φιλῶσι, φονεύουσι· κἂν μὴ φιλῶσι, φονεύουσιν. Ἀγαμέμνονα ἔδει φονευθῆναι τὸν καλόν, οὗ κάλλος οὐράνιον ἦν, ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ· καὶ ταύτην ἀπέκοψεν, ὦ Ζεῦ, τὴν κεφαλὴν γυνή.
Καὶ ταῦτα μὲν περὶ τῶν εὐμόρφων ἂν εἴποι τις γυναικῶν, ἔνθα καὶ μέτριον τὸ ἀτύχημα· τὸ γὰρ κάλλος
Μή, πρὸς θεῶν, Χαρίκλεις, μήπω μοι δοῦλος γένῃ, μηδὲ τὸ ἄνθος πρὸ καιροῦ τῆς ἥβης ἀπολέσῃς. Πρὸς γὰρ τοῖς ἄλλοις καὶ τοῦτ’ ἔστι τοῦ γάμου τὸ ἀτύχημα· μαραίνει τὴν ἀκμήν. Μή, δέομαι, Χαρίκλεις, μήπω μοι μαρανθῇς· μὴ παραδῷς εὔμορφον τρυγῆσαι ῥόδον ἀμόρφῳ
γεωργῷ.” Καὶ ὁ Χαρικλῆς “ταῦτα μὲν” ἔφη “θεοῖς κἀμοὶ μελήσει· καὶ γὰρ εἰς τὴν προθεσμίαν τῶν γάμων χρόνος ἐστὶν ἡμερῶν, πολλὰ δ’ ἂν γένοιτο κἀν νυκτὶ μιᾷ.
Τὸ δὲ νῦν ἔχον ἐφ’ ἱππασίαν ἄπειμι. Ἐξὅτου γάρ μοι τὸν ἵππον ἐχαρίσω τὸν καλόν, οὔπω σου τῶν δώρων ἀπέλαυσα. Ἐπικουφιεῖ δέ μοι τὸ γυμνάσιον τῆς ψυχῆς τὸ λυπούμενον.” Ὁ μὲν οὖν ἀπῄει τὴν τελευταίαν ὁδόν, ὕστατα καὶ πρῶτα μελλήσων ἱππάζεσθαι.
Ἐγὼ δὲ πρὸς τὸν Κλεινίαν καταλέγω μου τὸ δρᾶμα πῶς ἐγένετο· πῶς ἴδοιμι, πῶς πάθοιμι, τὴν καταγωγήν, τὸ δεῖπνον, τὸ κάλλος τῆς κόρης. Τελευτῶν δὲ τῷ λόγῳ συνίειν ἀσχημονῶν “οὐ φέρω” λέγων “Κλεινία, τὴν ἀνίαν· ὅλος γάρ μοι προσέπεσεν ὁ ἔρως, καὶ αὐτόν μου διώκει τὸν ὕπνον τῶν ὀμμάτων·
πάντοτε Λευκίππην φαντάζομαι. Οὐ γέγονεν ἄλλῳ τινὶ τοιοῦτον ἀτύχημα· τὸ γὰρ κακόν μοι καὶ συνοικεῖ.” Καὶ ὁ Κλεινίας “ληρεῖσ” εἶπεν “οὕτως εἰς ἔρωτα εὐτυχῶν. Οὐ γὰρ ἐπ’ ἀλλοτρίας θύρας ἐλθεῖν σε δεῖ οὐδὲ διάκονον παρακαλεῖν· αὐτήν σοι δέδωκε τὴν ἐρωμένην ἡ τύχη καὶ φέρουσα ἔνδον
Ἄλλῳ μὲν γὰρ ἐραστῇ καὶ τὸ βλέμμα μόνον ἤρκεσε τῆς ἐρωμένης παρθένου, καὶ μέγιστον τοῦτο ἀγαθὸν νενόμικεν ἐραστὴς ἐὰν καὶ μέχρι τῶν ὀμμάτων εὐτυχῇ, οἱ δὲ εὐδαιμονέστεροι τῶν ἐραστῶν ἂν τύχωσι κἂν ῥήματος μόνον· σὺ δὲ καὶ βλέπεις ἀεὶ καὶ ἀκούεις ἀεὶ καὶ συνδειπνεῖς καὶ συμπίνεις.
Καὶ ταῦτα εὐτυχῶν ἐγκαλεῖς; ἀχάριστος εἶ πρὸς ἔρωτος δωρεάν. Οὐκ οἶδας οἷόν ἐστιν ἐρωμένη βλεπομένη· μείζονα τῶν ἔργων ἔχει τὴν ἡδονήν. Ὀφθαλμοὶ γὰρ ἀλλήλοις ἀντανακλώμενοι ἀπομάττουσιν ὡς ἐν κατόπτρῳ τῶν σωμάτων τὰ εἴδωλα, ἡ δὲ τοῦ κάλλους ἀπορροὴ δι’ αὐτῶν εἰς τὴν ψυχὴν καταρρέουσα ἔχει τινὰ μίξιν ἐν ἀποστάσει·
καὶ γλυκίων ἐστὶ τῆς τῶν σωμάτων μίξεως· καινὴ γάρ ἐστι σωμάτων συμπλοκή. Ἐγὼ δέ σοι καὶ τὸ ἔργον ἔσεσθαι ταχὺ μαντεύομαι· μέγιστον γάρ ἐστιν ἐφόδιον εἰς πειθὼ συνεχὴς πρὸς ἐρωμένην ὁμιλία. Ὀφθαλμὸς γὰρ φιλίας πρόξενος καὶ τὸ σύνηθες τῆς κοινωνίας εἰς χάριν ἀνυσιμώτερον.
Εἰ γὰρ τὰ ἄγρια τῶν θηρίων συνηθείᾳ τιθασεύεται, πολὺ μᾶλλον ταύτῃ μαλαχθείη καὶ γυνή. Ἔχει δέ τι πρὸς παρθένον ἐπαγωγὸν ἡλικιώτης ἐρῶν· τὸ δὲ ἐν ὥρᾳ τῆς ἀκμῆς ἐπεῖγον εἰς τὴν φύσιν καὶ τὸ συνειδὸς τοῦ φιλεῖσθαι τίκτει πολλάκις ἀντέρωτα. Θέλει γὰρ ἑκάστη τῶν παρθένων εἶναι καλὴ καὶ φιλουμένη χαίρει καὶ ἐπαινεῖ τῆς μαρτυρίας τὸν φιλοῦντα· κἂν μὴ φιλήσῃ τις αὐτήν,
οὔπω πεπίστευκεν εἶναι καλή. Ἓν οὖν σοι παραινῶ μόνον, ἐρᾶσθαι πιστευσάτω, καὶ ταχέως σε μιμήσεται.” “Πῶς ἂν οὖν” εἶπον “γένοιτο τοῦτο τὸ μάντευμα; δός μοι τὰς ἀφορμάς· σὺ γὰρ ἀρχαιότερος μύστης ἐμοῦ καὶ συνηθέστερος ἤδη τῇ τελετῇ τοῦ θεοῦ.
“Μηδὲν” εἶπεν ὁ Κλεινίας “πρὸς ταῦτα ζήτει παρ’ ἄλλου μαθεῖν· αὐτοδίδακτος γάρ ἐστιν ὁ θεὸς σοφιστής. Ὥσπερ γὰρ τὰ ἀρτίτοκα τῶν βρεφῶν οὐδεὶς διδάσκει τὴν τροφήν ʽαὐτόματα γὰρ ἐκμανθάνει καὶ οἶδεν ἐν τοῖς μαζοῖς οὖσαν αὐτοῖς τὴν τράπεζαν̓, οὕτω καὶ νεανίσκος ἔρωτος πρωτοκύμων οὐ δεῖται διδασκαλίας πρὸς τὸν τοκετόν.
Ἐὰν γὰρ ἡ ὠδὶς παραγένηται καὶ ἐνστῇ τῆς ἀνάγκης ἡ προθεσμία, μηδὲν πλανηθείς, κἂν πρωτοκύμων ᾖς, εὑρήσεις τεκεῖν ὑπ’ αὐτοῦ μαιωθεὶς τοῦ θεοῦ. Ὅσα δ’ ἐστὶ κοινὰ καὶ μὴ τῆς εὐκαίρου τύχης δεόμενα, ταῦτα ἀκούσας μάθε. Μηδὲν μὲν εἴπῃς πρὸς τὴν παρθένον ἀφροδίσιον,
τὸ δὲ ἔργον ζήτει πῶς γένηται σιωπῇ. Παῖς γὰρ καὶ παρθένος ὅμοιοι μὲν εἰς αἰδῶ· πρὸς δὲ τὴν τῆς Ἀφροδίτης χάριν κἂν τὴν γνώμην ἔχωσιν, ἃ πάσχουσιν ἀκούειν οὐ θέλουσι· τὴν γὰρ αἰσχύνην κεῖσθαι νομίζουσιν ἐν τοῖς ῥήμασι.
Γυναῖκας μὲν γὰρ εὐφραίνει καὶ τὰ ῥήματα· παρθένος δὲ τοὺς μὲν ἔξωθεν ἀκροβολισμοὺς τῶν ἐραστῶν εἰς πεῖραν φέρει καὶ ἄφνω συντίθεται τοῖς νεύμασιν· ἐὰν δὲ αἰτήσῃς τὸ ἔργον προσελθών, ἐκπλήξεις αὐτῆς τὰ ὦτα τῇ φωνῇ, καὶ ἐρυθριᾷ καὶ μισεῖ τὸ ῥῆμα καὶ λοιδορεῖσθαι δοκεῖ κἂν ὑποσχέσθαι θέλῃ τὴν χάριν, αἰσχύνεται· τότε γὰρ πάσχειν νομίζει τὸ ἔργον, ὅτε μᾶλλον τὴν πεῖραν ἐκ τῆς τῶν λόγων ἡδονῆς ἀκούει.
Ἐὰν δὲ τὴν πεῖραν προσαγαγὼν τὴν ἄλλην καὶ εὐάγωγον αὐτὴν παρασκευάσας ἡδέως ἤδη προσέρχῃ, σιώπα μὲν οὖν τὰ πολλὰ ὡς ἐν μυστηρίῳ, φίλησον δὲ προσελθὼν ἠρέμα· τὸ γὰρ ἐραστοῦ φίλημα πρὸς ἐρωμένην θέλουσαν μὲν παρέχειν αἴτησίς ἐστι, πρὸς
Κἂν μὲν προσῇ τις συνθήκη τῆς πράξεως πολλάκις δὲ καὶ ἑκοῦσαι πρὸς τὸ ἔργον ἐρχόμεναι θέλουσι βιάζεσθαι δοκεῖν, ἵνα τῇ δόξῃ τῆς ἀνάγκης ἀποτρέπωνται τῆς αἰσχύνης τὸ ἑκούσιον. Μὴ τοίνυν ὀκνήσῃς, ἐὰν ἀνθισταμένην ἴδῃς, ἀλλ’ ἐπιτήρει πῶς ἀνθίσταται· σοφίας γὰρ κἀνταῦθα δεῖ.
Κἂν μὲν προσκαρτερῇ, ἐπίσχες τὴν βίαν· οὔπω γὰρ πείθεται· ἐὰν δὲ μαλθακώτερον ἤδη θέλῃς, χορήγησον τὴν ὑπόκρισιν, μὴ ἀπολέσῃς σου τὸ δρᾶμα.”
Κἀγὼ “μεγάλα μὲν” ἔφην “ἐφόδιά μοι δέδωκας καὶ εὔχομαι τυχεῖν, Κλεινία· φοβοῦμαι δ’ ὅμως μὴ κακῶν μοι γένηται τὸ εὐτύχημα μειζόνων ἀρχὴ καὶ ἐπιτρίψῃ με πρὸς ἔρωτα πλείονα. Ἂν οὖν αὐξηθῇ μοι τὸ δεινόν, τί δράσω;
γαμεῖν μὲν οὐκ ἂν δυναίμην· ἄλλῃ γὰρ δέδομαι παρθένῳ· ἐπίκειται δέ μοι πρὸς τοῦτον τὸν γάμον ὁ πατὴρ δίκαια αἰτῶν, οὐ ξένην, οὐδὲ αἰσχρὰν γῆμαι κόρην, οὐδ’ ὡς Χαρικλέα πλούτῳ με πωλεῖ, ἀλλ’ αὑτοῦ μοι δίδωσι θυγατέρα, καλὴν μέν, ὦ θεοί, πρὶν Λευκίππην ἰδεῖν, νῦν δὲ πρὸς τὸ κάλλος αὐτῆς τυφλώττω καὶ πρὸς Λευκίππην μόνην τοὺς ὀφθαλμοὺς ἔχω.
Ἐν μεθορίῳ κεῖμαι δύο ἐναντίων· Ἔρως ἀνταγωνίζεται καὶ πατήρ. Ὁ μὲν ἕστηκεν αἰδοῖ κρατῶν, ὁ δὲ κάθηται πυρπολῶν. Πῶς κρίνω τὴν δίκην; ἀνάγκη μάχεται καὶ φύσις, καὶ θέλω μὲν σοὶ δικάσαι, πάτερ, ἀλλ’ ἀντίδικον ἔχω χαλεπώτερον. Βασανίζει τὸν δικαστήν, ἕστηκε· μετὰ βελῶν, κρίνει μετὰ πυρός. Ἂν ἀπειθήσω, πάτερ, αὐτῷ, κάομαι τῷ πυρί.”
Ἡμεῖς μὲν οὖν ταῦτα ἐφιλοσοφοῦμεν περὶ τοῦ θεοῦ· ἐξαίφνης δέ τις εἰστρέχει τῶν τοῦ Χαρικλέους οἰκετῶν, ἔχων ἐπὶ τοῦ προσώπου τὴν ἀγγελίαν τοῦ
Χαρικλῆς.” Τὸν μὲν δὴ Κλεινίαν πρὸς τὴν ἀγγελίαν ἀφῆκεν ἡ φωνὴ καὶ ἔμεινεν ἀκίνητος, ὥσπερ τυφῶνι βεβλημένος τῷ λόγῳ· ὁ δὲ οἰκέτης διηγεῖται “ἐπὶ τὸν ἵππον τὸν σὸν ἐκάθισεν, ὦ Κλεινία, ὃς τὰ μὲν πρῶτα ἤλαυνεν ἠρέμα· δύο δὲ ἢ τρεῖς δρόμους περιελθὼν τὴν ἱππασίαν ἐπέσχε καὶ τὸν ἵππον ἱδροῦντα κατέψα καθήμενος, τοῦ ῥυτῆρος ἀμελήσας.
Ἀπομάττοντος δὲ τῆς ἕδρας τοὺς ἱδρῶτας ψόφος κατόπιν γίνεται, καὶ ὁ ἵππος ἐκταραχθεὶς πηδᾷ ὄρθιος ἀρθεὶς καὶ ἀλογίστως ἐφέρετο. Τὸν γὰρ χαλινὸν ἐνδακὼν καὶ τὸν αὐχένα γυρώσας φρίξας τε τὴν κόμην, οἰστρηθεὶς τῷ φόβῳ διαέριος ἵπτατο. Τῶν δὲ ποδῶν οἱ μὲν ἔμπροσθεν ἥλλοντο, οἱ δὲ ὄπισθεν τοὺς ἔμπροσθεν ἐπειγόμενοι φθάσαι τὸν δρόμον ἐπέσπευδον,
διώκοντες τὸν ἵππον. Ὁ δὲ ἵππος τῇ τῶν ποδῶν κυρτούμενος ἁμίλλῃ, ἄνω τε καὶ κάτω πηδῶν πρὸς τὴν ἑκατέρων σπουδὴν δίκην νεὼς χειμαζομένης τοῖς νώτοις ἐκυμαίνετο. Ὁ δὲ κακοδαίμων Χαρικλῆς ὑπὸ τοῦ τῆς ἱππείας ταλαντευόμενος κύματος ἐκ τῆς ἕδρας ἐσφαιρίζετο, ποτὲ μὲν ἐπ’ οὐρὰν κατολισθάνων, ποτὲ δὲ ἐπὶ τράχηλον κυβιστῶν· ὁ δὲ τοῦ κλύδωνος ἐπίεζεν αὐτὸν χειμών.
Τῶν δὲ ῥυτήρων οὐκέτι κρατεῖν δυνάμενος, δοὺς δὲ ἑαυτὸν τῷ τοῦ δρόμου πνεύματι, τῆς τύχης ἦν. Ὁ δὲ ἵππος ῥύμῃ θέων ἐκτρέπεται τῆς λεωφόρου καὶ ἐς ὕλην ἐπήδησε καὶ εὐθὺς τὸν ἄθλιον Χαρικλέα περιρρήγνυσι δένδρῳ. Ὁ δὲ ὡς ἀπὸ μηχανῆς προσαραχθεὶς ἐκκρούεται μὲν τῆς ἕδρας, ὑπὸ δὲ τῶν τοῦ δένδρου κλάδων τὸ πρόσωπον αἰσχύνεται καὶ τοσούτοις περιδρύπτεται
Οἱ δὲ ῥυτῆρες αὐτῷ περιδεθέντες οὐκ ἤθελον ἀφεῖναι τὸ σῶμα, ἀλλ’ ἀνθεῖλκον αὐτὸ περισύροντες θανάτου τρίβον. Ὁ δὲ ἵππος ἔτι μᾶλλον ἐκταραχθεὶς τῷ πτώματι καὶ ἐμποδιζόμενος εἰς τὸν δρόμον τῷ σώματι κατεπάτει τὸν ἄθλιον, ἐκλακτίζων τὸν δεσμὸν τῆς φυγῆς· ὥστε οὐκ ἂν αὐτόν τις ἰδὼν γνωρίσειε.”
Ταῦτα μὲν οὖν ἀκούων ὁ Κλεινίας ἐσίγα τινὰ χρόνον ὑπ’ ἐκπλήξεως, μεταξὺ δὲ νήψας ἐκ τοῦ κακοῦ διωλύγιον ἐκώκυσε καὶ ἐκδραμεῖν ἐπὶ τὸ σῶμα ἠπείγετο· ἐπηκολούθουν δὲ κἀγώ, παρηγορῶν ὡς ἠδυνάμην.
Καὶ ἐν τούτῳ φοράδην Χαρικλῆς ἐκομίζετο, θέαμα οἴκτιστον καὶ ἐλεεινόν· ὅλος γὰρ τραῦμα ἦν, ὥστε μηδένα τῶν παρόντων κατασχεῖν τὰ δάκρυα. Ἐξῆρχε δὲ τοῦ θρήνου ὁ πατὴρ πολυτάρακτον βοῶν “οἷος ἀπ’ ἐμοῦ προελθὼν οἷος ἐπανέρχῃ μοι, τέκνον; ὢ πονηρῶν ἱππασμάτων. Οὐδὲ κοινῷ μοι θανάτῳ τέθνηκας· οὐδ’ εὐσχήμων φαίνῃ νεκρός.
Τοῖς μὲν γὰρ ἄλλοις τῶν ἀποθανόντων κἂν ἴχνος τῶν γνωρισμάτων διασώζεται· κἂν τὸ ἄνθος τις τῶν προσώπων ἀπολέσῃ, τηρεῖ τὸ εἴδωλον καὶ παρηγορεῖ τὸ λυπούμενον καθεύδοντα μιμούμενος· τὴν μὲν γὰρ ψυχὴν ἐξεῖλεν ὁ θάνατος, ἐν δὲ τῷ σώματι τηρεῖ τὸν ἄνθρωπον.
Σοῦ δὲ ὁμοῦ καὶ ταῦτα διέφθειρεν ἡ τύχη, καί μοι τέθνηκας θάνατον διπλοῦν, ψυχῆς καὶ σώματος. Ὄντως σου τέθνηκε καὶ τῆς εἰκόνος ἡ σκιά· ἡ μὲν γὰρ ψυχή σου πέφευγεν, οὐχ εὑρίσκω δέ σε οὐδὲ ἐν τῷ σώματι.
Πότε μοι, τέκνον, γαμεῖς; πότε σου θύσω τοὺς γάμους, ἱππεῦ καὶ νυμφίε· νυμφίε μὲν ἀτελής, ἱππεῦ δὲ δυστυχής. Τάφος μέν σοι, τέκνον, ὁ θάλαμος, γάμος δὲ ὁ θάνατος, θρῆνος δὲ
Ἄλλο σοι, τέκνον, προσεδόκων πῦρ ἀνάψειν· ἀλλὰ τοῦτο μὲν ἔσβεσεν ἡ φθονερὰ τύχη μετὰ σοῦ· ἀνάπτει δέ σοι δᾷδας κακῶν. Ὢ πονηρᾶς ταύτης δᾳδουχίας. Ἡ νυμφική σοι δᾳδουχία ταφὴ γίνεται.”
Ταῦτα μὲν οὖν οὕτως ἐκώκυεν ὁ πατήρ· ἑτέρωθεν δὲ καθ’ αὑτὸν ὁ Κλεινίας· καὶ ἦν θρήνων ἅμιλλα, ἐραστοῦ καὶ πατρός. “Ἐγώ μου τὸν δεσπότην ἀπολώλεκα. Τί γὰρ αὐτῷ τοιοῦτον δῶρον ἐχαριζόμην; φιάλη γὰρ οὐκ ἦν χρυσῆ, ἵν’ ἐσπένδετο πίνων καὶ ἐχρῆτό μου τῷ δώρῳ τρυφῶν;
Ἐγὼ δὲ ὁ κακοδαίμων ἐχαριζόμην θηρίον μειρακίῳ καλῷ, ἐκαλλώπιζον δὲ καὶ τὸ πονηρὸν θηρίον προστερνιδίοις, προμετωπιδίοις, φαλάροις ἀργυροῖς, χρυσαῖς ἡνίαις. Οἴμοι Χαρίκλεις· ἐκόσμησά σου τὸν φονέα χρυσῷ. Ἵππε πάντων θηρίων ἀγριώτατε, πονηρὲ καὶ ἀχάριστε καὶ ἀναίσθητε κάλλους.
Ὁ μὲν κατέψα σου τοὺς ἱδρῶτας καὶ τροφὰς ἐπηγγέλλετο πλείονας καὶ ἐπῄνει τὸν δρόμον, σὺ δὲ ἀπέκτεινας ἐπαινούμενος. Οὐχ ἥδου προσαπτομένου σου τοιούτου σώματος, οὐκ ἦν σοι τοιοῦτος ἱππεὺς τρυφή, ἀλλ’ ἔρριψας, ἄστοργε, τὸ κάλλος χαμαί. Οἴμοι δυστυχής· ἐγώ σοι τὸν φονέα, τὸν ἀνδροφόνον ἐωνησάμην.”
Μετὰ δὲ τὴν ταφὴν εὐθὺς ἔσπευδον ἐπὶ τὴν κόρην· ἡ δὲ ἦν ἐν τῷ παραδείσῳ τῆς οἰκίας. Ὁ δὲ παράδεισος ἄλσος ἦν, μέγα τι χρῆμα πρὸς ὀφθαλμῶν ἡδονήν· καὶ περὶ τὸ ἄλσος τειχίον ἦν αὔταρκες εἰς ὕψος καὶ ἑκάστη πλευρὰ τοῦ τειχίου “τέσσαρες δὲ ἦσαν πλευραὶ” κατάστεγος ὑπὸ χορῷ κιόνων· ὑπὸ δὲ τοῖς κίοσιν ἔνδον ἦν ἡ τῶν δένδρων πανήγυρις.
Ἔθαλλον οἱ κλάδοι, συνέπιπτον ἀλλήλοις ἄλλος ἐπ’ ἄλλον, ἐγίνοντο τῶν πετάλων περιπλοκαί, τῶν φύλλων
Ἐνίοις δὲ τῶν δένδρων τῶν ἁδροτέρων κιττὸς καὶ σμῖλαξ περιεπεφύκει, ἡ μὲν ἐξηρτημένη πλατάνου καὶ περιπυκάζουσα ῥαδινῇ τῇ κόμῃ· ὁ δὲ κιττὸς περὶ πεύκην ἑλιχθεὶς ᾠκειοῦτο τὸ δένδρον ταῖς περιπλοκαῖς, καὶ ἐγίνετο τῷ κιττῷ ὄχημα τὸ φυτόν, στέφανος δὲ ὁ κιττὸς τοῦ φυτοῦ.
Ἄμπελοι δὲ ἑκατέρωθεν τοῦ δένδρου καλάμοις ἐποχούμεναι τοῖς φύλλοις ἔθαλλον, καὶ ὁ καρπὸς ὡραίαν εἶχε τὴν ἄνθην καὶ διὰ τῆς ὀπῆς τῶν καλάμων ἐξεκρέματο καὶ ἦν βόστρυχος τοῦ φυτοῦ· τῶν δὲ φύλλων ἄνωθεν αἰωρουμένων ὑφ’ ἡλίῳ πρὸς ἄνεμον συμμιγεῖ ὠχρὰν ἐμάρμαιρεν ἡ γῆ τὴν σκιάν.
Τὰ δὲ ἄνθη ποικίλην ἔχοντα τὴν χρόαν ἐν μέρει συνεξέφαινε τὸ κάλλος, καὶ ἦν τοῦτο τῆς γῆς πορφύρα καὶ νάρκισσος καὶ ῥόδον. Μία μὲν τῷ ῥόδῳ καὶ τῷ ναρκίσσῳ ἡ κάλυξ ὅσον εἰς περιγραφήν, καὶ ἦν φιάλη τοῦ φυτοῦ· ἡ χρόα δὲ τῶν περὶ τὴν κάλυκα φύλλων ἐσχισμένων τῷ ῥόδῳ μὲν αἵματος ὁμοῦ καὶ γάλακτος, τὸ κάτω τοῦ φύλλου, καὶ ὁ νάρκισσος ἦν τὸ πᾶν ὅμοιος τῷ κάτω τοῦ ῥόδου.
Τῷ δὲ ἴῳ κάλυξ μὲν οὐδαμοῦ, χρόα δὲ οἵαν ἡ τῆς θαλάσσης ἀστράπτει γαλήνη. Ἐν μέσοις δὲ τοῖς ἄνθεσι πηγὴ ἀνέβλυζε καὶ περιεγέγραπτο τετράγωνος χαράδρα χειροποίητος τῷ ῥεύματι. Τὸ δὲ ὕδωρ τῶν ἀνθέων ἦν κάτοπτρον, ὡς δοκεῖν τὸ ἄλσος εἶναι διπλοῦν, τὸ μὲν τῆς ἀληθείας, τὸ δὲ τῆς σκιᾶς.
Ὄρνιθες δὲ οἱ μὲν χειροήθεις περὶ τὸ ἄλσος ἐνέμοντο καὶ οὓς ἐκολάκευον αἱ τῶν ἀνθρώπων τροφαί· οἱ δὲ ἐλεύθερον ἔχοντες τὸ πτερὸν περὶ τὰς τῶν δένδρων κορυφὰς ἔπαιζον· οἱ μὲν ᾅδοντες τὰ ὀρνίθων ᾅσματα, οἱ δὲ τῇ τῶν πτερῶν ἀγλαϊζόμενοι στολῇ.
Οἱ ᾠδοὶ δὲ τέττιγες
Βουλόμενος οὖν εὐάγωγον τὴν κόρην εἰς ἔρωτα παρασκευάσαι, λόγων πρὸς τὸν Σάτυρον ἠρχόμην, ἀπὸ τοῦ ὄρνιθος λαβὼν τὴν εὐκαιρίαν. Διαβαδίζουσα γὰρ ἔτυχεν ἅμα τῇ Κλειοῖ καὶ ἐπιστᾶσα τῷ ταῷ.
Ἔτυχε γὰρ τύχῃ τινὶ συμβὰν τότε τὸν ὄρνιν ἀναπτερῶσαι τὸ κάλλος καὶ τὸ θέατρον ἐπιδεικνύναι τῶν πτερῶν. “Τοῦτο μέντοι οὐκ ἄνευ τέχνης ὁ ὄρνισ” ἔφην “ποιεῖ· ἀλλ’ ἔστι γὰρ ἐρωτικός. Ὅταν γὰρ ἐπαγαγέσθαι θέλῃ τὴν ἐρωμένην, τότε οὕτως καλλωπίζεται.
Ὁρᾷς ἐκείνην τὴν τῆς πλατάνου πλησίον;” δείξας θήλειαν ταῶν “ταύτῃ νῦν οὗτος τὸ κάλλος ἐπιδείκνυται λειμῶνα πτερῶν. Ὁ δὲ τοῦ ταῶ λειμὼν εὐανθέστερος· πεφύτευται γὰρ αὐτῷ καὶ χρυσὸς ἐν τοῖς πτεροῖς, κύκλῳ δὲ τὸ ἁλουργὲς τὸν χρυσὸν περιθεῖ τὸν ἴσον κύκλον, καὶ ἔστιν ὀφθαλμὸς ἐν τῷ πτερῷ.”
Καὶ ὁ Σάτυρος συνεὶς τοῦ λόγου μου τὴν ὑπόθεσιν, ἵνα μοι μᾶλλον εἴη περὶ τούτου λέγειν, ʽἦ γὰρ ὁ ἔρωσ̓ ἔφη “τοσαύτην ἔχει τὴν ἰσχύν, ὡς καὶ μέχρις ὀρνίθων πέμπειν τὸ πῦρ;” “οὐ μέχρις ὀρνίθων” ἔφην, “τοῦτο γὰρ οὐ θαυμαστόν, ἐπεὶ καὶ αὐτὸς ἔχει πτερόν, ἀλλὰ καὶ ἑρπετῶν καὶ φυτῶν, ἐγὼ δὲ δοκῶ μοι, καὶ λίθων.
Ἐρᾷ γοῦν ἡ Μαγνησία
περὶ δὲ τῶν φυτῶν λέγουσι παῖδες σοφῶν· καὶ μῦθον ἔλεγον ἂν τὸν λόγον εἶναι, εἰ μὴ καὶ παῖδες ἔλεγον γεωργῶν. Ὁ δὲ λόγος· ἄλλο μὲν ἄλλου φυτὸν ἐρᾷν, τῷ δὲ φοίνικι τὸν ἔρωτα μᾶλλον ἐνοχλεῖν· λέγουσι δὲ τὸν μὲν ἄρρενα τῶν φοινίκων, τὸν δὲ θῆλυν.
Ὁ ἄρρην οὖν τοῦ θήλεος ἐρᾷ· κἂν ὁ θῆλυς ἀπῳκισμένος ᾖ τῇ τῆς φυτείας στάσει, ὁ ἐραστὴς αὐαίνεται. Συνίησιν οὖν ὁ γεωργὸς τὴν λύπην τοῦ φυτοῦ, καὶ εἰς τὴν τοῦ χωρίου περιωπὴν ἀνελθὼν ἐφορᾷ ποῖ νένευκε· κλίνεται γὰρ εἰς τὸ ἐρώμενον·
καὶ μαθὼν θεραπεύει τοῦ φυτοῦ τὴν νόσον· πτόρθον γὰρ τοῦ θήλεος φοίνικος λαβὼν εἰς τὴν τοῦ ἄρρενος καρδίαν ἐντίθησι. Καὶ ἀνέψυξε μὲν τὴν ψυχὴν τοῦ φυτοῦ, τὸ δὲ σῶμα ἀποθνῆσκον πάλιν ἀνεζωπύρησε καὶ ἐξανέστη, χαῖρον ἐπὶ τῇ τῆς ἐρωμένης συμπλοκῇ. Καὶ τοῦτό ἐστὶ γάμος φυτῶν.”
“γίνεται δὲ καὶ γάμος ἄλλος ὑδάτων διαπόντιος, καὶ ἔστιν ὁ μὲν ἐραστὴς ποταμὸς Ἠλεῖος, ἡ δὲ ἐρωμένη κρήνη Σικελική. Διὰ γὰρ τῆς θαλάττης ὁ ποταμὸς ὡς διὰ πεδίου τρέχει.
Ἡ δὲ οὐκ ἀφανίζει τὸν γλυκὺν ἐραστὴν ἁλμυρῷ κύματι, σχίζεται δὲ αὐτῷ ῥέοντι, καὶ τὸ σχίσμα τῆς θαλάττης χαράδρα τῷ ποταμῷ γίνεται· καὶ ἐπὶ τὴν Ἀρέθουσαν οὕτω τὸν Ἀλφειὸν νυμφοστολεῖ. Ὅταν οὖν ᾖ ἡ τῶν Ὀλυμπίων ἑορτή, πολλοὶ μὲν εἰς τὰς δίνας τοῦ ποταμοῦ καθιᾶσιν
Γίνεται δὲ καὶ ἐν τοῖς ἑρπετοῖς ἄλλο ἔρωτος μυστήριον, οὐ τοῖς ὁμογενέσι μόνον πρὸς ἄλληλα, ἀλλὰ καὶ τοῖς ἀλλοφύλοις. Ὁ ἔχις ὁ τῆς γῆς ὄφις εἰς τὴν σμύραιναν οἰστρεῖ· ἡ δὲ σμύραινά ἐστιν ἄλλος ὄφις θαλάσσιος, εἰς μὲν τὴν μορφὴν ὄφις, εἰς δὲ τὴν χρῆσιν ἰχθύς.
Ὅταν οὖν εἰς γάμον ἐθέλωσιν ἀλλήλοις συνελθεῖν, ὁ μὲν εἰς τὸν αἰγιαλὸν ἐλθὼν συρίζει πρὸς τὴν θάλασσαν τῇ σμυραίνῃ σύμβολον, ἡ δὲ γνωρίζει τὸ σύνθημα καὶ ἐκ τῶν κυμάτων ἀναδύεται. Ἀλλ’ οὐκ εὐθέως πρὸς τὸν νυμφίον ἐξέρχεται ʽοἶδε γὰρ ὅτι θάνατον ἐν τοῖς ὀδοῦσι φέρεἰ, ἀλλ’ ἄνεισιν εἰς πέτραν καὶ περιμένει τὸν νυμφίον καθῆραι τὸ στόμα.
Ἑστᾶσιν οὖν ἀμφότεροι πρὸς ἀλλήλους βλέποντες, ὁ μὲν ἐραστὴς ἠπειρώτης, ἡ δ’ ἐρωμένη νησιῶτις. Ὅταν οὖν ὁ ἐραστὴς ἐξεμέσῃ τῆς νύμφης τὸν φόβον, ἡ δὲ ἐρριμμένον ἴδῃ τὸν θάνατον χαμαί, τότε καταβαίνει τῆς πέτρας καὶ εἰς τὴν ἤπειρον ἐξέρχεται καὶ τὸν ἐραστὴν περιπτύσσεται καὶ οὐκέτι φοβεῖται τὰ φιλήματα.”
Ταῦτα ἅμα λέγων ἐνέβλεπον τῇ κόρῃ πῶς ἔχει πρὸς τὴν ἀκρόασιν τὴν ἐρωτικήν· ἡ δὲ ὑπεσήμαινεν οὐκ ἀηδῶς ἀκούειν. Τὸ δὲ κάλλος ἀστράπτον τοῦ ταῶ ἧττον ἐδόκει μοι τοῦ τῆς Λευκίππης εἶναι προσώπου. Τὸ γὰρ τοῦ σώματος κάλλος αὐτῆς πρὸς τὰ τοῦ λειμῶνος ἤριζεν ἄνθη· ναρκίσσου μὲν τὸ πρόσωπον ἔστιλβε χρόαν, ῥόδον δὲ ἀνέτελλεν ἐκ τῆς παρειᾶς, ἴον δὲ ἡ τῶν ὀφθαλμῶν ἐμάρμαιρεν αὐγή, αἱ δὲ κόμαι βοστρυχούμεναι μᾶλλον εἱλίττοντο κιττοῦ.
Τοιοῦτος ἦν Λευκίππης ἐπὶ τῶν προσώπων ὁ λειμών. Ἡ μὲν οὖν μετὰ μικρὸν ἀπιοῦσα ᾤχετο· τῆς
Ἑαυτοὺς οὖν ἐπῃνοῦμεν ἐγώ τε καὶ ὁ Σάτυρος· ἐγὼ μὲν ἐμαυτὸν τῆς μυθολογίας, ὁ δὲ ὅτι μοι τὰς ἀφορμὰς παρέσχεν.
Ἅμα δὲ ἑαυτοὺς ἐπαινοῦντες ἐπὶ τὸ δωμάτιον ἐβαδίζομεν τῆς κόρης, ἀκροασόμενοι δῆθεν τῶν κιθαρισμάτων· οὐ γὰρ ἠδυνάμην ἐμαυτοῦ κἂν ἐπ’ ὀλίγον κρατεῖν τὸ μὴ ὁρᾶν τὴν κόρην. Ἡ δὲ πρῶτον μὲν ᾖσεν Ὁμήρου τὴν πρὸς τὸν λέοντα τοῦ συὸς μάχην· ἔπειτα δέ τι καὶ τῆς ἁπαλῆς μούσης ἐλίγαινε· ῥόδον γὰρ ἐπῄνει τὸ ᾆσμα.
Εἴ τις τὰς καμπὰς τῆς ᾠδῆς περιελὼν ψιλὸν ἔλεγεν ἁρμονίας τὸν λόγον, οὕτως ἂν εἶχεν ὅ λόγος· “εἰ τοῖς ἄνθεσιν ἤθελεν ὁ Ζεὺς ἐπιθεῖναι βασιλέα, τὸ ῥόδον ἂν τῶν ἀνθέων ἐβασίλευε. Γῆς ἐστι κόσμος, φυτῶν ἀγλάισμα, ὀφθαλμὸς ἀνθέων, λειμῶνος ἐρύθημα.
Ἔρωτος πνεῖ, Ἀφροδίτην προξενεῖ, εὐώδεσι φύλλοις κομᾷ, εὐκινήτοις πετάλοις τρυφᾷ, τὰ πέταλα τῷ Ζεφύρῳ γελᾷ.” Ἡ μὲν ταῦτα ᾖδεν· ἐγὼ δὲ ἐδόκουν τὸ ῥόδον ἐπὶ τῶν χειλέων αὐτῆς ἰδεῖν, ὡς εἴ τις τῆς κάλυκος τὸ περιφερὲς εἰς τὴν τοῦ στόματος ἔκλεισε μορφήν.
Καὶ ἄρτι πέπαυτο τῶν κιθαρισμάτων καὶ πάλιν τοῦ δείπνου καιρὸς ἦν. Ἦν γὰρ ἑορτὴ προτρυγαίου
καὶ τῆς ἑορτῆς διηγοῦνται πατέρα μῦθον, οἶνον οὐκ εἶναί ποτε παρ’ ἀνθρώποις, οὐ τὸν μέλανα τὸν ἀνθοσμίαν, οὐ τὸν τῆς Βιβλίνης ἀμπέλου, οὐ τὸν Μάρωνος τὸν Θρᾴκιον, οὐ τὸν Χῖον τὸν ἐκ Λακαίνης, οὐ τὸν Ἰκάρου τὸν νησιώτην, ἀλλὰ τούτους μὲν ἅπαντας ἀποίκους εἶναι Τυρίων ἀμπέλων, τὴν δὲ πρώτην παρ’ αὐτοῖς φῦναι τῶν οἴνων μητέρα.
Εἶναι γὰρ ἐκεῖ φιλόξενόν τινα βουκόλον, οἷον τὸν Ἰκάριον Ἀθηναῖοι λέγουσι, καὶ τοῦτον ἐνταῦθα τοῦ μύθου γενέσθαι πατέρα. Ἐπὶ τοῦτον ἧκεν ὁ Διόνυσος τὸν βουκόλον, ὁ δὲ αὐτῷ παρατίθησιν ὅσα γῆ φέρει καὶ ἅμαξα ·βοῶν· ποτὸν δὲ ἦν παρ’ αὐτοῖς οἷον καὶ ὁ βοῦς ἔπινεν·
οὔπω γὰρ τὸ ἀμπέλινον ἦν. Ὁ Διόνυσος ἐπαινεῖ τῆς φιλοφροσύνης τὸν βουκόλον καὶ αὐτῷ προπίνει κύλικα φιλοτησίαν· τὸ δὲ ποτὸν οἶνος ἦν. Ὁ δὲ πιὼν ὑφ’ ἡδονῆς βακχεύεται καὶ λέγει πρὸς τὸν θεὸν “πόθεν, ὦ ξένε, σοὶ τὸ ὕδωρ τοῦτο τὸ πορφυροῦν;
οὐ γάρ ἐστιν ἐκεῖνο τὸ χαμαὶ ῥέον. Τὸ μὲν γὰρ εἰς τὰ στέρνα καταβαίνει καὶ λεπτὴν ἔχει τὴν ἡδονήν· τοῦτο δὲ καὶ πρὸ τοῦ στόματος τὰς ῥῖνας εὐφραίνει καὶ θιγόντι μὲν ψυχρόν ἐστιν, εἰς τὴν γαστέρα δὲ καταθορὸν ἀνάπτει κάτωθεν πῦρ ἡδονῆς.” Καὶ ὁ Διόνυσος ἔφη “τοῦτό ἐστιν ὀπώρας ὕδωρ.” Ἄγει πρὸς τὴν ἄμπελον ὁ θεὸς τὸν βουκόλον,
καὶ τῶν βοτρύων λαβὼν ἅμα καὶ θλίβων καὶ δεικνὺς οἶνος οὕτως ἐς ἀνθρώπους παρῆλθεν, ὡς ὁ Τυρίων λόγος, ἑορτὴν δὲ ἄγουσιν ἐκείνην τὴν ἡμέραν ἐκείνῳ τῷ θεῷ.
Φιλοτιμούμενος οὖν ὁ πατὴρ τά τ’ ἄλλα παρασκευάσας ἐς τὸ δεῖπνον ἔτυχε πολυτελέστατα καὶ κρατῆρα παρέθηκε τὸν ἱερὸν τοῦ θεοῦ, μετὰ τὸν Γλαύκου τοῦ Χίου δεύτερον.
Ὑάλου μὲν τὸ πᾶν ἔργον ὀρωρυγμένης· κύκλῳ δὲ αὐτὸν ἄμπελοι περιέστεφον ἀπ’ αὐτοῦ τοῦ κρατῆρος πεφυτευμέναι· οἱ δὲ βότρυες πάντη περικρεμάμενοι· ὄμφαξ μὲν αὐτῶν ἕκαστος ὅσον ἦν κενὸς ὁ κρατήρ· ἐὰν δὲ ἐγχέῃς οἶνον, κατὰ μικρὸν ὁ βότρυς ὑποπερκάζεται καὶ σταφυλὴν τὴν ὄμφακα ποιεῖ· Διόνυσός τε ἐντετύπωται τῶν βοτρύων, ἵνα τὴν ἄμπελον γεωργῇ.
Τοῦ δὲ πότου προϊόντος ἤδη καὶ ἀναισχύντως ἐς αὐτὴν ἑώρων. Ἔρως δὲ καὶ Διόνυσος, δύο βίαιοι θεοί, ψυχὴν κατασχόντες, ἐκμαίνουσιν εἰς ἀναισχυντίαν, ὁ μὲν κάων αὐτὴν τῷ συνήθει πυρί, ὁ δὲ τὸν οἶνον ὑπέκκαυμα φέρων· οἶνος γὰρ ἔρωτος τροφή. Ἤδη δὲ καὶ αὐτὴ περιεργότερον εἰς ἐμὲ βλέπειν ἐθρασύνετο. Καὶ ταῦτα μὲν ἡμῖν ἡμερῶν ἐπράττετο δέκα· καὶ πλέον τῶν ὀμμάτων ἐκερδαίνομεν ἢ ἐτολμῶμεν οὐδέν.
Κοινοῦμαι δὴ τῷ Σατύρῳ τὸ πᾶν καὶ συμπράττειν ἠξίουν· ὁ δὲ ἔλεγε καὶ αὐτὸς μὲν ἐγνωκέναι, πρὶν παρ’ ἐμοῦ μαθεῖν, ὀκνεῖν δὲ ἐλέγχειν βουλόμενον λαθεῖν. Ὁ γὰρ μετὰ κλοπῆς ἐρῶν ἂν ἐλεγχθῇ πρός τινος, ὡς ὀνειδίζοντα τὸν ἐλέγξαντα μισεῖ.
“Ἤδη δὲ” ἔφη “καὶ τὸ αὐτόματον ἡμῶν προὐνόησεν. Ἡ
ὡς καὶ συναίρεσθαι πρὸς τὸ ἔργον. Δεῖ δέ σε τὴν κόρην μὴ μέχρι τῶν ὀμμάτων μόνον πειρᾶν, ἀλλὰ καὶ ῥῆμα δριμύτερον εἰπεῖν. Τότε δὲ πρόσαγε τὴν δευτέραν μηχανήν.
Θίγε χειρός, θλῖψον δάκτυλον, θλίβων στέναξον. Ἢν δὲ ταῦτά σου ποιοῦντος καρτερῇ καὶ προσίηται, σὸν ἔργον ἤδη δέσποινάν τε καλεῖν καὶ φιλῆσαι τράχηλον.” “Πιθανῶς μὲν” ἔφην “νὴ τὴν Ἀθηνᾶν, ἐς τὸ ἔργον παιδοτριβεῖς· δέδοικα δὲ μὴ ἄτολμος καὶ δειλὸς ἔρωτος ἀθλητὴς γένωμαι.”
“Ἔρως, ὦ γενναῖε” ἔφη “δειλίας οὐκ ἀνέχεται. Ὁρᾷς αὐτοῦ τὸ σχῆμα ὥς ἐστι στρατιωτικόν; τόξα καὶ φαρέτρα καὶ βέλη καὶ πῦρ, ἀνδρεῖα πάντα καὶ τόλμης γέμοντα. Τοιοῦτον οὖν ἐν σεαυτῷ θεὸν ἔχων δειλὸς εἶ καὶ φοβῇ;
Ὅρα μὴ καταψεύσῃ τοῦ θεοῦ. Ἀρχὴν δέ σοι ἐγὼ παρέξω. Τὴν Κλειὼ γὰρ ἀπάξω μάλιστα ὅταν ἐπιτήδειον ἴδω καιρὸν τοῦ σε τῇ παρθένῳ δύνασθαι συνεῖναι μόνῃ.”
Ταῦτα εἰπὼν ἐχώρησεν ἔξω τῶν θυρῶν· ἐγὼ δὲ κατ’ ἐμαυτὸν γενόμενος καὶ ὑπὸ τοῦ Σατύρου παροξυνθείς, ἤσκουν ἐμαυτὸν εἰς εὐτολμίαν πρὸς τὴν παρθένον. “Μέχρι τίνος, ἄνανδρε, σιγᾷς; τί δὲ δειλὸς εἶ στρατιώτης ἀνδρείου θεοῦ; τὴν κόρην προσελθεῖν σοὶ περιμένεις;” Εἶτα προσετίθην “τί γάρ,
ὦ κακόδαιμον, οὐ σωφρονεῖς; τί δὲ οὐκ ἐρᾷς ὧν σε δεῖ; παρθένον ἔνδον ἔχεις ἄλλην καλήν· ταύτης ἔρα, ταύτην βλέπε, ταύτην ἔξεστί σοι γαμεῖν.” Ἐδόκουν πεπεῖσθαι· κάτωθεν δὲ ὥσπερ ἐκ τῆς καρδίας ὁ ἔρως
Ταῦτα διαλεγόμενος ἔλαθον ἐπιστὰς ἀπροοράτως τῇ κόρῃ καὶ ὠχρίασα ἰδὼν ἐξαίφνης, εἶτ’ ἐφοινίχθην· μόνη δ’ ἦν καὶ οὐδὲ ἡ Κλειὼ συμπαρῆν· ὅμως δ᾽ οὖν, ὡς ἂν τεθορυβημένος οὐκ ἔχων τί εἴπω “χαῖρε”
ἔφην “δέσποινα.” Ἡ δὲ μειδιάσασα γλυκὺ καὶ ἐμφανίσασα διὰ τοῦ γέλωτος ὅτι συνῆκε πῶς εἶπον τὸ “χαῖρε δέσποινα,” εἶπεν “ἐγὼ σή; μὴ τοῦτ’ εἴπῃς.” “Καὶ μὴν πέπρακέ μέ τίς σοι θεῶν, ὥσπερ καὶ τὸν Ἡρακλέα τῇ Ὀμφάλῃ.” “Τὸν Ἑρμῆν λέγεις;
τούτῳ τὴν πρᾶσιν ἐκέλευσεν ὁ Ζεύς,” καὶ ἅμα ἐγέλασε. “Ποῖον Ἑρμῆν; τί ληρεῖσ” εἶπον “εἰδυῖα σαφῶς ὃ λέγω;” Ὡς δὲ περιέπλεκον λόγους ἐκ λόγων, τὸ αὐτόματόν μοι συνήργησεν.
Ἔτυχε τῇ προτεραίᾳ ταύτης ἡμέρᾳ περὶ μεσημβρίαν ἡ παῖς ψάλλουσα κιθάρᾳ, ἐπιπαρῆν δὲ αὐτῇ καὶ ἡ Κλειὼ καὶ παρεκάθητο, διεβάδιζον δὲ ἐγώ· καί τις ἐξαίφνης μέλιττά ποθεν ἐπιπτᾶσα τῆς Κλειοῦς ἐπάταξε τὴν χεῖρα.
Καὶ ἡ μὲν ἀνέκραγεν, ἡ δὲ παῖς ἀναθοροῦσα καὶ καταθεμένη τὴν κιθάραν κατενόει τὴν πληγὴν καὶ ἅμα παρῄνει λέγουσα μηδὲν ἄχθεσθαι· παύσειν γὰρ αὐτὴν τῆς ἀλγηδόνος δύο ἐπᾴσασαν ῥήματα· διδαχθῆναι γὰρ αὐτὰ ὑπό τινος Αἰγυπτίας εἰς πληγὰς σφηκῶν καὶ μελιττῶν.
Καὶ ἅμα ἐπῇδε, καὶ ἔλεγεν ἡ Κλειὼ μετὰ μικρὸν ῥᾴων γεγονέναι. Τότε οὖν κατὰ τύχην μέλιττά τις ἢ σφὴξ περιβομβήσασα κύκλῳ μου τὸ πρόσωπον παρέπτη· κἀγὼ
Ἡ δὲ παῖς προσελθοῦσα εἷλκε τὴν χεῖρα καὶ ἐπυνθάνετο ποῦ ἐπατάχθην· κἀγὼ “κατὰ τοῦ χείλουσ” ἔφην· “ἀλλὰ τί οὐκ ἐπᾴδεις, φιλτάτη;” Ἡ δὲ προσῆλθέ τε καὶ ἀνέθηκεν, ὡς ἐπᾴσουσα, τὸ στόμα, καί τι ἐψιθύριζεν,
ἐπιπολῆς ψαύουσά μου τῶν χειλέων. Κἀγὼ κατεφίλουν σιωπῇ, κλέπτων τῶν φιλημάτων τὸν ψόφον, ἡ δὲ ἀνοίγουσα καὶ κλείουσα τῶν χειλέων τὴν συμβολήν, τῷ τῆς ἐπῳδῆς ψιθυρίσματι φιλήματα ἐποίει τὴν ἐπῳδήν. Κἀγὼ τότε δὴ περιβαλὼν φανερῶς κατεφίλουν, ἡ δὲ διασχοῦσα “τί ποιεῖς;” ἔφη. “καὶ σὺ κατεπᾴδεις;” “Τὴν ἐπῳδὸν” εἶπον “φιλῶ, ὅτι
μου τὴν ὀδύνην ἰάσω.” Ὡς δὲ συνῆκεν ὃ λέγω καὶ ἐμειδίασε, θαρρήσας εἶπον “οἴμοι, φιλτάτη, πάλιν τέτρωμαι χαλεπώτερον· ἐπὶ γὰρ τὴν καρδίαν κατέρρευσε τὸ τραῦμα καὶ ζητεῖ σου τὴν ἐπῳδήν. Ἦ που καὶ σὺ μέλιτταν ἐπὶ τοῦ στόματος φέρεις· καὶ γὰρ μέλιτος γέμεις, καὶ τιτρώσκει σου τὰ φιλήματα.
Ἀλλὰ δέομαι, κατέπᾳσον αὖθις καὶ μὴ ταχὺ τὴν ἐπῳδὴν παραδράμῃς, μὴ πάλιν ἀγριάνῃ τὸ τραῦμα.” Καὶ ἅμα λέγων τὴν χεῖρα βιαιότερον περιέβαλλον καὶ ἐφίλουν ἐλευθερώτερον· ἡ δὲ ἠνείχετο, κωλύουσα δῆθεν.
κἀν τούτῳ πόρρωθεν ἰδόντες προσιοῦσαν τὴν θεράπαιναν διελύθημεν, ἐγὼ μὲν ἄκων καὶ λυπούμενος, ἡ δ’ οὐκ οἶδ’ ὅπως. Ῥᾴων οὖν ἐγεγόνειν καὶ μεστὸς ἐλπίδων, ᾐσθόμην δὲ ἐπικαθημένου μοι τοῦ φιλήματος ὥσπερ σώματος, καὶ ἐφύλαττον ἀκριβῶς ὡς θησαυρὸν τὸ φίλημα τηρῶν ἡδονῆς, ὃ πρῶτόν ἐστιν ἐραστῇ γλυκύ.
Καὶ γὰρ ἀπὸ τοῦ καλλίστου τῶν τοῦ σώματος ὀργάνων τίκτεται· στόμα γὰρ
Οὐκ οἶδα δὲ οὕτω πρότερον ἡσθεὶς ἐκ τῆς καρδίας· καὶ τότε πρῶτον ἔμαθον ὅτι μηδὲν ἐρίζει πρὸς ἡδονὴν φιλήματι ἐρωτικῷ.
Ἐπειδὴ δὲ τοῦ δείπνου καιρὸς ἦν, πάλιν ὁμοίως συνεπίνομεν· ᾠνοχόει δὲ ὁ Σάτυρος ἡμῖν καί τι ποιεῖ ἐρωτικόν. Διαλλάσσει τὰ ἐκπώματα καὶ τὸ μὲν ἐμὸν τῇ κόρῃ προστίθησι, τὸ δὲ ἐκείνης ἐμοὶ καὶ ἐγχέων ἀμφοτέροις καὶ ἐγκερασάμενος ὤρεγεν.
Ἐγὼ δὲ ἐπιτηρήσας τὸ μέρος τοῦ ἐκπώματος, ἔνθα τὸ χεῖλος ἡ κόρη πίνουσα προσέθηκεν, ἐναρμοσάμενος ἔπινον, ἐπιστολιμαῖον τοῦτο φίλημα ποιῶν, καὶ ἅμα κατεφίλουν τὸ ἔκπωμα.
Ὡς δὲ εἶδεν ἡ παρθένος, συνῆκεν ὅτι τοῦ χείλους αὐτῆς καταφιλῶ καὶ τὴν σκιάν. Ἀλλ’ ὅγε Σάτυρος συμφρονήσας πάλιν τὰ ἐκπώματα διήλλαξεν ἡμῖν. Τότε δὴ καὶ τὴν κόρην εἶδον τὰ ἐμὰ μιμουμένην καὶ κατὰ ταὐτὰ πίνουσαν καὶ ἔχαιρον ἤδη πλέον. Καὶ τρίτον ἐγένετο τοῦτο καὶ τέταρτον καὶ τὸ λοιπὸν τῆς ἡμέρας οὕτως ἀλλήλοις προὐπίνομεν τὰ φιλήματα.
Μετὰ δὲ τὸ δεῖπνον ὁ Σάτυρός μοι προσελθὼν ἔφη “νῦν μὲν ἀνδρίζεσθαι καιρός. Ἡ γὰρ μήτηρ τῆς κόρης, ὡς οἶδας, μαλακίζεται καὶ καθ’ αὑτὴν ἀναπαύεται· μόνη δὲ ἡ παῖς βαδιεῖται κατὰ τὰ εἰθισμένα τῆς Κλειοῦς ἑπομένης, πρὶν ἐπὶ τὸν ὕπνον τραπῆναι.
Ἐγὼ δέ σοι ταύτην ἀπάξω διαλεγόμενος.” Ταῦτα εἰπὼν τῇ Κλειοῖ μὲν αὐτός, ἐγὼ δὲ τῇ παιδὶ διαλαχόντες ἐφηδρεύομεν. Καὶ οὕτως ἐγένετο. Ἀπεσπάσθη καὶ ἡ Κλειώ, ἡ δὲ παρθένος ἐν τῷ περιπάτῳ
Ἐπιτηρήσας οὖν ὅτε τὸ πολὺ τῆς αὐγῆς ἐμαραίνετο, πρόσειμι θρασύτερος γενόμενος πρὸς αὐτὴν ἐκ τῆς πρώτης προσβολῆς, ὥσπερ στρατιώτης ἤδη νενικηκὼς καὶ τοῦ πολέμου καταπεφρονηκώς· πολλὰ γὰρ ἦν τὰ τότε ὁπλίζοντά με θαρρεῖν, οἶνος, ἔρως, ἐλπίς, ἐρημία· καὶ οὐδὲν εἰπών, ἀλλ̓ ὡς ἀπὸ συγκειμένου λόγου, ὡς εἶχον, περιχυθεὶς τὴν κόρην κατεφίλουν.
Ὡς δὲ καὶ ἐπεχείρουν τι προὔργου ποιεῖν, ψόφος τις ἡμῶν κατόπιν γίνεται· καὶ ταραχθέντες ἀνεπηδήσαμεν. Καὶ ἡ μὲν ἐπέκεινα τρέπεται τὴν ἐπὶ τὸ δωμάτιον αὑτῆς, ἐγὼ δὲ ἐπὶ θάτερα, σφόδρα ἀνιώμενος, ἔργον οὕτω καλὸν ἀπολέσας,
καὶ τὸν ψόφον λοιδορῶν. Ἐν τούτῳ δὲ ὁ Σάτυρος ὑπαντιάζει μοι φαιδρῷ τῷ προσώπῳ· καθορᾶν γάρ μοι ἐδόκει ὅσα ἐπράττομεν, ὑπό τινι τῶν δένδρων λοχῶν μή τις ἡμῖν ἐπέλθῃ· καὶ αὐτὸς ἦν ὁ ποιήσας τὸν ψόφον, προσιόντα θεασάμενός τινα.
Ὀλίγων δὲ ἡμερῶν διελθουσῶν, ὁ πατήρ μοι τοὺς γάμους συνεκρότει θᾶττον ἢ διεγνώκει. Ἐνύπνια γὰρ αὐτὸν διετάραττε πολλά. Ἔδοξεν ἄγειν ἡμῶν τοὺς γάμους, ἤδη δὲ ἅψαντος αὐτοῦ τὰς δᾷδας ἀποσβεσθῆναι τὸ πῦρ ᾗ καὶ μᾶλλον ἠπείγετο συναγαγεῖν ἡμᾶς.
Τοῦτο δὲ εἰς τὴν ὑστεραίαν παρεσκευάζετο. Ἐώνητο δὲ τῇ κόρῃ πρὸς τὸν γάμον· περιδέραιον μὲν λίθων ποικίλων, ἐσθῆτα δὲ τὸ πᾶν μὲν πορφυρᾶν, ἔνθα δὲ ταῖς ἄλλαις ἐσθῆσιν ἡ χώρα τῆς πορφύρας, ἐκεῖ χρυσὸς ἦν. Ἤριζον δὲ πρὸς ἀλλήλους οἱ λίθοι.
Ὑάκινθος μὲν ῥόδον ἦν ἐν λίθῳ· ʼμέθυστος δὲ ἐπορφύρετο τοῦ χρυσοῦ πλησίον· ἐν μέσῳ δὲ τρεῖς ἦσαν λίθοι, τὴν χρόαν ἐπάλληλοι·
ὀφθαλμὸν ἐμιμεῖτο χρυσοῦν. Τῆς δὲ ἐσθῆτος οὐ πάρεργον εἶχεν ἡ πορφύρα τὴν βαφήν, ἀλλ’ οἵαν μυθολογοῦσι Τύριοι τοῦ ποιμένος εὑρεῖν τὸν κύνα, ᾗ καὶ μέχρι τούτου βάπτουσιν Ἀφροδίτης τὸν πέπλον. Ἦν γὰρ χρόνος ὅτε τῆς πορφύρας ὁ κόσμος ἀνθρώποις ἀπόρρητος ἦν· μικρὸς δὲ αὐτὴν ἐκάλυπτε κόχλος ἐγκύκλῳ μυχῷ.
Ἁλιεὺς ἀγρεύει τὴν ἄγραν ταύτην· καὶ ὁ μὲν ἰχθὺν προσεδόκησεν, ὡς δὲ εἶδε τοῦ κόχλου τὴν τραχύτητα, ἐλοιδόρει τὴν ἄγραν καὶ ἔρριψεν ὡς θαλάσσης σκύβαλον. Εὑρίσκει δὲ κύων τὸ ἕρμαιον καὶ καταθραύει τοῖς ὀδοῦσι, καὶ τῷ στόματι τοῦ κυνὸς περιρρεῖ τοῦ ἄνθους τὸ αἷμα καὶ βάπτει τὸ αἷμα τὴν γένυν καὶ ὑφαίνει τοῖς χείλεσι τὴν πορφύραν.
Ὁ ποιμὴν ὁρᾷ τὰ χείλη τοῦ κυνὸς ᾑμαγμένα καὶ τραῦμα νομίσας τὴν βαφὴν πρόσεισι καὶ ἀπέπλυνε τῇ θαλάσσῃ, καὶ τὸ αἷμα λαμπρότερον ἐπορφύρετο· ὡς δὲ καὶ ταῖς χερσὶν ἔθιγε, τὴν πορφύραν εἶχε καὶ ἡ χείρ.
Συνῆκεν οὖν τοῦ κόχλου τὴν φύσιν ὁ ποιμήν, ὅτι φάρμακον ἔχει κάλλους πεφυτευμένον· καὶ λαβὼν μαλλὸν ἐρίου καθῆκεν εἰς τὸν χηραμὸν αὐτοῦ τὸ ἔριον, ζητῶν τοῦ κόχλου τὰ μυστήρια· τὸ δὲ κατὰ τὴν γένυν τοῦ κυνὸς ᾑμάσσετο· καὶ τότε τὸν οἶκον τῆς πορφύρας ἐδιδάσκετο.
Λαβὼν δή τινας λίθους περιθραύει τὸ τεῖχος τοῦ φαρμάκου καὶ τὸ ἄδυτον ἀνοίγει τῆς πορφύρας, καὶ θησαυρὸν εὑρίσκει βαφῆς.
Ἔθυεν οὖν τότε ὁ πατὴρ τὰ προτέλεια τῶν γάμων. Ὡς δὲ ἤκουσα, ἀπωλώλειν καὶ ἐζήτουν μηχανήν, ἂν ἀναβαλέσθαι δυναίμην τὸν γάμον. Σκοποῦντος δέ μου θόρυβος ἐξαίφνης γίνεται κατὰ τὸν ἀνδρῶνα·
ἐγεγόνει δέ τι τοιοῦτον. Ἐπειδὴ θυσάμενος ὁ πατὴρ ἔτυχε καὶ τὰ θύματα ἐπέκειτο τοῖς βωμοῖς, ἀετὸς ἄνωθεν καταπτὰς ἁρπάζει τὸ ἱερεῖον· σοβούντων δὲ πλέον οὐδὲν ἦν, ὁ γὰρ ὄρνις ᾤχετο φέρων τὴν ἄγραν. Ἐδόκει τοίνυν οὐκ ἀγαθὸν εἶναι. Καὶ δὴ ἐπέσχον ἐκείνην τὴν ἡμέραν τοὺς γάμους· καλεσάμενος δὲ μάντεις ὁ πατὴρ καὶ τερατοσκόπους τὸν οἰωνὸν διηγεῖται.
Οἱ δὲ ἔφασαν δεῖν καλλιερῆσαι Ξενίῳ Διὶ νυκτὸς μεσούσης ἐπὶ θάλασσαν ἥκοντας· ὁ γὰρ ὄρνις ἔτυχεν ἱπτάμενος ἐκεῖ. Ἐγὼ δὲ ταῦτα ὡς ἐγένετο τὸν ἀετὸν ὑπερεπῄνουν καὶ δικαίως ἔλεγον ἁπάντων ὀρνίθων εἶναι βασιλέα· οὐκ εἰς μακρὰν δὲ ἀπέβη τοῦ τέρατος τὸ ἔργον.
Νεανίσκος ἦν Βυζάντιος, ὄνομα Καλλισθένης, ὀρφανὸς καὶ πλούσιος, ἄσωτος δὲ καὶ πολυτελής. Οὗτος ἀκούων τῷ Σωστράτῳ θυγατέρα εἶναι καλήν, ἰδὼν δὲ οὐδέποτε, ἤθελεν αὑτῷ ταύτην γενέσθαι γυναῖκα. Καὶ ἦν ἐξ ἀκοῆς ἐραστής· τοσαύτη γὰρ τοῖς ἀκολάστοις ὕβρις, ὡς καὶ τοῖς ὠσὶν εἰς ἔρωτα τρυφᾶν καὶ ταὐτὰ πάσχειν ὑπὸ ῥημάτων, ἃ τῇ ψυχῇ τρωθέντες διακονοῦσιν ὀφθαλμοί.
Προσελθὼν οὖν τῷ Σωστράτῳ πρὶν τὸν πόλεμον τοῖς Βυζαντίοις ἐπιπεσεῖν, ᾐτεῖτο τὴν κόρην· ὁ δὲ βδελυττόμενος αὐτοῦ τοῦ βίου τὴν ἀκολασίαν ἠρνήσατο. Θυμὸς ἴσχει τὸν Καλλισθένην καὶ ἠτιμάσθαι νομίσαντα ὑπὸ τοῦ Σωστράτου καὶ ἀδόλως ἐρῶντα· ἀναπλάττων γὰρ ἑαυτῷ τῆς
Ἐπιβουλεύει δὴ καὶ τὸν Σώστρατον ἀμύνασθαι τῆς ὕβρεως καὶ αὑτῷ τὴν ἐπιθυμίαν τελέσαι· νόμου γὰρ ὄντος Βυζαντίοις, εἴ τις ἁρπάσας παρθένον φθάσειεν ποιήσας γυναῖκα, γάμον ἔχειν ζημίαν, προσεῖχε τούτῳ τῷ νόμῳ. Καὶ ὁ μὲν ἐζήτει καιρὸν πρὸς τὸ ἔργον.
Ἐν τούτῳ δὲ τοῦ πολέμου περιστάντος καὶ τῆς παιδὸς εἰς ἡμᾶς ὑπεκκειμένης μεμαθήκει μὲν ἕκαστα τούτων, οὐδὲν δὲ ἧττον τῆς ἐπιβουλῆς εἴχετο· καὶ τοιοῦτό τι αὐτῷ συνήργησε. Χρησμὸν ἴσχουσιν οἱ Βυζάντιοι τοιόνδε Νῆσός τις πόλις ἐστὶ φυτώνυμον αἷμα λαχοῦσα, ἰσθμὸν ὁμοῦ καὶ πορθμὸν ἐπ’ ἠπείροιο φέρουσα. ἔνθ’ Ἥφαιστος ἔχων χαίρει γλαυκῶπιν Ἀθήνην κεῖθι θυηπολίην σε φέρειν κέλομαι Ἡρακλεῖ.
Ἀπορούντων δὲ αὐτῶν τί λέγει τὸ μάντευμα, Σώστρατος “τοῦ πολέμου γάρ, ὡς ἔφην, στρατηγὸς ἦν οὗτος.” “ὥρα πέμπειν ἡμᾶς θυσίαν εἰς Τύρον” εἶπεν “Ἡρακλεῖ· τὰ γὰρ τοῦ χρησμοῦ ἐστι πάντ’ ἐνταῦθα. Φυτώνυμον γὰρ ὁ θεὸς εἶπεν αὐτήν, ἐπεὶ Φοινίκων ἡ νῆσος, ὁ δὲ φοίνιξ φυτόν. Ἐρίζει δὲ περὶ ταύτης γῆ καὶ θάλασσα, καὶ ἕλκει μὲν ἡ θάλασσα, ἕλκει δὲ ἡ γῆ, ἡ δὲ εἰς ἀμφότερα αὑτὴν ἥρμοσε.
Καὶ γὰρ ἐν θαλάσσῃ κάθηται καὶ οὐκ ἀφῆκε τὴν γῆν· συνδεῖ γὰρ αὐτὴν πρὸς τὴν ἤπειρον στενὸς αὐχήν,
καὶ ἔστιν ὥσπερ τῆς νήσου τράχηλος. Οὐκ ἐρρίζωται δὲ κατὰ τῆς θαλάσσης, ἀλλὰ τὸ ὕδωρ ὑπορρεῖ κάτωθεν, ὑπόκειται δὲ πορθμὸς τῷ ἰσθμῷ· καὶ γίνεται τὸ θέαμα καινόν, πόλις ἐν θαλάσσῃ καὶ νῆσος ἐν γῇ. Ἀθηνᾶν δὲ Ἥφαιστος ἔχει· εἰς τὴν ἐλαίαν
Τὸ δὲ χωρίον ἱερὸν ἐν περιβόλῳ· ἐλαία μὲν ἀναθάλλει φαιδροῖς τοῖς κλάδοις, πεφύτευται δὲ σὺν αὐτῇ τὸ πῦρ καὶ ἀνάπτει περὶ τοὺς πτόρθους πολλὴν τὴν φλόγα· ἡ δὲ τοῦ πυρὸς αἰθάλη τὸ φυτὸν γεωργεῖ.
Αὕτη πυρὸς φιλία καὶ φυτοῦ· οὕτως οὐ φεύγει τὸν Ἥφαιστον Ἀθηνᾶ.” Καὶ ὁ Χαιρεφῶν συστράτηγος ὢν τοῦ Σωστράτου μείζων, ἐπεὶ πατρόθεν ἦν Βυζάντιος, ἐκθειάζων αὐτὸν “πάντα μὲν τὸν χρησμὸν” εἶπεν “ἐξηγήσω καλῶς· μὴ μέντοι θαύμαζε τὴν τοῦ πυρὸς μόνον, ἀλλὰ καὶ τὴν τοῦ ὕδατος φύσιν.
Ἐθεασάμην γὰρ ἐγὼ τοιαῦτα μυστήρια. Τὸ γοῦν Σικελικῆς πηγῆς ὕδωρ κεκερασμένον ἔχει πῦρ· καὶ φλόγα μὲν ὄψει κάτωθεν ἀπ’ αὐτῆς ἁλλομένην ἄνω· θιγόντι δέ σοι τὸ ὕδωρ ψυχρόν ἐστιν οἷόνπερ χιών, καὶ οὔτε τὸ πῦρ ὑπὸ τοῦ ὕδατος κατασβέννυται οὔτε τὸ ὕδωρ ὑπὸ τοῦ πυρὸς φλέγεται, ἀλλ’ ὕδατός εἰσιν ἐν τῇ κρήνῃ καὶ πυρὸς σπονδαί.
Ἐπεὶ καὶ ποταμὸς Ἰβηρικός, εἰ μὲν ἴδοις αὐτὸν εὐθύς, οὐδενὸς ἄλλου κρείττων ἐστὶ ποταμοῦ· ἢν δὲ ἀκοῦσαι θέλῃς τοῦ ὕδατος λαλοῦντος, μικρὸν ἀνάμεινον ἐκπετάσας τὰ ὦτα. Ἐὰν γὰρ ὀλίγος ἄνεμος εἰς τὰς δίνας ἐμπέσῃ, τὸ μὲν ὕδωρ ὡς χορδὴ κρούεται, τὸ δὲ πνεῦμα τοῦ ὕδατος πλῆκτρον γίνεται,
τὸ ῥεῦμα δὲ ὡς κιθάρα λαλεῖ. Ἀλλὰ καὶ λίμνη Λιβυκὴ μιμεῖται γῆν Ἰνδικήν, καὶ ἴσασιν αὐτῆς τὸ ἀπόρρητον αἱ Λιβύων παρθένοι, ὅτι τὸ ὕδωρ ἔχει πλούσιον. Ὁ δὲ πλοῦτος αὐτῇ κάτω τεταμίευται τῇ τῶν ὑδάτων ἰλύι δεδεμένος, καὶ ἔστιν ἐκεῖ χρυσοῦ πηγή. Κοντὸν οὖν εἰς τὸ ὕδωρ βαπτίζουσι πίσσῃ πεφαρμαγμένον, ἀνοίγουσί τε τοῦ ποταμοῦ τὰ κλεῖθρα.
Ὁ δὲ κοντὸς πρὸς τὸν χρυσὸν οἷον πρὸς ἰχθὺν ἄγκιστρον γίνεται, ἀγρεύει γὰρ αὐτόν· ἡ δὲ πίσσα
Ταῦτα εἰπὼν τὴν θυσίαν ἐπὶ τὴν Τύρον ἔπεμπε, καὶ τῇ πόλει συνδοκοῦν. Ὁ οὖν Καλλισθένης διαπράττεται τῶν θεωρῶν εἶς γενέσθαι· καὶ ταχὺ καταπλεύσας εἰς τὴν Τύρον καὶ ἐκμαθὼν τὴν τοῦ πατρὸς οἰκίαν ἐφήδρευε ταῖς γυναιξίν· αἱ δὲ ὀψόμεναι τὴν θυσίαν ἐξῄεσαν·
καὶ γὰρ ἦν πολυτελής. Πολλὴ μὲν ἡ τῶν θυμιαμάτων πομπή, πολλὴ δὲ ἡ τῶν ἀνθέων συμπλοκή. Τὰ θυμιάματα κασία καὶ λιβανωτὸς καὶ κρόκος· τὰ ἄνθη νάρκισσος καὶ ῥόδα καὶ μυρρίναι· ἡ δὲ τῶν ἀνθέων ἀναπνοὴ πρὸς τὴν τῶν θυμιαμάτων ἤριζεν ὀδμήν· τὸ δὲ πνεῦμα ἀναπεμπόμενον εἰς τὸν ἀέρα τὴν ὀδμὴν ἐκεράννυ, καὶ ἦν ἄνεμος ἡδονῆς.
Τὰ δὲ ἱερεῖα πολλὰ μὲν ἦν καὶ ποικίλα, διέπρεπον δὲ ἐν αὐτοῖς οἱ τοῦ Νείλου βόες. Βοῦς γὰρ Αἰγύπτιος οὐ τὸ μέγεθος μόνον ἀλλὰ καὶ τὴν χρόαν εὐτυχεῖ· τὸ μὲν γὰρ μέγεθος πάνυ μέγας, τὸν αὐχένα παχύς, τὸ νῶτον πλατύς, τὴν γαστέρα πολύς, τὸ κέρας οὐχ ὡς ὁ Σικελικὸς εὐτελὴς οὐδ’ ὡς ὁ Κύπριος δυσειδής, ἀλλ’ ἐκ τῶν κροτάφων ὄρθιον ἀναβαῖνον, κατὰ μικρὸν ἑκατέρωθεν κυρτούμενον τὰς κορυφὰς συνάγει τοσοῦτον, ὅσον αἱ τῶν κεράτων διεστᾶσιν ἀρχαί· καὶ τὸ θέαμα κυκλουμένης σελήνης ἐστὶν εἰκών· ἡ χρόα δὲ οἵαν Ὅμηρος ἐν τοῖς τοῦ Θρᾳκὸς ἵπποις ἐπαινεῖ.
Βαδίζει δὲ ταῦρος ὑψαυχενῶν καὶ ὥσπερ ἐπιδεικνύμενος ὅτι τῶν ἄλλων βοῶν ἐστι βασιλεύς. Εἰ δὲ ὁ μῦθος Εὐρώπης ἀληθής, Αἰγύπτιον βοῦν ὁ Ζεὺς ἐμιμήσατο.
Ἔτυχεν οὖν ἡ μὲν ἐμὴ μήτηρ τότε μαλακῶς ἔχουσα·
Ὁ δὲ Καλλισθένης τὴν μὲν Λευκίππην οὐχ ἑωρακώς ποτε, τὴν δὲ Καλλιγόνην ἰδὼν τὴν ἐμὴν ἐμὴν ἀδελφήν, νομίσας Λευκίππην εἶναι ʽἐγνώρισε γὰρ τοῦ Σωστράτου τὴν γυναῖκἀ, πυθόμενος οὐδὲν ʽἦν γὰρ ἑαλωκὼς ἐκ τῆς θέασ̓ δείκνυσιν ἑνὶ τῶν οἰκετῶν τὴν κόρην, ὃς ἦν αὐτῷ πιστότατος, καὶ κελεύει λῃστὰς ἐπ’ αὐτὴν συγκροτῆσαι, καταλέξας τὸν τρόπον τῆς ἁρπαγῆς. Πανήγυρις δὲ ἐπέκειτο, καθ’ ἣν ἠκηκόει πάσας τὰς παρθένους ἀπαντᾶν ἐπὶ θάλατταν.
Ὁ μὲν οὖν ταῦτα εἰπὼν καὶ τὴν θεωρίαν ἀφωσιωμένος ἀπῆλθε· ναῦν δὲ εἶχεν ἰδίαν, τοῦτο προκατασκευάσας οἴκοθεν εἰ τύχοι τῆς ἐπιχειρήσεως. Οἱ μὲν δὴ ἄλλοι θεωροὶ ἀπέπλευσαν, αὐτὸς δὲ μικρὸν ἀπεσάλευε τῆς γῆς, ἅμα μὲν ὡς ἂν δοκοίη τοῖς πολίταις ἕπεσθαι, ἅμα δὲ ἵνα μὴ πλησίον τῆς Τύρου τοῦ σκάφους ὄντος, κατάφωρος γένοιτο μετὰ τὴν ἁρπαγήν.
Ἐπεὶ δὲ ἐγένετο κατὰ Σάραπτα κώμην Τυρίων ἐπὶ θαλάττῃ κειμένην, ἐνταῦθα προσπορίζεται λέμβον, δίδωσι δὲ τῷ Ζήνωνι· τοῦτο γὰρ ἦν ὄνομα τῷ οἰκέτῃ ὃν ἐπὶ τὴν ἁρπαγὴν παρεσκευάκει.
Ὁ δὲ ʽἦν γὰρ καὶ ἄλλως εὔρωστος τὸ σῶμα καὶ φύσει πρακτικὸσ̓ ταχὺ μὲν ἐξεῦρε λῃστὰς ἁλιεῖς ἀπὸ τῆς κώμης ἐκείνης καὶ δῆτα ἀπέπλευσεν ἐπὶ τὴν Τύρον. Ἔστι δὲ μικρὸν ἐπίνειον Τυρίων, νησίδιον ἀπέχον ὀλίγον τῆς Τύρου “Ῥοδώπιδος αὐτὸ τάφον οἱ Τύριοι λέγουσιν·” ἔνθα ὁ λέμβος ἐφήδρευε.
Πρὸ δὲ τῆς πανηγύρεως, ἣν ὁ Καλλισθένης προσεδόκα, γίνεται δὴ τὰ τοῦ ἀετοῦ καὶ τῶν μάντεων·
Ἄρτι δὲ γενομένων ἡμῶν ἐπὶ τῷ χείλει τῆς θαλάσσης, ὁ μὲν τὸ συγκείμενον ἀνέτεινε σημεῖον, ὁ δὲ λέμβος ἐξαίφνης προσέπλει, καὶ ἐπεὶ πλησίον ἐγένετο,
ἐφάνησαν ἐν αὐτῷ νεανίσκοι δέκα. Ὀκτὼ δὲ ἑτέρους ἐπὶ τῆς γῆς ἔτυχε προλοχίσας, οἳ γυναικείας μὲν εἶχον ἐσθῆτας καὶ τῶν γενείων ἐψίλωντο τὰς τρίχας, ἔφερον δὲ ἕκαστος ὑπὸ κόλπῳ ξίφος, ἐκόμιζον δὲ καὶ αὐτοὶ θυσίαν, ὡς ἂν ἥκιστα ὑποπτευθεῖεν· ἡμεῖς δὲ ᾠόμεθα γυναῖκας εἶναι.
Ἐπεὶ δὲ συνετίθεμεν τὴν πυράν, ἐξαίφνης βοῶντες συντρέχουσι καὶ τὰς μὲν δᾷδας ἡμῶν ἀποσβεννύουσι, φευγόντων δὲ ἀτάκτως ὑπὸ τῆς ἐκπλήξεως, τὰ ξίφη γυμνώσαντες ἁρπάζουσι τὴν ἀδελφὴν τὴν ἐμὴν καὶ ἐνθέμενοι τῷ σκάφει,
ἐπεμβάντες εὐθὺς ὄρνιθος δίκην ἀφίπτανται. Ἡμῶν δὲ οἱ μὲν ἔφευγον οὐδὲν οὔτ’ εἰδότες οὔτε ἑωρακότες, οἱ δὲ ἅμα τε εἶδον καὶ ἐβόων “λῃσταὶ Καλλιγόνην ἄγουσι·” τὸ δὲ πλοῖον ἤδη μέσην ἐπέραινε τὴν θάλασσαν. Ὡς δὲ τοῖς Σαράπτοις προσέσχον, πόρρωθεν ὁ Καλλισθένης τὸ σημεῖον ἰδὼν ὑπηντίασεν ἐπιπλεύσας καὶ δέχεται μὲν τὴν κόρην, πλεῖ δὲ εὐθὺς πελάγιος.
Ἐγὼ δὲ ἀνέπνευσα μὲν οὕτω διαλυθέντων μοι τῶν γάμων παραδόξως, ἠχθόμην δ’ ὅμως ὑπὲρ ἀδελφῆς περιπεσούσης τοιαύτῃ συμφορᾷ.
Ὀλίγας δὲ ἡμέρας διαλιπὼν πρὸς τὴν Λευκίππην διελεγόμην “μέχρι τίνος ἐπὶ τῶν φιλημάτων ἱστάμεθα, φιλτάτη; προσθῶμεν ἤδη τι καὶ ἐρωτικώτερον.
κρείττων γένηται τῆς θεοῦ.” Ταῦτα πολλάκις κατεπᾴδων ἐπεπείκειν τὴν κόρην ὑποδέξασθαί με νυκτὸς τῷ θαλάμῳ, τῆς Κλειοῦς συνεργούσης, ἥτις ἦν αὐτῇ θαλαμηπόλος. Εἶχε δὲ ὁ θάλαμος αὐτῆς οὕτως.
Χωρίον ἦν μέγα τέτταρα οἰκήματα ἔχον, δύο μὲν ἐπὶ δεξιά, δύο δ’ ἐπὶ θἄτερα· μέσος δὲ διεῖργε στενωπὸς τὰ οἰκήματα· θύρα δὲ ἐν ἀρχῇ τοῦ στενωποῦ μία ἐπέκειτο.
Ταύτην εἶχον τὴν καταγωγὴν αἱ γυναῖκες· καὶ τὰ μὲν ἐνδοτέρω τῶν οἰκημάτων ἥ τε παρθένος καὶ ἡ μήτηρ αὐτῆς διειλήχεσαν, ἑκάτερα τὰ ἀντικρύ, τὰ δὲ ἔξω δύο τὰ πρὸς τὴν εἴσοδον τὸ μὲν ἡ Κλειὼ τὸ κατὰ τὴν παρθένον, τὸ δὲ ταμιεῖον ἦν.
Κατακοιμίζουσα δὲ ἀεὶ τὴν Λευκίππην ἡ μήτηρ ἔκλειεν ἔνδοθεν τὴν ἐπὶ τοῦ στενωποῦ θύραν· ἔξωθεν δέ τις ἕτερος ἐπέκλειε καὶ τὰς κλεῖς ἔβαλλε διὰ τῆς ὀπῆς· ἡ δὲ λαβοῦσα ἐφύλαττε καὶ περὶ τὴν ἕω καλέσασα τὸν εἰς τοῦτο ἐπιτεταγμένον διέβαλλε πάλιν τὰς κλεῖς, ὅπως ἀνοίξειε.
Ταύταις οὖν ἴσας μηχανησάμενος ὁ Σάτυρος γενέσθαι, τὴν ἄνοιξιν πειρᾶται καὶ ὡς εὗρε δυνατήν, τὴν Κλειὼ ἐπεπείκει τῆς κόρης συνειδυίας μηδὲν ἀντιπρᾶξαι τῇ τέχνῃ. Ταῦτα ἦν τὰ συγκείμενα.
Ἦν δέ τις αὐτῶν οἰκέτης πολυπράγμων καὶ λάλος καὶ λίχνος καὶ πᾶν ὅ τι ἂν εἴποι τις, ὄνομα Κώνωψ. Οὗτός μοι ἐδόκει πόρρωθεν ἐπιτηρεῖν τὰ πραττόμενα ἡμῖν· μάλιστα δ᾽, ὅπερ ἦν, ὑποπτεύσας μή τι
ὥστε ἔργον ἦν αὐτὸν λαθεῖν. Ὁ οὖν Σάτυρος βουλόμενος αὐτὸν εἰς φιλίαν ἀγαγεῖν, προσέπαιζε πολλάκις καὶ κώνωπα ἐκάλει καὶ ἔσκωπτε τοὔνομα σὺν γέλωτι. Καὶ οὗτος εἰδὼς τοῦ Σατύρου τὴν τέχνην προσεποιεῖτο μὲν ἀντιπαίζειν καὶ αὐτός, ἐνετίθει δὲ τῇ παιδιᾷ τῆς γνώμης τὸ ἄσπονδον.
Λέγει δὴ πρὸς αὐτὸν “ἐπειδὴ καταμωκᾷ μου καὶ τοὔνομα, φέρε σοι μῦθον ἀπὸ κώνωπος εἴπω.”
“ὁ λέων κατεμέμφετο τὸν Προμηθέα πολλάκις ὅτι μέγαν μὲν αὐτὸν ἔπλασε καὶ καλὸν καὶ τὴν μὲν γένυν ὥπλισε τοῖς ὀδοῦσι, τοὺς δὲ πόδας ἐκράτυνε τοῖς ὄνυξιν, ἐποίησέ τε τῶν ἄλλων θηρίων δυνατώτερον. “Ὁ δὲ τοιοῦτοσ” ἔφασκε “τὸν ἀλεκτρυόνα φοβοῦμαι.”
Καὶ ὁ Προμηθεὺς ἐπιστὰς ἔφη “τί με μάτην αἰτιᾷ; τὰ μὲν γὰρ ἐμὰ πάντα ἔχεις, ὅσα πλάττειν ἠδυνάμην, ἡ δὲ σὴ ψυχὴ πρὸς τοῦτο μόνον μαλακίζεται.” Ἔκλαεν οὖν ἑαυτὸν ὁ λέων καὶ τῆς δειλίας κατεμέμφετο καὶ τέλος ἀποθανεῖν ἤθελεν.
Οὕτω δὲ γνώμης ἔχων ἐλέφαντι περιτυγχάνει καὶ προσαγορεύσας εἱστήκει διαλεγόμενος. Καὶ ὁρῶν διὰ παντὸς τὰ ὦτα κινοῦντα “τί πάσχεις;” ἔφη, “καὶ τί
δήποτε οὐδὲ μικρὸν ἀτρεμεῖ σου τὸ οὖς;” Καὶ ὁ ἐλέφας κατὰ τύχην παραπτάντος αὐτὸν κώνωπος “ὁρᾷσ” ἔφη “τουτὶ τὸ βραχὺ τὸ βομβοῦν; ἢν εἰσδύῃ με τῇ τῆς ἀκοῆς ὁδῷ, τέθνηκα.” Καὶ ὁ λέων “τί οὖν” ἔφη “ἔτι ἀποθνήσκειν με δεῖ τοσοῦτον ὄντα καὶ ἐλέφαντος εὐτυχέστερον, ὅσον κρείττων κώνωπος ἀλεκτρυών;” Ὁρᾷς ὅσον ἰσχύος ὁ κώνωψ ἔχει, ὡς καὶ ἐλέφαντα φοβεῖν.”
συνεὶς οὖν ὁ Σάτυρος τὸ ὕπουλον αὐτοῦ τῶν
“λέγει τοίνυν κώνωψ ἀλαζών ποτε πρὸς τὸν λέοντα “εἶτα κἀμοῦ βασιλεύειν νομίζεις ὡς τῶν ἄλλων θηρίων; ἀλλ’ οὔτ’ ἐμοῦ καλλίων οὔτε ἀλκιμώτερος ἔφυς οὔτε μείζων. Ἐπεὶ τίς σοι πρῶτόν ἐστιν ἀλκή;
ἀμύσσεις τοῖς ὄνυξι καὶ δάκνεις τοῖς ὀδοῦσι. Ταῦτα γὰρ οὐ ποιεῖ μαχομένη γυνή; ποῖον δὲ μέγεθος ἢ κάλλος σε κοσμεῖ; στέρνον πλατύ, ὦμοι παχεῖς καὶ πολλὴ περὶ τὸν αὐχένα κόμη. Τὴν κατόπιν οὖν αἰσχύνην οὐχ ὁρᾷς; Ἐμοὶ δὲ μέγεθος μὲν ὁ ἀὴρ ὅλος, ὅσον μου καταλαμβάνει τὸ πτερόν, κάλλος δὲ αἱ τῶν λειμώνων κόμαι· αἱ μὲν γάρ εἰσιν ὥσπερ ἐσθῆτες,
ἃς ὅταν θέλω παῦσαι τὴν πτῆσιν ἐνδύομαι. Τὴν δὲ ἀνδρείαν μου μὴ καὶ γελοῖον ᾖ καταλέγειν· ὄργανον γὰρ ὅλος εἰμὶ πολέμου. Μετὰ μὲν σάλπιγγος καὶ βέλους παρατάττομαι, σάλπιγξ δέ μοι καὶ βέλος τὸ στόμα, ὥστε εἰμὶ καὶ αὐλητὴς καὶ τοξότης· ἐμαυτοῦ δὲ οἰστὸς καὶ τόξον γίνομαι· τοξεύει γάρ με διαέριον τὸ πτερόν, ἐμπεσὼν δὲ ὡς ἀπὸ βέλους ποιῶ τὸ τραῦμα, ὁ δὲ παταχθεὶς ἐξαίφνης βοᾷ καὶ τὸν τετρωκότα ζητεῖ· ἐγὼ δὲ παρὼν οὐ πάρειμι, ὁμοῦ δὲ καὶ φεύγω καὶ μένω καὶ περιιππεύω τὸν ἄνθρωπον τῷ πτερῷ, γελῶ δὲ αὐτὸν βλέπων περὶ τοῖς τραύμασιν ὀρχούμενον.
Ἀλλὰ τί δεῖ λόγων; ἀρχώμεθα μάχης.” Καὶ ἅμα λέγων ἐμπίπτει τῷ λέοντι καὶ εἰς τοὺς ὀφθαλμοὺς ἐμπηδᾷ καὶ εἴ τι ἄλλο ἄτριχον τῶν προσώπων, περιιπτάμενος ἅμα καὶ τῷ βόμβῳ καταυλῶν. Ὁ δὲ λέων ἠγρίαινέ τε καὶ μετεστρέφετο πάντη καὶ τὸν ἀέρα περιέχασκεν, ὁ δὲ κώνωψ ταύτῃ πλέον
Καὶ ὁ μὲν ἔκλινεν εἰς τὸ λυποῦν μέρος, ἀνακάμπτων ἔνθα τοῦ τραύματος ἡ πληγή, ὁ δὲ ὥσπερ παλαιστὴς τὸ σῶμα σκευάζων εἰς τὴν συμπλοκὴν ἀπέρρει τῶν τοῦ λέοντος ὀδόντων, αὐτὴν μέσην διαπτὰς κλειομένην τὴν γένυν.
Οἱ δὲ ὀδόντες κενοὶ τῆς θήρας περὶ ἑαυτοὺς ἐκροτάλιζον. Ἤδη τοίνυν ὁ λέων ἐκεκμήκει σκιαμαχῶν πρὸς τὸν ἀέρα τοῖς ὀδοῦσι καὶ εἱστήκει παρειμένος ὀργῇ· ὁ δὲ κώνωψ περιιπτάμενος αὐτοῦ τὴν κόμην ἐπηύλει μέλος ἐπινίκιον.
Μακρότερον δὲ ποιούμενος τῆς πτήσεως τὸν κύκλον ὑπὸ περιττῆς ἀπειροκαλίας ἀράχνου λανθάνει νήμασιν ἐμπλακείς, καὶ τὸν ἀράχνην οὐκ ἔλαθεν ἐμπεσών. Ὡς δ’ οὐκέτι εἶχε φυγεῖν, ἀδημονῶν εἶπεν “ὢ τῆς ἀνοίας· προὐκαλούμην γὰρ ἐγὼ λέοντα, ὀλίγος δέ με ἤγρευσεν ἀράχνου χιτών.” ”
+ταῦτα εἰπὼν “ὥρα τοίνυν” ἔφη “καὶ σοὶ τοὺς ἀράχνας φοβεῖσθαι,” καὶ ἅμα ἐγέλασε.
καὶ ὀλίγας διαλιπὼν ἡμέρας, εἰδὼς αὐτὸν γαστρὸς ἡττώμενον, φάρμακον πριάμενος ὕπνου βαθέος ἐφ’ ἑστίασιν αὐτὸν ἐκάλεσεν. Ὁ δὲ ὑπώπτευε μέν τινα μηχανὴν καὶ ὤκνει τὸ πρῶτον· ὡς δὲ ἡ βελτίστη γαστὴρ κατηνάγκασε, πείθεται.
Ἐπεὶ δὲ ἧκε πρὸς τὸν Σάτυρον εἶτα δειπνήσας ἔμελλεν ἀπιέναι, ἐγχεῖ τοῦ φαρμάκου κατὰ τῆς τελευταίας κύλικος ὁ Σάτυρος αὐτῷ· καὶ ὁ μὲν ἔπιε καὶ μικρὸν διαλιπών, ὅσον εἰς τὸ δωμάτιον αὑτοῦ φθάσαι, καταπεσὼν ἔκειτο, τὸν ὕπνον καθεύδων τοῦ φαρμάκου.
Ὁ δὲ Σάτυρος εἰστρέχει πρός με καὶ λέγει “κεῖταί σοι καθεύδων ὁ Κύκλωψ· σὺ δὲ ὅπως Ὀδυσσεὺς ἀγαθὸς γένῃ.” Καὶ ἅμα ἔλεγε καὶ ἥκομεν ἐπὶ τὰς θύρας τῆς ἐρωμένης, καὶ ὁ μὲν ὑπελείπετο, ἐγὼ δὲ εἰσῄειν,
Ὁ μὲν γὰρ τοῦ κινδύνου φόβος ἐθορύβει τὰς τῆς ψυχῆς ἐλπίδας, ἡ δὲ ἐλπὶς τοῦ τυχεῖν ἐπεκάλυπτεν ἡδονῇ τὸν φόβον· οὕτω καὶ τὸ ἐλπίζον ἐφοβεῖτό μου καὶ ἔχαιρε τὸ λυπούμενον. Ἄρτι δέ μου παρελθόντος εἴσω τοῦ θαλάμου τῆς παιδός, γίνεταί τι τοιοῦτο περὶ τὴν τῆς κόρης μητέρα· ἔτυχε γὰρ ὄνειρος αὐτὴν ταράξας.
Ἐδόκει τινὰ λῃστὴν μάχαιραν ἔχοντα γυμνὴν ἄγειν ἁρπασάμενον αὐτῆς τὴν θυγατέρα καὶ καταθέμενον ὑπτίαν, μέσην ἀνατέμνειν τῇ μαχαίρᾳ τὴν γαστέρα κάτωθεν ἀρξάμενον ἀπὸ τῆς αἰδοῦς. Ταραχθεῖσα οὖν ὑπὸ δείματος ὡς εἶχεν ἀναπηδᾷ καὶ ἐπὶ τὸν τῆς θυγατρὸς θάλαμον τρέχει ʽἐγγὺς γὰρ ἦν’ ἄρτι μου κατακλιθέντος.
Ἐγὼ μὲν δὴ τὸν ψόφον ἀκούσας ἀνοιγομένων τῶν θυρῶν εὐθὺς ἀνεπήδησα, ἡ δὲ ἐπὶ τὴν κλίνην παρῆν. Συνεὶς οὖν τὸ κακὸν ἐξάλλομαι καὶ διὰ τῶν θυρῶν ἵεμαι δρόμῳ, καὶ ὁ Σάτυρος ὑποδέχεται τρέμοντα καὶ τεταραγμένον· εἶτα ἐφεύγομεν διὰ τοῦ σκότους καὶ ἐπὶ τὸ δωμάτιον ἑαυτῶν ἤλθομεν.
Ἡ δὲ πρῶτον μὲν ὑπὸ ἰλίγγου κατέπεσεν, εἶτα ἀνενεγκοῦσα τὴν Κλειὼ κατὰ κόρρης ὡς εἶχε ῥαπίζει, καὶ ἐπιλαβομένη τῶν τριχῶν ἅμα πρὸς τὴν θυγατέρα ἀνῴμωξεν “ἀπώλεσάς μου” λέγουσα “Λευκίππη,
τὰς ἐλπίδας. Οἴμοι, Σώστρατε. Σὺ μὲν ἐν Βυζαντίῳ πολεμεῖς ὑπὲρ ἀλλοτρίων γάμων, ἐν Τύρῳ δὲ καταπεπολέμησαι, καὶ τῆς θυγατρός σού τις τοὺς γάμους σεσύληκεν. Οἴμοι δειλαία, τοιούτους σου γάμους ὄψεσθαι οὐ προσεδόκων.
Ὄφελον ἔμεινας ἐν Βυζαντίῳ, ὄφελον ἔπαθες πολέμου νόμῳ τὴν ὕβριν, ὄφελόν σε κἂν Θρᾲξ νικήσας ὕβρισεν· οὐκ
κακόδαιμον, ἀδοξεῖς ἐν οἷς δυστυχεῖς. Ἐπλάνα δέ με καὶ τὰ τῶν ἐνυπνίων φαντάσματα, τὸν δὲ ἀληθέστερον ὄνειρον οὐκ ἐθεασάμην· νῦν δ᾽ ἀθλιώτερον ἀνετμήθης τὴν γαστέρα· αὕτη δυστυχεστέρα τῆς μαχαίρας τομή, οὐδὲ εἶδον τὸν ὑβρίσαντά σε, οὐδὲ οἶδά μου τῆς συμφορᾶς τὴν τύχην. Οἴμοι τῶν κακῶν. Μὴ καὶ δοῦλος ἦν;”
Ἐθάρρησεν οὖν ἡ παρθένος, ὡς ἂν ἐμοῦ διαπεφευγότος, καὶ λέγει “μὴ λοιδόρει μου, μῆτερ, τὴν παρθενίαν· οὐδὲν ἔργον μοι πέπρακται τοιούτων ῥημάτων ἄξιον, οὐδὲ οἶδα τοῦτον ὅστις ἦν, εἴτε δαίμων εἴτε ἥρως εἴτε λῃστής.
Ἐκείμην δὲ πεφοβημένη, μηδ’ ἀνακραγεῖν διὰ τὸν φόβον δυναμένη· φόβος γὰρ γλώττης ἐστὶ δεσμός. Ἓν οἶδα μόνον, οὐδείς
μου τὴν παρθενίαν κατῄσχυνε.” Καταπεσοῦσα οὖν ἡ Πάνθεια πάλιν ἔστενεν, ἡμεῖς δὲ ἐσκοποῦμεν καθ’ ἑαυτοὺς γενόμενοι τί ποιητέον εἴη, καὶ ἐδόκει κράτιστον εἶναι φεύγειν, πρὶν ἕως γένηται καὶ τὸ πᾶν ἡ Κλειὼ βασανιζομένη κατείπῃ.
Δόξαν οὖν οὕτως εἰχόμεθα ἔργου, σκηψάμενοι πρὸς τὸν θυρωρὸν ἀπιέναι πρὸς ἐρωμένην, καὶ ἐπὶ τὴν οἰκίαν ἐρχόμεθα τὴν Κλεινίου. Ἦσαν δὲ λοιπὸν μέσαι νύκτες, ὥστε μόλις ὁ θυρωρὸς ἀνέῳξεν ἡμῖν. Καὶ ὁ Κλεινίας ʽἐν ὑπερῴῳ γὰρ τὸν θάλαμον εἶχἐ διαλεγομένων ἡμῶν ἀκούσας κατατρέχει τεταραγμένος.
Καὶ ἐν τούτῳ τὴν Κλειὼ κατόπιν ὁρῶμεν σπουδῇ θέουσαν· ἦν γὰρ δρασμὸν βεβουλευμένη. Ἅμα τε οὖν ὁ Κλεινίας ἤκουσεν ἡμῶν ἃ πεπόνθαμεν’ καὶ τῆς Κλειοῦς ἡμεῖς ὅπως φύγοι, καὶ πάλιν ἡμῶν ἡ Κλειὼ τί ποιεῖν μέλλομεν.
Παρελθόντες οὖν εἴσω τῶν θυρῶν τῷ Κλεινίᾳ διηγούμεθα τὰ γεγονότα καὶ
Ὁ οὖν Κλεινίας τῆς χειρός μου λαβόμενος ἄγει τῆς Κλειοῦς μακρὰν καὶ λέγει “δοκῶ μοι καλλίστην γνώμην εὑρηκέναι, ταύτην μὲν ὑπεξαγαγεῖν, ἡμᾶς δὲ ὀλίγας ἡμέρας ἐπισχεῖν, κἂν οὕτω δοκῇ, συσκευασαμένους ἀπελθεῖν.
Οὔτε γὰρ νῦν οἶδε τῆς κόρης ἡ μήτηρ τίνα κατέλαβεν, ὡς ὑμεῖς φατε, ὅ τε καταμηνύσων οὐκ ἔσται τῆς Κλειοῦς ἐκ μέσου γενομένης· τάχα δὲ καὶ τὴν κόρην συμφυγεῖν πείσετε.” Ἔλεγε δὲ καὶ αὐτὸς ὅτι κοινωνὸς γενήσεται τῆς ἀποδημίας.
Ταῦτα ἔδοξε· καὶ τὴν μὲν Κλειὼ τῶν οἰκετῶν αὑτοῦ τινι παραδίδωσι, κελεύσας ἐμβάλλεσθαι σκάφει, ἡμεῖς δὲ αὐτοῦ καταμείναντες ἐφροντίζομεν περὶ τῶν ἐσομένων, καὶ τέλος ἔδοξεν ἀποπειραθῆναι τῆς κόρης καὶ εἰ μὲν θελήσει συμφυγεῖν, οὕτω πράττειν· εἰ δὲ μή, μένειν αὐτοῦ, παραδόντας ἑαυτοὺς τῇ τύχῃ. Κοιμηθέντες οὖν ὀλίγον τῆς νυκτὸς ὅσον τὸ λοιπὸν περὶ τὴν ἕω πάλιν ἐπὶ τὴν οἰκίαν ἐπανήλθομεν.
Ἡ οὖν Πάνθεια ἀναστᾶσα περὶ τὰς βασάνους τῆς Κλειοῦς ηὐτρεπίζετο καὶ καλεῖν αὐτὴν ἐκέλευσεν. Ὡς δ’ ἦν ἀφανής, πάλιν ἐπὶ τὴν θυγατέρα ἵεται καὶ “οὐκ ἐρεῖσ” ἔφη “τὴν συσκευὴν τοῦ δράματος; ἰδοὺ
καὶ ἡ Κλειὼ πέφευγεν.” Ἡ δὲ ἔτι μᾶλλον ἐθάρρησε καὶ λέγει “τί πλέον εἴπω σοι, τίνα δ’ ἄλλην προσαγάγω πίστιν τῆς ἀληθείας μείζονα; Εἰ παρθενίας ἐστί τις δοκιμασία,
δοκίμασον.” “Ἔτι καὶ τοῦτο” ἔφη ἡ Πάνθεια “λείπεται, ἵνα καὶ μετὰ μαρτύρων δυστυχῶμεν.” Ταῦτα ἅμα λέγουσα, ἐπήδησεν ἔξω.
Ἡ δὲ Λευκίππη καθ’ ἑαυτὴν γενομένη καὶ τῶν τῆς μητρὸς γεμισθεῖσα ῥημάτων παντοδαπή τις ἦν.
Ἡ μὲν γὰρ αἰδὼς διὰ τῶν ὀμμάτων εἰσρέουσα τὴν τῶν ὀφθαλμῶν ἐλευθερίαν καθαιρεῖ· ἡ δὲ λύπη περὶ τὰ στέρνα διανεμομένη κατατήκει τῆς ψυχῆς τὸ ζωπυροῦν· ἡ δὲ ὀργὴ περιυλακτοῦσα τὴν καρδίαν ἐπικλύζει τὸν λογισμὸν τῷ τῆς μανίας ἀφρῷ.
Λόγος δὲ τούτων ἁπάντων πατήρ, καὶ ἔοικεν ἐπὶ σκοπῷ τόξον βάλλειν καὶ ἐπιτυγχάνειν καὶ ἐπὶ τὴν ψυχὴν πέμπειν τὰ βλήματα καὶ ποικίλα τοξεύματα. Τὸ μέν ἐστιν αὐτῷ λοιδορίας βέλος, καὶ γίνεται τὸ ἕλκος ὀργή· τὸ δέ ἐστιν ἔλεγχος ἀτυχημάτων· ἐκ τούτου τοῦ βέλους λύπη γίνεται· τὸ δὲ ὄνειδος ἁμαρτημάτων,
καὶ καλοῦσιν αἰδῶ τὸ τραῦμα. Ἴδιον δὲ τούτων ἁπάντων τῶν βελῶν βαθέα μὲν τὰ βλήματα, ἄναιμα δὲ τὰ τοξεύματα. Ἓν δὲ τούτων ἁπάντων φάρμακον, ἀμύνεσθαι τὸν βάλλοντα τοῖς αὐτοῖς βλήμασι· λόγος γὰρ γλώσσης βέλος ἄλλης γλώσσης βέλει θεραπεύεται· καὶ γὰρ τῆς καρδίας ἔπαυσε τὸ θυμούμενον καὶ τῆς ψυχῆς ἐμάρανε τὸ λυπούμενον.
Ἂν δέ τις ἀνάγκῃ τοῦ κρείττονος σιγάσῃ τὴν ἄμυναν, ἀλγεινότερα γίνεται τὰ ἕλκη τῇ σιωπῇ· αἱ γὰρ ὠδῖνες τῶν ἐκ τοῦ λόγου κυμάτων οὐκ ἀποπτύσασαι τὸν ἀφρὸν οἰδοῦσι περὶ ἑαυτὰς πεφυσημέναι.
Ἐν τούτῳ δὲ ἔτυχον πέμψας τὸν Σάτυρον πρὸς τὴν κόρην ἀποπειρασόμενον τῆς φυγῆς. Ἡ δὲ πρὶν ἀκοῦσαι πρὸς τὸν Σάτυρον “δέομαι” ἔφη “πρὸς θεῶν ξένων καὶ ἐγχωρίων, ἐξαρπάσατέ με τῶν τῆς μητρὸς
εἰ δέ με ἀπελθόντες καταλίποιτε, βρόχον πλεξαμένη τὴν ψυχήν μου οὕτως ἀφήσω.” Ἐγὼ δὲ ὡς ταῦτα ἤκουσα, τὸ πολὺ τῆς φροντίδος ἀπερριψάμην. Δύο δὲ ἡμέρας διαλιπόντες, ὅτε καὶ ἀποδημῶν ἔτυχεν ὁ πατήρ, παρεσκευαζόμεθα πρὸς τὴν φυγήν.
Εἶχε δ’ ὁ Σάτυρος τοῦ φαρμάκου λείψανον, ᾧ τὸν Κώνωπα ἦν κατακοιμίσας· τούτου διακονούμενος ἡμῖν ἐγχεῖ λαθὼν κατὰ τῆς κύλικος τῆς τελευταίας, ἣν τῇ Πανθείᾳ προσέφερεν· ἡ δὲ ἀναστᾶσα ᾤχετο εἰς τὸν θάλαμον ἑαυτῆς καὶ εὐθὺς ἐκάθευδεν.
Εἶχε δὲ ἑτέραν ἡ Λευκίππη θαλαμηπόλον, ἣν τῷ αὐτῷ φαρμάκῳ καταβαπτίσας ὁ Σάτυρος ʽπροσεπεποίητο γὰρ καὶ αὐτῆς, ἐξ οὗ τῷ θαλάμῳ προσεληλύθει, ἐρᾶν̓ ἐπὶ τὴν τρίτην θήραν ἔρχεται τὸν θυρωρόν· κἀκεῖνον βεβλήκει τῷ αὐτῷ πώματι.
Ὄχημα δὲ εὐτρεπὲς ἡμᾶς πρὸ τῶν πυλῶν ἐξεδέχετο, ὅπερ ὁ Κλεινίας παρεσκεύασε, καὶ ἔφθασεν ἡμᾶς ἐπ’ αὐτοῦ περιμένων αὐτός. Ἐπεὶ δὲ πάντες ἐκάθευδον, περὶ πρώτας νυκτὸς φυλακὰς προῇμεν ἀψοφητί, Λευκίππην τοῦ Σατύρου χειραγωγοῦντος.
Καὶ γὰρ ὁ Κώνωψ, ὅσπερ ἡμῖν ἐφήδρευε, κατὰ τύχην ἐκείνην ἀπεδήμει τὴν ἡμέραν τῇ δεσποίνῃ διακονησόμενος. Ἀνοίγει δὴ τὰς θύρας ὁ Σάτυρος καὶ προήλθομεν· ὡς δὲ παρῇμεν ἐπὶ τὰς πύλας, ἐπέβημεν τοῦ ὀχήματος.
Ἦμεν δὲ οἱ πάντες ἕξ, ἡμεῖς καὶ ὁ Κλεινίας καὶ δύο θεράποντες αὐτοῦ. Ἐλαύνομεν οὖν τὴν ἐπὶ Σιδῶνος καὶ περὶ μοίρας τῆς νυκτὸς δύο παρῇμεν ἐπὶ τὴν πόλιν καὶ εὐθὺς ἐπὶ Βηρυτοῦ τὸν δρόμον ἐποιούμεθα, νομίζοντες εὑρήσειν ἐκεῖ ναῦν ἐφορμοῦσαν.
Καὶ οὐκ ἠτυχήσαμεν· ὡς γὰρ ἐπὶ τοῦ Βηρυτίων λιμένος ἤλθομεν, ἀναγόμενον σκάφος εὕρομεν, ἄρτι τὰ πρυμνήσια μέλλον
Ἔχαιρόν τὸ πρῶτον ὁρῶν τὴν θάλατταν οὔπω πελαγίζοντος τοῦ σκάφους, ἀλλ’ ἔτι τοῖς λιμέσιν ἐποχουμένου. Ὡς δὲ ἔδοξεν οὔριον εἶναι πρὸς ἀναγωγὴν τὸ πνεῦμα, θόρυβος ἦν πολὺς κατὰ τὸ σκάφος, τῶν ναυτῶν διαθεόντων, τοῦ κυβερνήτου κελεύοντος,
ἑλκομένων τῶν κάλων· ἡ κεραία περιήγετο, τὸ ἱστίον καθίετο, ἡ ναῦς ἀπεσαλεύετο, τὰς ἀγκύρας ἀνέσπων, ὁ λιμὴν κατελείπετο· τὴν γῆν ἑωρῶμεν ἀπὸ τῆς νεὼς κατὰ μικρὸν ἀναχωροῦσαν, ὡς αὐτὴν πλέουσαν· παιανισμὸς ἦν καὶ πολλή τις εὐχή, θεοὺς σωτῆρας καλούντων καὶ εὐφημούντων αἴσιον τὸν πλοῦν γενέσθαι· τὸ πνεῦμα ᾔρετο σφοδρότερον, τὸ ἱστίον ἐκυρτοῦτο καὶ εἷλκε τὴν ναῦν.
Ἔτυχε δέ τις ἡμῖν νεανίσκος παρασκηνῶν, ὃς ἐπεὶ καιρὸς ἦν ἀρίστου, φιλοφρονούμενος ἡμᾶς συναριστᾶν ἠξίου. Καὶ ἡμῖν δ’ ὁ Σάτυρος παρέφερεν· ὥστε εἰς μέσον καταθέμενοι ἃ εἴχομεν, τὸ ἄριστον ἐκοινοῦμεν, ἤδη δὲ καὶ λόγον.
Λέγω δὴ πρῶτος “πόθεν, ὦ νεανίσκε, καὶ τίνα σε δεῖ καλεῖν;” “Ἐγὼ Μενέλαοσ” εἶπεν, “τὸ δὲ γένος Αἰγύπτιος. Τὰ δὲ ὑμέτερα τίνα;” “Ἐγὼ Κλειτοφῶν,
οὗτος Κλεινίας, Φοίνικες ἄμφω.” “Τίς οὖν ἡ πρόφασις ὑμῖν τῆς ἀποδημίας;” “Ἢν σὺ πρῶτος ἡμῖν φράσῃς, καὶ τὰ παρ’ ἡμῶν ἀκούσῃ.”
Λέγει οὖν ὁ Μενέλαος “τὸ μὲν κεφάλαιον τῆς ἐμῆς ἀποδημίας ἔρως βάσκανος καὶ θήρα δυστυχής. Ἤρων μειρακίου καλοῦ, τὸ δὲ μειράκιον φιλόθηρον ἦν. Ἐπεῖχον τὰ πολλά, κρατεῖν οὐκ ἠδυνάμην· ὡς
Ἐθηρῶμεν οὖν ἱππεύοντες ἄμφω καὶ τὰ πρῶτα εὐτυχοῦμεν,
τὰ λεπτὰ διώκοντες τῶν θηρίων. Ἐξαίφνης δὲ σῦς τῆς ὕλης προπηδᾷ, καὶ τὸ μειράκιον ἐδίωκε· καὶ ὁ σῦς ἐπιστρέφει τὴν γένυν καὶ ἀντιπρόσωπος ἐχώρει δρόμῳ, καὶ τὸ μειράκιον οὐκ ἐξετρέπετο, βοῶντος ἐμοῦ καὶ κεκραγότος “ἕλκε τὸν ἵππον, μετένεγκε τὰς ἡνίας, πονηρὸν τὸ θηρίον·” ᾅξας δὲ ὁ σῦς σπουδῇ ἔτρεχεν ὡς ἐπ’ αὐτό.
Καὶ οἱ μὲν συνέπιπτον ἀλλήλοις, ἐμὲ δὲ τρόμος, ὡς εἶδον, λαμβάνει καὶ φοβούμενος μὴ φθάσῃ τὸ θηρίον καὶ πατάξῃ τὸν ἵππον, ἐναγκυλησάμενος τὸ ἀκόντιον, πρὶν ἀκριβῶς καταστοχάσασθαι τοῦ σκοποῦ, πέμπω τὸ βέλος, τὸ δὲ μειράκιον παραθέον ἁρπάζει τὴν βολήν.
Τίνα οἴει με τότε ψυχὴν ἔχειν, εἰ καὶ ψυχὴν εἶχον ὅλως; Τὸ δὲ οἰκτρότερον, τὰς χεῖρας ὤρεγέ μοι μικρὸν ἔτι ἐμπνέων καὶ περιέβαλλε καὶ ἀποθνήσκων οὐκ ἐμίσει με τὸν πονηρὸν ὁ ὑπ’ ἐμοῦ πεφονευμένος, ἀλλὰ τὴν ψυχὴν ἀφῆκε τῇ φονευσάσῃ περιπλεκόμενος δεξιᾷ.
Ἄγουσιν οὖν με ἐπὶ τὸ δικαστήριον οἱ τοῦ μειρακίου γονεῖς οὐκ ἄκοντα· καὶ γὰρ παρελθὼν ἀπελογούμην οὐδέν, θανάτου δὲ ἐτιμώμην ἐμαυτῷ. Ἐλεήσαντες οὖν οἱ δικασταὶ προσετίμησάν μοι τριετῆ φυγήν· ἧς νῦν τέλος ἐχούσης, αὖθις ἐπὶ τὴν ἐμαυτοῦ καταίρω.”
Ἐπεδάκρυσεν ὁ Κλεινίας αὐτοῦ λέγοντος Πάτροκλον πρόφασιν, ἀναμνησθεὶς Χαρικλέους· καὶ ὁ Μενέλαος “τἀμὰ δακρύεισ” ἔφη “ἢ καὶ σέ τι τοιοῦτον ἐξήγαγε;” Στενάξας οὖν ὁ Κλεινίας καταλέγει τὸν Χαρικλέα καὶ τὸν ἵππον, κἀγὼ τἀμαυτοῦ.
Ὁρῶν οὖν ἐγὼ τὸν Μενέλαον κατηφῆ πάνυ τῶν
Λέγω δὴ πρὸς αὐτοὺς ὑπομειδιῶν “ὡς παρὰ πολὺ κρατεῖ μου Κλεινίας· ἐβούλετο γὰρ λέγειν κατὰ γυναικῶν, ὥσπερ εἰώθει. Ῥᾷον δ’ ἂν εἴποι νῦν ἤτοι ὡς κοινωνὸν ἔρωτος εὑρών.
Οὐκ οἶδα γὰρ πῶς ἐπιχωριάζει νῦν ὁ εἰς τοὺς ἄρρενας ἔρως.” ʽΟὐ γὰρ πολὺ ἄμεινον’ ὁ Μενέλαος ἔφη “τοῦτο ἐκείνου; καὶ γὰρ ἁπλούστεροι παῖδες γυναικῶν, καὶ τὸ κάλλος αὐτοῖς δριμύτερον εἰς ἡδονήν.”
“Πῶς δριμύτερον” ἔφην “εἴγε παρακῦψαν μόνον οἴχεται καὶ οὐκ ἀπολαῦσαι δίδωσι τῷ φιλοῦντι, ἀλλ̓ ἔοικε τῷ τοῦ Ταντάλου πώματι;
πολλάκις γὰρ ἐν ᾧ πίνεται πέφευγε, καὶ ἀπῆλθεν ὁ ἐραστὴς οὐχ εὑρὼν πιεῖν· τὸ δὲ ἔτι πινόμενον ἁρπάζεται πρὶν ἂν ὁ πίνων κορεσθῇ, καὶ οὐκ ἔστιν ἀπὸ παιδὸς ἀπελθεῖν ἐραστὴν ἄλυπον ἔχοντα τὴν ἡδονήν· καταλείπει γὰρ ἔτι διψῶντα.”
Καὶ ὁ Μενέλαος “ἀγνοεῖς, ὦ Κλειτοφῶν” ἔφη “τὸ κεφάλαιον τῆς ἡδονῆς. Ποθεινὸν γὰρ ἀεὶ τὸ ἀκόρεστον. Τὸ μὲν γὰρ εἰς χρῆσιν χρονιώτερον τῷ κόρῳ μαραίνει τὸ τερπνόν, τὸ δὲ ἁρπαζόμενον καινόν ἐστιν ἀεὶ καὶ μᾶλλον ἀνθεῖ· οὐ γὰρ γεγηρακυῖαν ἔχει τὴν ἡδονήν, καὶ ὅσον ἐλαττοῦται τῷ χρόνῳ,
τοσοῦτον εἰς μέγεθος ἐκτείνεται πόθῳ. Καὶ τὸ ῥόδον διὰ τοῦτο τῶν ἄλλων εὐμορφότερόν ἐστι φυτῶν, ὅτι τὸ κάλλος αὐτοῦ φεύγει ταχύ. Δύο γὰρ ἐγὼ νομίζω κατ’ ἀνθρώπους κάλλη πλανᾶσθαι, τὸ μὲν
Ἀλλὰ τὸ μὲν οὐράνιον ἄχθεται θνητῷ σκήνει δεδεμένον καὶ ζητεῖ πρὸς οὐρανὸν ταχὺ φεύγειν· τὸ δὲ πάνδημον ἔρριπται κάτω καὶ ἐγχρονίζει περὶ τοῖς σώμασιν. Εἰ δὲ καὶ ποιητὴν δεῖ λαβεῖν μάρτυρα τῆς οὐρανίας τοῦ κάλλους ἀνόδου, ἄκουσον Ὁμήρου λέγοντος τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν κάλλεος εἵνεκα οἷο, ἵν’ ἀθανάτοισι μετείη.
Οὐδεμία δὲ ἀνέβη ποτὲ εἰς οὐρανὸν διὰ κάλλος γυνή. Καὶ γὰρ γυναιξὶ κεκοινώνηκεν ὁ Ζεύς. Ἀλλ’ Ἀλκμήνην μὲν ἔχει πένθος καὶ φυγή, Δανάην δὲ λάρναξ καὶ θάλασσα, Σεμέλη δὲ πυρὸς γέγονε τροφή· ἂν δὲ μειρακίου Φρυγὸς ἐρασθῇ, τὸν οὐρανὸν αὐτῷ δίδωσιν, ἵνα καὶ συνοικῇ καὶ οἰνοχόον ἔχῃ τοῦ νέκταρος· ἡ δὲ πρότερον διάκονος τῆς τιμῆς ἐξέωσται· ἦν γάρ, οἶμαι, γυνή.”
Ὑπολαβὼν οὖν ἐγὼ “καὶ μὴν οὐράνιον” ἔφην “ἔοικε μᾶλλον εἶναι τὸ τῶν γυναικῶν κάλλος, ὅσον μὴ ταχὺ φθείρεται. Ἐγγὺς γὰρ τοῦ θείου τὸ ἄφθαρτον, τὸ δὲ κινούμενον ἐν φθορᾷ θνητὴν φύσιν μιμούμενον οὐκ οὐράνιόν ἐστιν ἀλλὰ πάνδημον.
Ἠράσθη μειρακίου Φρυγός, ἀνήγαγεν εἰς οὐρανὸν τὸν Φρύγα· τὸ δὲ κάλλος τῶν γυναικῶν αὐτὸν τὸν Δία κατήγαγεν ἐξ οὐρανοῦ. Διὰ γυναῖκά ποτε Ζεὺς ἐμυκήσατο, διὰ γυναῖκά ποτε Σάτυρον ὠρχήσατο, καὶ χρυσὸν πεποίηκεν ἑαυτὸν ἄλλῃ γυναικί.
Οἰνοχοείτω μὲν Γανυμήδης, μετὰ δὲ τῶν θεῶν Ἥβη πινέτω, ἵνα ἔχῃ μειράκιον διάκονον γυνή. Ἐλεῶ δὲ αὐτοῦ τὴν ἁρπαγήν. Ὄρνις ἐπ’ αὐτὸν κατέβη ὠμηστής, ὁ δὲ
Σεμέλην δὲ εἰς οὐρανὸν ἀνήγαγεν οὐκ ὄρνις ὠμηστής, ἀλλὰ πῦρ· καὶ μὴ θαυμάσῃς εἰ διὰ πυρός τις ἀναβαίνει εἰς οὐρανόν· οὕτως ἀνέβη Ἡρακλῆς. Εἰ δὲ Δανάης τὴν λάρνακα γελᾷς, πῶς τὸν Περσέα σιωπᾷς; Ἀλκμήνῃ δὲ τοῦτο μόνον δῶρον ἀρκεῖ, ὅτι δι’ αὐτὴν ἔκλεψεν ὁ Ζεὺς τρεῖς ὅλους ἡλίους.
Εἰ δὲ δεῖ μεθέντα τὰς μυθολογίας αὐτὴν εἰπεῖν τὴν ἐν τοῖς ἔργοις ἡδονήν, ἐγὼ μὲν πρωτόπειρος ὢν εἰς γυναῖκας, ὅσον ὁμιλῆσαι ταῖς εἰς Ἀφροδίτην πωλουμέναις· ἄλλος γὰρ ἂν ἴσως εἰπεῖν τι καὶ πλέον ἔχοι μεμυημένος· εἰρήσεται δέ μοι, κἂν μετρίως ἔχω πείρας.
Γυναικὶ μὲν οὖν ὑγρὸν μὲν τὸ σῶμα ἐν ταῖς συμπλοκαῖς, μαλθακὰ δὲ τὰ χείλη πρὸς τὰ φιλήματα. Καὶ διὰ τοῦτο μὲν ἔχει τὸ σῶμα ἐν τοῖς ἀγκαλίσμασιν, ἐν δὲ ταῖς σαρξὶν ὅλως ἐνηρμοσμένον, καί πως ἐγκείμενον περιβάλλει τὴν ἡδονήν.
Ἐνστίζει δὲ τοῖς χείλεσιν ὥσπερ σφραγῖδας τὰ φιλήματα, φιλεῖ δὲ τέχνῃ καὶ σκευάζει τὸ φίλημα γλυκύτερον. Οὐ γὰρ μόνον ἐθέλει φιλεῖν τοῖς χείλεσιν, ἀλλὰ καὶ τοῖς ὀδοῦσι συμβάλλεται καὶ περὶ τὸ τοῦ φιλοῦντος στόμα βόσκεται καὶ δάκνει τὰ φιλήματα.
Ἐν δὲ τῇ τῆς Ἀφροδίτης ἀκμῇ οἰστρεῖ μὲν ὑφ’ ἡδονῆς, περικέχηνε δὲ φιλοῦσα καὶ μαίνεται· αἱ δὲ γλῶτται τοῦτον τὸν χρόνον φοιτῶσιν ἀλλήλαις εἰς ὁμιλίαν καὶ ὡς δύνανται βιάζονται κἀκεῖναι φιλεῖν· σὺ δὲ μείζονα ποιεῖς τὴν ἡδονὴν ἀνοίγων τὰ φιλήματα.
Πρὸς δὲ τὸ τέρμα τῆς Ἀφροδίτης ἡ γυνὴ γινομένη πέφυκεν ἀσθμαίνειν ὑπὸ καυματώδους
ἀναστρέφον δὲ σὺν τῷ ἄσθματι τὸ φίλημα καὶ μιχθὲν ἕπεται καὶ βάλλει τὴν καρδίαν· ἡ δὲ ταραχθεῖσα τῷ φιλήματι πάλλεται. Εἰ δὲ μὴ τοῖς σπλάγχνοις ἦν δεδεμένη, ἠκολούθησεν ἂν ἑλκυσθεῖσα ἄνω τοῖς φιλήμασι. Παίδων δὲ φιλήματα μὲν ἀπαίδευτα, περιπλοκαὶ δ’ ἀμαθεῖς, Ἀφροδίτη δὲ ἀργή, ἡδονῆς δ’ οὐδέν.”
Καὶ ὁ Μενέλαος “ἀλλὰ σύ μοι δοκεῖσ” ἔφη “μὴ πρωτόπειρος ἀλλὰ γέρων εἰς Ἀφροδίτην τυγχάνειν· τοσαύτας ἡμῶν κατέχεας γυναικῶν περιεργίας. Ἐν μέρει δὲ καὶ τὰ τῶν παίδων ἀντάκουσον.
Γυναικὶ μὲν γὰρ πάντα ἐπίπλαστα καὶ τὰ ῥήματα καὶ τὰ σχήματα· κἂν εἶναι δόξῃ καλή, τῶν ἀλειμμάτων ἡ πολυπράγμων μηχανή· καί ἐστιν αὐτῆς τὸ κάλλος ἢ μύρων ἢ τριχῶν βαφῆς ἢ καὶ φιλημάτων· ἂν δὲ τῶν πολλῶν τούτων γυμνώσῃς δόλων, ἔοικε κολοιῷ γεγυμνωμένῳ τῶν τοῦ μύθου πτερῶν.
Τὸ δὲ κάλλος τὸ παιδικὸν οὐκ ἀρδεύεται μύρων ὄσφραις οὐδὲ δολεραῖς καὶ ἀλλοτρίαις ὀσμαῖς, πάσης δὲ γυναικῶν μυραλοιφίας ἥδιον ὄδωδεν ὁ τῶν παίδων ἱδρώς.
Ἔξεστι δὲ αὐτοῖς καὶ πρὸ τῆς ἐν Ἀφροδίτῃ συμπλοκῆς ἐν παλαίστρᾳ συμπεσεῖν καὶ φανερῶς περιχυθῆναι, καὶ οὐκ ἔχουσιν αἰσχύνην αἱ περιπλοκαί, καὶ οὐ μαλθάσσει τὰς ἐν Ἀφροδίτῃ περιπλοκὰς ὑγρότης σαρκῶν, ἀλλ’ ἀντιτυπεῖ πρὸς ἄλληλα τὰ σώματα καὶ περὶ τῆς ἡδονῆς ἀθλεῖ.
Τὰ δὲ φιλήματα σοφίαν μὲν οὐκ ἔχει γυναικείαν οὐδὲ μαγγανεύει τοῖς χείλεσιν σινάμωρον ἀπάτην, ὡς δὲ οἶδε φιλεῖ, καὶ οὐκ ἔστι τέχνης ἀλλὰ τῆς φύσεως τὰ φιλήματα. Αὕτη δὲ παιδὸς φιλήματος
Τρίτην δὲ ἡμέραν πλεόντων ἡμῶν, ἐξ αἰθρίας πολλῆς αἰφνίδιον ἀχλὺς περιχεῖται καὶ τῆς ἡμέρας ἀπωλώλει τὸ φῶς· ἐγείρεται δὲ κάτωθεν ἄνεμος ἐκ τῆς θαλάσσης κατὰ πρόσωπον τῆς νεώς, καὶ ὁ κυβερνήτης περιάγειν ἐκέλευσε τὴν κεραίαν.
Καὶ σπουδῇ περιῆγον οἱ ναῦται, πῇ μὲν τὴν ὀθόνην ἐπὶ θάτερα συνάγοντες ἄνω τοῦ κέρως βίᾳ ʽτὸ γὰρ πνεῦμα σφοδρότερον ἐμπεσὸν ἀνθέλκειν οὐκ ἐπέτρεπἐ, πῇ δὲ πρὸς θάτερον μέρος, φυλάττοντες τοῦ πρόσθεν μέτρου καθ’ ὃ συνέβαινεν οὔριον εἶναι τῇ περιαγωγῇ τὸ πνεῦμα.
Κλίνεται δὲ κοῖλον τοιχίσαν τὸ σκάφος καὶ ἐπὶ θάτερα μετεωρίζεται καὶ πάντη πρηνὲς ἦν, καὶ ἐδόκει τοῖς πολλοῖς ἡμῶν περιτραπήσεσθαι καθάπαξ ἐμπίπτοντος τοῦ πνεύματος. Μετεσκευαζόμεθα οὖν ἅπαντες εἰς τὰ μετέωρα τῆς νεώς, ὅπως τὸ μὲν βαπτιζόμενον τῆς νεὼς ἀνακουφίσαιμεν, τὸ δὲ τῇ προσθήκῃ βιασάμενοι κατὰ μικρὸν καθέλοιμεν εἰς τὸ ἀντίρροπον.
Πλέον δὲ ἠνύομεν οὐδέν· ἀνέφερε γὰρ ἡμᾶς μᾶλλον κορυφούμενον τὸ ἔδαφος τῆς νεώς, ἢ πρὸς ἡμῶν κατεβιβάζετο.
Καὶ χρόνον μέν τινα διαταλαντουμένην οὕτω τὴν ναῦν τοῖς κύμασιν ἐπαλαίομεν εἰς τὸ ἀντίρροπον καθελεῖν· αἰφνίδιον δὲ
Κωκυτὸς οὖν αἴρεται μέγας ἐκ τῆς νεώς, καὶ μετοικία πάλιν καὶ δρόμος μετὰ βοῆς ἐπὶ τὰς ἀρχαίας ἕδρας. Καὶ τρίτον καὶ τέταρτον καὶ πολλάκις τὸ αὐτὸ πάσχοντες κοινὴν ταύτην εἴχομεν ἐν τῷ σκάφει τὴν πλάνην. Πρὶν μὲν γὰρ μετασκευάσασθαι τὸ πρῶτον, δίαυλος ἡμᾶς διαλαμβάνει δεύτερος.
Σκευοφοροῦντες οὖν κατὰ τὴν ναῦν διὰ πάσης ἡμέρας δόλιχόν τινα τοῦτον δρόμον μυρίον ἐπονοῦμεν, ἀεὶ τὸν θάνατον προσδοκῶντες. Καὶ ἦν, ὡς εἰκός, οὐ μακράν.
Περὶ γὰρ μεσημβρίαν δείλην ὁ μὲν ἥλιος τέλεον ἁρπάζεται, ἑωρῶμεν δὲ ἑαυτοὺς ὡς ἐν σελήνῃ. Πῦρ μὲν ἀπ’ αὐτῆς ἵπταται, μυκᾶται δὲ βροντῶν ὁ οὐρανός, καὶ τὸν ἀέρα γεμίζει βόμβος, ἀντεβόμβει δὲ κάτωθεν τῶν κυμάτων ἡ στάσις, μεταξὺ δὲ οὐρανοῦ καὶ θαλάσσης ἀνέμων ποικίλων ἐσύριζε ψόφος.
Καὶ ὁ μὲν ἀὴρ εἶχε σάλπιγγος ἦχον, οἱ δὲ κάλοι περὶ τὴν ὀθόνην πίπτουσιν, ἀντιπαταγοῦντες δὲ ἐτετρίγεσαν· ἐφόβει δὲ καὶ τὰ ξύλα τῆς νεὼς ῥηγνύμενα μὴ κατὰ μικρὸν ἀνοιχθείη τὸ σκάφος τῶν γόμφων ἀποσπωμένων· γέρρα δὲ περὶ πᾶσαν τὴν ναῦν ἐκεκάλυπτο.
Καὶ γὰρ ὄμβρος ἐπέκλυζε πολύς, ἡμεῖς δὲ τὰ γέρρα ὑποδύντες ὥσπερ εἰς ἄντρον ἐμένομεν, παραδόντες ἑαυτοὺς τῇ τύχῃ, ῥίψαντες τὰς ἐλπίδας.
Τρικυμίαι δὲ πολλαὶ καὶ πάντοθεν, αἱ μὲν κατὰ πρόσωπον, αἱ δὲ κατ’ οὐρὰν τῆς νεὼς ἀλλήλαις ἀντέπιπτον. Ἡ δὲ ναῦς ἀεὶ πρὸς μὲν τὸ κυρτούμενον τῆς θαλάσσης ἠγείρετο, πρὸς δὲ τὸ παραδραμὸν ἤδη καὶ χθαμαλὸν τοῦ κύματος κατεδύετο. Ἐῴκει δὲ τῶν κυμάτων
Ἦν δὲ καὶ τὰ ἐγκάρσια τῶν κυμάτων ἑκατέρωθεν φοβερώτερα. Ἀναβαίνουσα μὲν γὰρ ἐπὶ τὴν ναῦν ἡ θάλασσα διὰ τῶν γέρρων ἐκυλίετο καὶ ἐκάλυπτε πᾶν τὸ σκάφος.
Τὸ γὰρ κῦμα αἰρόμενον ὑψοῦ, ψαῦον αὐτῶν τῶν νεφῶν, πόρρωθεν μὲν πρὸς ἀντιπρόσωπον ἐφαίνετο τῷ σκάφει μέγεθος οἷον προσιὸν δὲ βλέπων καταποθήσεσθαι τὴν ναῦν προσεδόκησας.
Ἦν οὖν ἀνέμων μάχη καὶ κυμάτων· ἡμεῖς δὲ οὐκ ἠδυνάμεθα κατὰ χώραν μένειν ὑπὸ τοῦ τῆς νεὼς σεισμοῦ. Συμμιγὴς δὲ πάντων ἐγίνετο βοή· ἐρρόχθει τὸ κῦμα, ἐπάφλαζε τὸ πνεῦμα, ὀλολυγμὸς γυναικῶν, ἀλαλαγμὸς ἀνδρῶν, κελευσμὸς ναυτῶν, πάντα θρήνων καὶ κωκυτῶν ἀνάμεστα.
Καὶ ὁ κυβερνήτης ἐκέλευε ῥίπτειν τὸν φόρτον· διάκρισις δ’ οὐκ ἦν ἀργύρου καὶ χρυσοῦ πρὸς ἄλλο τι τῶν εὐτελῶν, ἀλλὰ πάνθ’ ὁμοίως ἠκοντίζομεν ἔξω τῆς νεώς· πολλοὶ δὲ καὶ τῶν ἐμπόρων αὐτοὶ τῶν οἰκείων λαμβάνοντες, ἐν οἷς εἶχον τὰς ἐλπίδας, ἐώθουν ἐπειγόμενοι. Καὶ ἦν ἤδη ἡ ναῦς τῶν ἐπίπλων γυμνή· ὁ δὲ χειμὼν οὐκ ἐσπένδετο.
Τέλος ὁ κυβερνήτης ἀπειπὼν ῥίπτει μὲν τὰ πηδάλια ἐκ τῶν χειρῶν, ἀφίησι δὲ τὸ σκάφος τῇ θαλάσσῃ καὶ εὐτρεπίζει ἤδη τὴν ἐφολκίδα καὶ τοῖς ναύταις ἐμβαίνειν κελεύσας τῆς ἀποβάθρας ἦρχεν· οἱ δὲ εὐθὺς κατὰ πόδας ἐξήλλοντο.
Ἔνθα δὴ καὶ τὰ δεινὰ ἦν καὶ ἦν μάχη χειροποίητος. Οἱ μὲν γὰρ ἐπιβάντες ἤδη τὸν κάλων ἔκοπτον, ὃς συνέδει τὴν ἐφολκίδα τῷ σκάφει· τῶν δὲ πλωτήρων ἕκαστος ἔσπευδον μεταπηδᾶν ἔνθα καὶ τὸν κυβερνήτην ἑωράκεσαν, ἐφείλκοντό τε τὸν κάλων· οἱ δ’ ἐκ τῆς ἐφολκίδος μεταβαίνειν οὐκ ἐπέτρεπον·
εἶχον δὲ καὶ πελέκεις καὶ μαχαίρας, καὶ πατάξειν ἠπείλουν, εἴ τις
Οἱ μὲν γὰρ ἐκ τῆς ἐφολκίδος δέει τοῦ καταδῦναι τῷ τῶν ἐπεμβαινόντων ὄχλῳ πελέκεσι καὶ μαχαίραις τοὺς ἐξαλλομένους ἔπαιον· οἱ δὲ σκυτάλαις καὶ κώπαις ἅμα τῷ πηδήματι τὰς πληγὰς κατέφερον·
οἱ δὲ καὶ ἄκρου ψαύοντες τοῦ σκάφους ἐξωλίσθανον· ἔνιοι δὲ καὶ ἐπιβαίνοντες τοῖς ἐπὶ τῆς ἐφολκίδος ἤδη διεπάλαιον· φιλίας γὰρ ἢ αἰδοῦς οὐκέτι θεσμὸς ἦν, ἀλλὰ τὸ οἰκεῖον ἕκαστος σκοπῶν ἀσφαλές, τὸ πρὸς τοὺς ἑτέρους εὔγνωμον οὐκ ἐλογίζετο. Οὕτως οἱ μεγάλοι κίνδυνοι καὶ τοὺς τῆς φιλίας λύουσι νόμους.
Ἔνθα δή τις ἀπὸ τῆς νεὼς νεανίσκος εὔρωστος λαμβάνεται τοῦ κάλω καὶ ἐφέλκεται τὴν ἐφολκίδα, καὶ ἦν ἐγγὺς ἤδη τοῦ σκάφους, ηὐτρεπίζετο δὲ ἕκαστος ὡς εἰ πελάσειε πηδήσων ἐς αὐτήν.
Καὶ δύο μὲν ἢ τρεῖς ηὐτύχησαν οὐκ ἀναιμωτί, πολλοὶ δὲ ἀποπηδᾶν πειρώμενοι ἐξεκυλίσθησαν τῆς νεὼς κατὰ τῆς θαλάσσης. Ταχὺ γὰρ τὴν ἐφολκίδα ἀπολύσαντες οἱ ναῦται, πελέκει κόψαντες τὸν κάλων τὸν πλοῦν εἶχον ἔνθα αὐτοὺς ἦγε τὸ πνεῦμα· οἱ δὲ ἐπὶ τῆς νεὼς ἐπηρῶντο καταδῦναι τὴν ἐφολκίδα.
Τὸ δὲ σκάφος ἐκυβίστα περὶ τοῖς κύμασιν ὀρχούμενον, λανθάνει δὲ προσενεχθὲν ὑφάλῳ πέτρᾳ καὶ ῥήγνυται πᾶν· ἀπωσθείσης δὲ τῆς νεὼς ὁ ἱστὸς ἐπὶ θάτερα πεσὼν τὸ μέν τι κατέκλασε, τὸ δέ τι κατέδυσεν αὐτῆς.
Ὁπόσοι μὲν οὖν παραχρῆμα τῆς ἅλμης πιόντες κατεσχέθησαν, οὗτοι μετριωτέραν ὡς ἐν κακοῖς ἔσχον τὴν συμφοράν, οὐκ ἐνδιατρίψαντες τῷ τοῦ θανάτου φόβῳ.
Ὁ γὰρ ἐν θαλάττῃ θάνατος βραδὺς προαναιρεῖ πρὸ
Ἔνιοι δὲ κολυμβᾶν πειρώμενοι, προσραγέντες ὑπὸ τοῦ κύματος τῇ πέτρᾳ διεφθείροντο· πολλοὶ δὲ καὶ ξύλοις ἀπερρωγόσι συμπεσόντες ἐπείροντο δίκην ἰχθύων· οἱ δὲ καὶ ἡμιθνῆτες ἐνήχοντο.
Ἐπεὶ οὖν τὸ πλοῖον διελύθη, δαίμων τις ἀγαθὸς περιέσωσεν ἡμῖν τῆς πρῴρας μέρος, ἔνθα περικαθίσαντες ἐγώ τε καὶ ἡ Λευκίππη κατὰ ῥοῦν ἐφερόμεθα τῆς θαλάσσης· ὁ δὲ Μενέλαος καὶ ὁ Σάτυρος σὺν ἄλλοις τῶν πλωτήρων ἐπιτυχόντες τοῦ ἱστοῦ καὶ ἐπιπεσόντες ἐνήχοντο.
Πλησίον δὲ καὶ τὸν Κλεινίαν ἑωρῶμεν περινηχόμενον τῇ κεραίᾳ καὶ ταύτην ἠκούσαμεν αὐτοῦ τὴν βοήν “ἔχου τοῦ ξύλου, Κλειτοφῶν·” ἅμα δὲ λέγοντα κῦμα ἐπεκάλυπτε κατόπιν·
καὶ ἡμεῖς ἐκωκύσαμεν. Κατὰ ταὐτὸ καὶ ἡμῖν ἐπεφέρετο τὸ κῦμα· ἀλλὰ τύχῃ τινὶ πλησίον γενόμενον ἡμῶν κάτωθεν παρατρέχει, ὥστε ὑψούμενον μετέωρον τὸ ξύλον κατὰ τὸν αὐχένα τοῦ κύματος καὶ τὸν Κλεινίαν ἰδεῖν αὖθις.
Ἀνοιμώξας οὖν “ἐλέησον” ἔφην “δέσποτα Πόσειδον, καὶ σπεῖσαι πρὸς τὰ τῆς ναυαγίας σου λείψανα. Πολλοὺς ἤδη τῷ φόβῳ θανάτους ὑπεμείναμεν· εἰ δὲ ἡμᾶς ἀποκτεῖναι θέλεις, μὴ διαστήσῃς ἡμῶν τὴν τελευτήν· ἓν ἡμᾶς κῦμα καλυψάτω· εἰ δὲ καὶ θηρίων ἡμᾶς βορὰν πέπρωται γενέσθαι, εἷς ἡμᾶς ἰχθὺς ἀναλωσάτω, μία γαστὴρ χωρησάτω,
ἵνα καὶ ἐν ἰχθύσι κοινῇ ταφῶμεν.” Μετὰ μικρὸν δὲ τῆς εὐχῆς τὸ πολὺ τοῦ πνεύματος περιεπέπαυτο, τὸ δὲ ἄγριον ἐστόρεστο τοῦ κύματος. Μεστὴ δὲ ἦν ἡ θάλαττα νεκρῶν σωμάτων. Τοὺς μὲν
ἡμεῖς δὲ περὶ δείλην ἑσπέραν τύχῃ τινὶ τῷ Πηλουσίῳ προσίσχομεν καὶ ἄσμενοι γῆς λαβόμενοι τοὺς θεοὺς ἀνευφημοῦμεν· εἶτα ὠλοφυρόμεθα τὸν Κλεινίαν καὶ τὸν Σάτυρον, νομίζοντες αὐτοὺς ἀπολωλέναι.
Ἔστι δὲ ἐν τῷ Πηλουσίῳ Διὸς ἱερὸν ἄγαλμα Κασίου· τὸ δὲ ἄγαλμα νεανίσκος, Ἀπόλλωνι μᾶλλον ἐοικώς· οὕτω γὰρ ἡλικίας εἶχε· προβέβληται δὲ τὴν χεῖρα καὶ ἔχει ῥοιὰν ἐπ’ αὐτῇ· τῆς δὲ ῥοιᾶς ὁ λόγος μυστικός.
Προσευξάμενοι δὴ τῷ θεῷ καὶ περὶ τοῦ Κλεινίου καὶ τοῦ Σατύρου σύμβολον ἐξαιτήσαντες ʽκαὶ γὰρ ἔλεγον μαντικὸν εἶναι τὸν θεόν’ περιῄειμεν τὸν νεών.
Κατὰ δὲ τὸν ὀπισθόδομον ὁρῶμεν εἰκόνα διπλῆν, καὶ ὁ γραφεὺς ἐπεγέγραπτο· Εὐάνθης μὲν ὁ γραφεύς, ἡ δὲ εἰκὼν Ἀνδρομέδα καὶ Προμηθεύς, δεσμῶται μὲν ἄμφω “διὰ τοῦτο γὰρ αὐτούς, οἶμαι, εἰς ἓν συνήγαγεν ὁ ζωγράφοσ” , ἀδελφαὶ δὲ καὶ τὴν ἄλλην τύχην αἱ γραφαί.
Πέτραι μὲν ἀμφοῖν τὸ δεσμωτήριον, θῆρες δὲ κατ’ ἀμφοῖν οἱ δήμιοι, τῷ μὲν ἐξ ἀέρος, τῇ δὲ ἐκ θαλάττης· ἐπίκουροι δὲ αὐτοῖς Ἀργεῖοι δύο συγγενεῖς, τῷ μὲν Ἡρακλῆς, τῇ δὲ Περσεύς· ὁ μὲν τοξεύων τὸν ὄρνιν τοῦ Διός, ὁ δὲ ἐπὶ τὸ κῆτος τοῦ Ποσειδῶνος ἀθλῶν. Ἀλλ’ ὁ μὲν ἵδρυται τοξαζόμενος ἐν γῇ, ὁ δὲ ἐξ ἀέρος κρέμαται τῷ πτερῷ.
Ὀρώρυκται μὲν οὖν εἰς τὸ μέτρον τῆς κόρης ἡ πέτρα· θέλει δὲ τὸ ὄρυγμα λέγειν, ὅτι μή τις αὐτὸ πεποίηκε χείρ, ἀλλ’ ἔστιν αὐτόχθον· ἐτράχυνε γὰρ τοῦ λίθου τὸν κόλπον ὁ γραφεύς, ὡς ἔτεκεν αὐτὸν ἡ
Ἡ δὲ ἐνίδρυται τῇ σκέπῃ, καὶ ἔοικε τὸ θέαμα, εἰ μὲν εἰς τὸ κάλλος ἀπίδοις, ἀγάλματι καινῷ, εἰ δὲ εἰς τὰ δεσμὰ καὶ τὸ κῆτος, αὐτοσχεδίῳ τάφῳ. Ἐπὶ δὲ τῶν προσώπων αὐτῆς κάλλος κεκέρασται καὶ δέος.
Ἐν μὲν γὰρ ταῖς παρειαῖς τὸ δέος κάθηται, ἐκ δὲ τῶν ὀφθαλμῶν ἀνθεῖ τὸ κάλλος. Ἀλλ’ οὔτε τῶν παρειῶν τὸ ὠχρὸν τέλεον ἀφοίνικτον ἦν, ἠρέμα δὲ τῷ ἐρεύθει βέβαπται, οὔτε τὸ τῶν ὀφθαλμῶν ἄνθος ἐστὶν ἀμέριμνον, ἀλλ’ ἔοικε τοῖς ἄρτι μαραινομένοις ἴοις. Οὕτως αὐτὴν ἐκόσμησεν ὁ ζωγράφος εὐμόρφῳ φόβῳ.
Τὰς δὲ χεῖρας εἰς τὴν πέτραν ἐξεπέτασεν, ἄγχει δὲ ἄνω δεσμὸς ἑκατέραν συνάπτων τῇ πέτρᾳ· οἱ καρποὶ δὲ ὥσπερ ἀμπέλου βότρυες κρέμανται. Καὶ αἱ μὲν ὠλέναι τῆς κόρης ἄκρατον ἔχουσαι τὸ λευκὸν εἰς τὸ πελιδνὸν μετέβαλον, ἐοίκασι δὲ ἀποθνήσκειν οἱ δάκτυλοι.
Δέδεται μὲν οὖν οὕτω τὸν θάνατον ἐκδεχομένη, ἕστηκε δὲ νυμφικῶς ἐστολισμένη, ὥσπερ Ἀιδωνεῖ νύμφη κεκοσμημένη· ποδήρης ὁ χιτών, λευκὸς ὁ χιτών· τὸ ὕφασμα λεπτόν, ἀραχνίων ἐοικὸς πλοκῇ, οὐ κατὰ τὴν τῶν προβατείων τριχῶν, ἀλλὰ κατὰ τὴν τῶν ἐρίων τῶν λεπτοΐνων, οἷον ἀπὸ δένδρων ἕλκουσαι νήματα γυναῖκες ὑφαίνουσιν Ἰνδαί.
Τὸ δὲ κῆτος ἀντιπρόσωπον τῆς κόρης κάτωθεν ἀναβαῖνον ἀνοίγει τὴν θάλατταν· καὶ τὸ μὲν πολὺ τοῦ σώματος περιβέβληται τῷ κύματι, μόνῃ δὲ τῇ κεφαλῇ τὴν θάλατταν ἀποδύεται. Ὑπὸ δὲ τὴν ἅλμην τοῦ κύματος ἡ τῶν νώτων ἐγέγραπτο φαινομένη σκιά, τὰ τῶν φολίδων ἐπάρματα, τὰ τῶν αὐχένων κυρτώματα, ἡ λοφιὰ τῶν ἀκανθῶν, οἱ τῆς οὐρᾶς ἑλιγμοί.
Γένυς πολλὴ καὶ μακρά· ἀνέῳκτο δὲ πᾶσα μέχρι τῆς τῶν ὤμων συμβολῆς, καὶ εὐθὺς ἡ γαστήρ. Μεταξὺ δὲ τοῦ κήτους καὶ τῆς κόρης ὁ Περσεὺς ἐγέγραπτο
Ἡ δέ ἐστι φοβερὰ κἀν τοῖς χρώμασι· τοὺς ὀφθαλμοὺς ἐξεπέτασεν, ἔφριξε τὰς τρίχας τῶν κροτάφων, ἤγειρε τοὺς δράκοντας· οὕτως ἀπειλεῖ κἀν τῇ γραφῇ. Ὅπλον μὲν τοῦτο τῇ λαιᾷ τῷ Περσεῖ· ὥπλισται δὲ καὶ τὴν δεξιὰν διφυεῖ σιδήρῳ εἰς δρέπανον καὶ ξίφος ἐσχισμένῳ.
Ἄρχεται μὲν γὰρ ἡ κώπη κάτωθεν ἀμφοῖν ἐκ μιᾶς, καί ἐστιν ἐφ’ ἡμίσει τοῦ σιδήρου ξίφος, ἐντεῦθεν δὲ ἀπορραγὲν τὸ μὲν ὀξύνεται, τὸ δὲ ἐπικάμπτεται. Καὶ τὸ μὲν ἀπωξυσμένον μένει ξίφος, ὡς ἤρξατο, τὸ δὲ καμπτόμενον δρέπανον γίνεται, ἵνα μιᾷ πληγῇ τὸ μὲν ἐρείδῃ τὴν σφαγήν, τὸ δὲ κρατῇ τὴν τομήν. Τὸ μὲν τῆς Ἀνδρομέδας δρᾶμα τοῦτο.
Ἑξῆς δὲ τὸ τοῦ Προμηθέως ἐγεγόνει. Δέδεται μὲν ὁ Προμηθεὺς σιδήρῳ καὶ πέτρᾳ, ὥπλισται δὲ Ἡρακλῆς τόξῳ καὶ δόρατι. Ὄρνις ἐς τὴν τοῦ Προμηθέως γαστέρα τρυφᾷ· ἕστηκε γὰρ αὐτὴν ἀνοίγων,
ἤδη μὲν ἀνεῳγμένην· ἀλλὰ τὸ ῥάμφος ἐς τὸ ὄρυγμα καθεῖται, καὶ ἔοικε διορύττειν τὸ τραῦμα καὶ ζητεῖν τὸ ἧπαρ· τὸ δὲ ἐκφαίνεται τοσοῦτον, ὅσον ἀνέῳξεν ὁ γραφεὺς τὸ διόρυγμα τοῦ τραύματος· ἐπερείδει δὲ τῷ μηρῷ τῷ τοῦ Προμηθέως τὰς τῶν ὀνύχων ἀκμάς.
Ὁ δὲ ἀλγῶν πάντη συνέσταλται καὶ τὴν πλευρὰν συνέσπασται καὶ τὸν μηρὸν ἐγείρει καθ’ αὑτοῦ· εἰς γὰρ τὸ ἧπαρ συνάγει τὸν ὄρνιν· ὁ δὲ ἕτερος αὐτῷ τοῖν ποδοῖν τῷ σπασμῷ ὄρθιος ἀντιτείνεται κάτω καὶ εἰς
Τὸ δ’ ἄλλο σχῆμα δείκνυσι τὸν πόνον· κεκύρτωται τὰς ὀφρῦς, συνέσταλται τὸ χεῖλος, φαίνει τοὺς ὀδόντας. Ἠλέησας ἂν ὡς ἀλγοῦσαν καὶ τὴν γραφήν.
Ἀναφέρει δὲ λυπούμενον Ἡρακλῆς. Ἕστηκε γὰρ τοξεύων τοῦ Προμηθέως τὸν δήμιον· ἐνήρμοσται τῷ τόξῳ τὸ βέλος, τῇ λαιᾷ προβέβληται τὸ κέρας ὠθῶν, ἐπὶ μαζὸν ἕλκει τὴν δεξιάν, ἕλκων τὸ νεῦρον κεκύρτωται κατόπιν τὸν ἀγκῶνα.
Πάντα οὖν ὁμοῦ πτύσσεται, τὸ τόξον, τὸ νεῦρον, ἡ δεξιά. Συνάγεται μὲν ὑπὸ τοῦ νεύρου τὸ τόξον, διπλοῦται δὲ ὑπὸ τῆς χειρὸς τὸ νεῦρον,
κλίνεται δὲ ἐπὶ μαζὸν ἡ χείρ. Ὁ δὲ Προμηθεὺς μεστός ἐστιν ἐλπίδος ἅμα καὶ φόβου· πῇ μὲν γὰρ εἰς τὸ ἕλκος, πῇ δὲ εἰς τὸν Ἡρακλέα βλέπει, καὶ θέλει μὲν αὐτὸν ὅλοις τοῖς ὀφθαλμοῖς ἰδεῖν, ἕλκει δὲ τὸ ἥμισυ τοῦ βλέμματος ὁ πόνος.
Ἐνδιατρίψαντες οὖν ἡμερῶν δύο καὶ ἀναλαβόντες ἑαυτοὺς ἐκ τῶν κακῶν, ναῦν Αἰγυπτίαν μισθωσάμενοι ʽεἴχομεν δὲ ὀλίγον χρυσίον, ὅπερ ἐτύχομεν ἐζωσμένοἰ διὰ τοῦ Νείλου τὸν πλοῦν ἐπ’ Ἀλεξάνδρειαν ἐποιούμεθα, μάλιστα μὲν ἐκεῖ διεγνωκότες ποιήσασθαι τὴν διατριβὴν καὶ νομίζοντες ταύτῃ τάχα τοὺς φίλους εὑρήσειν προσενεχθέντας.
Ἐπεὶ δ’ ἐγενόμεθα κατά τινα πόλιν, ἐξαίφνης βοῆς ἀκούομεν πολλῆς. Καὶ ὁ ναύτης εἰπὼν “ὁ βουκόλοσ” μεταστρέφει τὴν ναῦν, ὡς ἐπαναπλεύσων εἰς τοὐπίσω, καὶ ἅμα πλήρης ἦν ἡ γῆ φοβερῶν καὶ ἀγρίων ἀνθρώπων· μεγάλοι μὲν πάντες, μέλανες δὲ τὴν χρόαν, οὐ κατὰ τὴν τῶν Ἰνδῶν τὴν ἄκρατον, ἀλλ̓ οἷος ἂν γένοιτο νόθος Αἰθίοψ, ψιλοὶ τὰς κεφαλάς,
Καὶ ὁ κυβερνήτης εἰπὼν “ἀπολώλαμεν” ἔστησε τὴν ναῦν, ὁ γὰρ ποταμὸς ταύτῃ στενώτατος· καὶ ἐπεμβάντες τῶν λῃστῶν τέσσαρες πάντα μὲν τὰ ἐν τῇ νηὶ λαμβάνουσι, καὶ τὸ χρυσίον ἡμῶν ἀποφέρουσιν, ἡμᾶς δὲ δήσαντες καὶ κατακλείσαντες εἴς τι δωμάτιον ἀπηλλάττοντο, φύλακας ἡμῖν καταλιπόντες, ὡς εἰς τὴν ἐπιοῦσαν ἄξοντες ἡμᾶς ὡς τὸν βασιλέα· τούτῳ γὰρ ἐκάλουν τῷ ὀνόματι τὸν λῃστὴν τὸν μείζονα. Καὶ ἦν ὁδὸς ἡμερῶν δύο, ὡς παρὰ τῶν σὺν ἡμῖν ἑαλωκότων ἠκούσαμεν.
Ἐπεὶ οὖν νὺξ ἐγένετο καὶ ἐκείμεθα, ὡς ἦμεν, δεδεμένοι καὶ ἐκάθευδον οἱ φρουροί, τότε, ὡς ἐξὸν ἤδη, κλάειν ἦρχον τὴν Λευκίππην. Καὶ δὴ λογισάμενος ὅσων αὐτῇ γέγονα κακῶν αἴτιος, κωκύσας ἐν τῇ ψυχῇ βύθιον, τῷ δὲ νῷ κλέψας τοῦ κωκυτοῦ τὸν ψόφον “ὦ θεοὶ καὶ δαίμονεσ” ἔφην “εἴπερ ἐστέ που καὶ ἀκούετε, τί τηλικοῦτον ἠδικήκαμεν, ὡς ἐν ὀλίγαις ἡμέραις τοσούτῳ πλήθει βαπτισθῆναι κακῶν;
Νῦν δὲ καὶ παραδεδώκατε ἡμᾶς λῃσταῖς Αἰγυπτίοις, ἵνα μηδὲ ἐλέου τύχωμεν. Λῃστὴν γὰρ Ἕλληνα καὶ φωνὴ κατέκλασε, καὶ δέησις ἐμάλαξεν· ὁ γὰρ λόγος πολλάκις τὸν ἔλεον προξενεῖ· τῷ γὰρ πονοῦντι τῆς ψυχῆς ἡ γλῶττα πρὸς ἱκετηρίαν διακονουμένη τῆς τῶν ἀκουόντων ψυχῆς ἡμεροῖ τὸ θυμούμενον.
Νῦν δὲ ποίᾳ μὲν φωνῇ δεηθῶμεν; τίνας δὲ λόγους προτείνωμεν; Κἂν Σειρήνων τις γένηται πιθανώτερος, ὁ ἀνδροφόνος οὐκ ἀκούει. Μόνοις ἱκετεύειν με δεῖ τοῖς νεύμασι καὶ τὴν δέησιν δηλοῦν ταῖς χειρονομίαις. Ὢ τῶν ἀτυχημάτων· ἤδη τὸν θρῆνον ὀρχήσομαι.
Τὰ μὲν οὖν ἐμά, κἂν ὑπερβολὴν ἔχῃ συμφορᾶς, ἧττον ἀλγῶ, τὰ δὲ σά, Λευκίππη, ποίῳ
Ὡς καλά σου τῶν γάμων τὰ κοσμήματα. Θάλαμος μὲν τὸ δεσμωτήριον, εὐνὴ δὲ ἡ γῆ, ὅρμοι δὲ καὶ ψέλια κάλοι καὶ βρόχος, καί σοι νυμφαγωγὸς λῃστὴς παρακαθεύδει, ἀντὶ δὲ ὑμεναίων τίς σοι τὸν θρῆνον ᾅδει.
Μάτην σοι, ὦ θάλασσα, τὴν χάριν ὡμολογήσαμεν· μέμφομαί σου τῇ φιλανθρωπίᾳ· χρηστοτέρα γέγονας πρὸς οὕς ἀπέκτεινας, ἡμᾶς δὲ σώσασα μᾶλλον ἀπέκτεινας. Ἐφθόνησας ἡμῖν ἀλῃστεύτοις ἀποθανεῖν.”
Ταῦτα μὲν οὖν ἐθρήνουν ἡσυχῆ, κλάειν δὲ οὐκ ἠδυνάμην· τοῦτο γὰρ ἴδιον τῶν ὀφθαλμῶν ἐν τοῖς μεγάλοις κακοῖς. Ἐν μὲν γὰρ ταῖς μετρίαις συμφοραῖς ἀφθόνως τὰ δάκρυα καταρρεῖ καὶ ἔστι τοῖς πάσχουσιν εἰς τοὺς κολάζοντας ἱκετηρία καὶ τοὺς ἀλγοῦντας ὥσπερ οἰδοῦντος τραύματος ἐκένωσεν· ἐν δὲ τοῖς ὑπερβάλλουσι δεινοῖς φεύγει τὰ δάκρυα καὶ προδίδωσι τοὺς ὀφθαλμούς.
Ἐντυχοῦσα γὰρ αὐτοῖς ἀναβαίνουσιν ἡ λύπη ἵστησί τε τὴν ἀκμὴν καὶ μετοχετεύει καταφέρουσα σὺν αὑτῇ κάτω· τὰ δὲ ἐκτρεπόμενα τῆς ἐπὶ τοὺς ὀφθαλμοὺς ὁδοῦ εἰς τὴν ψυχὴν καταρρεῖ καὶ χαλεπώτερον αὐτῆς ποιεῖ τὸ τραῦμα. Λέγω οὖν πρὸς τὴν Λευκίππην πάντα σιγῶσαν “τί σιγᾷς, φιλτάτη, καὶ οὐδέν μοι λαλεῖς;” “Ὅτι μοι” ἔφη “πρὸ τῆς ψυχῆς, Κλειτοφῶν, τέθνηκεν ἡ φωνή.”
Ταῦθ’ ἡμᾶς διαλεγομένους ἔλαθεν ἕως γενομένη· καί τις ἵππον ἐπελαύνων ἔρχεται, κόμην ἔχων πολλὴν καὶ ἀγρίαν· ἐκόμα δὲ καὶ ὁ ἵππος. Γυμνὸς ἦν ὁ ἵππος ἄστρωτος καὶ οὐκ εἶχε φάλαρα· τοιοῦτοι γὰρ τοῖς λῃσταῖς εἰσιν οἱ ἵπποι. Ἀπὸ δὲ τοῦ λῃστάρχου παρῆν καὶ “εἴ τισ” ἔφη “παρθένος ἐστὶν ἐν
ἐσομένην καὶ καθάρσιον τοῦ στρατοῦ.” Οἱ δὲ ἐπὶ τὴν Λευκίππην εὐθὺς τρέπονται, ἡ δὲ εἴχετό μου καὶ ἐξεκρέματο βοῶσα. Τῶν δὲ λῃστῶν οἱ μὲν ἀπέσπων, οἱ δὲ ἔτυπτον· ἀπέσπων μὲν τὴν Λευκίππην, ἔτυπτον δὲ ἐμέ. Ἀράμενοι οὖν αὐτὴν μετέωρον ἀπάγουσιν, ἡμᾶς δὲ κατὰ σχολὴν ἦγον δεδεμένους.
Καὶ ἐπεὶ δύο σταδίους τῆς κώμης προήλθομεν, ἀλαλαγμὸς ἀκούεται πολὺς καὶ σάλπιγγος ἦχος καὶ ἐπιφαίνεται φάλαγξ στρατιωτική, πάντες ὁπλῖται. Οἱ δὲ λῃσταὶ κατιδόντες, ἡμᾶς μέσους διαλαβόντες ἔμενον ἐπιόντας, ὡς αὐτοὺς ἀμυνούμενοι.
Καὶ μετ̓ οὐ πολὺ παρῆσαν πεντήκοντα τὸν ἀριθμόν, πάντες ὁπλῖται, οἱ μὲν ποδήρεις ἔχοντες τὰς ἀσπίδας, οἱ δὲ πέλτας· οἱ δὲ λῃσταὶ πολλῷ πλείους ὄντες, βώλους ἀπὸ τῆς γῆς λαμβάνοντες τοὺς στρατιώτας ἔβαλλον.
Παντὸς δὲ βώλου χαλεπώτερος βῶλος Αἰγύπτιος, βαρύς τε καὶ τραχὺς καὶ ἀνώμαλος· τὸ δ’ ἀνώμαλόν εἰσιν αἱ αἰχμαὶ τῶν λίθων· ὥστε βληθεὶς διπλοῦν ποιεῖ ἐν ταὐτῷ τὸ τραῦμα, καὶ οἴδημα ὡς ἀπὸ λίθου,
καὶ τομὰς ὡς ἀπὸ βέλους. Ἀλλὰ ταῖς γε ἀσπίσιν ἐκδεχόμενοι τοὺς λίθους ὀλίγον τῶν βαλλόντων ἐφρόντιζον. Ἐπεὶ οὖν ἔκαμον οἱ λῃσταὶ βάλλοντες, ἀνοίγουσι μὲν οἱ στρατιῶται τὴν φάλαγγα, ἐκθέουσι δὲ ἀπὸ τῶν ὅπλων ἄνδρες κούφως ἐσταλμένοι, φέρων αἰχμὴν ἕκαστος καὶ ξίφος, καὶ ἀκοντίζουσιν ἅμα, καὶ οὐδεὶς ἦν ὃς οὐκ ἐπέτυχεν.
Εἶτα οἱ ὁπλῖται προσέρρεον· καὶ ἦν ἡ μάχη στερρά, πληγαὶ δὲ παῤ ἀμφοτέρων καὶ τραύματα καὶ σφαγαί. Καὶ τὸ μὲν ἔμπειρον παρὰ τοῖς στρατιώταις ἀνεπλήρου τοῦ πλήθους τὸ ἐνδεές· ἡμεῖς δὲ ὅσοι τῶν αἰχμαλώτων
Οἱ δὲ δτρατιῶται τὸ μὲν πρῶτον ἐπεχείρουν ἀναιρεῖν, οὐκ εἰδότες, ὡς δὲ εἶδον γυμνοὺς καὶ δεσμὰ ἔχοντας, ὑπονοήσαντες τὴν ἀλήθειαν δέχονται τῶν ὅπλων εἴσω καὶ ἐπ̓ οὐρὰν παραπέμψαντες εἴων ἡσυχάζειν.
Ἐν τούτῳ δὲ καὶ ἱππεῖς προσέρρεον, καὶ ἐπεὶ πλησίον ἐγένοντο, κατὰ κέρας ἑκάτερον ἐκτείναντες τὴν φάλαγγα περιίππευον αὐτοὺς κύκλῳ, κἀν τούτῳ συναγαγόντες αὐτοὺς εἰς ὀλίγον κατεφόνευον. Καὶ οἱ μὲν ἔκειντο τεθνηκότες, οἱ δὲ καὶ ἡμιθνῆτες ἐμάχοντο· τοὺς δὲ λοιποὺς ἐζώγρησαν.
Ἦν δὲ περὶ δείλην ὁ καιρός· καὶ ὁ στρατηγὸς διαλαβὼν ἡμῶν ἕκαστον ἐπυνθάνετο τίνες εἴημεν καὶ πῶς ληφθείημεν· διηγεῖτο δὲ ἄλλος ἄλλο τι, κἀγὼ τἀμὰ εἶπον. Ἐπεὶ οὖν ἅπαντα ἔμαθεν, ἐκέλευσεν ἀκολουθεῖν, αὐτὸς δὲ ὅπλα δώσειν ὑπέσχετο· διεγνώκει γὰρ ἀναμείνας στρατιὰν ἐπελθεῖν τῷ μεγάλῳ λῃστηρίῳ· ἐλέγοντο δὲ ἀμφὶ τοὺς μυρίους εἶναι.
Ἐγὼ δὲ ἵππον ᾔτουν, σφόδρα γὰρ ἤμην ἱππεύειν γεγυμνασμένος. Ὡς δέ τις παρῆν, περιάγων τὸν ἵππον ἐπεδεικνύμην ἐν ῥυθμῷ τὰ τῶν πολεμούντων σχήματα, ὥστε καὶ τὸν στρατηγὸν σφόδρα ἐπαινέσαι. Ποιεῖται δή με ἐκείνην τὴν ἡμέραν ὁμοτράπεζον καὶ παρὰ τὸ δεῖπνον ἐπυνθάνετο τἀμὰ καὶ ἀκούων ἠλέει.
Συμπαθὴς δέ πως εἰς ἔλεον ἄνθρωπος ἀκροατὴς ἀλλοτρίων κακῶν, καὶ ὁ ἔλεος πολλάλις φιλίαν προξενεῖ· ἡ γὰρ ψυχὴ μαλαχθεῖσα πρὸς τὴν ὧν ἤκουσε λύπην, συνδιατεθεῖσα κατὰ μικρὸν τῇ τοῦ πάθους ἀκροάσει τὸν οἶκτον εἰς φιλίαν καὶ τὴν λύπην εἰς ἔλεον συλλέγει.
Οὕτως οὖν διέθηκα
Τῇ δ’ ὑστεραίᾳ πρὸς τὴν διάβασιν παρεσκευάζετο καὶ ἐπεχείρει τὴν διώρυχα χῶσαι, ἥτις ἦν ἐμποδών. Καὶ γὰρ ἑωρῶμεν τοὺς λῃστὰς μετὰ πλείστης δυνάμεως ἐπὶ θάτερα τῆς διώρυχος ἑστῶτας ἐν τοῖς ὅπλοις· βωμὸς δέ τις αὐτοῖς αὐτοσχέδιος ἦν πηλοῦ πεποιημένος καὶ σορὸς τοῦ βωμοῦ πλησίον.
Ἄγουσι δή τινες δύο τὴν κόρην ὀπίσω τὼ χεῖρε δεδεμένην. Καὶ αὐτοὺς μὲν οἵτινες ἦσαν οὐκ εἶδον, ἦσαν γὰρ ὡπλισμένοι, τὴν δὲ κόρην Λευκίππην οὖσαν ἐγνώρισα.
Εἶτα κατὰ τῆς κεφαλῆς σπονδὴν καταχέαντες, περιάγουσι τὸν βωμὸν κύκλῳ καὶ ἐπηύλει τις αὐτῇ, καὶ ὁ ἱερεύς, ὡς εἰκός, ᾖδεν ᾠδὴν Αἰγυπτίαν· τὸ γὰρ σχῆμα τοῦ στόματος καὶ τῶν προσώπων τὸ διειλκυσμένον ὑπέφαινεν ᾠδήν.
Εἶτα ἀπὸ συνθήματος πάντες ἀναχωροῦσι τοῦ βωμοῦ μακράν, τῶν δὲ νεανίσκων ὁ ἕτερος ἀνακλίνας αὐτὴν ὑπτίαν ἔδησεν ἐκ παττάλων ἐπὶ τῆς γῆς ἐρηρεισμένων, οἷον ποιοῦσιν οἱ κοροπλάθοι τὸν Μαρσύαν ἐκ τοῦ φυτοῦ δεδεμένον· εἶτα λαβὼν ξίφος βάπτει κατὰ τῆς καρδίας καὶ διελκύσας τὸ ξίφος εἰς τὴν κάτω γαστέρα ῥήγνυσι·
τὰ σπλάγχνα δὲ εὐθὺς ἐξεπήδησεν, ἃ ταῖς χερσὶν ἐξελκύσαντες ἐπιτιθέασι τῷ βωμῷ· καὶ ἐπεὶ ὠπτήθη, κατατεμόντες ἅπαντες εἰς μοίρας ἔφαγον. Ταῦτα δὲ ὁρῶντες οἱ στρατιῶται καὶ ὁ στρατηγὸς καθ’ ἓν τῶν πραττομένων ἀνεβόων καὶ τὰς ὄψεις ἀπέστρεφον τῆς θέας, ἐγὼ δὲ ἐκ παραλόγου καθήμενος ἐθεώρουν.
Τὸ δὲ ἦν ἔκπληξις· μέτρον γὰρ οὐκ ἔχον τὸ κακὸν
Ἐπεὶ δὲ τέλος εἶχεν, ὥς γε ᾤμην, τὸ ἔργον, τὸ σῶμα ἐνθέντες τῇ σορῷ καταλείπουσι, πῶμα ἐπ’ αὐτῆς ἐπιθέντες, τὸν δὲ βωμὸν καταστρέψαντες φεύγουσιν ἀμεταστρεπτί. Οὕτω γὰρ αὐτοῖς ποιεῖν ἔτυχε μεμαντευμένος ὁ ἱερεύς.
Ἑσπέρας δὲ γενομένης ἡ διῶρυξ κέχωστο πᾶσα, οἱ δὲ στρατιῶται διαβάντες αὐλίζονται μικρὸν ἄνω τῆς διώρυχος καὶ περὶ δεῖπνον ἦσαν· ὁ δὲ στρατηγὸς ἐπεχείρει με παρηγορεῖν ἀνιαρῶς ἔχοντα.
Περὶ δὲ πρώτην νυκτὸς φυλακὴν πάντας ἐπιτηρήσας καθεύδοντας πρόειμι τὸ ξίφος ἔχων, ἐπικατασφάξων ἐμαυτὸν τῇ σορῷ.
Ἐπεὶ δὲ πλησίον ἐγενόμην, ἀνατείνω τὸ ξίφος “Λευκίππη” λέγων “ἀθλία καὶ πάντων ἀνθρώπων δυστυχεστάτη, οὐ τὸν θάνατον ὀδύρομαί σου μόνον, οὐδ’ ὅτι τέθνηκας ἐπὶ ξένης, οὐδ᾽ ὅτι σοι γέγονεν ἐκ βίας σφαγή, ἀλλ’ ὅτι ταῦτα τῶν σῶν ἀτυχημάτων παίγνια, ἀλλ’ ὅτι καθάρσιον γέγονας ἀκαθάρτων σωμάτων καί σε ζῶσαν ἀνέτεμον, οἴμοι, καὶ βλέπουσαν ὅλην τὴν ἀνατομήν, ἀλλ’ ὅτι σου τῆς γαστρὸς τὰ μυστήρια ἐμέρισαν καὶ τὴν ταφὴν κακοδαίμονι βωμῷ καὶ σορῷ.
Καὶ τὸ μὲν σῶμα ταύτῃ κατατέθειται, τὰ δὲ σπλάγχνα ποῦ; Εἰ μὲν δεδαπανήκει τὸ πῦρ, ἥττων ἡ συμφορά· νῦν δὲ ἡ τῶν σπλάγχνων σου ταφὴ λῃστῶν γέγονε τροφή. Ὢ πονηρᾶς ἐπὶ βωμοῦ δᾳδουχίας· ὦ τροφῶν καινὰ μυστήρια.
Καὶ ἐπὶ τοιούτοις θύμασιν ἔβλεπον ἄνωθεν οἱ θεοὶ καὶ οὐκ ἐσβέσθη τὸ πῦρ, ἀλλὰ μιαινόμενον ἠνείχετο καὶ ἀνέφερε τοῖς θεοῖς τὴν κνίσσαν; Λάβε οὖν, Λευκίππη, τὰς πρεπούσας σοι παρ’ ἐμοῦ χοάς.”
Ταῦτα εἰπὼν ἀνατείνω τὸ ξίφος ἄνω, ὡς καθήσων ἐμαυτῷ κατὰ τῆς σφαγῆς, καὶ ὁρῶ δύο τινὰς ἐξ ἐναντίας ʽσεληναία δὲ ἦν’ σπουδῇ θέοντας. Ἐπέσχον οὖν λῃστὰς εἶναι δοκῶν, ὡς ἂν ὑπ’ αὐτῶν ἀποθάνοιμι.
Ἐν τούτῳ δὲ ἐγγὺς ἐγένοντο καὶ ἀναβοῶσιν ἄμφω· Μενέλαος δὲ ἦν καὶ ὁ Σάτυρος. Ἐγὼ δὲ ἄνδρας ἰδὼν ἐκ παραλόγου ζῶντας φίλους οὔτε περιεπτυξάμην, οὔτ’ ἐξεπλάγην ὑφ’ ἡδονῆς· τοσοῦτον ἡ λύπη με τῆς συμφορᾶς ἐξεκώφωσε.
Λαμβάνονται δή μου τῆς δεξιᾶς καὶ ἐπεχείρουν ἀφαιρεῖσθαι τὸ ξίφος· ἐγὼ δὲ “πρὸς θεῶν” ἔφην “μή μοι φθονήσητε θανάτου καλοῦ, μᾶλλον δὲ φαρμάκου τῶν κακῶν· οὐδὲ γὰρ ζῆν ἔτι δύναμαι, κἂν νῦν με βιάσησθε,
Λευκίππης οὕτως ἀνῃρημένης. Τοῦτο μὲν γὰρ ἀφαιρήσεσθέ μου τὸ ξίφος, τὸ δὲ τῆς ἐμῆς λύπης ξίφος ἔνδον καταπέπηγε καὶ τέμνει κατ’ ὀλίγον. Ἀθανάτῳ σφαγῇ ἀποθνήσκειν με βούλεσθε;” Λέγει οὖν ὁ Μενέλαος “ἀλλ’ εἰ διὰ τοῦτο θέλεις ἀποθανεῖν, ὥρα σοι τὸ ξίφος ἐπισχεῖν· Λευκίππη δέ σοι νῦν ἀναβιώσεται.”
Βλέψας οὖν πρὸς αὐτὸν “ἔτι μου καταγελᾷσ” ἔφην “ἐπὶ τηλικούτῳ κακῷ; εὖ γε, Μενέλαε, Ξενίου μέμνησαι Διός.” Ὁ δὲ δρούσας τὴν σορὸν “ἐπεὶ τοίνυν ἀπιστεῖ Κλειτοφῶν” ἔφη, “σύ μοι, Λευκίππη,
μαρτύρησον, εἰ ζῇς.” Ἅμα δὲ εἶπε καὶ δίς που καὶ τρὶς ἐπάταξε τὴν σορόν, καὶ κάτωθεν ἀκούω φωνῆς πάνυ λεπτῆς. Τρόμος οὖν εὐθὺς ἴσχει με καὶ πρὸς τὸν Μενέλαον ἀπέβλεπον, μάγον εἶναι δοκῶν.
Ὁ δὲ ἀνέῳγεν ἅμα τὴν σορὸν καὶ ἡ Λευκίππη κάτωθεν ἀνέβαινε, φοβερὸν θέαμα, ὦ θεοί, καὶ φρικωδέστατον. Ἀνέῳκτο μὲν ἡ γαστὴρ αὐτῆς πᾶσα καὶ ἦν ἐντέρων κενή· ἐπιπεσοῦσα δέ μοι περιπλέκεται καὶ συνέφυμεν καὶ ἄμφω κατεπέσομεν.
Μόλις οὖν ἀναζωπυρήσας λέγω πρὸς τὸν· Μενέλαον “οὐκ ἐρεῖς μοι τί ταῦτα; οὐχὶ Λευκίππην ὁρῶ; ταύτην οὐ κρατῶ καὶ ἀκούω λαλούσης; ἃ οὖν χθὲς ἐθεασάμην τίνα ἦν; ἢ γὰρ ἐκεῖνά ἐστιν ἢ ταῦτα ἐνύπνια.
Ἀλλ’ ἰδοὺ καὶ φίλημα ἀληθινὸν καὶ ζῶν, ὡς κἀκεῖνο τὸ τῆς Λευκίππης γλυκύ.” “Ἀλλὰ νῦν” ὁ Μενέλαος ἔφη “καὶ τὰ σπλάγχνα ἀπολήψεται καὶ τὰ στέρνα συμφύσεται καὶ ἄτρωτον ὄψει. Ἀλλ’ ἐπικάλυψαί σου τὸ πρόσωπον· καλῶ γὰρ τὴν Ἑκάτην ἐπὶ τὸ ἔργον.” Ἐγὼ δὲ πιστεύσας ἐνεκαλυψάμην.
Ὁ δὲ ἄρχεται τερατεύεσθαι καὶ λόγον τινὰ καταλέγειν· καὶ ἅμα λέγων περιαιρεῖ τὰ μαγγανεύματα τὰ ἐπὶ τῇ γαστρὶ τῆς Λευκίππης καὶ ἀποκατέστησεν εἰς τὸ ἀρχαῖον,
λέγει τέ μοι “ἀποκάλυψαι.” Κἀγὼ μόλις μὲν καὶ φοβούμενος ʽἀληθῶς γὰρ ᾤμην τὴν Ἑκάτην παρεῖναἰ, ὅμως δ’ οὖν ἀπέστησα τῶν ὀφθαλμῶν τὰς χεῖρας καὶ ὁλόκληρον τὴν Λευκίππην ὁρῶ.
Ἔτι μᾶλλον οὖν ἐκπλαγεὶς ἐδεόμην τοῦ Μενελάου λέγων “ὦ φίλτατε Μενέλαε, εἰ διάκονός τις εἶ θεῶν, δέομαί σου, ποῦ γῆς εἰμι καὶ τίνα ποτὲ ταῦτα ὁρῶ;” Καὶ ἡ Λευκίππη “καῦσαι” ἔφη “Μενέλαε, δεδιττόμενος αὐτόν, λέγε δὲ πῶς τοὺς λῃστὰς ἠπάτησας.”
Ὁ οὖν Μενέλαος λέγει “οἶδας ὡς Αἰγύπτιός εἰμι τὸ γένος· φθάνω γάρ σοι ταῦτα εἰπὼν ἐπὶ τῆς νεώς. Ἦν οὖν μοι τὰ πλεῖστα τῶν κτημάτων περὶ ταύτην τὴν κώμην καὶ οἱ ἄρχοντες αὐτῆς γνώριμοι.
Ἐπεὶ οὖν τῇ ναυαγίᾳ περιεπέσομεν, εἶτά με προσέρριψε τὸ κῦμα τοῖς τῆς Αἰγύπτου παραλίοις, λαμβάνομαι μετὰ τοῦ Σατύρου πρὸς τῶν ταύτῃ παραφυλαττόντων λῃστῶν. Ὡς δὲ ἄγομαι πρὸς τὸν λῄσταρχον, ταχύ με τῶν λῃστῶν τινες γνωρίσαντες λύουσί μου τὰ δεσμά, θαρρεῖν τε ἐκέλευον καὶ συμπονεῖν αὐτοῖς,
Ἐξαιτοῦμαι δὴ καὶ τὸν Σάτυρον ὡς ἐμόν.” Οἱ δὲ “ἀλλ’ ὅπωσ” ἔφησαν “ἐπιδείξεις ἡμῖν σεαυτὸν τολμηρὸν πρῶτον.” Κἀν τούτῳ χρησμὸν ἴσχουσι κόρην καταθῦσαι καὶ καθῆραι τὸ λῃστήριον καὶ τοῦ μὲν ἥπατος ἀπογεύσασθαι τυθείσης, τὸ δὲ λοιπὸν σῶμα σορῷ παραδόντας ἀναχωρῆσαι, ὡς ἂν τὸ τῶν ἐναντίων στρατόπεδον ὑπερβάλοι τῆς θυσίας τὸν τόπον. “λέγε δὴ τὰ ἐπίλοιπα, Σάτυρε, σὸς γὰρ ἐντεῦθεν ὁ λόγος.”
Καὶ ὁ Σάτυρος λέγει “ἅμα δὲ βιαζόμενος ἐπὶ τὸ στρατόπεδον ἔκλαον, ὦ δέσποτα, καὶ ὠδυρόμην, τὰ περὶ τῆς Λευκίππης πυθόμενος, καὶ ἐδεόμην Μενελάου παντὶ τρόπῳ σῶσαι τὴν κόρην.
Δαίμων δέ τις ἀγαθὸς ἡμῖν συνήργησεν. Ἐτύχομεν τῇ προτεραίᾳ τῆς θυσίας ἡμέρᾳ καθεζόμενοι πρὸς τῇ θαλάττῃ λυπούμενοι καὶ περὶ τούτων σκοποῦντες, τῶν δὲ λῃστῶν τινες ναῦν ἰδόντες ἀγνοίᾳ πλανηθεῖσαν ὥρμησαν ἐπ’ αὐτήν.
Οἱ δὲ ἐπὶ τῆς νεὼς συνέντες οἳ τυγχάνουσιν, ἐπεχείρουν ἐλαύνειν εἰς τοὐπίσω· ὡς δὲ φθάνουσιν οἱ λῃσταὶ καταλαβόντες, πρὸς ἄμυναν τρέπονται·
καὶ γάρ τις ἐν αὐτοῖς ἦν τῶν τὰ Ὁμήρου τῷ στόματι δεικνύντων ἐν τοῖς θεάτροις. Τὴν Ὁμηρικὴν οὖν σκευὴν ὁπλισάμενος καὶ αὐτὸς καὶ τοὺς ἀμφ’ αὑτὸν οὕτω σκευάσας, ἐπεχείρουν μάχεσθαι.
Πρὸς μὲν οὖν τοὺς πρώτους ἐπελθόντας καὶ μάλα ἐρρωμένως ἀντετάξαντο· πλειόνων δὲ ἐπιπλευσάντων σκαφῶν λῃστρικῶν καταδύουσι τὴν ναῦν καὶ τοὺς ἄνδρας ἐκπεσόντας ἀνῄρουν.
Λανθάνει δὴ κίστη ἐκτραπεῖσά τις καὶ τῷ ναυαγίῳ καθ’ ἡμᾶς τῷ ῥοΐ κομισθεῖσα, ἣν ὁ Μενέλαος ἀναιρεῖται· καὶ ἀναχωρήσας ποι παρόντος ἅμα κἀμοῦ “προσεδόκα γάρ τι σπουδαῖον ἔνδον εἶναι” ἀνοίγει τὴν κίστην καὶ ὁρῶμεν
δακτύλων ὅσον τριῶν. Ὡς δὲ ἀνελόμενος τὸ ξίφος ὁ Μενέλαος ἔλαθε μεταστρέψας κατὰ τὸ τοῦ σιδήρου μέρος, τὸ μικρὸν ἐκεῖνο ξίφος ὥσπερ ἀπὸ χηραμοῦ τῆς κώπης κατατρέχει τοσοῦτον, ὅσον εἶχεν ἡ κώπη τὸ μέγεθος· ὡς δὲ ἀνέστρεψεν εἰς τοὔμπαλιν, αὖθις ὁ σίδηρος εἴσω καταδύεται. Τούτῳ δ᾽ ἄρα, ὡς εἰκός, ὁ κακοδαίμων ἐκεῖνος ἐν τοῖς θεάτροις ἐχρῆτο πρὸς τὰς κιβδήλους σφαγάς.”
“λέγω οὖν πρὸς τὸν Μενέλαον “θεὸς ἡμῖν, ἂν θέλῃς χρηστὸς γενέσθαι, συναγωνιεῖται· δυνησόμεθα γὰρ καὶ τὴν κόρην σῶσαι καὶ τοὺς λῃστὰς λαθεῖν·
ἄκουσον δὲ ποίῳ τρόπῳ. Δέρμα προβάτου λαβόντες ὡς ὅτι ῥαδινώτατον συρράψωμεν εἰς σχῆμα βαλαντίου, μέτρον ὅσον γαστρὸς ἀνθρωπίνης, εἶτ̓ ἐμπλήσαντες θηρείων σπλάγχνων καὶ αἵματος, τὴν πλαστὴν ταύτην γαστέρα ῥάψωμεν, ὡς ἂν μὴ ῥᾳδίως τὰ σπλάγχνα διεκπίπτοι, καὶ ἐνσκευάσαντες τὴν κόρην τοῦτον τὸν τρόπον καὶ στολὴν ἔξωθεν περιβαλόντες μίτραις τε καὶ ζώμασιν ἐνδεδεμένῃ τὴν σκευὴν ταύτην ἐπικρύψωμεν.
Πάντως δὲ καὶ ὁ χρησμὸς ἡμῖν εἰς τὸ λαθεῖν χρήσιμος. Ὁλοκλήρως γὰρ αὐτὴν ἐσταλμένην δι’ αὐτῆς ἀνατμηθῆναι μέσην τῆς ἐσθῆτος λέγει ὁ χρησμός. Ὁρᾷς τοῦτο τὸ ξίφος ὡς ἔχει μηχανῆς.
Ἂν γὰρ ἐρείσῃ τις ἐπί τινος σώματος, φεύγει πρὸς τὴν κώπην ὥσπερ εἰς κουλεόν· καὶ οἱ μὲν ὁρῶντες δοκοῦσι βαπτίζεσθαι τὸν σίδηρον κατὰ τοῦ σώματος, ὁ δὲ εἰς τὸν χηραμὸν τῆς κώπης ἀνέδραμε, μόνην δὲ καταλείπει τὴν αἰχμήν, ὅσον τὴν πλαστὴν γαστέρα τεμεῖν καὶ τὴν κώπην ἐν χρῷ τοῦ σφαζομένου τυχεῖν· κἂν ἀποσπάσῃ τις τὸν σίδηρον
Δοκεῖ γὰρ τοσοῦτον καταβῆναι ἐν τῇ σφαγῇ, ὅσον ἄνεισιν ἐκ τῆς μηχανῆς. Τούτων οὖν γενομένων, οὐκ ἂν εἰδεῖεν οἱ λῃσταὶ τὴν τέχνην. Τά τε γὰρ δέρματα ἀποκέκρυπται, τά τε σπλάγχνα τῇ σφαγῇ προπηδήσεται, ἅπερ ἡμεῖς ἐξελόντες ἐπὶ τῷ βωμῷ θύσομ
Καὶ τοὐντεῦθεν οὐκέτι προσίασιν οἱ λῃσταὶ τῷ σώματι, ἀλλ’ ἡμεῖς εἰς τὴν σορὸν καταθήσομεν. Ἀκήκοας τοῦ λῃστάρχου μικρῷ πρόσθεν εἰπόντος δεῖν τι τολμηρὸν ἐπιδείξασθαι πρὸς αὐτούς, ὥστε ἔστι σοι προσελθεῖν αὐτῷ καὶ ὑποσχέσθαι ταύτην τὴν ἐπίδειξιν.” Ταῦτα λέγων ἐδεόμην Δία Ξένιον καλῶν καὶ κοινῆς ἀναμιμνήσκων τραπέζης καὶ κοινῆς ναυαγίας.”
“Ὁ δὲ χρηστὸς οὗτος “μέγα μὲν” ἔφη “τὸ ἔργον, ἀλλ’ ὑπὲρ φίλου, κἂν ἀποθανεῖν δεήσῃ, καλὸς ὁ κίνδυνος, γλυκὺς ὁ θάνατος.” “Νομίζω δὲ” ἔφην “ζῆν καὶ Κλειτοφῶντα.
Ἡ γὰρ κόρη πυθομένῳ μοι καταλιπεῖν αὐτὸν εἶπε παρὰ τοῖς ἑαλωκόσι τῶν λῃστῶν δεδεμένον, οἱ δὲ τῶν λῃστῶν πρὸς τὸν λῄσταρχον ἐκφυγόντες ἔλεγον πάντας τοὺς ὑπ’ αὐτῶν εἰλημμένους τὴν εἰς τὸ στρατόπεδον μάχην ἐκπεφευγέναι· ὥστε ἀποκείσεταί σοι παρ’ αὐτῷ ἡ χάρις καὶ ἅμα
ἐλεῆσαι κόρην ἀθλίαν ἐκ τοσούτου κακοῦ.” Ταῦτα λέγων πείθω, καὶ συνέπραξεν ἡ Τύχη. Ἐγὼ μὲν οὖν περὶ τὴν τοῦ μηχανήματος ἤμην σκευήν· ἄρτι δὲ τοῦ Μενελάου μέλλοντος τοῖς λῃσταῖς περὶ τῆς θυσίας λέγειν, ὁ λῄσταρχος φθάσας κατὰ δαίμονα “νόμος ἡμῖν’ ἔφη “τοὺς πρωτομύστας τῆς ἱερουργίας
Ὥρα τοίνυν εἰς αὔριον σοὶ παρασκευάζεσθαι πρὸς τὴν θυσίαν· δεήσει δὲ καὶ τὸν σὸν οἰκέτην ἅμα σοὶ μυηθῆναι.” “καὶ μάλα” οὗτος ἔφη “προθυμησόμεθα μηδενὸς ὑμῶν χείρους γενέσθαι.
Στεῖλαι δὲ ἡμᾶς αὐτοὺς δεήσει τὴν κόρην ὡς ἁρμοδίως πρὸς τὴν ἀνατομήν.” “Υμῶν” ὁ λῄσταρχος ἔφη “τὸ ἱερεῖον.”
Στέλλομεν δὴ τὴν κόρην τὸν προειρημένον τρόπον καθ’ ἑαυτούς, καὶ θαρρεῖν παρεκελευσάμεθα, διεξελθόντες ἕκαστα καὶ ὡς μένειν εἴσω τῆς σοροῦ χρή, κἂν θᾶττον αὐτὴν ὁ ὕπνος ἀφῇ, τὴν ἡμέραν ἔνδον μένειν. “Ἤν δέ τι ἡμῖν ἐμποδὼν γένηται, σῶζε σαυτὴν ἐπὶ τὸ στρατόπεδον.” Ταῦτα εἰπόντες ἐξάγομεν αὐτὴν ἐπὶ τὸν βωμόν. Καὶ τὰ λοιπὰ οἶδας.” ”
Ὡς οὖν ἤκουσα, παντοδαπὸς ἐγινόμην καὶ διηπόρουν ὅ τι ποιήσω πρὸς τὸν Μενέλαον ἀντάξιον. Τὸ δ’ οὖν κοινότατον, προσπεσὼν κατησπαζόμην καὶ προσεκύνουν ὡς θεὸν καί μου κατὰ τῆς ψυχῆς ἀθρόα κατεχεῖτο ἡδονή.
Ὡς δὲ τὰ κατὰ Λευκίππην εἶχέ μοι καλῶς, “ὁ δὲ Κλεινίασ” εἶπον “τί γέγονεν;” ὁ δὲ Μενέλαος “οὐκ οἶδα” ἔφη· ʽμετὰ γὰρ τὴν ναυαγίαν εὐθὺς εἶδον μὲν αὐτὸν τῆς κεραίας λαβόμενον, ὅποι
δὲ κεχώρηκεν οὐκ οἶδα.ʼ Ἀνεκώκυσα οὖν ἐν μέσῃ τῇ χαρᾷ· ταχὺ γὰρ ἐφθόνησέ μοι δαίμων τις τῆς καθαρᾶς ἡδονῆς·
τὸν δι’ ἐμὲ φαινόμενον οὐδαμοῦ, τὸν μετὰ Λευκίππην ἐμὸν δεσπότην, τοῦτον ἐκ πάντων κατέσχεν ἡ θάλασσα, ἵνα μὴ τὴν ψυχὴν μόνον ἀπολέσῃ,
ἀλλὰ καὶ τὴν ταφήν. “Ὦ θάλαττα ἄγνωμον, ἐφθόνησας ἡμῖν ὁλοκλήρου τοῦ τῆς φιλανθρωπίας σου δράματος.” Ἄπιμεν οὖν εἰς τὸ στρατόπεδον κοινῇ καὶ τῆς σκηνῆς εἴσω παρελθόντες τῆς ἐμῆς τὸ λοιπὸν
Ἅμα δὲ τῇ ἕῳ προσάγω τὸν Μενέλαον τῷ στρατηγῷ καὶ ἅπαντα λέγω, ὁ δὲ συνήδετο καὶ τὸν Μενέλαον ποιεῖται φίλον, πυνθάνεται δὲ πόση δύναμίς ἐστι τοῖς ἐναντίοις. Ὁ δὲ ἔλεγε πᾶσαν ἐμπεπλῆσθαι τὴν ἑξῆς κώμην ἀνδρῶν ἀπονενοημένων καὶ πολὺ συνηθροῖσθαι λῃστήριον, ὡς εἶναι μυρίους.
Λέγει οὖν ὁ στρατηγὸς “ἀλλ’ ἡμῖν αὗται αἱ πέντε χιλιάδες ἱκαναὶ πρὸς εἴκοσι τῶν ἐκείνων· ἀφίξονται δὲ ὅσον οὐδέπω πρὸς τούτοις ἕτεροι δισχίλιοι τῶν ἀμφὶ τὸ Δέλτα καὶ τὴν Ἡλίου πόλιν τεταγμένων
ἐπὶ τοὺς βαρβάρους.” Καὶ ἅμα λέγοντος αὐτοῦ παῖς εἰστρέχει τις λέγων ἀπὸ τοῦ Δέλτα πρόδρομον ἥκειν τοὐκεῖθεν στρατοπέδου καὶ πέντε λέγειν ἄλλων ἡμερῶν διατρίβειν τοὺς δισχιλίους· τοὺς γὰρ βαρβάρους κατατρέχοντας πεπαῦσθαι· μελλούσης δὲ ἥκειν τῆς δυνάμεως τὸν ὄρνιν αὐτοῖς ἐπιδημῆσαι τὸν ἱερὸν φέροντα τοῦ πατρὸς τὴν ταφήν· ἀνάγκην δ’ εἶναι τὴν ἔξοδον ἐπισχεῖν τοσούτων ἡμερῶν.
“Καὶ τίς ὁ ὄρνις οὗτος, ὅστισ” ἔφην “τοσαύτης τιμῆς ἠξίωται; ποίαν δὲ καὶ κομίζει ταφήν;” “Φοίνιξ μὲν ὁ ὄρνις ὄνομα, τὸ δὲ γένος Αἰθίοψ, μέγεθος κατὰ ταών·
τῇ χρόᾳ ταὼς ἐν κάλλει δεύτερος. Κεκέρασται μὲν τὰ πτερὰ χρυσῷ καὶ πορφύρᾳ, αὐχεῖ δὲ τὸν Ἥλιον δεσπότην· καὶ ἡ κεφαλὴ μαρτυρεῖ, ἐστεφάνωσε γὰρ αὐτὴν κύκλος εὐφεγγής· ἡλίου δέ ἐστιν ὁ τοῦ κύκλου στέφανος εἰκών.
Κυάνεός ἐστιν, ῥόδοις ἐμφερής, εὐειδὴς τὴν θέαν, ἀκτῖσι κομᾷ, καί εἰσιν αὗται πτερῶν ἀνατολαί· μερίζονται δὲ αὐτοῦ Αἰθίοπες μὲν τὴν ζωήν, Αἰγύπτιοι δὲ τὴν τελευτήν.
Ἐπειδὰν γὰρ ἀποθάνῃ “σὺν χρόνῳ δὲ τοῦτο πάσχει μακρῷ” ,
Ἐνθεὶς δὲ καὶ ἐναρμόσας τὸν ὄρνιν τῇ σορῷ καὶ κλείσας τὸ χάσμα γηίνῳ χώματι ἐπὶ τὸν Νεῖλον οὕτως ἵπταται τὸ ἔργον φέρων. Ἕπεται δὲ αὐτῷ χορὸς ἄλλων ὀρνίθων ὥσπερ δορυφόρων καὶ ἔοικεν ὁ ὄρνις ἀποδημοῦντι βασιλεῖ καὶ τὴν πόλιν οὐ πλανᾶται τὴν Ἡλίου.
Ὄρνιθος αὕτη μετοικία νεκροῦ. Ἕστηκεν οὖν ἐπὶ μετεώρου σκοπῶν καὶ ἐκδέχεται τοὺς προπόλους τοῦ θεοῦ. Ἔρχεται δή τις ἱερεὺς Αἰγύπτιος, βιβλίον ἐξ ἀδύτων φέρων, καὶ δοκιμάζει τὸν ὄρνιν ἐκ τῆς γραφῆς.
Ὁ δὲ οἶδεν ἀπιστούμενος καὶ τὰ ἀπόρρητα φαίνει τοῦ σώματος καὶ τὸν νεκρὸν ἐπιδείκνυται καὶ ἔστιν ἐπιτάφιος σοφιστής. Ἱερέων δὲ παῖδες Ἡλίου τὸν ὄρνιν τὸν νεκρὸν παραλαβόντες θάπτουσι. Ζῶν μὲν οὖν Αἰθίοψ ἐστὶ τῇ τροφῇ, ἀποθανὼν δὲ Αἰγύπτιος γίνεται τῇ ταφῇ.”
Ἔδοξεν οὖν τῷ στρατηγῷ μαθόντι τήν τε τῶν ἐναντίων παρασκευὴν καὶ τὴν τῶν συμμάχων ἀναβολὴν εἰς τὴν κώμην ἀναστρέψαι πάλιν, ὅθενπερ ἐξωρμήσαμεν, ἔστ’ ἂν οἱ σύμμαχοι παραγένωνται· ἐμοὶ δέ τις οἶκος ἀπετέτακτο ἅμα τῇ Λευκίππῃ μικρὸν ἀνωτέρω τῆς τοῦ στρατηγοῦ καταγωγῆς.
Καὶ ὡς εἴσω παρῆλθον, περιπτυξάμενος αὐτὴν οἷός τε ἤμην
εἶπον “χηρεύομεν τῶν τῆς Ἀφροδίτης ὀργίων; οὐχ ὁρᾷς οἷα ἐκ παραλόγου γίνεται, ναυαγία καὶ λῃσταὶ καὶ θυσίαι καὶ σφαγαί; ἀλλ’ ἕως ἐν γαλήνῃ τῆς τύχης ἐσμέν, ἀποχρησώμεθα τῷ καιρῷ, πρίν τι χαλεπώτερον ἡμᾶς ἐπισχεῖν.” Ἡ δὲ “ἀλλ’ οὐ θέμισ”
ἔφη “τοῦτο ἤδη γενέσθαι. Ἡ γάρ μοι θεὸς Ἄρτεμις ἐπιστᾶσα πρῴην κατὰ τοὺς ὕπνους, ὅτε ἔκλαον μέλλουσα σφαγήσεσθαι “μὴ νῦν” ἔφη “κλᾶε· οὐ γὰρ τεθνήξῃ· βοηθὸς γὰρ ἐγώ σοι παρέσομαι· μενεῖς δὲ παρθένος, ἔστ’ ἄν σε νυμφοστολήσω· ἄξεται δέ σε
ἄλλος οὐδεὶς ἢ Κλειτοφῶν.” ” Ἐγὼ δὲ τὴν μὲν ἀναβολὴν ἠχθόμην, ταῖς δὲ τοῦ μέλλοντος ἐλπίσιν ἡδόμην· ὡς δ’ ἤκουσα τὸ ὄναρ, ἀναμιμνήσκομαι προσόμοιον ἰδὼν ἐνύπνιον.
Ἐδόκουν γὰρ τῇ παρελθούσῃ νυκτὶ νεὼν Ἀφροδίτης ἰδεῖν καὶ τὸ ἄγαλμα ἔνδον εἶναι τῆς θεοῦ· ὡς δὲ πλησίον ἐγενόμην προσευξόμενος,
κλεισθῆναι τὰς θύρας. Ἀθυμοῦντι δέ μοι γυναῖκα ἐκφανῆναι κατὰ τὸ ἄγαλμα τὴν μορφὴν ἔχουσαν, καὶ “νῦν” εἶπεν “οὐκ ἔξεστί σοι παρελθεῖν εἴσω τοῦ νεώ· ἢν δὲ ὀλίγον ἀναμείνῃς χρόνον, οὐκ ἀνοίξω σοι μόνον, ἀλλὰ καὶ ἱερέα σε ποιήσω τῆς
θεοῦ.” “καταλέγω δὴ τοῦτο τῇ Λευκίππῃ τὸ ἐνύπνιον καὶ οὐκέτι ἐπεχείρουν βιάζεσθαι. Ἀναλογιζόμενος δὲ τὸν τῆς Λευκίππης ὄνειρον, οὐ μετρίως ἐταραττόμην.”
“Ἐν τούτῳ δὴ Χαρμίδης ʽτοῦτο γὰρ ἦν ὄνομα τῷ στρατηγᾦ ἐπιβάλλει τῇ Λευκίππῃ τὸν ὀφθαλμόν, ἀπὸ τοιαύτης ἀφορμῆς αὐτὴν ἰδών. Ἔτυχον ποτάμιον θηρίον ἄνδρες τεθηρακότες θέας ἄξιον· ἵππον δὲ αὐτὸν τοῦ Νείλου καλοῦσιν οἱ Αἰγύπτιοι.
Καὶ ἔστι μὲν ἵππος, ὡς ὁ λόγος βούλεται, τὴν γαστέρα καὶ τοὺς πόδας, πλὴν ὅσον εἰς χηλὴν σχίζει τὴν ὁπλήν·
κεφαλὴ περιφερὴς οὐ σμικρά· ἐγγὺς ἵππου παρειαί· μυκτὴρ ἐπὶ μέγα κεχηνὼς καὶ πνέων πυρώδη καπνὸν ὡς ἀπὸ πηγῆς πυρός· γένυς εὐρεῖα, ὅση καὶ παρειά· μέχρι τῶν κροτάφων ἀνοίγει τὸ στόμα· ἔχει δὲ καὶ κυνόδοντας καμπύλους κατὰ μὲν τὴν ἰδέαν καὶ τὴν θέσιν ὡς συός, τὸ δὲ μέγεθος εἰς τριπλάσιον.”
“καλεῖ δὴ πρὸς τὴν θέαν ἡμᾶς ὁ στρατηγός· καὶ ἡ Λευκίππη συμπαρῆν. Ἡμεῖς μὲν οὖν ἐπὶ τὸ θηρίον τοὺς ὀφθαλμοὺς εἴχομεν, ἐπὶ τὴν Λευκίππην δὲ ὁ στρατηγός·
καὶ εὐθὺς ἑαλώκει. Βουλόμενος οὖν ἡμᾶς παραμένειν ἐπὶ πλεῖστον, ἵν’ ἔχοι τοῖς ὀφθαλμοῖς αὑτοῦ χαρίζεσθαι, περιπλοκὰς ἐζήτει λόγων, πρῶτον μὲν τὴν φύσιν τοῦ θηρίου καταλέγων, εἶτα καὶ τὸν τρόπον τῆς ἄγρας, ὡς ἔστι μὲν ἀδηφαγώτατον καὶ ποιεῖται τροφὴν ὅλον λήιον, ἀπάτῃ δὲ πάσχει τὴν ἄγραν.
Ἐπιτηρήσαντες γὰρ αὐτοῦ τὰς διατριβάς, ὄρυγμα ποιησάμενοι ἐπικαλύπτουσιν ἄνωθεν καλάμοις καὶ χώματι· ὑπὸ δὲ τὴν τῶν καλάμων μηχανὴν ἱστάναι κάτω ξύλινον οἴκημα τὰς θύρας ἀνεῳγμένον εἰς τὸν ὄροφον τοῦ βόθρου καὶ τὴν πτῶσιν τοῦ θηρίου λοχᾶν·
τὸν μὲν γὰρ ἐπιβάντα φέρεσθαι εὐθύς, καὶ τὸ οἴκημα φωλεοῦ δίκην ὑποδέχεσθαι, καὶ τοὺς κυνηγέτας ἐκθορόντας εὐθὺς ἐπικλείειν τοῦ πώματος τὰς θύρας καὶ ἔχειν οὕτω τὴν ἄγραν, ἐπεὶ πρός γε τὸ καρτερὸν οὐδεὶς ἂν αὐτοῦ κρατήσειε βίᾳ.
Τά τε γὰρ ἄλλα ἐστὶν ἀλκιμώτατος καὶ τὸ δέρμα, ὡς ὁρᾶτε, φέρει παχὺ καὶ οὐκ ἐθέλει
Καὶ ὁ Μενέλαος ʽἦ γὰρ ἐλέφαντἀ ἔφη “ἤδη τεθέασαί ποτε;” “Καὶ μάλα” ὁ Χαρμίδης εἶπεν, “καὶ ἀκήκοα παρὰ τῶν ἀκριβῶς εἰδότων τῆς γενέσεως αὐτοῦ
τὸν τρόπον ὡς παράδοξος.” “Ἀλλ’ ἡμεῖς γε οὐκ εἴδομεν εἰς ταύτην” ἔφην ἐγὼ “τὴν ἡμέραν, ὅτι μὴ γραφῇ.” “Λέγοιμ’ ἂν ὑμῖν” εἶπε, ʽκαὶ γὰρ ἄγομεν σχολήν. Κύει μὲν αὐτὸν ἡ μήτηρ χρονιώτατον· δέκα γὰρ ἐνιαυτοῖς πλάττει τὴν σποράν, μετὰ δὲ τοσαύτην ἐτῶν περίοδον τίκτει, ὅταν ὁ τόκος γέρων γένηται.
Διὰ τοῦτο, οἶμαι, καὶ γίνεται μέγας τὴν μορφήν, ἄμαχος τὴν ἀλκήν, πολὺς τὴν βιοτήν, βραδὺς τὴν τελευτήν· βιοῦν γὰρ αὐτὸν λέγουσιν ὑπὲρ τὴν Ἡσιόδου κορώνην.
Τοιαύτη δέ ἐστιν ἐλέφαντος ἡ γένυς, οἵα τοῦ βοὸς ἡ κεφαλή. Σὺ μὲν γὰρ ἂν ἰδὼν εἴποις κέρας ἔχειν αὐτοῦ τὸ στόμα διπλοῦν· ἔστι δὲ τοῦτο ἐλέφαντος καμπύλος ὀδούς. Μεταξὺ δὲ τῶν ὀδόντων ἀνίσταται αὐτῷ προβοσκίς, κατὰ σάλπιγγα μὲν καὶ τὴν ὄψιν καὶ τὸ μέγεθος, εὐπειθὴς δὲ τῶν πρὸς τὸν ἐλέφαντα.
Προνομεύει γὰρ αὐτῷ τὰς βοσκὰς καὶ πᾶν ὅ τι ἂν ἐμποδὼν εὕρῃ σιτίον. Ἐὰν μὲν γὰρ ᾖ ὄψον ἐλέφαντος, ἔλαβέ τε εὐθὺς καὶ ἐπιπτυχθεῖσα κάτω πρὸς τὴν γένυν τῷ στόματι τὴν τροφὴν διακονεῖ· ἂν δέ τι τῶν ἀνθρωπείων ἴδῃ, τούτῳ περιβάλλει, κύκλῳ τὴν ἄγραν περισφίγξας, καὶ τὸ πᾶν ἀνεκούφισε καὶ ὤρεξεν ἄνω δῶρον δεσπότῃ·
ἐπικάθηται γάρ τις αὐτῷ ἀνὴρ Αἰθίοψ, καινὸς ἱππεὺς ὤν· καὶ κολακεύει καὶ φοβεῖται καὶ τῆς φωνῆς αἰσθάνεται καὶ
Εἶδον δέ ποτε καὶ θέαμα καινόν. Ἀνὴρ Ἕλλην ἐνέθηκε τὴν κεφαλὴν κατὰ μέσην τοῦ θηρίου τὴν κεφαλήν· ὁ δὲ ἐλέφας ἐκεχήνει καὶ περιῄσθμαινε τὸν ἄνθρωπον ἐγκείμενον. Ἀμφότερα οὖν ἐθαύμαζον, καὶ τὸν ἄνθρωπον τῆς εὐτολμίας καὶ τὸν ἐλέφαντα τῆς φιλανθρωπίας.
Ὁ δὲ ἄνθρωπος ἔλεγεν ὅτι καὶ μισθὸν εἴη δεδωκὼς τῷ θηρίῳ· προσπνεῖν γὰρ αὐτῷ καὶ μόνον οὐκ ἀρωμάτων Ἰνδικῶν· εἶναι δὲ κεφαλῆς νοσούσης φάρμακον. Οἶδεν οὖν τὴν θεραπείαν ὁ ἐλέφας καὶ προῖκα οὐκ ἀνοίγει τὸ στόμα, ἀλλ’ ἐστὶν ἰατρὸς ἀλαζὼν καὶ τὸν μισθὸν πρῶτον αἰτεῖ. Κἂν δῷς, πείθεται καὶ παρέχει τὴν χάριν καὶ ἁπλοῖ τὴν γένυν καὶ τοσοῦτον ἀνέχεται κεχηνώς, ὅσον ὁ ἄνθρωπος βούλεται. Οἶδε γὰρ ὅτι πέπρακε τὴν ὀδμήν.ʼ
“Καὶ πόθεν” ἔφην “οὕτως ἀμόρφῳ θηρίῳ τοσαύτη τῆς εὐωδίας ἡδονή;” “Ὅτι” ἔφη Χαρμίδης “τοιαύτην ποιεῖται καὶ τὴν τροφήν. Ἰνδῶν γὰρ ἡ γῆ γείτων ἡλίου· πρῶτοι γὰρ ἀνατέλλοντα τὸν θεὸν ὁρῶσιν Ἰνδοί, καὶ αὐτοῖς θερμότερον τὸ φῶς ἐπικάθηται, καὶ τηρεῖ τὸ σῶμα τοῦ πυρὸς τὴν βαφήν.
Γίνεται δὲ παρὰ τοῖς Ἕλλησιν ἄνθος Αἰθίοπος χρόας, ἔστι δὲ παρ’ Ἰνδοῖς οὐκ ἄνθος ἀλλὰ πέταλον, οἷα παρ’ ἡμῖν τὰ πέταλα τῶν φυτῶν, ὃ ἐκεῖ μὲν κλέπτει τὴν πνοὴν καὶ τὴν ὀδμὴν οὐκ ἐπιδείκνυται· ἢ γὰρ ἀλαζονεύεσθαι πρὸς τοὺς εἰδότας ὀκνεῖ ἢ τῆς ἡδονῆς τοῖς πολίταις φθονεῖ· ἂν δὲ τῆς γῆς μικρὸν ἐξοικήσῃ καὶ ὑπερβῇ τοὺς ὅρους, ἀνοίγει τῆς κλοπῆς τὴν ἡδονὴν καὶ ἄνθος ἀντὶ φύλλου γίνεται καὶ τὴν ὀδμὴν ἐνδύεται.
Μέλαν τοῦτο ῥόδον Ἰνδῶν. Ἔστι δὲ τοῖς ἐλέφασι σιτίον, ὡς τοῖς βουσὶ παρ’ ἡμῖν ἡ πόα. Ἅτε
Ἐπεὶ οὖν ἐκ τῶν λόγων ἀπηλλάγημεν τοῦ στρατηγοῦ, μικρὸν διαλιπὼν “ὅτι οὐ δύναταί τις τρωθεὶς ἀνέχεσθαι θλιβόμενος τῷ πυρὶ” τὸν Μενέλαον μεταπέμπεται καὶ τῆς χειρὸς λαβόμενος λέγει “ἀγαθὸν εἰς φιλίαν οἶδά σε ἐξ ὧν ἔπραξας εἰς Κλειτοφῶντα·
κἀμὲ δὲ εὑρήσεις οὐ χείρονα. Δέομαι δὲ παρὰ σοῦ χάριτος σοὶ μὲν ῥᾳδίας, ἐμοὶ δὲ ἀνασώσεις τὴν ψυχήν, ἂν παράσχῃς. Λευκίππη με ἀπολώλεκε· σῶσον δὲ σύ. Ὀφείλεταί σοι παρ’ αὐτῆς ζωάγρια, μισθὸς δὲ σοὶ μὲν χρυσοῖ πεντήκοντα τῆς διακονίας, αὐτῇ δὲ
ὅσους ἂν θέλῃ.” Λέγει οὖν ὁ Μενέλαος “τοὺς μὲν χρυσοῦς ἔχε καὶ φύλαττε τοῖς τὰς χάριτας πιπράσκουσιν· ἐγὼ δὲ φίλος ὢν πειράσομαι γενέσθαι σοι χρήσιμος.” Ταῦτα εἰπὼν ἔρχεται πρός με καὶ πάντα καταγορεύει. Ἐβουλευόμεθα οὖν τί δεῖ πράττειν. Ἔδοξε δὲ αὐτὸν ἀπατῆσαι·
τὸ γὰρ ἀντιλέγειν οὐκ ἀκίνδυνον ἦν, μὴ καὶ βίαν προσαγάγῃ· τὸ δὲ φεύγειν ἀδύνατον, πάντη μὲν λῃστῶν περικεχυμένων, τοσούτων δὲ στρατιωτῶν ἀμφ’ αὐτὸν ὄντων.
Μικρὸν οὖν διαλιπὼν ὁ Μενέλαος, ἀπελθὼν πρὸς τὸν Χαρμίδην “κατείργασται τὸ ἔργον” ἔφη, “καίτοι τὸ πρῶτον ἠρνεῖτο ἰσχυρῶς ἡ γυνή· δεομένου δέ μου καὶ ὑπομιμνήσκοντος τῆς εὐεργεσίας ἐπένευσεν.
Ἀξιοῖ δὲ δικαίαν δέησιν ὀλίγων αὐτῇ χαρίσασθαι προθεσμίαν ἡμερῶν, “ἔστ’ ἂν εἰς τὴν Ἀλεξάνδρειαν ἀφίκωμαι· κώμη γὰρ αὕτη καὶ ἐν ὄψει τὰ γινόμενα καὶ πολλοὶ μάρτυρες.” ” “Εἰς μακρὰν” ὁ Χαρμίδης εἶπε “δίδωσι τὴν χάριν.
Ἐν πολέμῳ δὲ τίς ἐπιθυμίαν ἀναβάλλεται; στρατιώτης δὲ ἐν χερσὶν ἔχων μάχην
νενίκημαι, πεπλήρωμαι βελῶν. Κάλεσον, ἄνθρωπε, ταχὺ τὸν ἰώμενον· ἐπείγει τὸ τραῦμα. Ἅψω πῦρ ἐπὶ τοὺς πολεμίους· ἄλλας δᾷδας ὁ ἔρως ἀνῆψε κατ’ ἐμοῦ.
Τοῦτο πρῶτον, Μενέλαε, σβέσον τὸ πῦρ. Καλὸν τὸ οἰώνισμα πρὸ πολέμου συμβολῆς ἐρωτικὴ συμπλοκή. Ἀφροδίτη με πρὸς Ἄρεα ἀποστειλάτω.” Καὶ ὁ Μενέλαος “ἀλλ’ ὁρᾷσ” ἔφη “ὡς οὐκ ἔστι ῥᾴδιον λαθεῖν αὐτὴν ἐνθάδε τὸν ἄνδρα ὄντα καὶ ταῦτα ἐρῶντα.”
Καὶ ὁ Χαρμίδης “ἀλλὰ τοῦτό γε ῥᾴδιον” ἔφη “τὸν Κλειτοφῶντα ἀποφορτίσασθαι.” Ὁρῶν οὖν ὁ Μενέλαος τοῦ Χαρμίδου τὴν σπουδὴν καὶ φοβηθεὶς περὶ ἐμοῦ,
ταχύ τι σκήπτεται πιθανὸν καὶ λέγει “βούλει τὴν ἀλήθειαν ἀκοῦσαι τῆς ἀναβολῆς; ἡ γυνὴ χθὲς ἀφῆκε τὰ ἔμμηνα καὶ ἀνδρὶ συνελθεῖν οὐ θέμις.” “Οὐκοῦν ἀναμενοῦμεν” ὁ Χαρμίδης εἶπεν “ἐνταῦθα τρεῖς ἡμέρας ἢ τέτταρας, αὗται γὰρ ἱκαναί.
Ὃ δὲ ἔξεστιν αἰτοῦ παρ’ αὐτῆς· εἰς ὀφθαλμοὺς ἡκέτω τοὺς ἐμοὺς καὶ λόγων μεταδότω· ἀκοῦσαι θέλω φωνῆς, χειρὸς θιγεῖν, ψαῦσαι σώματος· αὗται γὰρ ἐρώντων παραμυθίαι. Ἔξεστι δὲ αὐτὴν καὶ φιλῆσαι· τοῦτο γὰρ οὐ κεκώλυκεν ἡ γαστήρ.”
Ὡς οὖν ταῦτα ὁ Μενέλαος ἐλθὼν ἀπαγγέλλει μοι, πρὸς τοῦτο ἀνεβόησα ὡς θᾶττον ἂν ἀποθάνοιμι ἢ περιίδω Λευκίππης φίλημα ἀλλοτριούμενον. “Οὗ τί γὰρ” ἔφην “ἐστὶ γλυκύτερον;
τὸ μὲν γὰρ ἔργον τῆς Ἀφροδίτης καὶ ὅρον ἔχει καὶ κόρον καὶ οὐδὲν ἐστίν, ἐὰν ἐξέλῃς αὐτοῦ τὰ φιλήματα· φίλημα δὲ
Τοῖς μὲν γὰρ χείλεσιν ἀλλήλους φιλοῦμεν, ἀπὸ δὲ τῆς ψυχῆς ἡ τῆς ἡδονῆς ἐστι πηγή. Πίστευσόν μοι λέγοντι, Μενέλαε, ʽἐν γὰρ τοῖς κακοῖς ἐξορχήσομαι τὰ μυστήριἀ ταῦτα μόνα παρὰ Λευκίππης ἔχω κἀγώ· ἔτι μένει παρθένος· μέχρι μόνων τῶν φιλημάτων ἐστί μου γυνή.
Εἰ δέ τις ἁρπάσει μου καὶ ταῦτα, οὐ φέρω τὴν φθοράν, οὐ μεμοιχεύσεταί μου τὰ φιλήματα.” “Οὐκοῦν” ἔφη ὁ Μενέλαος “βουλῆς ἡμῖν ἀρίστης δεῖ καὶ ταχίστης.
Ἐρῶν γάρ τις, εἰς ὅσον μὲν ἔχει τὴν ἐλπίδα τοῦ τυχεῖν, φέρει, εἰς αὐτὸ τὸ τυχεῖν ἀποτεινόμενος· ἐὰν δὲ ἀπογνῷ, τὸ ἐπιθυμοῦν μεταβαλὼν ἀντιλυπῆσαι μέχρι τοῦ δυνατοῦ τολμᾷ τὸ κωλῦον.
Ἔστω δὲ καὶ ἰσχύς, ὥστε τι δρᾶσαι μετὰ τοῦ μὴ παθεῖν· τότε δὲ τῆς ψυχῆς τὸ μὴ φοβούμενον ἀγριαίνει μᾶλλον τὸ θυμούμενον. Καὶ γὰρ ὁ καιρὸς ἐπείγει τῶν πραγμάτων τὸ ἄπορον.”
Σκοπούντων οὖν ἡμῶν εἰστρέχει τις τεθορυβημένος καὶ λέγει τὴν Λευκίππην ἄφνω βαδίζουσαν καταπεσεῖν καὶ τὼ ὀφθαλμὼ διαστρέφειν. Ἀναπηδήσαντες οὖν ἐθέομεν ἐπ’ αὐτὴν καὶ ὁρῶμεν ἐπὶ τῆς γῆς κειμένην.
Προσελθὼν οὖν ἐπυθόμην ὅ τι πάθοι· ἡ δὲ ὡς εἶδέ με, ἀναπηδήσασα παίει με κατὰ τῶν προσώπων, ὕφαιμον βλέπουσα· ὡς δὲ καὶ ὁ Μενέλαος οἷός τε ἦν ἀντιλαμβάνεσθαι, παίει κἀκεῖνον τῷ σκέλει. Συνέντες οὖν ὅτι μανία εἴη τις τὸ κακόν, βίᾳ συλλαβόντες ἐπειρώμεθα κρατεῖν· ἡ δὲ προσεπάλαιεν ἡμῖν, οὐδὲν φροντίζουσα κρύπτειν ὅσα γυνὴ μὴ ὁρᾶσθαι θέλει.
Θόρυβος οὖν πολὺς περὶ τὴν σκηνὴν αἴρεται, ὥστε καὶ αὐτὸν εἰσδραμεῖν τὸν
Κομίσαντες οὖν βρόχους ἔδησαν τὴν ἀθλίαν. Ὡς δὲ εἶδον αὐτῆς περὶ τὰς χεῖρας τὰ δεσμά, ἐδεόμην Μενελάου τῶν πολλῶν ἀπηλλαγμένων ἤδη “λύσατε” λέγων, “ἱκετεύω, λύσατε· οὐ φέρουσι δεσμὸν χεῖρες ἁπαλαί· ἐάσατέ με σὺν αὐτῇ· μόνος ἐγὼ περιπτυξάμενος αὐτῇ δεσμὸς ἔσομαι· μαινέσθω κατ’ ἐμοῦ.
Τί γάρ με καὶ ξῆν ἔτι δεῖ; οὐ γνωρίζει με Λευκίππη παρόντα, κεῖται δέ μοι δεδεμένη, καὶ ὁ ἀναιδὴς ἐγὼ λῦσαι δυνάμενος οὐκ ἐθέλω. Ἐπὶ τούτῳ ἡμᾶς σέσωκεν ἡ Τύχη ἐκ τῶν λῃστῶν, ἵνα γένῃ μανίας παιδιά;
ὦ δυστυχεῖς ἡμεῖς, ὅταν εὐτυχήσωμεν. Τοὺς οἴκοι φόβους ἐκπεφεύγαμεν, ἵνα ναυαγίαν δυστυχήσωμεν· ἐκ τῆς θαλάσσης περιγεγόναμεν· ἐκ τῶν λῃστῶν ἀνασεσώσμεθα·
μανίᾳ γὰρ ἐτηρούμεθα. Ἐγὼ μέν, ἂν σωφρονήσῃς, φιλτάτη, φοβοῦμαι πάλιν τὸν δαίμονα μή τί σοι κακὸν ἐργάσηται. Τίς οὖν ἡμῶν κακοδαιμονέστερος, οἳ φοβούμεθα καὶ τὰ εὐτυχήματα; ἀλλ’ εἰ μόνον μοι σωφρονήσειας καὶ σεαυτὴν ἀπολάβοις, παιζέτω πάλιν ἡ Τύχη.”
Ταῦτά με λέγοντα παρηγόρουν οἱ ἀμφὶ τὸν Μενέλαον, φάσκοντες μὴ ἔμμονα εἶναι τὰ τοιαῦτα νοσήματα, πολλάκις δὲ ἡλικίας ζεούσης ὑπάρχειν. ʽΤὸ γὰρ αἷμα πάντη νεάζον καὶ ὑπὸ πολλῆς ἀκμῆς ἀναζέον ὑπερβλύζει πολλάκις τὰς φλέβας, καὶ τὴν κεφαλὴν ἔνδον περικλύζον βαπτίζει τοῦ λογισμοῦ τὴν ἀναπνοήν.
Δεῖ οὖν ἰατροὺς μεταπέμπειν καὶ θεραπείαν προσφέρειν.ʼ Πρόσεισιν οὖν τῷ στρατηγῷ ὁ Μενέλαος καὶ δεῖται τὸν τοῦ στρατοπέδου ἰατρὸν
Καὶ ὁ ἰατρὸς παρῆν καὶ λέγει “νῦν μὲν ὕπνον αὐτῇ παρασκευάσομεν, ὅπως τὸ ἄγριον τῆς ἀκμῆς ἡμερώσωμεν· ὕπνος γὰρ πάντων νοσημάτων φάρμακον· ἔπειτα δὲ καὶ τὴν λοιπὴν θεραπείαν προσοίσομεν.”
Δίδωσιν οὖν ἡμῖν φάρμακόν τι μικρόν, ὅσον ὀρόβου μέγεθος, καὶ κελεύει λύσαντας εἰς ἔλαιον ἐπαλεῖψαι τὴν κεφαλὴν μέσην· σκευάσειν δὲ ἔφη καὶ ἕτερον εἰς γαστρὸς αὐτῇ κάθαρσιν.
Ἡμεῖς μὲν οὖν ἃ ἐκέλευσεν ἐποιοῦμεν, ἡ δὲ ἐπαλειφθεῖσα μετὰ μικρὸν ἐκάθευδε τὸ ἐπίλοιπον τῆς νυκτὸς μέχρι τῆς ἕω. Ἐγὼ δὲ δι’ ὅλης τῆς νυκτὸς ἀγρυπνῶν ἔκλαον παρακαθήμενος καὶ βλέπων τὰ δεσμὰ ἔλεγον “οἴμοι, φιλτάτη, δέδεσαι καὶ καθεύδουσα· οὐδὲ τὸν ὕπνον ἐλεύθερον ἔχεις.
Τίνα ἄρα σου τὰ φαντάσματα; ἆρα κἂν κατὰ τοὺς ὕπνους σωφρονεῖς, ἢ μαίνεταί σου καὶ τὰ ὀνείρατα;” Ἐπεὶ δ’ ἀνέστη, πάλιν ἄσημα ἐβόα· καὶ ὁ ἰατρὸς παρῆν καὶ τὴν ἄλλην θεραπείαν ἐθεράπευεν.
Ἐν τούτῳ δὴ ἔρχεταί τις παρὰ τοῦ τῆς Αἰγύπτου σατράπου, κομίζων ἐπιστολὴν τῷ στρατηγῷ. Ἐπέσπευδε δὲ αὐτόν, ὡς εἰκός, ἐπὶ τὸν πόλεμον τὰ γράμματα· ἐκέλευσε γὰρ εὐθὺς πάντας ἐν τοῖς ὅπλοις γενέσθαι ὡς ἐπὶ τοὺς βουκόλους.
Αὐτίκα δὴ μάλα ἐξορμήσαντες, εὐθὺς ἕκαστος, ὡς εἶχε τάχους, ἐπὶ τὰ ὅπλα ἐχώρουν καὶ παρῆσαν ἅμα τοῖς λοχαγοῖς. Τότε μὲν οὖν αὐτοῖς δοὺς τὸ σύνθημα καὶ κελεύσας αὐτοῖς στρατοπεδεύεσθαι καθ’ αὑτὸν ἦν· τῇ δ’ ὑστεραίᾳ ἅμα τῇ ἡμέρᾳ τὸ στράτευμα ἐξῆγεν ἐπὶ τοὺς πολεμίους.
Εἶχε δὲ αὐτοῖς οὕτω τῆς κώμης ἡ θέσις. Ὁ Νεῖλος ῥεῖ μὲν ἄνωθεν ἐκ Θηβῶν τῶν Αἰγυπτίων εἷς ὢν ἄχρι Μέμφεως καὶ ἔστι μικρὸν κάτω “Κερκάσωρος ὄνομα τῇ κώμῃ” πρὸς τῷ τέλει τοῦ μεγάλου ῥεύματος.
Ἐντεῦθεν δὲ περιρρήγνυται τῇ γῇ, καὶ ἐξ ἑνὸς ποταμοῦ γίνονται τρεῖς, δύο μὲν ἑκατέρωθεν λελυμένοι, ὁ δὲ εἷς ὥσπερ ἦν ῥέων πρὶν λυθῆναι.
Ἀλλ’ οὐδὲ τούτων ἕκαστος τῶν ποταμῶν ἀνέχεται μέχρι θαλάσσης ῥέων, ἀλλὰ περισχίζεται ἄλλος ἄλλῃ κατὰ πόλεις, καί εἰσιν αἱ σχίσεις μείζονες τῶν παῤ Ἕλλησι ποταμῶν· τὸ δὲ ὕδωρ πανταχοῦ μεμερισμένον οὐκ ἐξασθενεῖ, ἀλλὰ καὶ πλεῖται καὶ πίνεται καὶ γεωργεῖται.
Νεῖλος ὁ πολὺς πάντα αὐτοῖς γίνεται, καὶ ποταμὸς καὶ γῆ καὶ θάλασσα καὶ λίμνη· καὶ ἔστι τὸ θέαμα καινόν, ναῦς ὁμοῦ καὶ δίκελλα, κώπη καὶ ἄροτρον, πηδάλιον καὶ τρόπαιον, ναυτῶν ὁμοῦ καὶ γεωργῶν καταγωγή, ἰχθύων ὁμοῦ καὶ βοῶν· ὃ πέπλευκας, φυτεύεις, καὶ ὃ φυτεύεις, τοῦτο πέλαγος γεωργούμενον.
Ἔχει γὰρ ὁ ποταμὸς ἐπιδημίας· κάθηται δὲ αὐτὸν Αἰγύπτιος ἀναμένων καὶ ἀριθμῶν αὐτοῦ τὰς ἡμέρας. Καὶ ὁ Νεῖλος οὐ ψεύδεται, ἀλλ̓ ἔστι ποταμὸς μετὰ προθεσμίας τὸν χρόνον τηρῶν καὶ τὸ ὕδωρ μετρῶν, ποταμὸς ἁλῶναι μὴ θέλων ὑπερήμερος.
Ἔστι δ’ ἰδεῖν ποταμοῦ καὶ γῆς φιλονεικίαν. Ἐρίζετον ἀλλήλοις ἑκάτερον· τὸ μὲν ὕδωρ, τοσαύτην γῆν πελαγίσαι· ἡ δὲ γῆ, τοσαύτην χωρῆσαι γλυκεῖαν θάλασσαν· καὶ νικῶσι μὲν τὴν ἴσην νίκην οἱ δύο,
οὐδαμοῦ δὲ φαίνεται τὸ νικώμενον. Τὸ γὰρ ὕδωρ τῇ γῇ συνεκτείνεται· περὶ δὲ τὰς τῶν βουκόλων ταύτας νομὰς ἀεὶ πολὺ ἐγκάθηται. Ὅταν γὰρ τὴν πᾶσαν γῆν πελαγίσῃ, λίμνας ἐνταῦθα ποιεῖ· αἱ δὲ λίμναι, κἂν ὁ Νεῖλος ἀπέλθῃ, μένουσιν οὐδὲν ἧττον,
τὸ ὕδωρ ἔχουσαι τόν τε πηλὸν τοῦ ὕδατος. Ἐπὶ ταύτας αὐτοὶ καὶ βαδίζουσι καὶ πλέουσιν, οὐδὲ ναῦς ἑτέρα δύναται πλεῖν, ἀλλ’ ὅσον ἄνθρωπον ἐπιβῆναι· ἀλλὰ πᾶν τὸ ξένον τοῦ τόπου ὁ πηλὸς ἐμπίπτων κρατεῖ. Τοῖς δὲ μικρὰ μὲν καὶ κοῦφα πλοῖα, καὶ ὀλίγον ὕδωρ αὐτοῖς ἀρκεῖ· εἰ δὲ τέλεον ἄνυδρον εἴη, ἀράμενοι τοῖς νώτοις οἱ πλωτῆρες τὸ πλοῖον φέρουσιν,
ἄχρις ἂν ἐπιτύχωσιν ὕδατος. Ἐν ταύταις δὴ ταῖς λίμναις μέσαι νῆσοί τινές εἰσι σποράδην πεποιημέναι· αἱ μὲν οἰκοδομημάτων ἔρημοι, παπύροις πεφυτευμέναι· τῶν δὲ παπύρων διεστᾶσιν αἱ φάλαγγες πεπυκνωμέναι τοσοῦτον ὅσον παρ’ ἑκάστην ἄνδρα στῆναι μόνον, τὸ μεταξὺ δὲ τοῦτο τῆς πυκνώσεως αὐτῶν ἄνωθεν ἀναπληροῦσιν αἱ τῶν παπύρων κόμαι.
Ὑποτρέχοντες οὖν ἐκεῖ καὶ βουλεύονται καὶ λοχῶσι καὶ λανθάνουσι, τείχεσι ταῖς παπύροις χρώμενοι. Εἰσὶ δὲ τῶν νήσων τινὲς καλύβας ἔχουσαι, καὶ αὐτοσχέδιον μεμίμηνται πόλιν ταῖς λίμναις τετειχισμέναι.
Βουκόλων αὗται καταγωγαί. Τῶν πλησίον οὖν μία μεγέθει καὶ καλύβαις πλείοσι διαφέρουσα “ἐκάλουν δὲ αὐτήν, οἶμαι, Νίκωχιν” , ἐνταῦθα πάντες συνελθόντες ὡς εἰς τόπον ὀχυρώτατον ἐθάρρουν καὶ πλήθει καὶ τόπῳ. Εἷς γὰρ αὐτὴν διεῖργε στενωπὸς τὸ μὴ πᾶσαν νῆσον γενέσθαι· ἦν δὲ σταδίου μὲν τὸ μέγεθος, τὸ δὲ πλάτος ὀργυιῶν δώδεκα· λίμναι δὲ τῇδε κἀκεῖσε τὴν πόλιν περιέρρεον.
Ἐπεὶ τοίνυν ἑώρων τὸν στρατηγὸν προσπελάζοντα,
Ἔμελλον δὲ οἱ μὲν γέροντες ἀνίσχοντες τὰς ἱκετηρίας πετάλων κόμαις καλύψειν τοὺς ὄπισθεν, οἱ δὲ ἑπόμενοι τὰς λόγχας ἐπισυρεῖν ὑπτίας, ὡς ἂν ἥκιστα ὀφθεῖεν. Κἂν μὲν ὁ στρατηγὸς πεισθῇ ταῖς τῶν γερόντων λιταῖς, μηδέν τι νεωτερίζειν τοὺς λογχοφόρους εἰς μάχην· εἰ δὲ μή, καλεῖν αὐτὸν ἐπὶ τὴν πόλιν,
ὡς σφᾶς αὐτοὺς διδόντων εἰς θάνατον. Ὅταν δὲ ἐν μέσῳ γένωνται τῷ στενωπῷ, τοὺς μὲν γέροντας ἀπὸ συνθήματος διαδιδράσκειν καὶ ῥίπτειν τὰς ἱκετηρίας, τοὺς δὲ ὡπλισμένους προδραμόντας ὅ τι καὶ δύναιντο ποιεῖν.
Παρῆσαν οὖν ἐσκευασμένοι τοῦτον τὸν τρόπον καὶ ἐδέοντο τοῦ στρατηγοῦ αἰδεσθῆναι μὲν αὐτῶν τὸ γῆρας, αἰδεσθῆναι δὲ τὰς ἱκετηρίας, ἐλεῆσαι δὲ τὴν πόλιν· ἐδίδοσαν δὲ αὐτῷ ἰδίᾳ μὲν ἀργυρίου τάλαντα ἑκατόν, πρὸς δὲ τὸν σατράπην ἄγειν ἄνδρας ἑκατὸν θέλοντας αὑτοὺς ὑπὲρ τῆς πόλεως διδόναι,
ὡς ἂν ἔχοι καὶ πρὸς ἐκεῖνον λάφυρον φέρειν. Καὶ ὁ λόγος αὐτοῖς οὐκ ἐψεύδετο, ἀλλ’ ἔδωκαν ἄν, εἰ λαβεῖν ἠθέλησεν. Ὡς δὲ οὐ προσίετο τοὺς λόγους, “οὐκοῦν” ἔφασαν οἱ γέροντες “εἰ ταῦτά σοι δέδοκται,
οἴσομεν τὴν εἱμαρμένην. Ἐν κακοῖς σὺ πάρασχε τὴν χάριν· μὴ ἔξω φονεύσῃς πυλῶν μηδὲ τῆς πόλεως μακράν, ἀλλ’ ἐπὶ τὴν πατρῴαν γῆν, ἐπὶ τὴν τῆς γενέσεως ἑστίαν ἄγε· τάφον ἡμῖν ποίησον τὴν πόλιν. Ἰδού σοι πρὸς τὸν θάνατον ἡγούμεθα.” Ταῦτα ἀκούσας ὁ στρατηγὸς τὴν μὲν παρασκευὴν τῆς μάχης ἀφίησι, κελεύει δὲ ἔρχεσθαι καθ’ ἡσυχίαν τῷ στρατῷ.
Ἦσαν δὲ τῶν πραττομένων σκοποὶ πόρρωθεν, οὕς οἱ βουκόλοι προκαθίσαντες ἐκέλευον, εἰ διαβαίνοντας ἴδοιεν τοὺς πολεμίους, τὸ χῶμα τοῦ ποταμοῦ κόψαντας ἐπαφεῖναι τὸ ὕδωρ πᾶν τοῖς ἐναντίοις.
Ἔχει γὰρ οὕτω τὰ τοῦ Νείλου ῥεύματα. Καθ’ ἑκάστην διώρυχα χῶμα ἔχουσιν Αἰγύπτιοι, ὡς ἂν μὴ πρὸ καιροῦ τῆς χρείας ὑπερέχων ὁ Νεῖλος τὴν γῆν ἐπικλύσῃ. Ὅταν δὲ δεηθῶσιν ἀρδεῦσαι τὸ πεδίον, ἀνέῳξαν ὀλίγον τοῦ χώματος. Ἦν οὖν τῆς κώμης ὄπισθεν διῶρυξ τοῦ ποταμοῦ μεγάλη καὶ πλατεῖα.
Ταύτῃ οἱ τεταγμένοι τὸ ἔργον ὡς εἶδον εἰσιόντας τοὺς πολεμίους, διακόπτουσι ταχὺ τὸ χῶμα. Πάντα οὖν ὁμοῦ γίνεται· οἱ μὲν γέροντες οἱ κατὰ πρόσωπον ἄφνω διίστανται, οἱ δὲ τὰς λόγχας ἐγείραντες ἐκτρέχουσι· τὸ δὲ ὕδωρ ἤδη παρῆν, καὶ ὠγκοῦντο μὲν οἱ λίμναι πάντοθεν οἰδοῦσαι, ὁ δὲ ἰσθμὸς ἐπεκλύζετο,
πάντα δὲ ἦν ὥσπερ θάλασσα. Ἐμπεσόντες οὖν οἱ βουκόλοι τοὺς μὲν κατὰ πρόσωπον καὶ τὸν στρατηγὸν αὐτὸν διαπείρουσι ταῖς λόγχαις, ἀπαρασκεύους τε ὄντας καὶ πρὸς τὸ ἀδόκητον τεταραγμένους·
τῶν δ’ ἄλλων ἀδιήγητος ὁ θάνατος ἦν. Οἱ μὲν γὰρ εὐθὺς ἐκ πρώτης προσβολῆς μηδὲ κινήσαντες τὰς αἰχμὰς ἀπώλλυντο, οἱ δὲ οὐ λαβόντες σχολὴν ἀμύνασθαι· ἅμα γὰρ ἐμάνθανον καὶ ἔπασχον· ἐνίους δὲ ἔφθανε τὸ παθεῖν πρὸ τοῦ μαθεῖν· οἱ δὲ ὑπ’ ἐκπλήξεως τοῦ παραλόγου τὸν θάνατον εἱστήκεσαν περιμένοντες· οἱ δὲ καὶ κινηθέντες μόνον κατωλίσθανον ὑποσκελίζοντος αὐτοὺς τοῦ ποταμοῦ· οἱ δὲ καὶ φεύγειν ὁρμήσαντες εἰς τὸ βαθὺ τῆς λίμνης ἐγκυλισθέντες ὑπεσύρησαν.
Τῶν μὲν γὰρ ἐπὶ τῆς γῆς ἑστώτων τὸ ὕδωρ
Διακρῖναι δ’ οὐκ ἦν τί λίμνη καὶ τί πεδίον, ἀλλὰ καὶ ὁ διὰ τῆς γῆς τρέχων δέει τοῦ μὴ διαμαρτεῖν βραδύτερος ἦν πρὸς τὴν φυγήν, ὥστε ταχέως ἡλίσκετο, καὶ ὁ κατὰ τῆς λίμνης πλανηθείς,
δόξας γῆν εἶναι, κατεδύετο. Καὶ ἦν καινὰ ἀτυχήματα, ναυάγια τοσαῦτα, καὶ ναῦς οὐδαμοῦ· ἀμφότερα δὲ καινὰ καὶ παράλογα, ἐν ὕδατι πεζομαχία,
καὶ ἐν τῇ γῇ ναυαγία. Οἱ μὲν δὴ τοῖς πεπραγμένοις ἐπαρθέντες μέγα ἐφρόνουν, ἀνδρείᾳ νομίζοντες κεκρατηκέναι καὶ οὐκ ἀπάτης κλοπῇ. Ἀνὴρ γὰρ Αἰγύπτιος καὶ τὸ δειλὸν ὅπου φοβεῖται δεδούλωται, καὶ τὸ μάχιμον ἐν οἷς θαρρεῖ παρώξυνται· ἀμφότερα δὲ οὐ κατὰ μέτρον, ἀλλὰ τὸ μὲν ἀσθενέστερον δυστυχεῖ, τὸ δὲ προπετέστερον κρατεῖ.
Δέκα δὲ τῇ Λευκίππῃ διεληλύθεσαν ἡμέραι τῆς μανίας, ἡ δὲ νόσος οὐκ ἐκουφίζετο. Ἅπαξ οὖν ποτε καθεύδουσα, ταύτην ἀφίησιν ὀνειροπολουμένη τὴν φωνὴν “διὰ σὲ μαίνομαι, Γοργία.” Ἐπεὶ οὖν ἕως ἐγένετο, λέγω τῷ Μενελάῳ τὸ λεχθὲν καὶ ἐσκόπουν εἴ τις εἴη που κατὰ τὴν κώμην Γοργίας.
Προελθοῦσι δ’ ἡμῖν νεανίσκος προσέρχεταί τις καὶ προσαγορεύσας με “σωτὴρ ἥκω σὸσ” ἔφη “καὶ τῆς σῆς γυναικός.” Ἐκπλαγεὶς οὖν καὶ θεόπεμπτον εἶναι νομίσας τὸν ἄνθρωπον “μὴ Γοργίασ” εἶπον “τυγχάνεις;” “Οὐ μὲν οὖν” εἶπεν “ἀλλὰ Χαιρέας· Γοργίας γάρ σε ἀπολώλεκεν.”
Ἔτι μᾶλλον ἔφριξα καὶ λέγω “τίνα ταύτην ἀπώλειαν, καὶ τίς ἐστιν ὁ Γοργίας; δαίμων γάρ μοί τις αὐτὸν ἐμήνυσε νύκτωρ· σὺ δὲ ἐξηγητὴς γενοῦ τῶν θείων μηνυμάτων.” “Γοργίας ἦν μὲν” ἔφη
Ὤν δὲ φύσει φαρμακεὺς σκευάζει τι φάρμακον ἔρωτος καὶ πείθει τὸν διακονούμενον ὑμῖν Αἰγύπτιον λαβεῖν τὸ φάρμακον καὶ ἐγκαταμίξαι τῷ τῆς Λευκίππης ποτῷ. Λανθάνει δὲ ἀκράτῳ χρησάμενος τῷ φαρμάκῳ, καὶ τὸ φίλτρον εἰς μανίαν αἴρεται.
Ταῦτα γάρ μοι χθὲς ὁ τοῦ Γοργίου θεράπων διηγήσατο, ὃς ἔτυχεν αὐτῷ συστρατευσάμενος ἐπὶ τοὺς βουκόλους· ἔσωσε δὲ αὐτόν, ὡς εἰκός, ὑπὲρ ὑμῶν ἡ Τύχη. Αἰτεῖ δὲ χρυσοῦς τέτταρας ὑπὲρ τῆς ἰάσεως· ἔχει γάρ, φησίν, ἑτέρου φαρμάκου σκευήν, δι’ οὗ
λύσει τὸ πρότερον.” “Ἀλλὰ σοὶ μὲν” ἔφην “ἀγαθὰ γένοιτο τῆς διακονίας· τὸν δ’ ἄνθρωπον, ὃν λέγεις, ἄγε πρὸς ἡμᾶς.” Καὶ ὁ μὲν ἀπῆλθεν, ἐγὼ δὲ πρὸς τὸν Αἰγύπτιον εἰσελθὼν τύπτω αὐτὸν πὺξ κατὰ τῶν προσώπων καὶ δευτέραν καὶ τρίτην, θορυβῶν δὲ ἅμα λέγω “εἰπόν, τί δέδωκας Λευκίππῃ, καὶ πόθεν μαίνεται;” ὁ δὲ φοβηθεὶς καταλέγει πάντα, ὅσα ἡμῖν ὁ Χαιρέας διηγήσατο. Τὸν μὲν οὖν εἴχομεν ἐν φυλακῇ καθείρξαντες.
Κἀν τούτῳ παρῆν ὁ Χαιρέας, ἄγων τὸν ἄνθρωπον. Λέγω οὖν πρὸς ἀμφοτέρους “τοὺς μὲν τέτταρας χρυσοῦς ἤδη λάβετε μισθὸν ἀγαθῆς μηνύσεως· ἀκούσατε δὲ ὡς ἔχω περὶ τοῦ φαρμάκου. Ὁρᾶτε ὡς καὶ τῶν παρόντων τῇ γυναικὶ κακῶν αἴτιον γέγονε φάρμακον.
Οὐκ ἀκίνδυνον δὲ ἐπιφαρμάσσειν τὰ σπλάγχνα ἤδη πεφαρμαγμένα. Φέρε εἴπατε ὅ τι καὶ ἔχει τὸ φάρμακον τοῦτο, καὶ παρόντων ἡμῶν σκευάσατε· χρυσοῖ δὲ ὑμῖν ἄλλοι τέτταρες μισθός, ἄν οὕτω ποιῆτε.” Καὶ ὁ ἄνθρωπος “δίκαια” ἔφη “φοβῇ·
τὰ δὲ ἐμβαλλόμενα κοινὰ καὶ πάντα ἐδώδιμα· αὐτὸς δὲ
ἔφη “πίομαι πρῶτος, τὸ δὲ δώσω τῇ γυναικί. Κοιμήσεται δὲ πάντως δι’ ὅλης τῆς νυκτὸς λαβοῦσα· περὶ δὲ τὴν ἕω καὶ τὸν ὕπνον καὶ τὴν νόσον ἀπώσεται.” Λαμβάνει δὴ τοῦ φαρμάκου πρῶτος αὐτός, τὸ δὲ λοιπὸν κελεύει περὶ τὴν ἑσπέραν δοῦναι πιεῖν.
“Ἐγὼ δὲ ἄπειμι” ἔφη “κοιμησόμενος· τὸ γὰρ φάρμακον οὕτω βούλεται.” Ταῦτα εἰπὼν ἀπῆλθε, τοὺς τέτταρας χρυσοῦς παρ’ ἐμοῦ λαβών. “Τοὺς δὲ λοιποὺσ” ἔφην “δώσω, εἰ ῥαΐσει ἐκ τῆς νόσου.”
Ἐπεὶ οὖν καιρὸς ἦν αὐτῇ πιεῖν τὸ φάρμακον, ἐγχέας προσηυχόμην αὐτῷ “ὦ γῆς τέκνον, φάρμακον, ὦ δῶρον Ἀσκληπιοῦ, ἀλήθευσόν σου τὰ ἐπαγγέλματα· εὐτυχέστερον ἐμοῦ γενοῦ καὶ σῶζέ μοι τὴν φιλτάτην. Νίκησον τὸ φάρμακον ἐκεῖνο τὸ βάρβαρον
καὶ ἄγριον.” Ταῦτα δοὺς τῷ φαρμάκῳ τὰ συνθήματα καὶ καταφιλήσας τὸ ἔκπωμα δίδωμι τῇ Λευκίππῃ πιεῖν· ἡ δέ, ὡς ὁ ἄνθρωπος εἶπε, μετὰ μικρὸν ἔκειτο καθεύδουσα. Κἀγὼ παρακαθήμενος ἔλεγον πρὸς αὐτὴν ὡς ἀκούουσαν “ἆρά μοι σωφρονήσεις ἀληθῶς; ἆρά μέ ποτε γνωριεῖς; ἆρά σου τὴν φωνὴν ἐκείνην ἀπολήψομαι;
μάντευσαί τι καὶ νῦν καθεύδουσα· καὶ γὰρ χθὲς τοῦ Γοργίου κατεμαντεύσω δικαίως. Εὐτυχεῖς ἄρα μᾶλλον κοιμωμένη· γρηγοροῦσα μὲν γὰρ μανίαν δυστυχεῖς, τὰ δὲ ἐνύπνιά
σου σωφρονεῖ.” Ταῦτά μου διαλεγομένου ὡς πρὸς ἀκούουσαν Λευκίππην, μόλις ἡ πολύευκτος ἕως ἀναφαίνεται, καὶ ἡ Λευκίππη φθέγγεται, καὶ ἦν ἡ
φωνὴ “Κλειτοφῶν.” Ἀναπηδήσας οὖν πρόσειμί τε
Τὴν μὲν οὖν ἀνελάμβανον παραμυθούμενος, τοῦ δὲ φαρμάκου τὸν μισθὸν ἀποδίδωμι μάλα ἄσμενος. Ἦν δὲ τὸ πᾶν ἡμῖν ἐφόδιον σῶον· ὁ γὰρ Σάτυρος ἔτυχεν ἐζωσμένος ὅτε ἐναυαγήσαμεν, οὐκ ἀφῄρητο δὲ ὑπὸ τῶν λῃστῶν οὔτε αὐτὸς οὔτε ὁ Μενέλαος οὐδὲν ὧν εἶχεν.
Ἐν τούτῳ δὲ καὶ τοὺς· λῃστὰς ἐπελθοῦσα δύναμις μείζων ἀπὸ τῆς μητροπόλεως παρεστήσατο καὶ πᾶσαν αὐτῶν εἰς ἔδαφος κατέστρεψε τὴν πόλιν. Ἐλευθερωθέντος δὲ τοῦ ποταμοῦ τῆς τῶν βουκόλων ὕβρεως, παρεσκευαζόμεθα τὸν ἐπὶ τὴν Ἀλεξάνδρειαν πλοῦν. Συνέπλει δὲ ἡμῖν καὶ ὁ Χαιρέας, φίλος ἤδη γενόμενος ἐκ τῆς τοῦ φαρμάκου μηνύσεως.
Ἦν δὲ τὸ μὲν γένος ἐκ τῆς νήσου τῆς Φάρου, τὴν δὲ τέχνην ἁλιεύς, ἐστρατεύετο δὲ μισθοῦ κατὰ τῶν βουκόλων τὴν ἐν ταῖς ναυσὶ στρατείαν, ὥστε μετὰ τὸν πόλεμον τῆς στρατείας ἀπήλλακτο.
Ἦν οὖν ἐξ ἀπλοίας μακρᾶς πλεόντων πάντα μεστὰ καὶ πολλή τις ὄψεως ἡδονή, ναυτῶν ᾠδή, πλωτήρων κρότος, χορεία νεῶν, καὶ ἦν ἅπας ὁ ποταμὸς ἑορτή· ἐῴκει δὲ ὁ πλοῦς κωμάζοντι ποταμῷ. Ἔπινον δὲ καὶ τοῦ Νείλου τότε πρῶτον ἄνευ τῆς πρὸς οἶνον ὁμιλίας, κρῖναι θέλων τοῦ πώματος τὴν ἡδονήν· οἶνος γὰρ φύσεως ὕδατος κλοπή.
Ἀρυσάμενος οὖν ὑάλου τῆς διαφανοῦς κύλικα, τὸ ὕδωρ ἑώρων ὑπὸ λευκότητος πρὸς τὸ ἔκπωμα ἁμιλλώμενον καὶ τὸ ἔκπωμα νικώμενον· γλυκὺ δὲ
συνέκρινον αὐτοὺς τῷ ποταμῷ. Διὰ τοῦτο αὐτὸν ἄκρατον ὁ Αἰγύπτιος πίνων οὐ φοβεῖται, Διονύσου μὴ δεόμενος. Ἐθαύμασα δὲ αὐτῶν καὶ τὸν τρόπον τοῦ ποτοῦ. Οὔτε γὰρ ἀρύσαντες πίνειν ἐθέλουσιν οὔτε ἐκπωμάτων ἀνέχονται, ἔκπωμα αὐτουργὸν ἔχοντες· ἔκπωμα γὰρ αὐτοῖς ἐστιν ἡ χείρ.
Εἰ γάρ τις αὐτῶν διψήσειε πλέων, προκύψας ἐκ τῆς νεὼς τὸ μὲν πρόσωπον ἐς τὸν ποταμὸν προβέβληκε, τὴν δὲ χεῖρα εἰς τὸ ὕδωρ καθῆκε καὶ κοίλην βαπτίσας καὶ πλησάμενος ὕδατος ἀκοντίζει κατὰ τοῦ στόματος τὸ πῶμα καὶ τυγχάνει τοῦ σκοποῦ· τὸ δὲ κεχηνὸς περιμένει τὴν βολὴν καὶ δέχεται καὶ κλείεται καὶ οὐκ ἐᾷ τὸ ὕδωρ αὖθις ἔξω πεσεῖν.
Εἶδον δὲ καὶ ἄλλο θηρίον τοῦ Νείλου ὑπὲρ τὸν ἵππον τὸν ποτάμιον εἰς ἀλκὴν ἐπαινούμενον, κροκόδειλος δὲ ὄνομα ἦν αὐτῷ· παρήλλακτο δὲ τὴν μορφὴν εἰς ἰχθὺν ὁμοῦ καὶ θηρίον. Μέγας μὲν γὰρ ἐκ κεφαλῆς ἐς οὐράν, τὸ δὲ εὖρος τοῦ μεγέθους οὐ κατὰ λόγον.
Δορὰ μὲν φολίσι ῥυσή, τεφραία δὲ τῶν νώτων ἡ χρόα καὶ μέλαινα· ἡ γαστὴρ δὲ λευκή· πόδες τέτταρες εἰς τὸ πλάγιον ἠρέμα κυρτούμενοι, καθάπερ χερσαίας χελώνης· οὐρὰ μακρὰ καὶ παχεῖα καὶ ἐοικυῖα στερεῷ σώματι.
Οὐ γὰρ ὡς τοῖς ἄλλοις ἐπίκειται θηρίοις, ἀλλ’ ἔστι τῆς ῥάχεως ἓν ὀστοῦν τελευτὴ καὶ μέρος αὐτοῦ τῶν ὅλων. Ἐντέτμηται δὲ ἄνωθεν εἰς ἀκάνθας ἀναιδεῖς, οἷαι τῶν πριόνων εἰσὶν αἱ αἰχμαί.
Αὕτη δὲ αὐτῷ καὶ μάστιξ ἐπὶ τῆς ἄγρας γίνεται· τύπτει γὰρ αὐτῇ πρὸς οὓς ἄν διαπαλαίῃ καὶ πολλὰ ποιεῖ τραύματα πληγῇ μιᾷ. Κεφαλὴ δὲ αὐτῷ τοῖς νώτοις συνυφαίνεται καὶ εἰς μίαν στάθμην ἰθύνεται
Τὸν μὲν γὰρ ἄλλον χρόνον, παρ’ ὅσον οὐ κέχηνε τὸ θηρίον, ἔστι κεφαλή· ὅταν δὲ χάνῃ πρὸς τὰς ἄγρας, ὅλον στόμα γίνεται. Ἀνοίγει δὲ τὴν γένυν τὴν ἄνω, τὴν δὲ κάτω στερεὰν ἔχει· καὶ ἀπόστασίς ἐστι πολλή, καὶ μέχρι τῶν ὤμων τὸ χάσμα, καὶ εὐθύς ἡ γαστήρ.
Ὀδόντες δὲ πολλοὶ καὶ ἐπὶ πλεῖστον τεταγμένοι. Φασὶ δὲ ὅτι τὸν ἀριθμὸν τυγχάνουσιν ὅσας ὁ θεὸς εἰς ὅλον ἔτος ἀναλάμπει τὰς ἡμέρας· τοσοῦτον σπόρον φέρει τὸ τῶν γενύων πεδίον. Ἂν δ’ ἐκπεράσῃ πρὸς τὴν γῆν, ὅσον ἔχει δυνάμεως οὐκ ἀπιστήσεις, ἰδὼν τὴν τοῦ σώματος ὁλκήν.
Τριῶν δὲ πλεύσαντες ἡμερῶν εἰς Ἀλεξάνδρειαν ἤλθομεν. Ἀνιόντι δέ μοι κατὰ τὰς Ἡλίου καλουμένας πύλας, συνηντᾶτο εὐθὺς τῆς πόλεως ἀστράπτον τὸ κάλλος, καί μου τοὺς ὀφθαλμοὺς ἐγέμισεν ἡδονῆς.
Στάθμη μὲν κιόνων ὄρθιος ἑκατέρωθεν ἐκ τῶν Ἡλίου πυλῶν εἰς τὰς Σελήνης πύλας· οὗτοι γὰρ τῆς πόλεως οἱ πυλωροί· ἐν μέσῳ δὲ τῶν κιόνων τῆς πόλεως τὸ πεδίον.
Ὁδὸς δὲ διὰ τοῦ πεδίου πολλὴ καὶ ἔνδημος ἀποδημία. Ὀλίγους δὲ τῆς πόλεως σταδίους προελθὼν ἦλθον εἰς τὸν ἐπώνυμον Ἀλεξάνδρου τόπον. Εἶδον δὲ ἐντεῦθεν ἄλλην πόλιν καὶ σχιζόμενον ταύτῃ τὸ κάλλος.
Ὅσος γὰρ κιόνων ὄρχατος εἰς τὴν εὐθυωρίαν, τοσοῦτος ἕτερος εἰς τὰ ἐγκάρσια. Ἐγὼ
Τὰ μὲν ἔβλεπον, τὰ δὲ ἔμελλον, τὰ δὲ ἠπειγόμην ἰδεῖν, τὰ δὲ οὐκ ἤθελον παρελθεῖν· ἐκράτει τὴν θέαν τὰ ὁρώμενα, εἷλκε τὰ προσδοκώμενα. Περιάγων οὖν ἐμαυτὸν εἰς πάσας τὰς ἀγυιὰς καὶ πρὸς τὴν ὄψιν δυσερωτιῶν εἶπον καμὼν “ὀφθαλμοί,
νενικήμεθα.” Εἶδον δὲ δύο καινὰ καὶ παράλογα, μεγέθους πρὸς κάλλος ἅμιλλαν καὶ δήμου πρὸς πόλιν φιλονεικίαν, καὶ ἀμφότερα νικῶντα. Ἡ μὲν γὰρ ἠπείρου μείζων ἦν, ὁ δὲ πλείων ἔθνους· καὶ εἰ μὲν εἰς τὴν πόλιν ἀπεῖδον, ἠπίστουν εἰ πληρώσει τις δῆμος αὐτὴν ἀνδρῶν, εἰ δὲ εἰς τὸν δῆμον ἐθεασάμην, ἐθαύμαζον εἰ χωρήσει τις αὐτὸν πόλις. Τοιαύτη τις ἦν ἰσότητος τρυτάνη.
Ἦν δέ πως κατὰ δαίμονα ἱερομηνία τοῦ μεγάλου θεοῦ, ὃν Δία μὲν Ἕλληνες, Σέραπιν δὲ καλοῦσιν Αἰγύπτιοι. Ἦν δὲ καὶ πυρὸς δᾳδουχία· καὶ τοῦτο μέγιστον ἐθεασάμην.
Ἑσπέρα μὲν γὰρ ἦν καὶ ὁ ἥλιος κατεδύετο καὶ νὺξ ἦν οὐδαμοῦ, ἀλλὰ ἄλλος ἀνέτελλεν ἥλιος κατακερματίζων. Τότε γὰρ εἶδον πόλιν ἐρίζουσαν περὶ κάλλους οὐρανῷ. Ἐθεασάμην δὲ καὶ τὸν Μειλίχιον Δία καὶ τὸν Διὸς Οὐρανίου νεών.
Προσευξάμενοι δὴ τῷ μεγάλῳ θεῷ καὶ ἱκετεύσαντες στῆσαι ἡμῖν ποτε τὰ δεινά, εἰς τὴν καταγωγὴν ἤλθομεν, ἣν ἔτυχεν, ἣν ἔτυχεν ὁ Μενέλαος ἡμῖν μεμισθωμένος. Οὐκ ἐῴκει δὲ ἄρα ὁ θεὸς ἐπινεύειν ταῖς ἡμετέραις εὐχαῖς, ἀλλ’ ἔμενεν ἡμᾶς καὶ ἄλλο τῆς Τύχης γυμνάσιον.
Ὁ γὰρ Χαιρέας πρὸ πολλοῦ τῆς Λευκίππης ἐλάνθανεν ἐρῶν καὶ διὰ τοῦτο μεμηνύκει τὸ φάρμακον, ἅμα μὲν ἀφορμὴν οἰκειότητος ἑαυτῷ θηρώμενος, ἅμα δὲ καὶ ἑαυτῷ σώζων τὴν κόρην.
Εἰδὼς οὖν ἀμήχανον χεῖρα συγκροτήσας, ἅτε θαλάσσιος ὢν ἄνθρωπος· καὶ συνθέμενος αὐτοῖς ἃ δεῖ. ποιεῖν, ἐπὶ ξένια ἡμᾶς εἰς τὴν Φάρον καλεῖ, σκηψάμενος γενεθλίων ἄγειν ἡμέραν.
Ὡς οὖν προήλθομεν τῶν θυρῶν, οἰωνὸς ἡμῖν γίνεται πονηρός· χελιδόνα κίρκος διώκων τὴν Λευκίππην πατάσσει τῷ πτερῷ εἰς τὴν κεφαλήν. Ταραχθεὶς οὖν ἐπὶ τούτῳ καὶ ἀνανεύσας εἰς οὐρανὸν “ὦ Ζεῦ, τί τοῦτο” ἔφην “φαίνεις ἡμῖν τέρας; ἀλλ̓ εἰ τῷ ὄντι σὸς ὄρνις οὗτος, ἄλλον ἡμῖν σαφέστερον
δεῖξον οἰωνόν.” Μεταστραφεὶς οὖν ʽἔτυχον γὰρ παρεστὼς ἐργαστηρίῳ ζωγράφοὐ γραφὴν ὁρῶ κειμένην, ἥτις ὑπῃνίττετο προσόμοιον. Φιλομήλας γὰρ εἶχε φθορὰν καὶ τὴν βίαν Τηρέως καὶ τῆς γλώττης τὴν τομήν. Ἦν δὲ ὁλόκληρον τὸ διήγημα τοῦ δράματος,
ὁ πέπλος, ὁ Τηρεύς, ἡ τράπεζα. Τὸν πέπλον ἡπλωμένον εἱστήκει κρατοῦσα θεράπαινα· Φιλομήλα παρειστήκει καὶ ἐπετίθει τῷ πέπλῳ τὸν δάκτυλον καὶ ἐδείκνυ τῶν ὑφασμάτων τὰς γραφάς· ἡ Πρόκνη πρὸς τὴν δεῖξιν ἐνενεύκει καὶ δριμὺ ἔβλεπε καὶ ὠργίζετο· Θρᾲξ ὁ Τηρεὺς ἐνύφαντο Φιλομήλᾳ παλαίων πάλην ἀφροδίσιον.
Ἐσπάρακτο τὰς κόμας ἡ γυνή, τὸ ζῶμα ἐλέλυτο, τὸν χιτῶνα κατέρρηκτο, ἡμίγυμνος τὸ στέρνον ἦν, τὴν δεξιὰν ἐπὶ τοὺς ὀφθαλμοὺς ἤρειδε τοῦ Τηρέως, τῇ λαιᾷ τὰ διερρωγότα τοῦ χιτῶνος ἐπὶ τοὺς μαστοὺς εἷλκεν. Ἐν ἀγκάλαις εἶχε τὴν Φιλομήλαν ὁ Τηρεύς, ἕλκων πρὸς ἑαυτὸν ὡς ἐνῆν τὸ σῶμα καὶ σφίγγων ἐν χρῷ τὴν συμπλοκήν.
Ὧδε μὲν τὴν τοῦ πέπλου γραφὴν ὕφηνεν ὁ ζωγράφος· τὸ δὲ λοιπὸν
Ἀναπηδῶν ἐκ τῆς κλίνης ὁ Τηρεὺς ἐγέγραπτο καὶ ἕλκων τὸ ξίφος ἐπὶ τὰς γυναῖκας· τὸ σκέλος ἤρειδεν ἐπὶ τὴν τράπεζαν· ἡ δὲ οὔτε ἕστηκεν οὔτε πέπτωκεν, ἀλλ’ ἐδείκνυ ῥοπὴν μέλλοντος πτώματος.
Λέγει οὖν ὁ Μενέλαος “ἐμοὶ δοκεῖ τὴν εἰς Φάρον ὁδὸν ἐπισχεῖν· ὁρᾷς γὰρ οὐκ ἀγαθὰ δύο σύμβολα, τό τε τοῦ ὄρνιθος καθ’ ἡμῶν πτερὸν καὶ τῆς εἰκόνος τὴν ἀπειλήν. Λέγουσι δὲ οἱ τῶν συμβόλων ἐξηγηταὶ σκοπεῖν τοὺς μύθους τῶν εἰκόνων, ἂν ἐξιοῦσιν ἡμῖν ἐπὶ πρᾶξιν συντύχωσι, καὶ ἐξομοιοῦν τὸ ἀποβησόμενον τῷ τῆς ἱστορίας λόγῳ.
Ὁρᾷς οὖν ὅσων γέμει κακῶν ἡ γραφή· ἔρωτος παρανόμου, μοιχείας ἀναισχύντου, γυναικείων ἀτυχημάτων· ὅθεν ἐπισχεῖν κελεύω τὴν ἔξοδον.” Ἐδόκει μοι λέγειν εἰκότα, καὶ παραιτοῦμαι τὸν Χαιρέαν ἐκείνην τὴν ἡμέραν. Ὁ μὲν οὖν σφόδρα ἀνιώμενος ἀπηλλάττετο, φήσας αὔριον ἐφ̓ ἡμᾶς ἀφίξεσθαι.
Ἡ δὲ Λευκίππη λέγει πρός με ʽφιλόμυθον γάρ πως τὸ τῶν γυναικῶν γένοσ̓ “τί βούλεται τῆς εἰκόνος ὁ μῦθος καὶ τίνες αἱ ὄρνιθες αὗται καὶ τίνες αἱ γυναῖκες καὶ τίς ὁ ἀναιδὴς ἐκεῖνος ἀνήρ;” Κἀγὼ καταλέγειν ἄρχομαι “ἀηδὼν καὶ χελιδὼν καὶ ἔποψ·
πάντες ἄνθρωποι καὶ πάντες ὄρνιθες. Ἔποψ ὁ ἀνήρ, αἱ δύο γυναῖκες Φιλομήλα χελιδὼν καὶ Πρόκνη ἀηδών. Πόλις αὐταῖς Ἀθῆναι. Τηρεὺς ὁ ἀνήρ· Πρόκνη Τηρέως γυνή. Βαρβάροις δέ, ὡς ἔοικεν, οὐχ ἱκανὴ πρὸς Ἀφροδίτην μία γυνή, μάλισθ’ ὅταν αὐτοῖς καιρὸς διδῷ πρὸς ὕβριν τρυφᾶν.
Καιρὸς οὖν γίνεται τῷ Θρᾳκὶ τούτῳ χρήσασθαι τῇ φύσει Πρόκνης ἡ φιλοστοργία·
Τὴν γλῶτταν τῆς Φιλομήλας φοβεῖται, καὶ ἕδνα τῶν γάμων αὐτῇ δίδωσι μηκέτι λαλεῖν καὶ κείρει τῆς φωνῆς τὸ ἄνθος. Ἀλλὰ πλέον ἤνυσεν οὐδέν· ἡ γὰρ Φιλομήλας τέχνη σιωπῶσαν εὕρηκε φωνήν.
Ὑφαίνει γὰρ πέπλον ἄγγελον καὶ τὸ δρᾶμα πλέκει ταῖς κρόκαις, καὶ μιμεῖται τὴν γλῶτταν ἡ χεὶρ καὶ Πρόκνης τοῖς ὀφθαλμοῖς τὰ τῶν ὤτων μηνύει καὶ πρὸς αὐτὴν ἃ πέπονθε τῇ κερκίδι λαλεῖ.
Ἡ Πρόκνη τὴν βίαν ἀκούει παρὰ τοῦ πέπλου καὶ ἀμύνασθαι καθ’ ὑπερβολὴν ζητεῖ τὸν ἄνδρα. Ὀργαὶ δὲ δύο καὶ δύο γυναῖκες εἰς ἓν πνέουσαι καὶ ὕβρει κεράσασαι τὴν ζηλοτυπίαν δεῖπνον ἐπινοοῦσι τῶν γάμων ἀτυχέστερον.
Τὸ δὲ δεῖπνον ἦν ὁ παῖς Τηρέως, οὗ μήτηρ μὲν ἦν πρὸ τῆς ὀργῆς ἡ Πρόκνη, τότε δὲ τῶν ὠδίνων ἐπιλέληστο. Οὕτως αἱ τῆς ζηλοτυπίας ὠδῖνες νικῶσι καὶ τὴν γαστέρα. Μόνον γὰρ ἐρῶσαι αἱ γυναῖκες ἀνιᾶσαι τὸν τὴν εὐνὴν λελυπηκότα, κἂν πάσχωσιν ἐν οἷς ποιοῦσιν οὐχ ἧττον κακόν, τὴν τοῦ πάσχειν λογίζονται συμφορὰν τῇ τοῦ ποιεῖν ἡδονῇ.
Ἐδείπνησεν ὁ Τηρεὺς δεῖπνον Ἐρινύων, αἱ δὲ ἐν κανῷ τὰ λείψανα τοῦ παιδίου παρέφερον, γελῶσαι φόβῳ. Ὁ Τηρεὺς ὁρᾷ τὰ λείψανα τοῦ παιδίου καὶ πενθεῖ τὴν τροφὴν καὶ ἐγνώρισεν ὢν τοῦ δείπνου πατήρ· γνωρίσας μαίνεται καὶ σπᾶται τὸ ξίφος καὶ ἐπὶ τὰς γυναῖκας τρέχει, ἃς δέχεται ὁ ἀήρ. Καὶ ὁ Τηρεὺς αὐταῖς συναναβαίνει καὶ ὄρνις γίνεται· καὶ τηροῦσιν ἔτι τοῦ πάθους τὴν εἰκόνα.
Φεύγει μὲν ἀηδών, διώκει δὲ ὁ Τηρεύς. Οὕτως ἐφύλαξε τὸ μῖσος καὶ μέχρι τῶν πτερῶν.”
Τότε μὲν οὖν οὕτως ἐξεφύγομεν τὴν ἐπιβουλήν· ἐκερδήσαμεν δὲ οὐδὲν ἢ μίαν ἡμέραν. Τῇ γὰρ ὑστεραίᾳ παρῆν ἕωθεν ὁ Χαιρέας, καὶ ἡμεῖς αἰδεσθέντες ἀντιλέγειν οὐκ εἴχομεν. Ἐπιβάντες οὖν σκάφους, ἤλθομεν εἰς τὴν Φάρον, ὁ δὲ Μενέλαος ἔμεινεν αὐτοῦ,
φήσας οὐχ ὑγιῶς ἔχειν. Πρῶτον μὲν οὖν ἡμᾶς ὁ Χαιρέας ἐπὶ τὸν πύργον ἄγει καὶ δείκνυσι τὴν κατασκευὴν θαυμασίαν τινὰ καὶ παράλογον.
Ὄρος ἦν ἐν μέσῃ τῇ θαλάσσῃ κείμενον, ψαῦον αὐτῶν τῶν νεφῶν, ὑπέρρει δὲ ὕδωρ κάτωθεν τοῦ ποιήματος· τὸ δὲ ἐπὶ θαλάσσης εἱστήκει κρεμάμενον· ἐς δὲ τὴν τοῦ ὄρους ἀκρόπολιν ὁ τῶν νεῶν κυβερνήτης ἀνέτελλεν ἥλιος. Μετὰ δὲ ταῦτα ἡγεῖτο ἡμῖν ἐπὶ τὴν οἰκίαν· ἦν δὲ ἐπ’ ἐσχάτων τῆς νήσου κειμένη ἐπ’ αὐτῇ τῇ θαλάσσῃ.
Ἑσπέρας οὖν γενομένης ὑπεξέρχεται μὲν ὁ Χαιρέας, πρόφασιν ποιησάμενος τὴν γαστέρα. Μετὰ μικρὸν δὲ βοή τις ἐξαίφνης περὶ τὰς θύρας ἦν, καὶ εὐθὺς εἰστρέχουσιν ἄνθρωποι μεγάλοι καὶ πολλοί, μαχαίρας ἐσπασμένοι, καὶ ἐπὶ τὴν κόρην πάντες ὥρμησαν.
Ἐγὼ δὲ ὡς εἶδον φερομένην μοι τὴν φιλτάτην, οὐκ ἐνεγκὼν ἵεμαι διὰ τῶν ξιφῶν· καί με παίει τις κατὰ τοῦ μηροῦ μαχαίρᾳ καὶ ὤκλασα. Ἐγὼ μὲν δὴ καταπεσὼν ἐρρεόμην αἵματι, οἱ δὲ ἐνθέμενοι τῷ σκάφει τὴν κόρην ἔφευγον.
Θορύβου δὲ καὶ βοῆς οἷα ἐπὶ λῃσταῖς γενομένης ὁ στρατηγὸς τῆς νήσου παρῆν· ἦν δέ μοι γνώριμος ἐκ τοῦ στρατοπέδου γενόμενος. Δεικνύω δὴ τὸ τραῦμα καὶ δέομαι διῶξαι τοὺς λῃστάς· ὥρμει δὲ πολλὰ πλοῖα ἐν τῇ πόλει. Τούτων ἑνὸς ἐπιβὰς ὁ στρατηγὸς ἐδίωκεν ἅμα τῇ παρούσῃ
Ὡς δὲ εἶδον οἱ λῃσταὶ προσιοῦσαν ἤδη τὴν ναῦν εἰς ναυμαχίαν, ἱστᾶσιν ἐπὶ τοῦ καταστρώματος ὀπίσω τὼ χεῖρε δεδεμένην τὴν κόρην, καί τις αὐτῶν μεγάλῃ τῇ φωνῇ “ἰδοὺ τὸ ἆθλον ὑμῶν” εἰπὼν ἀποτέμνει αὐτῆς τὴν κεφαλὴν καὶ τὸ λοιπὸν σῶμα ὠθεῖ κατὰ τῆς θαλάσσης.
Ἐγὼ δὲ ὡς εἶδον, ἀνέκραγον οἰμώξας καὶ ὥρμησα ἐμαυτὸν ἐπαφεῖναι· ὡς δὲ οἱ παρόντες κατέσχον, ἐδεόμην ἐπισχεῖν τε τὴν ναῦν καί τινα ἁλέσθαι κατὰ τῆς θαλάττης, εἴ πως κἂν πρὸς ταφὴν λάβοιμι τῆς κόρης τὸ σῶμα.
Καὶ ὁ στρατηγὸς πείθεται καὶ ἵστησι τὴν ναῦν· καὶ δύο τῶν ναυτῶν ἀκοντίζουσιν ἑαυτοὺς ἔξω τῆς νεὼς καὶ ἁρπάσαντες τὸ σῶμα ἀναφέρουσιν. Ἐν τούτῳ δὲ οἱ λῃσταὶ μᾶλλον ἐρρωμενέστερον ἤλαυνον· ὡς δὲ ἦμεν πάλιν πλησίον, ὁρῶσιν οἱ λῃσταὶ ναῦν ἑτέραν καὶ γνωρίσαντες ἐκάλουν πρὸς βοήθειαν· πορφυρεῖς δὲ ἦσαν πειρατικοί.
Ἰδὼν δὲ ὁ στρατηγὸς δύο ναῦς ἤδη γενομένας ἐφοβήθη καὶ πρύμναν ἐκρούετο· καὶ γὰρ οἱ πειραταὶ τοῦ φυγεῖν ἀποτραπόμενοι προὐκαλοῦντο εἰς μάχην.
Ἐπεὶ δὲ ἀνεστρέψαμεν εἰς γῆν, ἀποβὰς τοῦ σκάφους καὶ τῷ σώματι περιχυθεὶς ἔκλαον. “Νῦν μοι Λευκίππη τέθνηκας ἀληθῶς θάνατον διπλοῦν, γῇ καὶ θαλάττῃ διαιρούμενον· τὸ μὲν γὰρ λείψανον ἔχω σου τοῦ σώματος, ἀπολώλεκα δὲ σέ.
Οὐκ ἴση τῆς θαλάττης πρὸς τὴν γῆν ἡ νομή· μικρόν μοί σου μέρος καταλέλειπται ἐν ὄψει τοῦ μείζονος· αὕτη δὲ ἐν ὀλίγῳ τὸ πᾶν σου κρατεῖ. Ἀλλ’ ἐπεί μὁ??ʼτῶν ἐν τῷ προσώπῳ φιλημάτων ἐφθόνησεν ἡ Τύχη, φέρε σου καταφιλήσω τὴν σφαγήν.”
Ταῦτα καταθρηνήσας καὶ θάψας τὸ σῶμα πάλιν εἰς τὴν Ἀλεξάνδρειαν ἔρχομαι, καὶ θεραπευθεὶς ἄκων
Καὶ ἤδη μοι γεγόνεσαν μῆνες ἕξ, καὶ τὸ πολὺ τοῦ πένθους ἤρχετο μαραίνεσθαι ʽχρόνος γὰρ λύπης φάρμακον καὶ πεπαίνει τῆς ψυχῆς τὰ ἕλκη· μεστὸς γὰρ ἥλιος ἡδονῆς, καὶ τὸ λυπῆσαν πρὸς ὀλίγον, κἂν ᾖ καθ’ ὑπερβολήν, ἀναζεῖ μὲν ἐφ’ ὅσον ἡ ψυχὴ κάεται, τῇ δὲ τῆς ἡμέρας ψυχαγωγίᾳ νικώμενον καταψύχεταἰ, καί μου τις κατόπιν βαδίζοντος ἐν ἀγορᾷ τῆς χειρὸς ἄφνω λαβόμενος ἐπιστρέφει καὶ οὐδὲν εἰπὼν περιπτυξάμενός με πολλὰ κατεφίλει.
Ἐγὼ δὲ τὸ μὲν πρῶτον οὐκ ᾔδειν ὅστις ἦν, ἀλλ’ εἱστήκειν ἐκπεπληγμένος καὶ δεχόμενος τὰς προσβολὰς τῶν ἀσπασμάτων, ὡς φιλημάτων σκοπός· ἐπεὶ δὲ μικρὸν διέσχε, καὶ τὸ πρόσωπον εἶδον “Κλεινίας δὲ ἦν” , ἀνακραγὼν ὑπὸ χαρᾶς ἀντιπεριβάλλω τε αὐτὸν καὶ τὰς αὐτὰς ἀπεδίδουν περιπλοκάς, καὶ μετὰ ταῦτα εἰς τὴν καταγωγὴν ἀνήλθομεν τὴν ἐμήν. Καὶ ὁ μὲν τὰ αὑτοῦ μοι διηγεῖτο, ὅπως ἐκ τῆς ναυαγίας περιεγένετο, ἐγὼ δὲ τὰ περὶ τῆς Λευκίππης ἅπαντα.
“Εὐθὺς μὲν γὰρ” ἔφη “ῥαγείσης τῆς νεὼς ἐπὶ τὸ κέρας ᾖξα, καὶ ἄκρου λαβόμενος μόλις, ἀνδρῶν ἤδη πεπληρωμένου, περιβαλὼν τὰς χεῖρας ἐπεχείρουν ἔχεσθαι παρακρεμάμενος. Ὀλίγον δὲ ἡμῶν ἐμπελαγισάντων, κῦμα μέγιστον ἆραν τὸ ξύλον προσρήγνυσιν ὄρθιον ὑφάλῳ πέτρᾳ κατὰ θάτερον, οὗ ἐγὼ ἔτυχον κρεμάμενος.
Τὸ δὲ προσαραχθὲν βίᾳ πάλιν εἰς τοὐπίσω δίκην μηχανῆς ἀπεκρούετο καί με ὥσπερ ἀπὸ σφενδόνης ἐξερρίπτησε. Τοὐντεῦθεν δὲ ἐνηχόμην τὸ ἐπίλοιπον τῆς ἡμέρας, οὐκέτι ἔχων ἐλπίδα σωτηρίας.
Ἤδηδὲ καμὼν καὶ ἀφεὶς ἐμαυτὸν τῇ τύχῃ ναῦν ὁρῶ κατὰ πρόσωπον φερομένην, καὶ τὰς χεῖρας ἀνασχών, ὃν ἠδυνάμην τρόπον, ἱκετηρίαν ἐθέμην
“δύο δὲ πλεύσαντες ἡμέρας ἐπὶ τὴν πόλιν ἥκομεν, καὶ δέομαι τῶν ἐν τῷ πλοίῳ Σιδωνίων ʽΞενοδάμας δὲ ὁ ἔμπορος ἦν καὶ Θεόφιλος ὁ τούτου πενθερὸσ̓ μηδενὶ Τυρίων, εἰ περιτύχοιεν, κατειπεῖν ὡς ἐκ ναυαγίας περιγενοίμην, ὡς ἂν μὴ μάθοιεν συναποδεδημηκότα.
Ἤλπιζον γὰρ λήσειν, εἰ τὰ ἀπὸ τούτων ἐν ἡσυχίᾳ γένοιτο, πέντε μόνον ἡμερῶν μοι μεταξὺ γενομένων, αἷς οὐκ ἔτυχον ὀφθείς· τοῖς δὲ κατὰ τὴν οἰκίαν τὴν ἐμήν, ὡς οἶδας, προηγορεύκειν λέγειν τοῖς πυνθανομένοις, εἰς κώμην ἀποδεδημηκέναι μέχρι δέκα ὅλων ἡμερῶν.
Καὶ τοῦτόν γε τὸν λόγον εὗρον περὶ ἐμοῦ κατεσχηκότα. Οὔπω δὲ ὁ σὸς πατὴρ ἐκ τῆς Παλαιστίνης ἔτυχεν ἥκων, ἀλλὰ δύο ἄλλων ὕστερον ἡμερῶν, καὶ καταλαμβάνει πεμφθέντα παρὰ τοῦ τῆς Λευκίππης πατρὸς γράμματα, ἅπερ ἔτυχε μετὰ μίαν ἡμέραν τῆς ἡμετέρας ἀποδημίας κεκομισμένα, δι’ ὧν ὁ Σώστρατος ἐγγυᾷ σοὶ τὴν θυγατέρα.
Ἐν ποικίλαις οὖν ἦν συμφοραῖς ἀναγνοὺς τὰ γράμματα καὶ τὴν ὑμετέραν ἀκούσας φυγήν, τὸ μὲν ὡς τὸ τῆς ἐπιστολῆς ἀπολέσας ἆθλον, τὸ δὲ ὅτι παρὰ μικρὸν οὕτως ἡ Τύχη τὰ πράγματα ἔθηκε· καὶ γὰρ οὐδὲν ἂν τούτων ἐγεγόνει, εἰ θᾶττον ἐκομίσθη τὰ γράμματα.
Καὶ τῶν μὲν πεπραγμένων οὐδὲν πρὸς τὸν ἀδελφὸν ἡγήσατό πω δεῖν γράφειν, ἀλλὰ καὶ τῆς μητρὸς τῆς κόρης ἐδεήθη τὸ παρὸν ἐπισχεῖν.
ʽΤάχα
Ἐπολυπραγμόνει δὲ παντὶ σθένει ποῖ κεχωρήκατε. Καὶ ὀλίγον πρὸ τούτων τῶν ἡμερῶν ἔρχεται Διόφαντος ὁ Τύριος ἐξ Αἰγύπτου πεπλευκώς, καὶ λέγει πρὸς αὐτὸν ὅτι σε ἐνθάδε ἐθεάσατο· κἀγὼ μαθών, ὡς εἶχον, εὐθὺς ἐπιβὰς νεὼς ὀγδόην ταύτην ἡμέραν πᾶσάν σε περιῆλθον ζητῶν τὴν πόλιν. Πρὸς ταῦτα οὖν σοι βουλευτέον ἐστίν, ὡς τάχα καὶ τοῦ πατρὸς ἥξοντος ἐνταῦθα τοῦ σοῦ.”
Ταῦτα ἀκούσας ἀνῴμωξα ἐπὶ τῇ τῆς Τύχης παιδιᾷ “ὦ δαῖμον” λέγων, “νῦν μὲν Σώστρατός μοι Λευκίππην ἐκδίδωσι καί μοι γάμους ἐκ μέσου πολέμου πέμπει, μετρήσας ἀκριβῶς τὰς ἡμέρας, ἵνα μὴ φθάσῃ τὴν φυγήν.
Ὢ τῶν ἐξώρων εὐτυχημάτων, ὦ μακάριος ἐγὼ παρὰ μίαν ἡμέραν. Μετὰ θάνατον γάμοι, μετὰ θρῆνον ὑμέναιοι. Τίνα μοι δίδωσι νύμφην ἡ Τύχη; ἣν οὐδὲ ὁλόκληρόν μοι δέδωκε νεκράν.”
“Οὐ θρήνων νῦν καιρὸσ” ὁ Κλεινίας εἶπεν, “ἀλλὰ σκεψώμεθα, πότερον εἰς τὴν πατρίδα σοι νῦν ἀνακομιστέον ἢ τὸν πατέρα ἐνταῦθα ἀναμενετέον.” “Οὐδέτερον” εἶπον· ʽποίῳ γὰρ ἂν ἴδοιμι προσώπῳ τὸν πατέρα, μάλιστα μὲν οὕτως αἰσχρῶς φυγών, εἶτα καὶ τὴν παρακαταθήκην αὐτῷ τἀδελφοῦ διαφθείρας; φεύγειν οὖν ἐντεῦθεν ὑπολείπεται πρὶν ἥκειν αὐτόν.ʼ
Ἐν τούτῳ δὴ ὁ Μενέλαος εἰσέρχεται καὶ ὁ Σάτυρος μετ’ αὐτοῦ, καὶ τόν τε Κλεινίαν περιπτύσσονται καὶ μανθάνουσι παρ’ ἡμῶν τὰ πεπραγμένα. Καὶ ὁ Σάτυρος “ἀλλ’ ἔστι σοι” ἔφη “τὰ παρόντα θέσθαι καλῶς καὶ ἐλεῆσαι ψυχὴν ἐπὶ σοὶ φλεγομένην·
ἀκουσάτω δὲ καὶ ὁ Κλεινίας. Ἡ γὰρ Ἀφροδίτη μέγα τούτῳ παρέσχεν ἀγαθόν, ὁ δ’ οὐκ ἐθέλει λαβεῖν· γυναῖκα γὰρ ἐξέμηνεν ἐπ’ αὐτὸν πάνυ καλήν, ὥστε ἂν ἰδὼν αὐτὴν εἴποις ἄγαλμα, Ἐφεσίαν τὸ γένος,
ὄνομα Μελίτην· πλοῦτος πολὺς καὶ ἡλικία νέα. Τέθνηκε δ’ αὐτῆς προσφάτως ὁ ἀνὴρ κατὰ θάλατταν, βούλεται δὲ τοῦτον ἔχειν δεσπότην ʽοὐ γὰρ ἄνδρα ἐρὦ καὶ δίδωσιν ἑαυτὴν καὶ πᾶσαν ἑαυτῆς τὴν οὐσίαν· δι’ αὐτὸν γὰρ τέτταρας μῆνας νῦν ἐνθάδε διέτριψεν, ἀκολουθῆσαι δεομένη. Ὁ δὲ οὐκ οἶδα τί παθὼν ὑπερηφανεῖ, νομίζων αὐτῷ Λευκίππην ἀναβιώσεσθαι.”
Καὶ ὁ Κλεινίας “οὐκ ἀπὸ τρόπου δοκεῖ μοι” φησὶν “ὁ Σάτυρος λέγειν· κάλλος γὰρ καὶ πλοῦτος καὶ ἔρως εἰ συνῆλθον ἐπὶ σέ, οὐχ ἕδρας ἔργον οὐδ᾽ ἀναβολῆς. Τὸ μὲν γὰρ κάλλος ἡδονήν, ὁ δὲ πλοῦτος τρυφήν, ὁ δὲ ἔρως αἰδῶ· μισεῖ δὲ ὁ θεὸς τοὺς ἀλαζόνας.
Φέρε πείσθητι τῷ Σατύρῳ καὶ χάρισαι τῷ θεῷ.” Κἀγὼ στενάξας “ἄγε με” εἶπον “ὅποι θέλεις, εἰ καὶ Κλεινίᾳ τοῦτο δοκεῖ· μόνον ὅπως τὸ γύναιόν μοι μὴ παράσχῃ πράγματα ἐπείγουσα πρὸς τὸ ἔργον,
ἔστ’ ἂν εἰς τὴν Ἔφεσον ἀφικώμεθα. Φθάνω γὰρ ἐπομοσάμενος ἐνταῦθα μὴ συνελθεῖν, ἔνθα Λευκίππην ἀπολώλεκα.” Ταῦτα ἀκούσας ὁ Σάτυρος προστρέχει πρὸς τὴν Μελίτην εὐαγγέλια φέρων· καὶ μικρὸν διαλιπὼν αὖθις ἐπανέρχεται, λέγων ἀκούσασαν τὴν γυναῖκα ὑφ’ ἡδονῆς παρὰ μικρὸν τὴν ψυχὴν ἀφεῖναι, δεῖσθαι δὲ ἥκειν ὡς αὐτὴν δειπνήσοντα τὴν ἡμέραν γάμων προοίμιον.
Ἐπείσθην καὶ ᾠχόμην· ἡ δὲ ὡς εἶδέ με, ἀναθοροῦσα περιβάλλει καὶ πᾶν μου τὸ πρόσωπον ἐμπίπλησι φιλημάτων. Ἦν δὲ τῷ ὄντι καλὴ καὶ γάλακτι
Ἐμάρμαιρεν αὐτῆς τὸ βλέμμα μαρμαρυγὴν ἀφροδίσιον· κόμη πολλὴ καὶ βαθεῖα καὶ κατάχρυσος τῇ χρόᾳ, ὥστε ἔδοξα οὐκ ἀηδῶς ἰδεῖν τὴν γυναῖκα.
Τὸ μὲν οὖν δεῖπνον ἦν πολυτελές· ἡ δὲ ἐφαπτομένη τῶν παρακειμένων, ὡς δοκεῖν ἐσθίειν, οὐκ ἠδύνατο τυχεῖν ὁλοκλήρου τροφῆς, πάντα δὲ ἔβλεπεν ἐμέ· οὐδὲν γὰρ ἡδὺ τοῖς ἐρῶσι πλὴν τὸ ἐρώμενον· τὴν γὰρ ψυχὴν πᾶσαν ὁ ἔρως καταλαβὼν οὐδὲ αὐτῇ χώραν δίδωσι τῇ τροφῇ.
Ἡ δὲ τῆς θέας ἡδονὴ διὰ τῶν ὀμμάτων εἰσρέουσα τοῖς στέρνοις ἐγκάθηται· ἕλκουσα δὲ τοῦ ἐρωμένου τὸ εἴδωλον ἀεὶ ἐναπομάττει τῷ τῆς ψυχῆς κατόπτρῳ καὶ ἀναπλάττει τὴν μορφήν· ἡ δὲ τοῦ κάλλους ἀπορροὴ δι’ ἀφανῶν ἀκτίνων ἐπὶ τὴν ἐρωτικὴν ἑλκομένη καρδίαν ἐναποσφραγίζει κάτω τὴν σκιάν.
Λέγω δὴ πρὸς αὐτὴν συνεὶς “ἀλλὰ σύ γε οὐδενὸς μετέχεις τῶν σῶν αὐτῆς, ἀλλ’ ἔοικας τοῖς ἐν γραφαῖς ἐσθίουσιν·” ἡ δὲ ʽποῖον γὰρ ὄψον’ ἔφη “μοι πολυτελέστερον ἢ ποῖος οἶνος τιμιώτερος τῆς σῆς ὄψεως;” καὶ ἅμα λέγουσα κατεφίλησέ με, προσιέμενον οὐκ ἀηδῶς τὰ φιλήματα· εἶτα διασχοῦσα εἶπεν “αὕτη μοι τροφή.”
Τότε μὲν οὖν ἐν τούτοις ἦμεν· ἑσπέρας δὲ γενομένης ἡ μὲν ἐπεχείρει με κρατεῖν ἐκεῖ κοιμησόμενον, ἐγὼ δὲ παρῃτούμην, εἰπὼν ἃ καὶ πρὸς τὸν Σάτυρον ἔτυχον προαγορεύσας. Μόλις οὖν ἀφίησιν ἀνιωμένη.
Τῇ δὲ ὑστεραίᾳ συνέκειτο ἡμῖν εἰς τὸ τῆς Ἴσιδος ἱερὸν ἀπαντῆσαι διαλεξομένοις τε ἀλλήλοις καὶ πιστωσομένοις ἐπὶ μάρτυρι τῇ θεῷ· συμπαρῆσαν δὲ ἡμῖν ὅ τε Μενέλαος καὶ ὁ Κλεινίας· καὶ ὠμνύομεν ἐγὼ μὲν ἀγαπήσειν ἀδόλως, ἡ δὲ ἄνδρα ποιήσεσθαι καὶ πάντων ἀποφανεῖν δεσπότην.
“Ἄρξει
Καί τι μέμνημαι καὶ γελοῖον παρὰ τὴν ἑστίασιν τῆς Μελίτης. Ὡς γὰρ ἐπευφήμουν τοῖς γάμοις οἱ παρόντες, νεύσασα πρός με ἡσυχῆ “καινὸν” εἶπεν “ἐγὼ μόνη πέπονθα. Κενοτάφιον μὲν γὰρ εἶδον, κενογάμιον δ’ οὔ.” Ταῦτα μὲν οὖν ἔπαιζε σπουδῇ.
Τῇ δὲ ἐπιούσῃ στελλόμεθα πρὸς ἀποδημίαν· κατὰ τύχην δὲ καὶ τὸ πνεῦμα ἐκάλει ἡμᾶς. Καὶ ὁ Μενέλαος μέχρι τοῦ λιμένος ἐλθὼν καὶ ἀσπασάμενος, εὐτυχεστέρας εἰπὼν νῦν ἡμᾶς τυχεῖν τῆς θαλάσσης ἀπετράπετο αὖθις, νεανίσκος πάνυ χρηστὸς καὶ θεῶν ἄξιος καὶ ἅμα δακρύων ἐμπεπλησμένος· καὶ ἡμῖν δὲ πᾶσι κατεφέρετο δάκρυα.
Τῷ δὲ Κλεινίᾳ ἐδόκει μή με καταλιπεῖν, ἀλλὰ μέχρις Ἐφέσου συμπλεύσαντα καί τινα ἐνδιατρίψαντα τῇ πόλει χρόνον ἐπανελθεῖν,
εἰ τἀμὰ ἐν καλῷ κείμενα καταμάθοι. Γίνεται δὴ κατ̓ οὐρὰν ἡμῶν ὁ ἄνεμος, ἑσπέρα τε ἦν καὶ δειπνήσαντες ἐκείμεθα κοιμησόμενοι· ἰδία δὲ ἐμοί τε καὶ τῇ Μελίτῃ καλύβη τις ἦν ἐπὶ τοῦ σκάφους περιπεφραγμένη.
Περιβαλοῦσα οὖν με κατεφίλει καὶ ἀπῄτει τὸν γάμον “νῦν μὲν” λέγουσα “Λευκίππης τοὺς ὅρους ἐξήλθομεν καὶ τῶν συνθηκῶν τοὺς ὅρους ἀπειλήφαμεν· ἐντεῦθεν ἡ προθεσμία. Τί με δεῖ νῦν εἰς Ἔφεσον περιμένειν; ἄδηλοι τῆς θαλάσσης αἱ τύχαι, ἄπιστοι τῶν ἀνέμων αἱ μεταβολαί.
Πίστευσόν μοι, Κλειτοφῶν,
Ὢ πυρὸς μυστικοῦ, πυρὸς ἐν ἀπορρήτῳ δᾳδουχουμένου, πυρὸς τοὺς ὅρους αὐτοῦ φυγεῖν μὴ θέλοντος. Μυηθῶμεν οὖν, ὦ φίλτατε, τὰ τῆς Ἀφροδίτης μυστήρια.”
Κἀγὼ εἶπον “μή με βιάσῃ λῦσαι θεσμὸν ὁσίας νεκρῶν· οὔπω τῆς ἀθλίας ἐκείνης τοὺς ὅρους παρήλθομεν, ἕως ἂν γῆς ἐπιβῶμεν ἑτέρας. Οὐκ ἤκουσας, ὡς ἐν θαλάσσῃ τέθνηκεν; ἔτι πλέω Λευκίππης τὸν τάφον· τάχα που περὶ τὴν ναῦν αὐτῆς εἰλεῖται τὸ εἴδωλον.
Λέγουσι δὲ τὰς ἐν ὕδατι ψυχὰς ἀνῃρημένας μηδὲ εἰς Ἅδου καταβαίνειν ὅλως, ἀλλ’ αὐτοῦ περὶ τὸ ὕδωρ ἔχειν τὴν πλάνην, καὶ ἐπιστήσεται τάχα ἡμῖν συμπλεκομένοις. Ἐπιτήδειον δέ σοι δοκεῖ τὸ χωρίον εἶναι πρὸς γάμον; γάμος ἐπὶ κύματος, γάμος ὑπὸ θαλάσσης φερόμενος; θάλαμον ἡμῖν θέλεις γενέσθαι μὴ μένοντα;”
“Σὺ μὲν” ἔφη “σοφίζῃ, φίλτατε· πᾶς δὲ τόπος τοῖς ἐρῶσι θάλαμος· οὐδὲν γὰρ ἄβατον τῷ θεῷ. Θάλασσα δὲ μὴ καὶ οἰκειοτάτη ἐστὶν Ἔρωτι καὶ Ἀφροδισίοις μυστηρίοις; θυγάτηρ Ἀφροδίτη Θαλάσσης.
Χαρισώμεθα τῇ γαμηλίῳ θεῷ, τιμήσωμεν αὐτῆς γάμῳ τὴν μητέρα· ἐμοὶ μὲν γὰρ δοκεῖ τὰ παρόντα γάμων εἶναι σύμβολα. Ζυγὸς μὲν οὗτος ὑπὲρ κεφαλῆς κρεμάμενος, δεσμοὶ δὲ περὶ τὴν κεραίαν τεταμένοι· καλά γε, ὦ δέσποτα, τὰ μαντεύματα· ὑπὸ ζυγὸν ὁ
Ἰδοὺ τοὺς γάμους ἡμῶν ἡ Τύχη κυβερνᾷ, νυμφοστολήσουσι δὲ ἡμᾶς Ποσειδῶν καὶ Νηρεΐδων χορός· ἐνταῦθα γὰρ καὶ αὐτὸς Ἀμφιτρίτην γαμεῖ. Λιγυρὸν δὲ συρίζει περὶ τοὺς κάλως καὶ τὸ πνεῦμα· ἐμοὶ μὲν ὑμέναιον ᾅδειν δοκεῖ τὰ τῶν ἀνέμων αὐλήματα.
Ὁρᾷς δὲ καὶ τὴν ὀθόνην κεκυρτωμένην, ὥσπερ ἐγκύμονα γαστέρα· δεξιόν μοι καὶ τοῦτο τῶν οἰωνισμάτων· ἔσῃ μοι ταχὺ καὶ πατήρ.”
Ἰδὼν οὖν αὐτὴν σφόδρα ἐγκειμένην “φιλοσοφήσωμεν” εἶπον “ὦ γύναι, μέχρις ἂν λαβώμεθα γῆς· ὄμνυμι γάρ σοι τὴν θάλατταν αὐτὴν καὶ τὴν τοῦ πλοῦ τύχην, ὡς ἐσπούδακα καὶ αὐτός. Ἀλλ’ εἰσὶ καὶ θαλάσσης νόμοι.
Πολλάκις ἤκουσα παρὰ τῶν ναυτικωτέρων, καθαρὰ δεῖν ἀφροδισίων εἶναι τὰ σκάφη, τάχα μὲν ὡς ἱερά, τάχα δὲ ἵνα μή τις ἐν τηλικούτῳ κινδύνῳ τρυφᾷ. Μὴ ἐνυβρίσωμεν, ὦ φιλτάτη, τῇ θαλάσσῃ· μὴ συμμίξωμεν γάμον ὁμοῦ καὶ φόβον· τηρήσωμεν ἑαυτοῖς καθαρὰν τὴν ἡδονήν.” Ταῦτα λέγων καὶ μειλισσόμενος τοῖς φιλήμασιν ἔπειθον, καὶ τὸ λοιπὸν οὕτως ἐκαθεύδομεν.
Πέντε δὲ τῶν ἑξῆς ἡμερῶν διανύσαντες τὸν πλοῦν ἥκομεν εἰς τὴν Ἔφεσον. Οἰκία μεγάλη καὶ πρώτη τῶν ἐκεῖ, θεραπεία πολλὴ καὶ ἡ ἄλλη παρασκευὴ πολυτελής.
Κελεύει δὴ δεῖπνον ὡς ὅτι ἐκπρεπέστατον ἑτοιμάζειν· “ἡμεῖς δὲ τέωσ” ἔφη “χωρήσωμεν εἰς τοὺς ἀγρούς.” Ἀπεῖχον δὲ τῆς πόλεως σταδίους τέτταρας. Ἐπικαθίσαντες οὖν ὀχήματι ἐξήλθομεν.
Καὶ ἐπεὶ τάχιστα παρεγενόμεθα, διεβαδίζομεν τοὺς ὀρχάτους τῶν φυτῶν, καὶ ἐξαίφνης προσπίπτει
Λέγει οὖν ἡ Μελίτη “ἀνάστηθι, ὦ γύναι· λέγε τίς εἶ καὶ πόθεν, καὶ τίς σοι τοῦτον περιέθηκε τὸν σίδηρον· κέκραγε γάρ σου καὶ ἐν κακοῖς ἡ μορφὴ τὴν εὐγένειαν.” “Ὁ σὸσ” εἶπεν “οἰκέτης, ὅτι αὐτῷ μὴ πρὸς εὐνὴν ἐδούλευον.
Ὄνομά μοι Λάκαινα, Θετταλὴ τὸ γένος, καί σοι προσφέρω μου ταύτην τὴν τύχην ἱκετηρίαν. Ἀπόλυσόν με τῆς καθεστώσης συμφορᾶς· πάρασχε δέ μοι τὴν ἀσφάλειαν, ἔστ’ ἂν ἀποτίσω τὰς δισχιλίας· τοσούτου γάρ με ὁ Σωσθένης ἀπὸ τῶν λῃστῶν ἐωνήσατο.
Ποριοῦμεν δέ, εὖ ἴσθι, τὴν ταχίστην· εἰ δὲ μή, σοὶ δουλεύσομεν. Ὁρᾷς δὲ καὶ πληγαῖς ὡς κατέξηνέ με πολλαῖς.” Καὶ ἅμα διανοίξασα τὸν χιτῶνα δείκνυσι τὰ νῶτα διαγεγραμμένα ἔτι οἰκτρότερον.
Ὡς οὖν ταῦτα ἠκούσαμεν, ἐγὼ μὲν συνεχύθην· καὶ γάρ τι ἐδόκει Λευκίππης ἔχειν· ἡ δὲ Μελίτη ἔφη “θάρρει, γύναι· τούτων γάρ σε λύσομεν εἴς τε τὴν οἰκείαν προῖκα ἀποπέμψομεν. Τὸν Σωσθένην
καλεσάτω τις ἡμῖν.” Ἡ μὲν οὖν εὐθὺς τῶν δεσμῶν ἠλευθεροῦτο, ὁ δὲ παρῆν τεταραγμένος. Λέγει οὖν ἡ Μελίτη “ὦ κακὴ κεφαλή, τίνα ποτὲ κἂν τῶν ἀχρειοτάτων οἰκετῶν τεθέασαι παρ’ ἡμῖν οὕτως ᾐκισμένον; τίς αὕτη; λέγε μηδὲν ψευσάμενος.”
“Οὐκ οἶδα” εἶπεν “ὦ δέσποινα, πλὴν ἔμπορός τις, ὄνομα Καλλισθένης, ταύτην μοι πέπρακε, φάσκων ἐωνῆσθαι μὲν αὐτὴν ἀπὸ λῃστῶν, εἶναι δὲ ἐλευθέραν·
ὄνομα δὲ αὐτὴν ὁ ἔμπορος ἐκάλει Λάκαιναν.” Ἡ δὲ τὸν μὲν τῆς διοικήσεως, ἧς εἶχεν, ἀπέπαυσε, τὴν δὲ παραδίδωσι θεραπαίναις, κελεύσασα λοῦσαι καὶ ἐσθῆτα ἀμφιέσαι καθαρὰν καὶ εἰς ἄστυ ἀγαγεῖν· διοικήσασα δέ τινα τῶν κατὰ τοὺς ἀγρούς, ὧν ἕνεκεν παρῆν, ἐπιβᾶσα τοῦ ὀχήματος ἅμα ἐμοί, ἐπανῄειμεν εἰς τὴν πόλιν καὶ περὶ τὸ δεῖπνον ἦμεν.
Ἑστιωμένῳ δέ μοι μεταξὺ σημαίνει νεύσας ὁ Σάτυρος προανίστασθαι, καὶ ἦν τὸ πρόσωπον ἐσπουδακώς. Σκηψάμενος οὖν ὑπό τινος τῶν κατὰ τὴν γαστέρα ἐπείγεσθαι ἐξανίσταμαι· καὶ ἐπεὶ προῆλθον,
λέγει μὲν οὐδέν, ἐπιστολὴν δὲ ὀρέγει. Λαβὼν δέ, πρὶν ἀναγνῶναί με, κατεπλάγην εὐθύς· ἐγνώρισα γὰρ Λευκίππης τὰ γράμματα. Ἐγέγραπτο δὲ τάδε· ΛΕΥΚΙΠΠΗ ΚΛΕΙΤΟΦΩΝΤΙ ΤὩ??ʼ ΔΕΣΠΟΤἩ??ʼ ΜΟΥ.
Τοῦτο γάρ σε δεῖ καλεῖν, ἐπεὶ καὶ τῆς δεσποίνης ἀνὴρ εἶ τῆς ἐμῆς. Ὅσα μὲν διὰ σὲ πέπονθα, οἶδας· ἀνάγκη δὲ νῦν ὑπομνῆσαί σε.
Διὰ σὲ τὴν μητέρα κατέλιπον καὶ πλάνην εἱλόμην, διὰ σὲ πέπονθα ναυαγίαν καὶ λῃστῶν ἠνεσχόμην· διὰ σὲ ἱερεῖον γέγονα καὶ καθαρμὸς καὶ τέθνηκα ἤδη δεύτερον, διὰ σὲ πέπραμαι καὶ ἐδέθην σιδήρῳ καὶ δίκελλαν ἐβάστασα καὶ ἔσκαψα γῆν καὶ ἐμαστιγώθην, ἵνα σὺ ὃ γέγονας ἄλλῃ γυναικὶ κἀγὼ ἑτέρῳ ἀνδρὶ γένωμαι;
Μὴ γένοιτο. Ἀλλ’ ἐγὼ μὲν ἐπὶ τοσαύταις ἀνάγκαις διεκαρτέρησα, σὺ δὲ ἄπρατος, ἀμαστίγωτος γαμεῖς. Εἴ τις οὖν τῶν πεπονημένων διὰ σὲ κεῖται χάρις, δεήθητί σου τῆς γυναικὸς ἀποπέμψαι, ὡς ἐπηγγείλατο· τὰς δὲ δισχιλίας, ἃς ὁ Σωσθένης ὑπὲρ ἐμοῦ κατεβάλετο, πίστευσον ἡμῖν καὶ ἐγγύησαι πρὸς τὴν Μελίτην ὅτι πέμψομεν· ἐγγὺς γὰρ τὸ Βυζάντιον.
Ἐὰν δὲ καὶ ἀποτίσῃς, νόμιζε μισθόν μοι δεδωκέναι τῶν ὑπὲρ σοῦ πόνων. Ἔρρωσο καὶ ὄναιο τῶν καινῶν γάμων. Ἐγὼ δὲ ἔτι σοι ταῦτα γράφω παρθένος.
Τούτοις ἐντυχὼν πάντα ἐγινόμην ὁμοῦ· ἀνεφλεγόμην, ὠχρίων, ἐθαύμαζον, ἠπίστουν, ἔχαιρον,
ἠχθόμην. Λέγω οὖν πρὸς τὸν Σάτυρον “πότερον ἐξ Ἅδου ἥκεις φέρων τὴν ἐπιστολήν, ἢ τί ταῦτα θέλει; Λευκίππη πάλιν ἀνεβίω;” “Μάλιστα” ἔφη, “καὶ ἔστιν ἣν εἶδες ἐν τοῖς ἀγροῖς. Τότε μὲν οὖν οὐδ’ ἂν ἄλλος αὐτὴν ἰδὼν ἐγνώρισεν, ἔφηβον οὕτω γενομένην· τοῦτο γὰρ ἡ τῶν τριχῶν αὐτῆς κουρὰ μόνον
ἐνήλλαξεν.” “Εἶτα ἕστηκασ” ἔφην “ἐπὶ τηλικούτοις ἀγαθοῖς καὶ μέχρι τῶν ὤτων μόνον εὐφραίνεις, ἀλλ̓ οὐ δεικνύεις καὶ τοῖς ὄμμασι τἀγαθά;” “Μὴ σύ γε” εἶπεν ὁ Σάτυρος· “ἀλλ’ ἐνεὸς κάτασχε “μὴ πάντα ἀπολέσῃσ” , ἕως ἂν περὶ τούτων ἀσφαλέστερον βουλευσώμεθα.
Γυναῖκα ὁρᾷς τὴν πρώτην Ἐφεσίων μαινομένην ἐπὶ σοί, ἡμᾶς δὲ ἐρήμους ἐν μέσαις ἄρκυσιν.” “Ἀλλ’ οὐ δύναμαι” ἔφην· ʽἐπέρχεται γὰρ διὰ πασῶν τῶν τοῦ σώματος ὁδῶν ἡ χαρά.
Ἀλλ̓ ἰδού μοι διὰ τῶν γραμμάτων ἐγκαλεῖ.ʼ Καὶ ἅμα αὖθις ἐντυγχάνων τοῖς γράμμασιν, ὡς ἐκείνην δι’ αὐτῶν βλέπων, καὶ ἀναγινώσκων καθ’ ἓν ἔλεγον “δίκαια ἐγκαλεῖς, φιλτάτη. Πάντα δι’ ἐμὲ ἔπαθες·
πολλῶν σοι γέγονα κακῶν αἴτιος.” Ὡς δὲ εἰς τὰς μάστιγας καὶ εἰς τὰς βασάνους ἐγενόμην, ἃς ὁ Σωσθένης αὐτῇ παρετρίψατο, ἔκλαον ὥσπερ αὐτὰς τὰς βασάνους βλέπων αὐτῆς· ὁ γὰρ λογισμὸς πέμπων τῆς ψυχῆς τὰ ὄμματα πρὸς τὴν ἀπαγγελίαν τῶν γραμμάτων, ἐδείκνυ τὰ ὁρώμενα ὡς δρώμενα· πάνυ δὲ ἠρυθρίων ἐφ’ οἷς μοι τὸν γάμον ὠνείδιζεν, ὥσπερ ἐπ’ αὐτοφώρῳ μοιχὸς κατειλημμένος. Οὕτως ᾐσχυνόμην καὶ τὰ γράμματα.
“Οἴμοι, πῶς ἀπολογήσομαι, Σάτυρε;” ἔφην· “ἑαλώκαμεν· Λευκίππη κατέγνωκεν ἡμῶν· τάχα δὲ καὶ μεμισήμεθα. Ἀλλὰ πῶς ἐσώθη φράσον σὺ καὶ τίνος σῶμα ἐθάψαμεν;” “Αὐτή σοι κατὰ καιρὸν
Κἀγὼ γὰρ αὐτῇ διωμοσάμην, ὡς ἄκων ἔγημας.” “Εἶπας γὰρ” ἔφην “ὅτι καὶ ἔγημα; ἀπολώλεκάς με.” “Τῆς εὐηθείας· ὅλη γὰρ ἡ πόλις οὐκ οἶδε τὸν γάμον;” “Ἀλλ’ οὐκ ἔγημα, μὰ τὸν Ἡρακλέα, Σάτυρε, καὶ τὴν παροῦσαν τύχην.”
“Παίζεις, ὠγαθέ· συγκαθεύδεις.” “Οἶδα μὲν ἄπιστα λέγων, ἀλλ’ οὔπω πέπρακται· καθαρὸς εἰς ταύτην τὴν ἡμέραν Μελίτης Κλειτοφῶν.
Ἀλλὰ τί γράψω, λέγε· σφόδρα γάρ με ἐξέπληξε τὸ συμβάν, ὥστε ἀπόρως ἔχω.” “Οὐκ εἰμί σου σοφώτεροσ” ὁ Σάτυρος εἶπεν· “ἀλλὰ αὐτός σοι ὁ ἔρως ὑπαγορεύσει. Μόνον διὰ ταχέων.”
Ἄρχομαι δὴ γράφειν Χαῖρέ μοι, ὦ δέσποινα Λευκίππη. Δυστυχῶ μὲν ἐν οἷς εὐτυχῶ, ὅτι σὲ παρὼν παροῦσαν ὡς ἀποδημοῦσαν ὁρῶ διὰ γραμμάτων. Εἰ μὲν οὖν τὴν ἀλήθειαν περιμένεις, μηδὲν προκαταγινώσκουσά μου, μαθήσῃ τὴν σήν με παρθενίαν μεμιμημένον, εἴ τις ἐστὶ καὶ ἐν ἀνδράσι παρθενία· εἰ δέ με χωρὶς ἀπολογίας ἤδη μεμίσηκας, ὄμνυμί σοι τοὺς σώσαντάς σε θεοὺς ὡς ἐν βραχεῖ σοι τὸ ἔργον ἀπολογήσομαι. Ἔρρωσό μοι, φιλτάτη, καὶ ἵλεως γένοιο δίδωμι δὲ τῷ Σατύρῳ τὴν ἐπιστολὴν καὶ δέομαι τὰ εἰκότα εἰπεῖν πρὸς αὐτὴν περὶ ἐμοῦ· ἐγὼ δὲ αὖθις ἐπὶ τὸ συμπόσιον ἀπῄειν, ἡδονῆς ἅμα καὶ λύπης γεγεμισμένος· ᾔδειν γὰρ τὴν Μελίτην οὐκ ἀνήσουσάν με τῆς νυκτὸς τὸ μὴ οὐ γενέσθαι τοὺς γάμους ἡμῖν· ἐμοὶ δ’ ἀδύνατον ἦν Λευκίππην ἀπολαβόντι γυναῖκα ἑτέραν κἂν ἰδεῖν.
Τὸ μὲν οὖν πρόσωπον ἐβιαζόμην μηδὲν ἀλλοῖον παρέχειν ἢ πρὶν ἦν· οὐ πάντη δὲ κρατεῖν ἠδυνάμην. Ὡς δὲ ἐνικώμην, σκήπτομαι
Ἐγὼ μὲν δὴ ἄδειπνος ἀνίσταμαι κοιμησόμενος, ἡ δὲ κατὰ πόδας ὡς εἶχεν ἐφ’ ἡμιτελεῖ τῷ δείπνῳ συνανίσταται. Ὡς δὲ εἰς τὸν θάλαμον παρήλθομεν, ἐγὼ μὲν ἔτι μᾶλλον ἐπέτεινον τῆς νόσου τὴν ὑπόκρισιν, ἡ δ’ ἐλιπάρει καὶ ἔλεγε “τί ταῦτα ποιεῖς; μέχρι τίνος με ἀπολλύεις; Ἰδοὺ καὶ τὴν θάλατταν διεπλεύσαμεν, ἰδοὺ καὶ Ἔφεσος ἡ προθεσμία τῶν γάμων.
Ποίαν ἔτι περιμένομεν ἡμέραν; μέχρι τίνος ὡς ἐν ἱερῷ συγκαθεύδομεν; Ποταμὸν παρατιθεὶς πολὺν κωλύεις πίνειν· τοσοῦτον χρόνον ὕδωρ ἔχουσα διψῶ ἐν αὐτῇ καθεύδουσα τῇ πηγῇ· τοιαύτην ἔχω τὴν εὐνήν,
οἵαν ὁ Τάνταλος τὴν τροφήν.” Ταῦτα ἔλεγε καὶ ἔκλαεν ἐπιθεῖσά μου τοῖς στέρνοις τὴν κεφαλὴν οὕτως ἐλεεινῶς, ὥστε παθεῖν μέ τι τὴν ψυχήν. Οὐκ εἶχον δὲ ὅστις γένωμαι· καὶ γὰρ ἐδόκει μοι δίκαια ἐγκαλεῖν.
Λέγω οὖν πρὸς αὐτὴν “ὄμνυμί σοι, φιλτάτη, τοὺς πατρῴους θεούς· ἦ μὴν σφόδρα καὶ αὐτὸς ἐπείγομαί σου τὴν σπουδὴν ἀμείψασθαι. Ἀλλ’ οὐκ οἶδα” ἔφην “τί πέπονθα· νόσος γάρ μοι ἐξαίφνης ἐνέπεσεν.
Οἶδας δὲ ὅτι ὑγιείας χωρὶς οὐδέν ἐστιν Ἀφροδίτη.” Καὶ ἅμα λέγων ἀπέψων αὐτῆς τὰ δάκρυα καὶ ὅρκοις ἑτέροις ἐπιστούμην ὡς οὐκ εἰς μακρὰν ὧν θέλει τεύξεται.
Τότε μὲν οὖν καὶ μάλα μόλις ἠνέσχετο· τῇ δὲ ὑστεραίᾳ καλέσασα τὰς θεραπαινίδας, αἷς τὴν ἐπιμέλειαν τῆς Λευκίππης ἐνεχείρισεν, ἐπηρώτα μὲν τὸ πρῶτον, εἰ ἀξίως αὐτῇ κέχρηνται· φασκουσῶν δὲ μηδὲν τῶν δεόντων ἐπιλιπεῖν αὐτῇ, ἄγειν ἐκέλευσε τὴν ἄνθρωπον πρὸς αὐτήν.
Ὡς δὲ ἦλθε “τὰ μὲν ἐμὰ ὅπως ἔσχεν” ἔφη “πρὸς σὲ φιλανθρωπίας, περισσὸν
Ἐμοὶ τοῦτο, φιλτάτη, φλεγομένῃ πάρασχε φάρμακον. Τὸν νεανίσκον εἶδες, τὸν ἅμα ἐμοὶ χθὲς βαδίζοντα;” “Τὸν ἄνδρα” ἔφη “λέγεις τὸν σόν;” ὑπολαβοῦσαπάνυ κακοήθως ἡ Λευκίππη· ʽτοῦτο γὰρ ἀκήκοα παρὰ τῶν κατὰ τὴν οἰκίαν.ʼ “Ποῖον ἄνδρα;” ἡ Μελίτη εἶπεν· “οὐδὲν κοινόν ἐστιν ἐμοὶ καὶ τοῖς λίθοις.
Ἀλλά με παρευδοκιμεῖ τις νεκρά· οὔτε γὰρ ἐσθίων οὔτε κοιμώμενος ἐπιλαθέσθαι δύναται τοῦ Λευκίππης ὀνόματος· τοῦτο γὰρ αὐτὴν καλεῖ. Ἐγὼ δέ, φίλη, μηνῶν τεσσάρων ἐν Ἀλεξανδρείᾳ δι’ αὐτὸν διέτριψα δεομένη, λιπαροῦσα, ὑπισχνουμένη, τί γὰρ οὐ λέγουσα,
τί δὲ οὐ ποιοῦσα τῶν ἀρέσαι δυναμένων. Ὁ δὲ σιδηροῦς τις ἢ ξύλινος ἦν ἄρα πρὸς τὰς δεήσεις τὰς ἐμάς, μόλις δὲ τῷ χρόνῳ πείθεται· ἐπείσθη δὲ μέχρι τῶν ὀμμάτων. Ὄμνυμι γάρ σοι τὴν Ἀφροδίτην αὐτὴν ὡς ἤδη πέμπτην ἡμέραν αὐτῷ συγκαθεύδουσα οὕτως ἀνέστην ὡς ἀπ’ εὐνούχου· ἔοικα δὲ εἰκόνος ἐρᾶν· μέχρι γὰρ τῶν ὀμμάτων ἔχω τὸν ἐρώμενον.
Δέομαι δέ σου γυναικὸς γυνὴ τὴν αὐτὴν δέησιν, ἣν καὶ σύ μου χθὲς ἐδεήθης· δός μοί τι ἐπὶ τοῦτον τὸν ὑπερήφανον· σώσεις γάρ μου τὴν φυχὴν διαρρεύσασαν ἤδη.” Ὡς οὖν ἤκουσεν ἡ Λευκίππη,
ἡσθῆναι μὲν ἐδόκει τῷ μηδὲν πρὸς τὴν ἄνθρωπόν μοι πεπρᾶχθαι, φήσασα δὲ ἀνερευνήσειν, εἰ συγχωρήσειεν αὐτῇ, βοτάνας γενομένη κατὰ τοὺς ἀγρούς, ἀπιοῦσα
Ἡ μὲν δὴ Μελίτη ῥᾴων ἐγεγόνει καὶ μόνον ἐλπίσασα· τὰ γὰρ ἡδέα τῶν πραγμάτων κἂν μήπω παρῇ τέρπει ταῖς ἐλπίσιν.
Ἐγὼ δὲ τούτων ἐπιστάμενος οὐδὲν ἠθύμουν μὲν σκοπῶν πῶς ἂν διακρουσαίμην καὶ τὴν ἐπιοῦσαν νύκτα τὴν γυναῖκα καὶ πῶς ἂν συντυχεῖν Λευκίππῃ δυναίμην.
Ἐδόκει δέ μοι κἀκείνη τὴν ἴσην σπουδὴν ποιεῖσθαι τοῦ ἀπελθεῖν δι’ αὐτὴν εἰς τοὺς ἀγρούς, καὶ περὶ τὴν ἑσπέραν αὖθις ἥκειν. Ἔμελλε τῇ Λευκίππῃ παρέξειν ὄχημα καὶ Ἡμεῖς δὲ ἐπὶ τὸν πότον ᾖμεν.
Ἄρτι δὲ κατακλιθέντων ἡμῶν θόρυβος πολὺς κατὰ τὸν ἀνδρῶνα ἀκούεται καὶ συνδρομή, καὶ εἰστρέχει τις τῶν θεραπόντων, ἀσθμαίνων ἅμα καὶ
λέγων “Θέρσανδρος ζῇ καὶ πάρεστιν.” Ἦν δὲ ὁ Θέρσανδρος οὗτος ὁ τῆς Μελίτης ἀνήρ, ὃν ἐνόμιζε τεθνηκέναι κατὰ θάλασσαν. Τῶν γὰρ συνόντων αὐτῷ τινες οἰκετῶν, ὡς περιετράπη τὸ σκάφος, σωθέντες καὶ νομίσαντες ἀπολωλέναι, τοῦτο ἀπαγγείλαντες ἔτυχον. Ἅμα οὖν ὁ οἰκέτης εἶπε καὶ ὁ Θέρσανδρος κατὰ πόδας εἰστρέχει· πάντα γὰρ τὰ περὶ ἐμοῦ πυθόμενος κατὰ τὴν ὁδόν, ἔσπευδε φθάσας καταλαβεῖν με.
Ἡ μὲν δὴ Μελίτη ἀνέθορεν ὑπ’ ἐκπλήξεως τοῦ παραλόγου καὶ περιβάλλειν ἐπεχείρει τὸν ἄνδρα· ὁ δὲ τὴν μὲν ὡς εἶχεν ὠθεῖ μάλα ἐρρωμένως, ἐμὲ δὲ ἰδὼν καὶ εἰπὼν “ὁ μοιχὸς οὗτοσ” ἐμπηδᾷ καὶ ῥαπίζει με κατὰ κόρρης πληγὴν θυμοῦ γέμουσαν, ἑλκύσας δὲ τῶν τριχῶν ῥάσσει πρὸς τοὔδαφος καὶ προσπίπτων κατακόπτει με πληγαῖς.
Ἐγὼ δὲ ὥσπερ ἐν μυστηρίῳ μηδὲν ᾔδειν, μήθ’ ὅστις ὁ ἄνθρωπος ἦν μήθ’ οὗ χάριν ἔτυπτεν, ὑποπτεύσας δὲ μανικὸν εἶναι ἐδεδοίκειν ἀμύνασθαι, καίτοι δυνάμενος.
Ἐπεὶ δὲ ἐκάμομεν
Ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, λανθάνει με διαρρυεῖσα ἡ τῆς Λευκίππης ἐπιστολή· ἔτυχον γὰρ αὐτὴν εἴσω τοῦ χιτωνίσκου προσδεδεμένην ἐκ τῶν τῆς ὀθόνης θυσάνων ἔχων· καὶ ἡ Μελίτη ἀναιρεῖται λαθοῦσα· ἐδεδίει γὰρ μή τινα τῶν πρός με αὐτῆς γραμμάτων ἦν.
Ὡς δὲ ἀνέγνω καθ’ ἑαυτὴν γενομένη καὶ τὸ τῆς Λευκίππης εὗρεν ὄνομα, βάλλεται μὲν εὐθέως τὴν καρδίαν γνωρίσασα τοὔνομα, οὐ μὴν αὐτὴν ἐνόμιζεν εἶναι τῷ πολλάκις αὐτὴν ἀκοῦσαι τετελευτηκέναι.
Ὡς δὲ προϊοῦσα καὶ τοῖς λοιποῖς τῶν γεγραμμένων ἐνέτυχε, πᾶσαν μαθοῦσα τὴν ἀλήθειαν ἐμεμέριστο πολλοῖς ἅμα τὴν ψυχήν, αἰδοῖ καὶ ὀργῇ καὶ ἔρωτι καὶ ζηλοτυπίᾳ· ᾐσχύνετο τὸν ἄνδρα, ὠργίζετο τοῖς γράμμασιν, ὁ ἔρως ἐμάραινε τὴν ὀργήν, ἐξῆπτε τὸν ἔρωτα ἡ ζηλοτυπία, καὶ τέλος ἐκράτησεν ὁ ἔρως.
Ἦν δὲ πρὸς ἑσπέραν, καὶ ἔτυχεν Θέρσανδρος ἐκ τῆς πρώτης ὀργῆς πρὸς ἑταῖρόν τινα τῶν ἐγχωρίων ἐκθορών. Ἡ δὲ διαλεχθεῖσα τῷ τὴν φυλακὴν τὴν ἐμὴν πεπιστευμένῳ εἰσέρχεται πρός με λαθοῦσα τοὺς ἄλλους, θεράποντας δύο τοῦ δωματίου προκαθίσασα,
καὶ καταλαμβάνει χαμαὶ καταβεβλημένον. Παραστᾶσα οὖν πάντα ἤθελεν εἰπεῖν ὁμοῦ, καὶ τὸ σχῆμα τοῦ προσώπου τοσαῦτα εἶχεν, ὅσα εἰπεῖν ἤθελεν. “Ὦ δυστυχὴς ἐγὼ καὶ ἐπὶ τῷ ἐμαυτῆς κακῷ τεθεαμένη σε, τὸ μὲν πρῶτον ἀτέλεστα ἐρασθεῖσα καὶ μετὰ πάσης ἀνοίας, ἣ καὶ μισουμένη τὸν μισοῦντα φιλῶ
Ὦ ζεῦγος κατ’ ἐμοῦ γοήτων, ἀνδρὸς καὶ γυναικός. Ὁ μὲν τοσοῦτόν μου χρόνον κατεγέλα, ἡ δὲ ἀπῆλθε κομιοῦσά μοι φίλτρον· ἐγὼ δὲ ἡ κακοδαίμων ἠγνόουν αἰτοῦσα παρὰ τῶν ἐχθίστων
κατ’ ἐμαυτῆς φάρμακον.” Καὶ ἅμα τὴν ἐπιστολὴν τῆς Λευκίππης μοι προσέρριψεν. Ἰδὼν οὖν καὶ γνωρίσας ἔφριξα καὶ ἔβλεπον εἰς γῆν ὡς ἐληλεγμένος· ἡ δὲ ἐτραγῴδει πάλιν “οἴμοι δειλαία τῶν κακῶν· καὶ γὰρ τὸν ἄνδρα ἀπώλεσα διὰ σέ, οὐδὲ ἂν ἔχοιμι σὲ τοῦ λοιποῦ χρόνου κἂν μέχρι τῶν ὀμμάτων τῶν κενῶν,
ἐπεὶ μὴ δεδύνησαι τούτων πλέον. Οἶδα ὅτι ὁ ἀνήρ με μισεῖ καὶ μοιχείαν κατέγνωκεν ἐπὶ σοί, μοιχείαν ἄκαρπον, μοιχείαν ἀναφρόδιτον, ἧς μόνον τὴν λοιδορίαν κεκέρδακα. Αἱ μὲν γὰρ ἄλλαι γυναῖκες μισθὸν τῆς αἰσχύνης ἔχουσι τὴν τῆς ἐπιθυμίας ἡδονήν, ἐγὼ δὲ ἡ δυστυχὴς τὴν μὲν αἰσχύνην ἐκαρπωσάμην,
τὸ δὲ τῆς ἡδονῆς οὐδαμοῦ. Ἄπιστε καὶ βάρβαρε· ἐτόλμησας οὕτως ἐρῶσαν γυναῖκα κατατῆξαι, καὶ ταῦτα Ἔρωτος καὶ σὺ δοῦλος ὤν; Οὐκ ἐφοβήθης αὐτοῦ τὰ μηνίματα; οὐκ ᾐδέσθης αὐτοῦ τὸ πῦρ; οὐκ ἐτίμησας αὐτοῦ τὰ μυστήρια; οὐ κατέκλασέ σε ταῦτα τὰ ὄμματα δακρύοντα;
Ὦ καὶ λῃστῶν ἀγριώτερε· δάκρυα γὰρ καὶ λῃστὴς αἰσχύνεται. Οὐδέν σε ἠρέθισεν εἰς ἀφροδίτην κἂν μίαν, οὐ δέησις, οὐ χρόνος, οὐχ ἡ τῶν σωμάτων συμπλοκή, ἀλλά, τὸ πάντων ὑβριστικώτατον, προσαπτόμενος, καταφιλῶν οὕτως ἀνέστης ὡς ἄλλη γυνή.
Τίς αὕτη τῶν γάμων ἡ σκιά; Οὐ μὲν δὴ γεγηρακυίᾳ συνεκάθευδες οὐδ᾽ ἀποστρεφομένῃ σου τὰς περιπλοκάς, ἀλλὰ καὶ νέᾳ καὶ φιλούσῃ, εἴποι δ’ ἂν ἄλλος ὅτι καὶ καλῇ. Εὐνοῦχε
Ταῦτα ἔλεγε καὶ ἅμα ἔκλαεν· ὡς δὲ ἐσιώπων ἐγὼ κάτω νενευκώς, μικρὸν διαλιποῦσα λέγει μεταβαλοῦσα “ἃ μὲν εἶπον, ὦ φίλτατε, θυμὸς ἔλεγε καὶ λύπη· ἃ δὲ νῦν μέλλω λέγειν, ἔρως λέγει. Κἂν ὀργίζωμαι,
κάομαι· κἂν ὑβρίζωμαι, φιλῶ. Σπεῖσαι κἂν νῦν, ἐλέησον· οὐκέτι δέομαι πολλῶν ἡμερῶν καὶ γάμου μακροῦ, ὃν ἡ δυστυχὴς ὠνειροπόλουν ἐπὶ σοί· ἀρκεῖ μοι κἂν μία συμπλοκή· μικροῦ δέομαι φαρμάκου πρὸς τηλικαύτην νόσον. Σβέσον μοι ὀλίγον τοῦ πυρός· εἰ δέ τί σοι προπετῶς ἐθρασυνάμην, σύγγνωθι,
φίλτατε· ἔρως ἀτυχῶν καὶ μαίνεται. Ἀσχημονοῦσα οἶδα, ἀλλ’ οὐκ αἰσχύνομαι τὰ τοῦ Ἔρωτος ἐξαγορεύουσα μυστήρια. Πρὸς ἄνδρα λαλῶ μεμυημένον· οἶδας τί πάσχω· τοῖς δὲ ἄλλοις ἀνθρώποις ἀθέατα τὰ βέλη τοῦ θεοῦ, καὶ οὐκ ἄν τις ἐπιδεῖξαι δύναιτο τὰ τοξεύματα, μόνοι δὲ οἴδασιν οἱ ἐρῶντες τὰ τῶν ὁμοίων τραύματα.
Ἔτι μόνον ἔχω ταύτην τὴν ἡμέραν· τὴν ὑπόσχεσιν ἀπαιτῶ. Ἀναμνήσθητι τῆς Ἴσιδος, αἰδέσθητι τοὺς ὅρκους τοὺς ἐκεῖ. Εἰ μὲν γὰρ καὶ συνοικεῖν ἤθελες, ὥσπερ ὤμοσας, οὐκ ἂν ἐφρόντισα Θερσάνδρων μυρίων· ἐπεὶ δὲ Λευκίππην εὑρόντι σοι γάμος ἀδύνατος ἄλλης γυναικός, ἑκοῦσά σοι τοῦτο παραχωρῶ· οἶδα νικωμένη· οὐκ αἰτῶ πλέον ἢ δύναμαι τυχεῖν· κατ’ ἐμοῦ γὰρ πάντα καινά· ἀναβιοῦσι καὶ νεκροί.
Ὦ θάλασσα, πλέουσαν μέν με διέσωσας, σώσασα δὲ μᾶλλον ἀπολώλεκας, δύο ἀποστείλασα κατ’ ἐμοῦ νεκρούς· ἤρκει γὰρ Λευκίππη
Τετύπτησαι βλεπούσης μου, καὶ βοηθεῖν ἡ δυστυχὴς οὐκ ἠδυνάμην· ἐπὶ τοῦτο τὸ πρόσωπον πληγαὶ κατηνέχθησαν, ὦ θεοί. Δοκῶ, τυφλὸς Θέρσανδρος ἦν.
Ἀλλὰ δέομαι, Κλειτοφῶν δέσποτα ʽδεσπότης γὰρ εἶ ψυχῆς τῆς ἐμῆσ̓, ἀπόδος σεαυτὸν τήμερον πρῶτα καὶ ὕστατα· ἐμοὶ δὲ ἡμέραι τὸ βραχὺ τοῦτο πολλαί. Οὕτω μηκέτι Λευκίππην ἀπολέσειας, οὕτω μηκέτι μηδὲ ψευδῶς ἀποθάνοι.
Μὴ ἀτιμάσῃς τὸν ἔρωτα τὸν ἐμόν, δι’ ὃν τὰ μέγιστα εὐτυχεῖς. Οὗτός σοι Λευκίππην ἀποδέδωκεν. Εἰ γάρ σου μὴ ἠράσθην ἐγώ, εἰ γάρ σε μὴ ἐνταῦθα ἤγαγον, ἦν ἂν ἔτι σοι Λευκίππη νεκρά.
Εἰσίν, ὦ Κλειτοφῶν, καὶ Τύχης δωρεαί. Ἤδη τις θησαυρῷ περιτυχὼν τὸν τόπον τῆς εὑρέσεως ἐτίμησε, βωμὸν ἤγειρε, θυσίαν προσήνεγκεν, ἐστεφάνωσε τὴν γῆν· σὺ δὲ παρ’ ἐμοὶ θησαυρὸν Ἔρωτος εὑρὼν ἀτιμάζεις τὴν εὐεργετήσασαν.
Νόμιζέ σοι τὸν Ἔρωτα δι’ ἐμοῦ λέγειν “ἐμοὶ χάρισαι τοῦτο, Κλειτοφῶν, τῷ σῷ μυσταγωγῷ· μὴ ἀμύητον τὴν Μελίτην ἀπέλθῃς καταλιπών· καὶ τὸ ταύτης ἐμόν ἐστι πῦρ.” Ἄκουσον δὲ ὡς καὶ τἆλλα μοι μέλει περὶ σοῦ.
Λυθήσῃ μὲν γὰρ ἄρτι τῶν δεσμῶν, κἂν Θερσάνδρῳ μὴ δοκῇ· καταγωγῆς δὲ τεύξῃ τοσούτων ἡμερῶν, ὅσων ἂν θέλῃς, πρὸς ἐμὸν σύντροφον· ἕωθεν δὲ καὶ τὴν Λευκίππην παρέσεσθαι προσδόκα.
Διανυκτερεύσειν γὰρ ἔλεγεν εἰς τὸν ἀγρὸν βοτανῶν ἕνεκεν χάριν, ὡς ἐν ὄψει τῆς σελήνης αὐτὰς ἀναλάβοι. Οὕτως γάρ μου κατεγέλα· ᾔτησα γὰρ φάρμακον παρ’ αὐτῆς ὡς Θετταλῆς κατὰ σοῦ. Τί γὰρ ἠδυνάμην ἔτι ποιεῖν ἀποτυγχάνουσα ἢ βοτάνας ζητεῖν καὶ φάρμακα; αὕτη γὰρ τῶν ἐν ἔρωτι δυστυχούντων ἡ καταφυγή.
Ὁ Θέρσανδρος
Ταῦτα φιλοσοφήσασα ʽδιδάσκει γὰρ ὁ Ἔρως καὶ λόγουσ̓ ἔλυε τὰ δεσμὰ καὶ τὰς χεῖρας κατεφίλει καὶ τοῖς ὀφθαλμοῖς καὶ τῇ καρδίᾳ προσέφερε καὶ εἶπεν “ὁρᾷς πῶς πηδᾷ καὶ πάλλει πυκνὸν παλμὸν ἀγωνίας γέμοντα καὶ ἐλπίδος “γένοιτο δὲ καὶ ἡδονῆσ” καὶ
ἔοικεν ἱκετεύειν σε τῷ πηδήματι.” Ὡς οὖν με ἔλυσε καὶ περιέβαλε κλάουσα, ἔπαθόν τι ἀνθρώπινον, καὶ ἀληθῶς ἐφοβήθην τὸν Ἔρωτα μή μοι γένηται μήνιμα ἐκ τοῦ θεοῦ καὶ ἄλλως ὅτι Λευκίππην ἀπειλήφειν, καὶ ὅτι μετὰ ταῦτα τῆς Μελίτης ἀπαλλάττεσθαι ἔμελλον, καὶ ὅτι οὐδὲ γάμος ἔτι τὸ πραττόμενον ἦν,
ἀλλὰ φάρμακον ὥσπερ ψυχῆς νοσούσης. Περιβαλούσης οὖν ἠνειχόμην καὶ περιπλεκομένης πρὸς τὰς περιπλοκὰς οὐκ ἀντέλεγον· καὶ ἐγένετο ὅσα ὁ Ἔρως ἤθελεν οὔτε στρωμνῆς ἡμῶν δεηθέντων οὔτε ἄλλου τινὸς τῶν εἰς παρασκευὴν ἀφροδισίων.
Αὐτουργὸς γὰρ ὁ Ἔρως καὶ αὐτοσχέδιος σοφιστὴς καὶ πάντα τόπον αὑτῷ τιθέμενος μυστήριον. Τὸ δ’ ἀπερίεργον εἰς Ἀφροδίτην ἥδιον μᾶλλον τοῦ πολυπράγμονος· αὐτοφυῆ γὰρ ἔχει τὴν ἡδονήν.
Ἐπεὶ οὖν τὴν Μελίτην ἰασάμην, λέγω πρὸς αὐτὴν “ἀλλ’ ὅπως μοι τῆς φυγῆς παράσχῃς τὴν ἀσφάλειαν
Ἡγήσεται δέ σοι τῆς ἐπὶ τὰς θύρας ὁδοῦ Μελανθώ, περιμένει δέ σε καὶ νεανίσκος ἐπ’ αὐταῖς ταῖς θύραις, ᾧ προστεταγμένον ἐστὶν ἐξ ἐμοῦ κομίσαι σε εἰς τὴν οἰκίαν, οὗ καὶ Κλεινίαν καὶ Σάτυρον εὑρήσεις καὶ
Λευκίππη σοι παρέσται.” Ταῦτα ἅμα λέγουσα ἐσκεύασέ με ὡς ἑαυτὴν καὶ καταφιλοῦσα “ὡς εὐμορφότεροσ” ἔφη “παρὰ πολὺ γέγονας τῇ στολῇ. Τοιοῦτον Ἀχιλλέα ποτε ἐθεασάμην ἐν γραφῇ. Ἀλλά μοι, φίλτατε, σώζοιο, καὶ τὴν ἐσθῆτα ταύτην φύλαττε μνήμην· ἐμοὶ δὲ τὴν σὴν κατάλιπε, ὡς ἂν ἔχοιμι ἐνδυομένη
σοι περικεχύσθαι.” Δίδωσι δέ μοι καὶ χρυσοῦς ἑκατὸν καὶ καλεῖ τὴν Μελανθώ· θεράπαινα δὲ ἦν αὕτη τῶν πιστῶν καὶ ἐφήδρευε ταῖς θύραις. Ὡς δὲ εἰσῆλθε, λέγει περὶ ἐμοῦ τὰ συγκείμενα καὶ κελεύει πάλιν ἀναστρέφειν πρὸς αὐτήν, ἐπειδὰν ἔξω γένωμαι τῶν θυρῶν.
Ἐγὼ μὲν δὴ τοῦτον τὸν τρόπον ὑπεκδύομαι, καὶ ὁ φύλαξ τοῦ οἰκήματος ἀνεχώρησε νομίσας τὴν δέσποιναν εἶναι, νευσάσης αὐτῷ τῆς Μελανθοῦς· καὶ διὰ τῶν ἐρήμων τῆς οἰκίας ἐπί τινα θύραν οὐκ ἐν ὁδῷ κειμένην ἔρχομαι, καί με ὁ πρὸς τῆς Μελίτης ταύτῃ προστεταγμένος ἀπολαμβάνει.
Ἀπελεύθερος δὲ οὗτος τῶν συμπεπλευκότων ἦν ἡμῖν καὶ ἄλλως ἐμοὶ κεχαρισμένος. Ὡς δὲ ἀνέστρεψεν ἡ Μελανθώ, καταλαμβάνει τὸν φρουρὸν ἄρτι ἐπικλείσαντα τὸ οἴκημα, καὶ ἀνοίγειν ἐκέλευσεν αὖθις.
Ὡς δὲ ἀνέῳξε, καὶ παρελθοῦσα ἐμήνυσε τῇ Μελίτῃ τὴν ἔξοδον τὴν ἐμήν, καλεῖ τὸν φύλακα· κἀκεῖνος, ὡς τὸ εἰκός,
Λέγει οὖν πρὸς αὐτὸν “οὐκ ἀπιστοῦσά σοι μὴ οὐκ ἐθελήσῃς ἀφεῖναι Κλειτοφῶντα, ταύτης ἐδεήθην τῆς κλοπῆς, ἀλλ’ ἵνα σοι πρὸς Θέρσανδρον ἡ τῆς αἰτίας ἀπόλυσις ᾖ ὡς οὐ συνεγνωκότι.
Χρυσοῖ δέ σοι οὗτοι δῶρον δέκα, δῶρον μέν, ἂν ἐνταῦθα μείνῃς, παρὰ Κλειτοφῶντος· ἐὰν δὲ νομίσῃς φυγεῖν βέλτιον, ἐφόδιον.” Καὶ ὁ Πασίων ʽτοῦτο γὰρ ἦν ὄνομα τῷ φύλακἰ “πάνυ” ἔφη “δέσποινα, τὸ σοὶ δοκοῦν
κἀμοὶ δοκεῖ καλῶς ἔχειν.” Ἔδοξεν οὖν τῇ Μελίτῃ τὸ νῦν ἀναχωρεῖν· ὅταν δ’ ἐν καλῷ θῆται τὰ πρὸς τὸν ἄνδρα καὶ γένηται τὰ τῆς ὀργῆς ἐν γαλήνῃ, τότε μετιέναι.
Καὶ ὁ μὲν οὕτως ἔπραξεν· ἐμοὶ δὲ ἡ συνήθης τύχη πάλιν ἐπιτίθεται καὶ συντίθεται κατ’ ἐμοῦ δρᾶμα καινόν· ἐπάγει γάρ μοι τὸν Θέρσανδρον αὖθις ἐπανελθόντα. Μεταπεισθεὶς γὰρ ὑπὸ τοῦ φίλου, πρὸς ὃν ᾤχετο, μὴ ἀπόκοιτος γενέσθαι, δειπνήσας πάλιν ἀνέστρεφεν ἐπὶ τὴν οἰκίαν.
Ἦν δὲ τῆς Ἀρτέμιδος ἱερομηνία, καὶ μεθυόντων πάντα μεστά, ὥστε καὶ δι’ ὅλης τῆς νυκτὸς τὴν ἀγορὰν ἅπασαν κατεῖχε πλῆθος ἀνθρώπων. Κἀγὼ μὲν ἐδόκουν τοῦτο μόνον εἶναι δεινόν· ἐλελήθει δὲ καὶ ἄλλο τεχθέν μοι χαλεπώτερον.
Ὁ γὰρ Σωσθένης ὁ τὴν Λευκίππην ὠνησάμενος, ὃν ἡ Μελίτη τῆς τῶν ἀγρῶν ἐκέλευσεν ἀποστῆναι διοικήσεως, μαθὼν παρεῖναι τὸν δεσπότην τούς τε ἀγροὺς οὐκέτι ἀφῆκε τήν τε Μελίτην ἤθελεν ἀμύνασθαι.
Καὶ πρῶτον μὲν φθάσας καταμηνύει μου πρὸς τὸν Θέρσανδρον· ὁ γὰρ διαβαλὼν αὐτὸς
ὦ δέσποτα, χρῆμά τι κάλλους ἄπιστον. Οὕτως αὐτὴν πιστεύσειας ἀκούων, ὡς ἰδών. Ταύτην ἐφύλαττόν σοι· καὶ γὰρ ἠκηκόειν ζῶντά σε, καὶ ἐπίστευον, διόπερ ἤθελον· ἀλλ’ οὐκ ἐξέφαινον, ἵνα τὴν δέσποιναν ἐπ’ αὐτοφώρῳ καταλάβοις, καὶ μή σου καταγελῴη μοιχὸς ἄτιμος καὶ ξένος.
Ἀφῄρηται δὲ ταύτην χθὲς ἡ δέσποινα καὶ ἔμελλεν ἀποπέμψειν· ἡ τύχη δὲ ἐτήρησέ σοι, ὥστε τοσοῦτον κάλλος λαβεῖν. Ἔστι δὲ νῦν ἐν τοῖς ἀγροῖς, οὐκ οἶδ’ ὅπως πρὸς αὐτῆς ἀπεσταλμένη. Πρὶν οὖν αὖθις ἐπανελθεῖν, εἰ θέλεις, κατακλείσας αὐτὴν φυλάξω σοι, ὡς ὑπὸ σοὶ γένοιτο.”
Ἐπῄνεσεν ὁ Θέρσανδρος καὶ ἐκέλευσε τοῦτο ποιεῖν. Ἔρχεται δὴ σπουδῇ μάλα ὁ Σωσθένης εἰς τοὺς ἀγρούς, καὶ τὴν καλύβην ἑωρακώς, ἔνθα ἡ Λευκίππη διανυκτερεύειν ἔμελλε, δύο τῶν ἐργατῶν παραλαβών, τοὺς μὲν κελεύει τὰς θεραπαινίδας, αἵπερ ἦσαν ἅμα τῇ Λευκίππῃ παροῦσαι, περιελθεῖν δόλῳ καὶ καλεσαμένους ὅτι πορρωτάτω διατρίβειν ἔχοντας ἐφ’ ὁμιλίᾳ·
δύο δὲ ἄλλους ἐπαγαγών, ὡς εἶδε τὴν Λευκίππην μόνην, εἰσπηδήσας καὶ τὸ στόμα ἐπισχὼν συναρπάζει καὶ κατὰ θάτερα τῆς τῶν θεραπαινίδων ἐκτροπῆς χωρεῖ, φέρων εἴς τι δωμάτιον ἀπόρρητον, καὶ καταθέμενος λέγει πρὸς αὐτήν “ἥκω σοι φέρων σωρὸν ἀγαθῶν, ἀλλ’ ὅπως εὐτυχήσασα μὴ ἐπιλήσῃ μου.
Μὴ γὰρ φοβηθῇς ταύτην τὴν ἁρπαγήν, μηδὲ
Τοῦ δὲ Σωσθένους αὐτῷ μηνύσαντος τὰ περὶ τῆς Λευκίππης καὶ κατατραγῳδοῦντος αὐτῆς τὸ κάλλος, μεστὸς γενόμενος ἐκ τῶν εἰρημένων ὡσεὶ κάλλους φαντάσματος, φύσει καλοῦ, παννυχίδος οὔσης καὶ ὄντων μεταξὺ τεττάρων σταδίων ἐπὶ τοὺς ἀγρούς, ἡγεῖσθαι κελεύσας ἐπ’ αὐτὴν χωρεῖν ἔμελλεν.
Ἐν τούτῳ δὲ ἐγὼ τὴν ἐσθῆτα τῆς Μελίτης εἶχον ἠμφιεσμένος καὶ ἀπερισκέπτως ἐμπίπτω κατὰ πρόσωπον αὐτοῖς, καί με ὁ Σωσθένης πρῶτος γνωρίσας “ἀλλ’ ἰδοὺ” φησὶν “οὗτος ὁ μοιχὸς βακχεύων ἡμῖν
ἔπεισι καὶ τῆς σῆς γυναικὸς ἔχων λάφυρα.” Ὁ μὲν οὖν νεανίσκος ἔτυχε προηγούμενος καὶ προϊδὼν ἀποφεύγει, μὴ λαβὼν καιρὸν ὑπὸ δέους κἀμοὶ προμηνῦσαι· ἐμὲ δὲ ἰδόντες συλλαμβάνουσι, καὶ ὁ Θέρσανδρος βοᾷ, καὶ πλῆθος τῶν παννυχιζόντων συνέρρει.
Ἔτι μᾶλλον οὖν ὁ Θέρσανδρος ἐδεινοπάθει, ῥητὰ μὲν καὶ ἄρρητα βοῶν, τὸν μοιχόν, τὸν λωποδύτην· ἄγει δέ με εἰς τὸ δεσμωτήριον καὶ παραδίδωσιν ἔγκλημα μοιχείας ἐπιφέρων.
Ἐμὲ δὲ ἐλύπει τούτων μὲν οὐδέν, οὔθ’ ἡ τῶν δεσμῶν ὕβρις οὔθ̓ ἡ τῶν λόγων αἰκία· καὶ γὰρ ἐθάρρουν τῷ λόγῳ περιέσεσθαι μὴ μοιχὸς εἶναι, γῆμαι δὲ ἐμφανῶς· δέος δέ με περὶ τῆς Λευκίππης εἶχεν οὔπω σαφῶς αὐτὴν ἀπολαβόντα.
Ψυχαὶ δὲ πεφύκασι μάντεις τῶν κακῶν, ἐπεὶ τῶν γε ἀγαθῶν ἥκιστα ἐκ μαντείας εὐστοχοῦμεν. Οὐδὲν οὖν ὑγιὲς ἐνενόουν
Ἐγὼ μὲν οὖν οὕτως εἶχον τὴν ψυχὴν κακῶς· ὁ δὲ Θέρσανδρος ἐμβαλών με εἰς τὸ δεσμωτήριον, ὡς εἶχεν ὁρμῆς ἐπὶ τὴν Λευκίππην ἵεται. Ὡς δὲ παρῆσαν ἐπὶ τὸ δωμάτιον, καταλαμβάνουσιν αὐτὴν χαμαὶ κειμένην, ἐν νῷ καθεστηκυῖαν ὧν ἔτυχεν ὁ Σωσθένης εἰπών, ἐμφαίνουσαν τοῖς προσώποις λύπην ὁμοῦ καὶ δέος.
Ὁ γὰρ νοῦς οὔ μοι δοκεῖ λελέχθαι καλῶς ἀόρατος εἶναι τὸ παράπαν· φαίνεται γὰρ ἀκριβῶς ὡς ἐν κατόπτρῳ τῷ προσώπῳ· ἡσθείς τε γὰρ ἐξέλαμψε τοῖς ὀφθαλμοῖς εἰκόνα χαρᾶς, καὶ ἀνιαθεὶς συνέστειλε τὸ πρόσωπον εἰς τὴν ὄψιν τῆς συμφορᾶς.
Ὡς οὖν ἤκουσεν ἡ Λευκίππη ἀνοιγομένων τῶν θυρῶν “ἦν δ’ ἔνδον λύχνοσ” , ἀνανεύσασα μικρὸν αὖθις τοὺς ὀφθαλμοὺς κατέβαλεν. Ἰδὼν δὲ ὁ Θέρσανδρος τὸ κάλλος ἐκ παραδρομῆς, ὡς ἁρπαζομένης ἀστραπῆς ʽμάλιστα γὰρ ἐν τοῖς ὀφθαλμοῖς κάθηται τὸ κάλλοσ̓, ἀφῆκε τὴν ψυχὴν ἐπ’ αὐτὴν καὶ εἱστήκει τῇ θέᾳ δεδεμένος, ἐπιτηρῶν πότε αὖθις ἀναβλέψει πρὸς αὐτόν.
Ὡς δὲ ἔνευσεν εἰς τὴν γῆν, λέγει “τί κάτω βλέπεις, γύναι; τί δέ σου τὸ κάλλος τῶν ὀφθαλμῶν εἰς τὴν γῆν καταρρεῖ; ἐπὶ τοὺς ὀφθαλμοὺς μᾶλλον ῥεέτω τοὺς ἐμούς.”
Ἡ δὲ ὡς ἤκουσεν, ἐνεπλήσθη δακρύων, καὶ εἶχεν αὐτῆς ἴδιον κάλλος καὶ τὰ δάκρυα. Δάκρυον γὰρ ὀφθαλμὸν ἀνίστησι καὶ ποιεῖ προπετέστερον· κἂν μὲν ἄμορφος ᾖ καὶ ἄγροικος, προστίθησιν εἰς δυσμορφίαν· ἐὰν δὲ ἡδὺς καὶ τοῦ μέλανος ἔχων τὴν βαφὴν ἠρέμα τῷ λευκῷ στεφανούμενος, ὅταν τοῖς δάκρυσιν ὑγρανθῇ, ἔοικε πηγῆς ἐγκύμονι μαζῷ.
Χεομένης δὲ τῆς τῶν δακρύων ἅλμης περὶ τὸν λευκὸν πιαίνεται, τὸ δὲ μέλαν πορφύρεται, καὶ ἔστιν ὅμοιον τὸ μὲν ἴῳ, τὸ δὲ ναρκίσσῳ· τὰ δὲ δάκρυα τῶν ὀφθαλμῶν ἔνδον εἱλούμενα γελᾷ.
Τοιαῦτα Λευκίππης ἦν τὰ δάκρυα, αὐτὴν τὴν λύπην εἰς κάλλος νενικηκότα· εἰ δὲ ἠδύνατο παγῆναι πεσόντα, καινὸν ἂν εἶχεν ἤλεκτρον ἡ γῆ. Ὁ δὲ Θέρσανδρος ἰδὼν πρὸς μὲν τὸ κάλλος ἐκεχήνει, πρὸς δὲ τὴν λύπην ἐξεμεμήνει καὶ τοὺς ὀφθαλμοὺς δακρύων ἐγκύους εἶχεν.
Ἔστι μὲν γὰρ φύσει δάκρυον ἐπαγωγότατον ἐλέου τοῖς ὁρῶσι, τὸ δὲ τῶν γυναικῶν μᾶλλον· ὅσῳ γὰρ θαλερώτερον, τοσούτῳ καὶ γοητότερον. Ἐὰν δὲ ἡ δακρύουσα ᾖ καὶ καλὴ καὶ ὁ θεατὴς ἐραστής, οὐδ’ ὀφθαλμὸς ἀτρεμεῖ, ἀλλὰ τὸ δακρύον ἐμιμήσατο.
Ἐπειδὴ γὰρ εἰς τὰ ὄμματα τῶν καλῶν τὸ κάλλος κάθηται, ῥέον ἐκεῖθεν ἐπὶ τοὺς ὀφθαλμοὺς τῶν ὁρώντων ἵσταται καὶ τῶν δακρύων τὴν πηγὴν συνεφέλκεται. Ὁ δὲ ἐραστὴς δεξάμενος ἄμφω τὸ μὲν κάλλος εἰς τὴν ψυχὴν ἥρπασε, τὸ δὲ δάκρυον εἰς τοὺς ὀφθαλμοὺς ἐτήρησεν, ὁραθῆναι δὲ εὔχεται, καὶ ἀποψήσασθαι δυνάμενος οὐκ ἐθέλει, ἀλλὰ τὸ δάκρυον, ὡς δύναται, κατέχει καὶ φοβεῖται μὴ πρὸ καιροῦ φύγῃ.
Ὁ δὲ καὶ τῶν ὀφθαλμῶν τὴν κίνησιν ἐπέχει, μὴ πρὶν τὸν ἐρώμενον ἰδεῖν ταχὺ θελήσῃ πεσεῖν· μαρτυρίαν γὰρ ταύτην νενόμικεν ὅτι καὶ φιλεῖ.
Τοιοῦτό τι τῷ Θερσάνδρῳ συμβεβήκει· ἐδάκρυε γὰρ πρὸς ἐπίδειξιν, παθὼν μέν τι, κατὰ τὸ εἰκός, ἀνθρώπινον, καλλωπιζόμενος δὲ πρὸς τὴν Λευκίππην, ὡς διὰ τοῦτο δεδακρυμένος, ὅτι κἀκείνη δακρύει.
Λέγει οὖν πρὸς τὸν Σωσθένην προσκύψας “νῦν μὲν αὐτὴν θεράπευσον, ὁρᾷς γὰρ ὡς ἔχει λύπης· ὥστε ὑπεκστήσομαι καὶ μάλα ἄκων, ὡς ἂν μὴ ὀχληρὸς εἴην· ὅταν δ’ ἡμερώτερον διατεθῇ, τότε
Σὺ δέ, ὦ γύναι, θάρρει· ταχὺ γὰρ σου ταῦτα τὰ δάκρυα ἰάσομαι.” Εἶτα πρὸς τὸν Σωσθένην πάλιν ἐξιὼν “ὅπως εἴπῃς τὰ εἰκότα περὶ ἐμοῦ· ἕωθεν δὲ ἧκε πρός με κατορθώσασ” ἔφη. Ἐπὶ τούτοις ἀπηλλάττετο.
Ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, ἔτυχεν ἐπὶ τὴν Λευκίππην μετὰ τὴν πρός με ὁμιλίαν εὐθὺς εἰς τοὺς ἀγροὺς ἡ Μελίτη νεανίσκον ἀποστείλασα, ἐπείγειν αὐτὴν εἰς τὴν ἐπάνοδον, μηδὲν ἔτι δεομένη φαρμάκων.
Ὡς οὖν ἧκεν οὗτος εἰς τοὺς ἀγρούς, καταλαμβάνει τὰς θεραπαινίδας ζητούσας τὴν Λευκίππην καὶ πάνυ τεταραγμένας· ὡς δὲ ἦν οὐδαμοῦ, δρόμῳ φθάσας ἀπήγγειλε τὸ συμβάν.
Ἡ δὲ ὡς ἤκουσε τὰ περὶ ἐμοῦ, ὡς εἴην εἰς τὸ δεσμωτήριον ἐμβληθείς, εἶτα περὶ τῆς Λευκίππης, ὡς ἀφανὴς ἐγένετο, νέφος αὐτῆς κατεχύθη λύπης.
Καὶ τὸ μὲν ἀληθὲς οὐκ εἶχεν εὑρεῖν, ὑπενόει δὲ τὸν Σωσθένην· βουλομένη δὲ φανερὰν αὐτῆς τὴν ζήτησιν ποιήσασθαι διὰ τοῦ Θερσάνδρου, τέχνην λόγων ἐπενόησεν, ἥτις μεμιγμένην εἶχε τῷ σοφίσματι τὴν ἀλήθειαν.
Ἐπεὶ γὰρ ὁ Θέρσανδρος εἰσελθὼν εἰς τὴν οἰκίαν ἐβόα πάλιν “σὺ τὸν μοιχὸν ἐξέκλεψας· σὺ τῶν δεσμῶν ἐξέλυσας καὶ τῆς οἰκίας ἐξαπέστειλας· σὸν τὸ ἔργον· τί οὖν οὐκ ἠκολούθεις αὐτῷ; τί δὲ ἐνταῦθα μένεις, ἀλλ’ οὐκ ἄπει πρὸς τὸν ἐρώμενον, ἵνα αὐτὸν ἴδῃς στερροτέροις δεσμοῖς δεδεμένον;” ἡ Μελίτη “ποῖον μοιχόν;” ἔφη· “τί πάσχεις; εἰ γὰρ θέλεις τὴν μανίαν ἀφεὶς ἀκοῦσαι τὸ πᾶν, μαθήσῃ ῥᾳδίως τὴν ἀλήθειαν.
Ἓν οὖν σου δέομαι, γενοῦ μοι δικαστὴς ἴσος, καὶ καθήρας μέν σου τὰ ὦτα τῆς διαβολῆς, ἐκβαλὼν δὲ τῆς καρδίας τὴν ὀργήν, τὸν δὲ λογισμὸν ἐπιστήσας κριτὴν ἀκέραιον ἄκουσον. Ὁ νεανίσκος
Ἀκούσασα τὴν τύχην ἠλέησα καὶ ἀνεμνήσθην σου, καὶ παρέσχον ἑστίαν “τάχα” λέγουσα “καὶ Θέρσανδρος οὕτω που πλανᾶται· τάχα” λέγουσα “τὶς κἀκεῖνον ἐλεήσει γυνή. Εἰ δὲ τῷ ὄντι τέθνηκε κατὰ τὴν θάλασσαν, ὡς ἡ φήμη λέγει,
φέρε πάντα τιμήσωμεν τὰ ναυάγια.” Πόσους καὶ ἄλλους ἔθρεψα νεναυαγηκότας; πόσους ἔθαψα τῆς θαλάσσης νεκρούς; Εἰ ξύλον ἐκ ναυαγίας τῇ γῇ προσπεσὸν ἐλάμβανον, “τάχα” ἔλεγον “ἐπὶ ταύτης τῆς νεὼς
Θέρσανδρος ἔπλει.” Εἷς δὴ καὶ οὗτος ἦν τῶν ἐκ τῆς θαλάσσης σωζομένων· ἐχαριζόμην σοὶ τιμῶσα τοῦτον. Ἔπλευσεν ὥσπερ σύ· ἐτίμων φίλτατε, τῆς σῆς συμφορᾶς τὴν εἰκόνα. Πῶς οὖν ἐνταῦθα συνεπηγόμην;
ὁ λόγος ἀληθής. Ἔτυχε μὲν πενθῶν γυναῖκα, ἡ δ’ ἄρα ἐλάνθανεν οὐκ ἀποθανοῦσα· τοῦτό τις αὐτῷ καταγορεύει καὶ ὡς ἐνταῦθα εἴη παρά τινι τῶν ἡμετέρων ἐπιτρόπων· Σωσθένην δὲ ἔλεγε. Καὶ οὕτως εἶχε·
τὴν γὰρ ἄνθρωπον ἥκοντες εὕρομεν. Διὰ τοῦτο ἠκολούθησέ μοι. Ἔχεις τὸν Σωσθένην, πάρεστιν ἡ γυνὴ κατὰ τοὺς ἀγρούς. Ἐξέτασον τῶν λεχθέντων ἕκαστον. Εἴ τι ἐψευσάμην, μεμοίχευμαι.”
Ταῦτα δὲ ἔλεγε προσποιησαμένη τὸν ἀφανισμὸν τῆς Λευκίππης μὴ ἐγνωκέναι· ταμιευσαμένη αὖθις, εἰ ζητήσει ὁ Θέρσανδρος εὑρεῖν τὴν ἀλήθειαν, τὰς θεραπαινίδας ἀγαγεῖν, αἷς συναπελθοῦσα ἔτυχεν, ἂν μὴ παραγένηται περὶ τὴν ἕω, λεγούσας, ὅπερ
Οὕτω γὰρ αὐτὴν ἐγκεῖσθαι πρὸς τὴν ζήτησιν φανερῶς, ὡς καὶ τὸν Θέρσανδρον ἐπαναγκάσαι. Ταῦτα οὖν ὑποκριναμένη πιθανῶς κἀκεῖνα προσετίθει “πίστευσον, ἄνερ· οὐδέν μου, φίλτατε, παρὰ τὸν τῆς συμβιώσεως κατέγνωκας χρόνον·
μηδὲ νῦν τοιοῦτον ὑπολάβῃς. Ἡ δὲ φήμη διαπεφοίτηκεν ἐκ τῆς εἰς τὸν νεανίσκον τιμῆς, οὐκ εἰδότων τῶν πολλῶν τὴν αἰτίαν τῆς κοινωνίας.
Καὶ γὰρ σὺ φήμῃ τέθνηκας. Φήμη δὲ καὶ Διαβολὴ δύο συγγενῆ κακά· θυγάτηρ ἡ Φήμη τῆς Διαβολῆς. Καὶ ἔστι μὲν ἡ Διαβολὴ μαχαίρας ὀξυτέρα, πυρὸς σφοδροτέρα, Σειρήνων πιθανωτέρα· ἡ δὲ Φήμη ὕδατος ὑγροτέρα, πνεύματος δρομικωτέρα, πτερῶν ταχυτέρα.
Ὅταν οὖν ἡ Διαβολὴ τοξεύσῃ τὸν λόγον, ὁ μὲν δίκην βέλους ἐξίπταται καὶ τιτρώσκει μὴ παρόντα καθ’ οὗ πέμπεται, ὁ δὲ ἀκούων ταχὺ πείθεται καὶ ὀργῆς αὐτῷ πῦρ ἐξάπτεται καὶ ἐπὶ τὸν βληθέντα μαίνεται· τεχθεῖσα δὲ ἡ Φήμη τῷ τοξεύματι ῥεῖ μὲν εὐθὺς πολλὴ καὶ ἐπικλύζει τὰ ὦτα τῶν ἐντυχόντων, διάττει δὲ ἐπὶ πλεῖστον καταιγίζουσα τῷ τοῦ λόγου πνεύματι καὶ ἐξίπταται κουφιζομένη τῷ τῆς γλώττης πτερῷ.
Ταῦτά με τὰ δύο πολεμεῖ· ταῦτά σου τὴν ψυχὴν κατέλαβε καὶ ἀπέκλεισέ μου τοῖς λόγοις τῶν ὤτων σου τὰς θύρας.”
Καὶ ἅμα λέγουσα χειρός τε ἔθιγε καὶ καταφιλεῖν ἤθελεν. Ἐγεγόνει δὲ ἡμερώτερος, καὶ αὐτὸν ἔσαινε τῶν λεγομένων τὸ πιθανόν, καὶ τὸ τῆς Λευκίππης σύμφωνον τῷ λόγῳ τοῦ Σωσθένους μέρος τῆς ὑπονοίας μετέφερεν· οὐ μέντοι τέλεον ἐπίστευσε· ζηλοτυπία γὰρ ἅπαξ ἐμπεσοῦσα ψυχῇ δυσέκνιπτόν ἐστιν.
Ἐθορυβήθη οὖν ὅτι τὴν κόρην ἤκουσεν εἶναί μου γυναῖκα, ὥστε ἐμίσει με μᾶλλον. Τότε μὲν
Ὁ δὲ Σωσθένης προπέμψας μέχρι τινὸς τὸν Θέρσανδρον καὶ καθυποσχόμενος περὶ τῆς Λευκίππης αὖθις ἀναστρέφει πρὸς αὐτὴν καὶ σχηματίσας τὸ πρόσωπον εἰς ἡδονὴν “κατωρθώσαμεν” εἶπεν “ὦ Λάκαινα· Θέρσανδρος ἐρᾷ σου καὶ μαίνεται, ὥστε τάχα καὶ γυναῖκα ποιήσεταί σε· τὸ δὲ κατόρθωμα τοῦτο ἐμόν.
Ἐγὼ γάρ σου πρὸς αὐτὸν περὶ τοῦ κάλλους πολλὰ ἐτερατευσάμην καὶ τὴν ψυχὴν αὐτοῦ φαντασίας ἐγέμισα. Τί κλάεις; ἀνάστηθι καὶ θῦε ἐπὶ τοῖς εὐτυχήμασιν Ἀφροδίτῃ· μνημόνευε δὲ κἀμοῦ.”
Καὶ ἡ Λευκίππη “τοιαῦτα σοὶ” ἔφη “γένοιτο εὐτυχήματα, οἷα ἐμοὶ κομίζων πάρει.” Ὁ δὲ Σωσθένης τὴν εἰρωνείαν οὐ συνείς, ἀλλὰ νομίζων αὐτὴν τὰ ὄντα λέγειν, φιλοφρονούμενος προσετίθει “βούλομαι δέ σοι καὶ τὸν Θέρσανδρον ὅστις ἐστὶν εἰπεῖν, ὡς ἂν μᾶλλον ἡσθείης.
Μελέτης μὲν ἀνήρ, ἣν εἶδες ἐν τοῖς ἀγροῖς, γένει δὲ πρῶτος ἁπάντων τῶν Ἰώνων· πλοῦτος μείζων τοῦ γένους, ὑπὲρ τὸν πλοῦτον ἡ χρηστότης· τὴν δὲ ἡλικίαν οἷός ἐστιν εἶδες, ὅτι νέος καὶ καλός,
ὃ μάλιστα τέρπει γυναῖκα.” Πρὸς τοῦτο οὐχ ὑπήνεγκεν ἡ Λευκίππη ληροῦντα τὸν Σωσθένην, ἀλλ’ “ὦ κακὸν σὺ θηρίον” ἔφη “μέχρι τίνος μοι
μιαίνεις τὰ ὦτα; Τί ἐμοὶ καὶ Θερσάνδρῳ κοινόν; Καλὸς ἔστω Μελίτῃ καὶ πλούσιος τῇ πόλει, χρηστός τε καὶ μεγαλόψυχος τοῖς δεομένοις· ἐμοὶ δὲ οὐδὲν μέλει τούτων, εἴτε ἐστὶ καὶ Κόδρου εὐγενέστερος εἴτε Κροίσου πλουσιώτερος.
Τί μοι καταλέγεις σωρὸν ἀλλοτρίων ἐγκωμίων; Τότε ἐπαινέσω Θέρσανδρον ὡς
Καὶ ὁ Σωσθένης σπουδάσας εἶπε “παίζεις.” “Πῶς παίζω;” ἔφη. “Ἔα με, ἄνθρωπε, ὑπὸ τῆς ἐμαυτῆς συντρίβεσθαι τύχης καὶ τοῦ κατέχοντός με δαίμονος· οἶδα γὰρ οὖσα ἐν πειρατηρίῳ.” “Δοκεῖς μοι” ἔφη “μαίνεσθαι μανίαν ἀνήκεστον.
Πειρατήριον ταῦτα εἶναί σοι δοκεῖ, πλοῦτος καὶ γάμος καὶ τρυφή, ἄνδρα τοιοῦτον λαβούσῃ παρὰ τῆς Τύχης, ὃν οὕτω φιλοῦσιν οἱ θεοί, ὡς αὐτὸν καὶ ἐκ μέσων τῶν τοῦ θανάτου πυλῶν ἀναγαγεῖν;” Εἶτα κατέλεγε τὴν ναυαγίαν, ἐκθειάζων ὡς ἐσώθη, καὶ τερατευόμενος ὑπὲρ τὸν δελφῖνα τὸν Ἀρίονος.
Ὡς δ’ οὐδὲν ἡ Λευκίππη οὐκέτι μυθολογοῦντα πρὸς αὐτὸν εἶπε, “σκέψαι” ἔφη “κατὰ σὲ τί ἄμεινον, καὶ ὅπως μηδὲν τούτων πρὸς Θέρσανδρον ἐρεῖς, μὴ παροξύνῃς χρηστὸν ἄνδρα·
ὀργισθεὶς γὰρ ἀφόρητός ἐστι. Χρηστότης γὰρ τυγχάνουσα μὲν χάριτος ἐπὶ μᾶλλον αὔξεται, προπηλακισθεῖσα δὲ εἰς ὀργὴν ἐρεθίζεται. Τὸ γὰρ περιττὸν εἰς φιλανθρωπίαν ἴσον ἔχει τὸν θυμὸν εἰς τιμωρίαν.”
Τὰ μὲν δὴ κατὰ Λευκίππην εἶχεν οὕτως· Κλεινίας δὲ καὶ ὁ Σάτυρος πυθόμενοί με ἐν τῷ δεσμωτηρίῳ καθεῖρχθαι ʽδιηγγέλκει γὰρ αὐτοῖς ἡ Μελίτἠ τῆς νυκτὸς εὐθὺς ἐπὶ τὸ οἴκημα σπουδῇ παρῆσαν. Καὶ ἤθελον μὲν αὐτοῦ καταμεῖναι σὺν ἐμοί, ὁ δὲ ἐπὶ τῶν δεσμῶν οὐκ ἐπέτρεπεν, ἀλλ’ ἐκέλευεν ἀπαλλάττεσθαι αὐτοὺς τὴν ταχίστην.
Ὁ μὲν δὴ τούτους ἀπήλασεν ἄκοντας, ἐγὼ δὲ ἐντειλάμενος αὐτοῖς περὶ τῆς Λευκίππης, εἰ παραγένοιτο, περὶ τὴν ἕω σπουδῇ πρός με ἥκειν, καὶ τὰς τῆς Μελίτης διηγησάμενος ὑποσχέσεις, τὴν ψυχὴν εἶχον ἐπὶ τρυτάνης ἐλπίδος
Ἡμέρας δὲ γενομένης ὁ μὲν Σωσθένης ἐπὶ τὸν Θέρσανδρον ἔσπευδεν, οἱ δὲ ἀμφὶ τὸν Σάτυρον ἐπ̓ ἐμέ. Ὡς δὲ εἶδεν ὁ Θέρσανδρος τὸν Σωσθένην, ἐπυνθάνετο πῶς ἔχει τὰ κατὰ τὴν κόρην εἰς πειθὼ πρὸς αὐτόν.
Ὁ δὲ τὸν μὲν ὄντα λόγον οὐ λέγει, σοφίζεται δέ τι μάλα πιθανῶς. “Ἀρνεῖται μὲν γὰρ” εἶπεν, “οὐ μὴν ἡγοῦμαι τὴν ἄρνησιν αὐτῆς οὕτως ἔχειν ἁπλῶς, ἀλλ’ ὑπονοεῖν μοι δοκεῖ σε χρησάμενον ἅπαξ ἀφήσειν,
καὶ ὀκνεῖ τὴν ὕβριν.” “Ἀλλὰ τούτου γε ἕνεκεν” εἶπεν ὁ Θέρσανδρος “θαρρείτω· τὸ γὰρ ἐμὸν οὕτως ἔχει πρὸς αὐτήν, ὡς ἀθάνατον εἶναι. Ἓν δὲ μόνον φοβοῦμαι καὶ ἐπείγομαι μαθεῖν περὶ τῆς κόρης, εἰ τῷ ὄντι γυνὴ τυγχάνει τοῦ νεανίσκου γενομένη, ὡς ἡ Μελίτη μοι διηγήσατο.”
Ταῦτα διαλεγόμενοι παρῆσαν ἐπὶ τὸ τῆς Λευκίππης δωμάτιον. Ἐπεὶ δὲ πλησίον ἐγένοντο τῶν θυρῶν, ἀκούουσιν αὐτῆς ποτνιωμένης. Ἔστησαν οὖν ἀψοφητὶ κατόπιν τῶν θυρῶν.
“Οἴμοι Κλειτοφῶν” ʽτοῦτο γὰρ ἔλεγε πολλάκισ̓ “οὐκ οἶδας ποῦ γέγονα καὶ ποῦ καθεῖργμαι· οὐδὲ γὰρ ἐγὼ τίς σὲ κατέχει τύχη, ἀλλὰ τὴν αὐτὴν ἄγνοιαν δυστυχοῦμεν.
Ἆρα μή σε κατέλαβε Θέρσανδρος ἐπὶ τῆς οἰκίας; ἆρα μὴ καὶ σύ τι πέπονθας ὑβριστικόν; Πολλάκις ἠθέλησα πυθέσθαι παρὰ τοῦ Σωσθένους, ἀλλ’ οὐκ εἶχον ὅπως πύθωμαι. Εἰ μὲν ὡς περὶ ἀνδρὸς ἐμαυτῆς, ἐφοβούμην μή τί σοι κινήσω κακόν, παροξύνασα Θέρσανδρον ἐπὶ σέ· εἰ δὲ ὡς περὶ ξένου τινός, ὑπόνοια καὶ τοῦτο ἦν.
Τί γὰρ μέλει γυναικὶ περὶ τῶν οὐχ ἑαυτῆς; Ποσάκις ἐμαυτὴν ἐβιασάμην, ἀλλ’ οὐκ ἔπειθον τὴν γλῶσσαν εἰπεῖν, ἀλλὰ ταῦτα ἄνερ πιστὲ καὶ βέβαιε, ὃν οὐδὲ συγκαθεύδουσα πέπεικεν ἄλλη γυνή, κἂν εἰ ἡ ἄστοργος ἐγὼ πεπίστευκα,
μετὰ τοσοῦτον ἰδοῦσά σε χρόνον ἐν τοῖς ἀγροῖς οὐ κατεφίλησα.” Νῦν οὖν ἂν Θέρσανδρος ἔλθῃ πυνθανόμενος, τί πρὸς αὐτὸν εἴπω; Ἆρα ἀποκαλύψασα τοῦ δράματος τὴν ὑπόκρισιν διηγήσομαι τὴν ἀλήθειαν; Μή με νομίσῃς ἀνδράποδον εἶναι,
Θέρσανδρε. Στρατηγοῦ θυγάτηρ εἰμὶ Βυζαντίων, πρώτου Τυρίων γυνή· οὐκ εἰμὶ Θετταλή· οὐ καλοῦμαι Λάκαινα· ὕβρις αὕτη ἐστὶ πειρατική· λελῄστευμαι καὶ τοὔνομα.
Ἀνήρ μοι Κλειτοφῶν, πατρὶς Βυζάντιον, Σώστρατος πατήρ, μήτηρ Πάνθεια. Ἀλλ̓ οὐδὲ πιστεύσεις ἐμοὶ λεγούσῃ. Φοβοῦμαι δὲ καὶ ἐὰν πιστεύσῃς περὶ Κλειτοφῶντος, μὴ τὸ ἄκαιρόν μου τῆς ἐλευθερίας τὸν φίλτατον ἀπολέσῃ. Φέρε πάλιν ἐνδύσωμαί μου τὸ δρᾶμα· φέρε πάλιν περίθωμαι τὴν Λάκαιναν.”
Ταῦτα ἀκούσας ὁ Θέρσανδρος μικρον ἀναχωρήσας λέγει πρὸς τὸν Σωσθένην “ἤκουσας ἀπίστων ῥημάτων γεμόντων ἔρωτος, ὅσα εἶπεν, ὅσα ὠδύρατο, οἷα ἑαυτὴν κατεμέμψατο; ὁ μοιχός μου κρατεῖ πανταχοῦ· δοκῶ, ὁ λῃστὴς καὶ φαρμακεύς ἐστι. Μελίτη φιλεῖ, Λευκίππη φιλεῖ.
Ὄφελον, ὦ Ζεῦ, γενέσθαι Κλειτοφῶν.” “Ἀλλ’ οὐ μαλακιστέον” ὁ Σωσθένης ἔφη “δέσποτα, πρὸς τὸ ἔργον, ἀλλ’ ἐπὶ τὴν κόρην ἰτέον αὐτήν.
Καὶ γὰρ ἂν νῦν ἐρᾷ τοῦ καταράτου τούτου μοιχοῦ, μέχρι μὲν αὐτὸν οἶδε μόνον καὶ οὐ κεκοινώνηκεν ἑτέρῳ, πάσχει τὴν ψυχὴν ὑπ’ αὐτοῦ· ἂν δ’ ἅπαξ εἰς ταὐτὸν ἔλθῃς “πολλῷ δὲ διαφέρεις ἐκείνου εἰς εὐμορφίαν” , ἐπιλήσεται τέλεον αὐτοῦ.
Παλαιὸν γὰρ ἔρωτα μαραίνει νέος ἔρως· γυνὴ δὲ καὶ
Ταῦτα ἀκούσας ὁ Θέρσανδρος ἠγέρθη· λόγος γὰρ ἐλπίδος εἰς τὸ τυχεῖν ἔρωτος ἐς πειθὼ ῥᾴδιος· τὸ γὰρ ἐπιθυμοῦν σύμμαχον ὃ θέλει λαβὸν ἐγείρει τὴν ἐλπίδα.
Διαλιπὼν οὖν ὀλίγον ἐφ’ οἷς πρὸς ἑαυτὴν ἐλάλησεν ἡ Λευκίππη, ὡς ἂν μὴ δοκοίη τι κατακοῦσαι τῶν ὑπ’ αὐτῆς εἰρημένων, εἰσέρχεται σχηματίσας ἑαυτὸν εἰς τὸ ἐπαγωγότερον πρὸς θέαν, ὡς ᾤετο. Ἐπεὶ δὲ εἶδε τὴν Λευκίππην, ἀνεφλέγη τὴν ψυχήν,
καὶ ἔδοξεν αὐτῷ τότε καλλίων γεγονέναι. Θρέψας γὰρ ὅλης τῆς νυκτὸς τὸ πῦρ, ὅσον χρόνον ἀπελείφθη τῆς κόρης, ἀνεζωπύρησεν ἐξαίφνης ὕλην λαβὼν εἰς τὴν φλόγα τὴν θέαν, καὶ μικροῦ μὲν προσπεσὼν περιεχύθη τῇ κόρῃ. Καρτερήσας δ’ οὖν καὶ παρακαθίσας διελέγετο ἄλλοτε ἄλλα ῥήματα συνάπτων οὐκ ἔχοντα νοῦν.
Τοιοῦτοι γὰρ οἱ ἐρῶντες, ὅταν πρὸς τὰς ἐρωμένας ζητήσωσι λαλεῖν. Οὐ γὰρ ἐπιστήσαντες τὸν λογισμὸν τοῖς λόγοις, ἀλλὰ τὴν ψυχὴν εἰς τὸ ἐρώμενον ἔχοντες τῇ γλώττῃ μόνον χωρὶς ἡνιόχου τοῦ λογισμοῦ λαλοῦσιν.
Ἅμα οὖν συνδιαλεγόμενος καὶ ἐπιθεὶς τὴν χεῖρα τῷ τραχήλῳ περιέβαλεν, ὡς μέλλων φιλήσειν· ἡ δὲ προϊδοῦσα τῆς χειρὸς τὴν ὁδὸν νεύει κάτω καὶ εἰς τὸν κόλπον κατεδύετο.
Ὁ δὲ οὐδὲν ἧττον περιβαλὼν ἀνέλκειν τὸ πρόσωπον ἐβιάζετο· ἡ δὲ ἀντικατεδύετο καὶ ἀπεκρούετο τὰ φιλήματα. Ὡς δὲ χρόνος ἐγίνετο τῇ τῆς χειρὸς πάλῃ, φιλονεικία λαμβάνει τὸν Θέρσανδρον ἐρωτική, καὶ τὴν μὲν λαιὰν ὑποβαλὼν τῷ προσώπῳ κάτω, τῇ δὲ δεξιᾷ τῆς κόμης λαβόμενος τῇ μὲν εἷλκεν εἰς τοὐπίσω, τῇ
Ὡς δέ ποτε ἐπαύσατο τῆς βίας ἢ τυχὼν ἢ μὴ τυχὼν ἢ καμών, λέγει πρὸς αὐτὸν ἡ Λευκίππη “οὔτε ὡς ἐλεύθερος ποιεῖς οὔτε ὡς εὐγενής· καὶ σὺ μιμῇ Σωσθένην· ἄξιος ὁ δοῦλος τοῦ δεσπότου. Ἀλλὰ ἀπέχου τοῦ λοιποῦ, μηδὲ ἐλπίσῃς τυχεῖν, πλὴν εἰ μὴ γένῃ Κλειτοφῶν.”
Ταῦτα ἀκούσας ὁ Θέρσανδρος οὐκ εἶχεν ὅστις γένηται· καὶ γὰρ ἤρα καὶ ὠργίζετο. Θυμὸς δὲ καὶ ἔρως δύο λαμπάδες. Ἔχει γὰρ καὶ ὁ θυμὸς ἄλλο πῦρ, καὶ ἔστι τὴν μὲν φύσιν ἐναντιώτατον, τὴν δὲ βίαν ὅμοιον.
Ὁ μὲν γὰρ παροξύνει μισεῖν, ὁ δὲ ἀναγκάζει φιλεῖν· καὶ ἀλλήλων πάροικος ἡ τοῦ πυρός ἐστι πηγή. Ὁ μὲν γὰρ εἰς τὸ ἧπαρ κάθηται, ὁ δὲ τῇ καρδίᾳ περιμαίνεται.
Ὅταν οὖν ἄμφω τὸν ἄνθρωπον καταλάβωσι, γίνεται μὲν αὐτοῖς ἡ ψυχὴ τρυτάνη, τὸ δὲ πῦρ ἑκατέρου ταλαντεύεται. Μάχονται δὲ ἄμφω περὶ τῆς ῥοπῆς· καὶ τὰ πολλὰ μὲν ὁ ἔρως εἴωθε νικᾶν, ὅταν εἰς τὴν ἐπιθυμίαν εὐτυχῇ· ἢν δὲ αὐτὸν ἀτιμάσῃ τὸ ἐρώμενον, αὐτὸς τὸν θυμὸν εἰς συμμαχίαν καλεῖ.
Κἀκεῖνος ὡς γείτων πείθεται, καὶ ἀνάπτουσιν ἄμφω τὸ πῦρ. Ἂν δὲ ἅπαξ ὁ θυμὸς τὸν ἔρωτα παρ’ αὑτῷ λάβῃ καὶ τῆς οἰκείας ἕδρας ἐκπεσόντα κατάσχῃ, φύσει τε ὢν ἄσπονδος οὐχ ὡς φίλῳ πρὸς τὴν ἐπιθυμίαν συμμαχεῖ, ἀλλ’ ὡς δοῦλον τῆς ἐπιθυμίας πεδήσας κρατεῖ, οὐκ ἐπιτρέπει δὲ αὐτῷ σπείσασθαι πρὸς τὸ ἐρώμενον, κἂν θέλῃ.
Ὁ δὲ τῷ θυμῷ βεβαπτισμένος καταδύεται, καὶ εἰς τὴν ἰδίαν ἀρχὴν ἐκπηδῆσαι θέλων οὐκέτι ἐστὶν ἐλεύθερος, ἀλλὰ μισεῖν ἀναγκάζεται τὸ φιλούμενον. Ὅταν δὲ ὁ θυμὸς καχλάζων γεμισθῇ, καὶ τῆς ἐξουσίας ἐμφορηθεὶς ὑπερβλύσῃ, κάμνει μὲν ἐκ τοῦ κόρου, καμὼν δὲ παρίεται,
Ὁρῶν δὲ τὰς ὕβρεις, ἃς κατὰ τῶν φιλτάτων ἐπαρῴνησεν, ἀλγεῖ καὶ πρὸς τὸ ἐρώμενον ἀπολογεῖται, καὶ εἰς ὁμιλίαν παρακαλεῖ, καὶ τὸν θυμὸν ἐπαγγέλλεται καταμαλάττειν ἡδονῇ.
Τυχὼν μὲν οὖν ὧν ἠθέλησεν, ἵλεως γίνεται· ἀτιμούμενος δὲ πάλιν εἰς τὸν θυμὸν καταδύεται. Ὁ δὲ καθεύδων ἐξεγείρεται καὶ τὰ ἀρχαῖα ποιεῖ· ἀτιμίᾳ γὰρ ἔρωτος σύμμαχός ἐστι θυμός.
Ὁ Θέρσανδρος οὖν τὸ μὲν πρῶτον ἐλπίζων εἰς τὸν ἔρωτα εὐτυχήσειν ὅλος Λευκίππης δοῦλος ἦν· ἀτυχήσας δὲ ὧν ἤλπισεν ἀφῆκε τῷ θυμῷ τὰς ἡνίας. Ῥαπίζει δὴ κατὰ κόρρης αὐτὴν “ὦ κακόδαιμον ἀνδράποδον” λέγων “καὶ ἀληθῶς ἐρωτιῶν· πάντων γάρ σου κατήκουσα.
Οὐκ ἀγαπᾷς ὅτι σοι λαλῶ, καὶ μεγάλην εὐτυχίαν δοκεῖς τὸν σὸν καταφιλῆσαι δεσπότην, ἀλλὰ ἀκκίζῃ καὶ σχηματίζῃ πρὸς ἀπόνοιαν; Ἐγὼ μέν σε καὶ πεπορνεῦσθαι δοκῶ· καὶ γὰρ μοιχὸν φιλεῖς.
Ἀλλ’ ἐπειδὴ μὴ θέλεις ἐραστοῦ μου πεῖραν λαβεῖν, πειράσῃ δεσπότου.” Καὶ ἡ Λευκίππη “κἂν τυραννεῖν ἐθέλῃς κἀγὼ τυραννεῖσθαι, πλὴν οὐ βιάσῃ·” καὶ πρὸς τὸν Σωσθένην ἰσοῦσα “μαρτύρησον” εἶπεν αὐτῷ “πῶς πρὸς τὰς αἰκίας ἔχω· σὺ γάρ με καὶ
μᾶλλον ἠδίκησας.” Καὶ ὁ Σωσθένης αἰσχυνθεὶς ὡς ἐληλεγμένος “ταύτην” εἶπεν “ὦ δέσποτα, ξανθῆναι μάστιξι δεῖ καὶ μυρίαις βασάνοις περιπεσεῖν, ὡς ἂν μάθῃ δεσπότου μὴ καταφρονεῖν.”
“Πείσθητι τῷ Σωσθένει” φησὶν ἡ Λευκίππη· “συμβουλεύει γὰρ καλῶς· τὰς βασάνους παράστησον. Φερέτω τροχόν· ἰδοὺ χεῖρες, τεινέτω. Φερέτω καὶ μάστιγας· ἰδοὺ νῶτον, τυπτέτω. Κομιζέτω πῦρ·
ἰδοὺ σῶμα, καέτω. Φερέτω καὶ σίδηρον· ἰδοὺ δέρη, σύ;” εἶπεν ὁ Θέρσανδρος·
“ὢ τόλμης καὶ γέλωτος. Παρθένος τοσούτοις συννυκτερεύσασα πειραταῖς; εὐνοῦχοί σοι γεγόνασιν οἱ λῃσταί; φιλοσόφων ἦν τὸ πειρατήριον; οὐδεὶς ἐν αὐτοῖς εἶχεν ὀφθαλμούς;”
Καὶ ἡ Λευκίππη εἶπεν “εἰ παρθένος καὶ μετὰ Σωσθένην ἐγὼ πυθοῦ Σωσθένους· οὗτος γὰρ ὄντως γέγονέ μοι λῃστής· ἐκεῖνοι γὰρ ἦσαν ὑμῶν μετριώτεροι,
καὶ οὐδεὶς οὐδεὶς αὐτῶν ἦν οὕτως ὑβριστής· εἰ δὲ ὑμεῖς τοιαῦτα ποιεῖτε, ἀληθινὸν τοῦτο πειρατήριον. Εἶτα οὐκ αἰσχύνεσθε ποιοῦντες ἃ μὴ τετολμήκασιν οἱ λῃσταί; λανθάνεις δὲ ἐγκώμιόν μοι διδοὺς πλεῖον διὰ ταύτης σου τῆς ἀναισχυντίας· καί τις ἐρεῖ, ἂν νῦν μαινόμενος φονεύσῃς, “Λευκίππη παρθένος καὶ μετὰ βουκόλους, παρθένος καὶ μετὰ Χαιρέαν, παρθένος καὶ μετὰ Σωσθένην.” Ἀλλὰ μέτρια ταῦτα·
τὸ δὲ μεῖζον ἐγκώμιον, καὶ μετὰ Θέρσανδρον παρθένος, τὸν καὶ λῃστῶν ἀσελγέστερον· ἂν ὑβρίσαι μὴ δυνηθῇ,
φονεύει. Ὁπλίζου τοίνυν, ἤδη λάμβανε κατ̓ ἐμοῦ τὰς μάστιγας, τὸν τροχόν, τὸ πῦρ, τὸν σίδηρον, συστρατευέσθω δέ σοι καὶ ὁ σύμβουλος Σωσθένης· ἐγὼ δὲ καὶ γυμνὴ καὶ μόνη καὶ γυνὴ ἓν ὅπλον ἔχω τὴν ἐλευθερίαν, ἣ μήτε πληγαῖς κατακόπτεται μήτε σιδήρῳ κατατέμνεται μήτε πυρὶ κατακάεται. Οὐκ ἀφήσω ποτὲ ταύτην ἐγώ· κἂν καταφλέγῃς, οὐχ οὕτως θερμὸν εὑρήσεις τὸ πῦρ.”
Ταῦτ’ ἀκούσας ὁ Θέρσανδρος, παντοδαπὸς ἦν· ἤχθετο, ὠργίζετο, ἐβουλεύετο· ὠργίζετο μὲν ὡς ὑβρισμένος, ἤχθετο δὲ ὡς ἀποτυχών, ἐβουλεύετο δὲ ὡς ἐρῶν. Τὴν οὖν ψυχὴν διασπώμενος, οὐδὲν εἰπὼν πρὸς τὴν Λευκίππην ἐξεπήδησεν.
Ὀργῇ μὲν δῆθεν ἐκδραμών, δοὺς δὲ τῇ ψυχῇ σχολὴν εἰς τὴν διάκρισιν τῆς τρικυμίας, βουλευόμενος ἅμα τῷ Σωσθένει, πρόσεισι τῷ τῶν δεσμῶν ἄρχοντι, δεόμενος διαφθαρῆναί με φαρμάκῳ.
Ὡς δ’ οὐκ ἔπειθεν ʽἐδεδίει γὰρ τὴν πόλιν· καὶ γὰρ ἄλλον ἄρχοντα πρὸ αὐτοῦ ληφθέντα τοιαύτην ἐργασάμενον φαρμακείαν ἀποθανεῖν’ δευτέραν αὐτῷ προσφέρει δέησιν, ἐμβαλεῖν τινα εἰς τὸ οἴκημα, ἔνθα ἔτυχον δεδεμένος, ὡς δὴ καὶ αὐτὸν ἕνα τῶν δεσμωτῶν, προσποιησάμενος βούλεσθαι τἀμὰ δι’ ἐκείνου μαθεῖν.
Ἐπείσθη καὶ ἐδέξατο τὸν ἄνθρωπον. Ἔμελλε δ’ ἐκεῖνος ὑπὸ τοῦ Θερσάνδρου δεδιδαγμένος τεχνικῶς πάνυ περὶ τῆς Λευκίππης λόγον ἐμβαλεῖν, ὡς εἴη πεφονευμένη τῆς Μελίτης συσκευασαμένης τὸν φόνον.
Τὸ δὲ τέχνασμα ἦν τῷ Θερσάνδρῳ εὑρεθέν, ὡς ἂν ἀπογνοὺς ἐγὼ μηκέτι ζῶσαν τὴν ἐρωμένην κἂν τὴν δίκην φύγωμι,
μὴ πρὸς ζήτησιν αὐτῆς ἔτι τραποίμην. Προσέκειτο δὲ ἡ Μελίτη τῷ φόνῳ, ἵνα μὴ τετελευτηκέναι τὴν Λευκίππην δοκῶν, τὴν Μελίτην γήμας ὡς ἂν ἐρῶσαν αὐτοῦ μένοιμι κἀκ τούτου παρέχοιμί τινα φόβον αὐτῷ τοῦ μὴ μετὰ ἀδείας Λευκίππην ἔχειν, ἀλλὰ μισήσας ὡς τὸ εἰκὸς τὴν Μελίτην ὡς ἂν ἀποκτείνασάν μου τὴν ἐρωμένην ἀπαλλαγείην ἐκ τῆς πόλεως τὸ παράπαν.
Ὡς οὖν ὁ ἄνθρωπος ἐγένετό μου πλησίον, τοῦ
μοι καὶ τί πεπραχὼς εἴη.” Καθ’ ἑαυτὸν δὲ ταῦτα ἔλεγε καὶ τὰ τοιαῦτα, ζητῶν ἀρχὴν τῆς ἐπ̓ ἐμὲ τοῦ λόγου τέχνης, ὡς ἂν πυθοίμην τί εἴη παθών.
Ἀλλ’ ἐγὼ μὲν ἐφρόντιζον ὧν ὅδ’ ᾤμωζεν ὀλίγον· ἄλλος δέ τις τῶν συνδεδεμένων ʽπερίεργον γὰρ ἄνθρωπος ἀτυχῶν εἰς ἀλλοτρίων κακῶν ἀκρόασιν, ἐπεὶ φάρμακον αὐτῷ τῆς ὧν ἔπαθε λύπης ἡ πρὸς ἄλλον εἰς τὸ παθεῖν κοινωνίἀ “τί δέ σοι συμβέβηκεν”
εἶπεν “ἀπὸ τῆς Τύχης; εἰκὸς γάρ σε μηδὲν ἀδικήσαντα πονηρῷ περιπεσεῖν δαίμονι. Τεκμαίρομαι δὲ ἐκ τῶν ἐμαυτοῦ.” Καὶ ἅμα τὰ οἰκεῖα κατέλεγεν, ἐφ̓ οἷς ἦν δεδεμένος. Ἐγὼ δὲ οὐδενὶ τούτων προσεῖχον.
Ὡς δ’ ἐπαύσατο, τὴν ἀντίδοσιν ᾔτει τοῦ λόγου τῶν ἀτυχημάτων “λέγοις ἂν” εἰπὼν “καὶ σὺ τὰ σαυτοῦ.” Ὁ δὲ “βαδίζων ἔτυχον” εἶπε “τὴν ἐξ ἄστεος χθές·”
ἐπορευόμην δὲ τὴν ἐπὶ Σμύρνης ὁδόν. Προελθόντι δέ μοι σταδίους τέτταρας νεανίσκος ἐκ τῶν ἀγρῶν προσελθὼν καὶ προσειπὼν καὶ πρὸς μικρὸν συμβαδίσας “ποῖ” ἔφη “ἔχεις τὴν ὁδόν;” “Ἐπὶ Σμύρνησ” εἶπον. “Κἀγὢ ἔφη “τὴν αὐτὴν ἀγαθῇ τύχῃ.” Τοὐντεῦθεν ἐπορευόμεθα κοινῇ καὶ διελεγόμεθα, οἷα εἰκὸς ἐν ὁδῷ.
Ὡς δὲ εἴς τι πανδοκεῖον ἤλθομεν, ἠριστῶμεν ἅμα· κατὰ ταὐτὸ δὲ παρακαθίζουσιν ἡμῖν τινες τέτταρες καὶ προσεποιοῦντο μὲν ἀριστᾶν κἀκεῖνοι, ἐνεώρων δ’ ἡμῖν πυκνὰ καὶ ἀλλήλοις ἐπένευον.
Ἐγὼ μὲν οὖν ὑπώπτευον τοὺς ἀνθρώπους διανοεῖσθαι εἰς ἡμᾶς, οὐ μὴν ἠδυνάμην συνιέναι
Ὡς δὲ ταῦτα εἶδον, ἀναπηδήσαντες συλλαμβάνουσιν ἡμᾶς καὶ ἱμᾶσιν εὐθὺς δεσμεύουσι, παίει δὲ κατὰ κόρρης τις ἐκεῖνον· καὶ παταχθείς, ὥσπερ βασάνους παθὼν μυρίας, καταλέγει μηδενὸς ἐρωτῶντος αὐτὸν “ἐγὼ τὴν κόρην ἀπέκτεινα, καὶ ἔλαβον χρυσοῦς ἑκατὸν παρὰ Μελίτης τῆς Θερσάνδρου γυναικός· αὕτη γάρ με ἐπὶ τὸν φόνον ἐμισθώσατο.
Ἀλλ’ ἰδοὺ τοὺς χρυσοῦς ὑμῖν τοὺς ἑκατὸν φέρω, ὥστε τί με ἀπόλλυτε καὶ ἑαυτοῖς φθονεῖτε κέρδους;” ” Ἐγὼ δὲ ὡς ἤκουσα Θερσάνδρου καὶ Μελίτης τοὔνομα, τὸν ἄλλον οὐ προσέχων χρόνον, τῷ δὲ λόγῳ τὴν ψυχὴν ὥσπερ ὑπὸ μύωπος παταχθεὶς ἐγείρω καὶ πρὸς αὐτὸν μεταστραφεὶς λέγω “τίς ἡ Μελίτη;” Ὁ δὲ “Μελίτη ἐστὶν” ἔφη “τῶν ἐνταῦθα πρώτη γυναικῶν.
Αὕτη νεανίσκου τινὸς ἠράσθη· Τύριον, οἶμαι, φασὶν αὐτόν· κἀκεῖνος ἔτυχεν ἐρωμένην ἔχων, ἣν εὗρεν ἐν τῇ τῆς Μελίτης οἰκίᾳ πεπραμένην. Ἡ δὲ ὑπὸ ζηλοτυπίας πεφλεγμένη τὴν γυναῖκα ταύτην ἀπατήσασα συλλαμβάνει καὶ παραδίδωσι τῷ νῦν δὴ κακῇ τύχῃ μοι συνωδευκότι φονεῦσαι κελεύσασα.
Ὁ μὲν οὖν τὸ ἀνόσιον ἔργον τοῦτο δρᾷ· ἐγὼ δὲ ὁ ἄθλιος οὔτε ἰδὼν αὐτὸν οὔτε ἔργου τινὸς κοινωνήσας ἢ λόγου συναπηγόμην αὐτῷ δεδεμένος, ὡς τοῦ ἔργου κοινωνός. Τὸ δὲ χαλεπώτερον, μικρὸν τοῦ πανδοκείου προελθόντες, τοὺς ἑκατὸν χρυσοῦς λαβόντες παρ’ αὐτοῦ τὸν μὲν ἀφῆκαν φυγεῖν, ἐμὲ δὲ ἄγουσι πρὸς τὸν στρατηγόν.”
Ὡς δ’ ἤκουσά μου τὸν μῦθον τῶν κακῶν, οὔτε ἀνῴμωξα οὔτε ἔκλαυσα· οὔτε γὰρ φωνὴν εἶχον οὔτε
Μικρὸν δὲ νήψας ἐκ τῆς μέθης τοῦ λόγου “τίνα τρόπον τὴν κόρην” ἔφην “ἀπέκτεινεν ὁ μισθωτός, καὶ τί πεποίηκε τὸ σῶμα;” Ὁ δὲ ὡς ἅπαξ ἐνέβαλέ μοι τὸν μύωπα καὶ ἔργον εἰργάσατο οὕτω κατ’ ἐμοῦ, δι’ ὃ παρῆν, ἐσιώπα καὶ ἔλεγεν οὐδέν.
Πάλιν δέ μου πυθομένου “δοκεῖσ” ἔφη “κἀμὲ κεκοινωνηκέναι τοῦ φόνου; Τοῦτο ἤκουσα μόνον τοῦ πεφονευκότος, ὡς κτείνας εἴη τὴν κόρην· ποῦ δὲ καὶ τίνα τρόπον, οὐκ εἶπεν.” Ἐπῆλθε δέ μοι τότε δάκρυα καὶ τοῖς ὀφθαλμοῖς τὴν λύπην ἀπεδίδουν.
Ὥσπερ γὰρ ἐν ταῖς τοῦ σώματος πληγαῖς οὐκ εὐθὺς ἡ σμῶδιξ ὑπανίσταται, ἀλλὰ παραχρῆμα μὲν οὐκ ἔχει τὸ ἄνθος ἡ πληγή, μετὰ μικρὸν δὲ ἀνέθορε, καὶ ὀδόντι συός τις παταχθεὶς εὐθὺς μὲν ζητεῖ τὸ τραῦμα καὶ οὐκ οἶδεν εὑρεῖν, τὸ δὲ ἔτι δέδυκε καὶ κέκρυπται κατειργασμένον σχολῇ τῆς πληγῆς τὴν τομήν, μετὰ ταῦτα δὲ ἐξαίφνης λευκή τις ἀνέτειλε γραμμή, πρόδρομος τοῦ αἵματος, σχολὴν δ᾽ ὀλίγην λαβὸν ἔρχεται καὶ ἀθρόον ἐπιρρεῖ,
οὕτω καὶ ψυχὴ παταχθεῖσα τῷ τῆς λύπης βέλει, λόγου τοξεύσαντος τέτρωται μὲν ἤδη καὶ ἔχει τὴν τομήν, ἀλλὰ τὸ τάχος τοῦ βλήματος οὐκ ἀνέῳξεν οὔπω τὸ τραῦμα, τὰ δὲ δάκρυα ἐδίωξε τῶν ὀφθαλμῶν μακράν· δάκρυον γὰρ αἷμα τραύματος ψυχῆς· ὅταν δὲ ὁ τῆς λύπης ὀδοὺς κατὰ μικρὸν τὴν καρδίαν ἐκφάγῃ, κατέρρηκται μὲν τῆς ψυχῆς τὸ τραῦμα, ἀνέῳκται δὲ τοῖς ὀφθαλμοῖς ἡ τῶν δακρύων θύρα, τὰ δὲ μετὰ μικρὸν τῆς ἀνοίξεως ἐξεπήδησεν.
Οὕτω κἀμὲ τὰ μὲν πρῶτα τῆς ἀκροάσεως τῇ ψυχῇ προσπεσόντα καθάπερ τοξεύματα κατεσίγασε καὶ τῶν δακρύων ἀπέφραξε τὴν
Ἔλεγον οὖν “τίς με δαίμων ἐξηπάτησεν ὀλίγῃ χαρᾷ; τίς μοι Λευκίππην ἔδειξεν εἰς καινὴν ὑπόθεσιν συμφορῶν; Ἀλλ’ οὐδὲ ἐκόρεσά μου τοὺς ὀφθαλμούς, οἷς μόνοις ηὐτύχησα, οὐδὲ ἐνεπλήσθην κἂν βλέπων.
Ἀληθής μοι γέγονεν ὀνείρων ἡδονή. Οἴμοι, Λευκίππη, ποσάκις μοι τέθνηκας. Μὴ γὰρ θρηνῶν ἀνεπαυσάμην; Ἀεί σε πενθῶ, τῶν θανάτων διωκόντων ἀλλήλους; Ἀλλ’ ἐκείνους μὲν πάντας ἡ Τύχη ἔπαιξε κατ’ ἐμοῦ, οὗτος δὲ οὐκ ἔστι τῆς Τύχης ἔτι παιδιά·
πᾶσα γάρ μοι, Λευκίππη, τέθνηκας. Ἐν μὲν γὰρ τοῖς ψευδέσι θανάτοις ἐκείνοις παρηγορίαν εἶχον ὀλίγην τὸ μὲν πρῶτον ὅλον σου τὸ σῶμα, τὸ δὲ δεύτερον κἂν τὴν κεφαλὴν δοκῶν μὴ ἔχειν εἰς τὴν ταφήν· νῦν δὲ τέθνηκας θάνατον διπλοῦν, ψυχῆς καὶ σώματος. Δύο ἐξέφυγες λῃστήρια, τὸ δὲ τῆς Μελίτης πεφόνευκέ σε πειρατήριον.
Ὁ δὲ ἀνόσιος καὶ ἀσεβὴς ἐγὼ τὴν ἀνδροφόνον σου κατεφίλησα πολλάκις καὶ συνεπλάκην μεμιασμένας συμπλοκὰς καὶ τὴν Ἀφροδίτης χάριν αὐτῇ παρέσχον πρὸ σοῦ.”
Μεταξὺ δέ μου θρηνοῦντος Κλεινίας εἰσέρχεται, καὶ καταλέγω τὸ πᾶν αὐτῷ καὶ ὅτι μοι δέδοκται πάντως ἀποθανεῖν· ὁ δὲ παρεμυθεῖτο. “Τίς γὰρ οἶδεν εἰ ζῇ πάλιν;
Μὴ γὰρ οὐ πολλάκις τέθνηκε; μὴ γὰρ οὐ πολλάκις ἀνεβίω; Τί δὲ προπετῶς ἀποθνήσκεις, ὃ καὶ κατὰ σχολὴν ἔξεστιν, ὅταν μάθῃς σαφῶς τὸν θάνατον αὐτῆς;” “Ληρεῖς· τούτου γὰρ ἀσφαλέστερον πῶς ἂν μάθοις;
Δοκῶ δὲ εὑρηκέναι τοῦ θανάτου καλλίστην ὁδόν, δι’ ἧς οὐδὲ ἡ θεοῖς ἐχθρὰ Μελίτη παντάπασιν ἀθῷος ἀπαλλάξεται· ἄκουσον δὲ τὸν τρόπον. Παρεσκευασάμην, ὡς οἶσθα, πρὸς τὴν ἀπολογίαν
Οὕτω γὰρ κἀκείνη δίκην δώσει κἀγὼ τὸν ἐπάρατον βίον καταλίποιμ̓ ἄν.” “Εὐφήμησον” ὁ Κλεινίας ἔφη· “καὶ τολμήσεις οὕτως ἐπὶ τοῖς αἰσχίστοις ἀποθανεῖν, νομιζόμενος φονεύς, καὶ ταῦτα Λευκίππης;” “Οὐδὲν” εἶπον “αἰσχρόν, ὃ λυπεῖ τὸν ἐχθρόν.”
Καὶ ἡμεῖς μὲν ἐν τούτοις ἦμεν, τὸν δὲ ἄνθρωπον ἐκεῖνον τὸν μηνυτὴν τοῦ ψευδοῦς φόνου μετὰ μικρὸν ἀπολύει ὁ ἐπὶ τῶν δεσμῶν, φάσκων τὸν ἄρχοντα κελεῦσαι κομίζειν αὐτὸν δώσοντα λόγον ὧν αἰτίαν ἔσχεν.
Ἐμὲ δὲ παρηγόρει Κλεινίας καὶ ὁ Σάτυρος, εἴ πως δύναιντο πεῖσαι, μηδὲν ὧν διενοήθην εἰς τὴν δίκην εἰπεῖν· ἀλλ’ ἐπέραινον οὐδέν. Ἐκείνην μὲν οὖν τὴν ἡμέραν καταγωγήν τινα μισθωσάμενοι μετῳκίσαντο, ὡς ἂν μηκέτι παρὰ τῷ τῆς Μελίτης εἶεν συντρόφῳ.
τῇ δ’ ὑστεραίᾳ ἀπηγόμην ἐπὶ τὸ δικαστήριον. Παρασκευὴ δὲ πολλὴ ἦν τοῦ Θερσάνδρου κατ’ ἐμοῦ, καὶ πλῆθος ῥητόρων οὐχ ἧττον δέκα· καὶ ἡ Μελίτη σπουδῇ πρὸς τὴν ἀπολογίαν παρεσκεύαστο.
Ἐπεὶ δὲ ἐπαύσαντο λέγοντες, αἰτήσας κἀγὼ λόγον “ἀλλ̓ οὗτοι μὲν” ἔφην “ληροῦσι πάντες, καὶ οἱ Θερσάνδρῳ καὶ οἱ Μελίτῃ συνειπόντες· ἐγὼ δὲ πᾶσαν ὑμῖν ἐρῶ τὴν ἀλήθειαν.
Ἦν ἐρωμένη μοι πάλαι Βυζαντία μὲν γένος, Λευκίππη δὲ τοὔνομα. Ταύτην τεθνάναι δοκῶν ʽἥρπαστο γὰρ ὑπὸ λῃστῶν ἐν Αἰγύπτᾠ Μελίτῃ περιτυγχάνω, κἀκεῖθεν ἀλλήλοις συνόντες ἥκομεν ἐνταῦθα κοινῇ καὶ τὴν Λευκίππην εὑρίσκομεν Σωσθένει δουλεύουσαν διοικητῇ τινι
Ὅπως δὲ τὴν ἐλευθέραν ὁ Σωσθένης εἶχε δούλην ἢ τίς ἡ κοινωνία τοῖς λῃσταῖς πρὸς αὐτόν, ὑμῖν καταλείπω σκοπεῖν. Ἐπεὶ τοίνυν ἔμαθεν ἡ Μελίτη τὴν προτέραν εὑρόντα με γυναῖκα, φοβηθεῖσα μὴ πρὸς αὐτὴν ἀποκλίναιμι τὸν νοῦν, συμβουλεύεται τὴν ἄνθρωπον ἀνελεῖν.
Κἀμοὶ συνεδόκει ʽτί γὰρ οὐ δεῖ τἀληθῆ λέγειν;ʼ ἐπεὶ τῶν αὑτῆς με κύριον ἀποφανεῖν ὑπισχνεῖτο. Μισθοῦμαι ἕνα δή τινα πρὸς τὸν φόνον, ἑκατὸν δ’ ὁ μισθὸς ἦν τοῦ φόνου χρυσοῖ. Καὶ ὁ μὲν δὴ τὸ ἔργον δράσας οἴχεται κἀκ τότε γέγονεν ἀφανής, ἐμὲ δὲ ὁ ἔρως εὐθὺς ἠμύνατο.
Ὡς γὰρ ἔμαθον ἀνῃρημένην, μετενόουν καὶ ἔκλαον καὶ ἤρων καὶ νῦν ἐρῶ. Διὰ τοῦτο ἐμαυτοῦ κατεῖπον, ἵνα με πέμψητε πρὸς τὴν ἐρωμένην· οὐ γὰρ φέρω νῦν ζῆν, καὶ μιαιφόνος γενόμενος καὶ φιλῶν ἣν ἀπέκτεινα.”
Ταῦτα εἰπόντος ἐμοῦ πάντας ἔκπληξις κατέσχε ἐπὶ τῷ παραλόγῳ τοῦ πράγματος, μάλιστα δὲ τὴν Μελίτην. Καὶ οἱ μὲν τοῦ Θερσάνδρου ῥήτορες μεθ̓ ἡδονῆς ἀνεβόησαν ἐπινίκιον, οἱ δὲ τῆς Μελίτης ἀνεπύθοντο τίνα ταῦτα εἴη τὰ λεχθέντα.
Ἡ δὲ τὰ μὲν ἐτεθορύβητο, τὰ δὲ ἠρνεῖτο, τὰ δὲ διηγεῖτο σπουδῇ μάλα καὶ σαφῶς, τὴν μὲν Λευκίππην εἰδέναι λέγουσα καὶ ὅσα εἶπον, ἀλλὰ τόν γε φόνον οὔ· ὥστε κἀκείνους διὰ τὸ τὰ πλείω μοι συνᾴδειν ὑπόνοιαν ἔχειν κατὰ τῆς Μελίτης καὶ ἀπορεῖν ὅτῳ χρήσαιντο λόγῳ πρὸς τὴν ἀπολογίαν.
Ἐν τούτῳ δὲ ὁ Κλεινίας θορύβου πολλοῦ κατὰ τὸ δικαστήριον ὄντος ἀνελθὼν “κἀμοί τινα λόγον” εἶπε “συγχωρήσατε· περὶ γὰρ ψυχῆς ἀνδρὸς ὁ ἀγών.”
Ὡς δὲ ἔλαβε, δακρύων γεμισθεὶς “ἄνδρεσ” εἶπεν “Ἐφέσιοι, μὴ προπετῶς καταγνῶτε θάνατον ἀνδρὸς
Ἃ δὲ ἠτύχησε διὰ βραχέων ἐρῶ. Ἐρωμένην εἶχεν, ὡς εἶπεν· τοῦτο γὰρ οὐκ ἐψεύσατο· καὶ ὅτι λῃσταὶ ταύτην ἥρπασαν καὶ τὰ περὶ Σωσθένους καὶ πάνθ’ ὅσα πρὸ τοῦ φόνου διηγήσατο, πέπρακται τὸν τρόπον τοῦτον.
Αὕτη γέγονεν ἐξαίφνης ἀφανής, οὐκ οἶδ’ ὅπως, οὔτ’ εἴ τις ἀπέκτεινεν αὐτήν, οὔτ’ εἰ ζῇ κλαπεῖσα· πλὴν ἓν τοῦτο οἶδα μόνον, τὸν Σωσθένην αὐτῆς ἐρῶντα καὶ αἰκισάμενον βασάνοις πολλαῖς ἐφ’ οἷς οὐκ ἐτύγχανε, καὶ φίλους ἔχοντα λῃστάς. Οὗτος οὖν ἀνῃρῆσθαι δοκῶν τὴν γυναῖκα ζῆν οὐκέτι θέλει καὶ διὰ τοῦτο ἑαυτοῦ φόνον κατεψεύσατο.
Ὅτι μὲν γὰρ ἐπιθυμεῖ θανάτου, καὶ αὐτὸς ὡμολόγησε, καὶ ὅτι διὰ λύπην τὴν ἐπὶ τῇ γυναικί. Σκοπεῖτε δὲ εἴ τις ἀποκτείνας τινὰ ἀληθῶς ἐπαποθανεῖν αὐτῷ θέλει καὶ ζῆν δι’ ὀδύνην οὐ φέρει.
Τίς οὕτω φιλόστοργος φονεύς; ἢ ποῖον μῖσός ἐστιν οὕτω φιλούμενον; Μή, πρὸς θεῶν, μὴ πιστεύσητε, μηδὲ ἀποκτείνητε ἄνθρωπον ἐλέου μᾶλλον ἢ τιμωρίας δεόμενον. Εἰ δὲ αὐτὸς ἐπεβούλευσεν, ὡς λέγει, τὸν φόνον, εἰπάτω τίς ἐστιν ὁ μεμισθωμένος, δειξάτω τὴν ἀνῃρημένην.
Εἰ δὲ μήθ’ ὁ ἀποκτείνας ἐστὶ μήθ’ ἡ ἀνῃρημένη, τίς ἤκουσε πώποτε τοιοῦτον φόνον; “Ἤρων” φησὶ “Μελίτης· διὰ τοῦτο Λευκίππην ἀπέκτεινα.” Πῶς οὖν Μελίτης φόνον κατηγορεῖ, ἧς ἤρα, διὰ Λευκίππην δὲ νῦν ἀποθανεῖν ἐθέλει, ἣν ἀπέκτεινεν;
οὕτω γὰρ ἄν τις καὶ μισοῖ τὸ φιλούμενον καὶ φιλοῖ τὸ μισούμενον; Ἆρ’ οὖν οὐ πολὺ μᾶλλον ἂν καὶ ἐλεγχόμενος ἠρνήσατο τὸν φόνον, ἵνα καὶ σώσῃ τὴν ἐρωμένην καὶ ὑπὲρ τῆς ἀνῃρημένης μὴ μάτην ἀποθάνῃ;
Διὰ τί οὖν Μελίτης κατηγόρησεν, εἰ μηδὲν αὐτῇ τοιοῦτο πέπρακται; Ἐγὼ καὶ τοῦτο πρὸς ὑμᾶς ἐρῶ, καὶ πρὸς τῶν θεῶν μή με νομίσητε διαβάλλειν θέλοντα τὴν γυναῖκα ποιήσασθαι τὸν λόγον, ἀλλ’ ὡς τὸ πᾶν ἐγένετο.
Μελίτη μὲν ἐπεπόνθει τι πρὸς τοῦτον ἐρωτικὸν καὶ περὶ τοῦ γάμου διείλεκτο, πρὶν ὁ θαλάττιος οὗτος ἀνεβίω νεκρός· ὁ δὲ οὐκ εἶχεν οὕτως, ἀλλὰ καὶ πάνυ ἐρρωμένως τὸν γάμον ἀπεκρούετο, κἀν τούτῳ τὴν ἐρωμένην εὑρών, ὡς ἔφη, παρὰ τῷ Σωσθένει ζῶσαν, ἣν ᾤετο νεκράν, πολὺ μᾶλλον πρὸς τὴν Μελίτην εἶχεν ἀλλοτριώτερον.
Ἡ δὲ πρὶν μαθεῖν ἐρωμένην οὖσαν αὐτῷ τὴν παρὰ τῷ Σωσθένει, ταύτην ἠλέησέ τε καὶ ἔλυσε τῶν δεσμῶν, οἷς ἦν ὑπὸ τοῦ Σωσθένους δεδεμένη, καὶ εἰς τὴν οἰκίαν τε εἰσεδέξατο καὶ τἆλλα ὡς πρὸς ἐλευθέραν δυστυχήσασαν ἐφιλοτιμήσατο· ἐπειδὴ δὲ ἔμαθεν, ἔπεμψεν εἰς τοὺς ἀγροὺς διακονησομένην αὐτῇ· καὶ μετὰ ταῦτά φασιν ἀφανῆ γεγονέναι.
Καὶ ὅτι ταῦτα οὐ ψεύδομαι, ἡ Μελίτη συνομολογήσει καὶ θεράπαιναι δύο, μεθ’ ὧν αὐτὴν ἐπὶ τοὺς ἀγροὺς ἐξέπεμψεν. Ἓν μὲν δὴ τοῦτο πρὸς ὑπόνοιαν ἤγαγε τοῦτον μὴ ἄρα φονεύσασα εἴη τὴν Λευκίππην διὰ ζηλοτυπίαν αὕτη· ἕτερον δέ τι αὐτῷ πρὸς τὴν τῆς ὑπονοίας βεβαίωσιν ἐν τῷ δεσμωτηρίῳ συμβὰν καὶ καθ’ αὑτοῦ καὶ κατὰ τῆς Μελίτης ἐξηγρίανε.
Τῶν δεσμωτῶν τις ὀδυρόμενος ἑαυτοῦ τὴν συμφοράν, ἔλεγεν ἐν ὁδῷ τινι κεκοινωνηκέναι κατ’ ἄγνοιαν ἀνδρὶ φονεῖ, δεδρακέναι δ’ ἐκεῖνον γυναικὸς φόνον ἐπὶ μισθῷ. Καὶ τοὔνομα ἔλεγε· Μελίτην μὲν εἶναι τὴν μισθωσαμένην,
Λευκίππην δὲ τὴν ἀνῃρημένην. Εἰ δὲ ταῦτα γέγονεν οὕτως, ἐγὼ μὲν οὐκ οἶδα, μαθεῖν δ’ ὑμῖν ἐξέσται. Ἔχετε τὸν δεδεμένον· εἰσὶν αἱ θεράπαιναι·
Ταῦτα εἰπόντος τοῦ Κλεινίου, τοῖς μὲν πολλοῖς ἐδόκει πιθανὸς ὁ λόγος, οἱ δὲ τοῦ Θερσάνδρου ῥήτορες καὶ ὅσοι τῶν φίλων συμπαρῆσαν, ἐπεβόων ἀνελεῖν τὸν ἀνδροφόνον τὸν αὑτοῦ κατειπόντα θεοῦ προνοίᾳ.
Μελίτη δὲ τὰς θεραπαινίδας ἐδίδου καὶ Θέρσανδρον ἠξίου διδόναι Σωσθένην· τάχα γὰρ αὐτὸν εἶναι τὸν Λευκίππην ἀνῃρηκότα· καὶ οἱ συναγορεύοντες αὐτῇ ταύτην μάλιστα προεφέροντο πρόκλησιν.
Ὁ δὲ Θέρσανδρος φοβηθεὶς λάθρα τινὰ τῶν παραστατῶν εἰς τὸν ἀγρὸν ἀποστέλλει πρὸς τὸν Σωσθένην, κελεύσας τὴν ταχίστην ἀφανῆ γενέσθαι, πρὶν τοὺς ἐπ’ αὐτὸν πεμφθέντας ἥκειν· ὃς δὴ ἐπιβὰς ἵππου σπουδῇ μάλα πρὸς αὐτὸν ἔρχεται καὶ τὸν κίνδυνον λέγει καὶ ὡς, εἰ ληφθείη, εἰς βασάνους ἀπαχθήσεται.
Ὁ δὲ ἔτυχε μὲν ἐν τῷ τῆς Λευκίππης δωματίῳ παρών, κατεπᾴδων αὐτῆς· κληθεὶς δὲ ὑπὸ τοῦ παρόντος σὺν βοῇ καὶ ταραχῇ πολλῇ προέρχεται, καὶ ἀκούσας τὰ ὄντα, μεστὸς γενόμενος δέους καὶ ἤδη νομίζων τοὺς δημίους ἐπ’ αὐτὸν παρεῖναι, ἐπιβὰς ἵππου σπυδῇ μάλα ἐλαύνει τὴν ἐπὶ Σμύρνης· ὁ δὲ ἄγγελος πρὸς τὸν Θέρσανδρον ἀναστρέφει. Ἀληθὴς δέ ἐστιν, ὡς ἔοικεν, ὁ λόγος, ὅτι μνήμην ἐκπλήσσειν πέφυκε φόβος.
Ὁ γοῦν Σωσθένης περὶ ἑαυτοῦ φοβηθείς, ἁπαξαπάντων ἐξελάθετο τῶν ἐν
Ἐν τούτῳ δὲ ὁ Θέρσανδρος πρὸ τῆς προκλήσεως ἀπὸ τῆς Μελίτης οὕτω γενομένης παρελθὼν “ἱκανῶς μὲν” εἶπεν “οὗτος, ὅστις ποτέ ἐστι, κατελήρησε μυθολογῶν· ἐγὼ δὲ ὑμῶν τεθαύμακα τῆς ἀναλγησίας εἰ φονέα ἐπ’ αὐτοφώρῳ λαβόντες ʽμεῖζον δὲ τῆς φωράσεως τὸ αὐτὸν ἑαυτοῦ κατειπεῖν’ οὐ δὴ κελεύετε τῷ δημίῳ, καθέζεσθε δὲ γόητος ἀκούοντες πιθανῶς μὲν ὑποκρινομένου, πιθανῶς δὲ δακρύοντος, ὃν νομίζω καὶ αὐτὸν κοινωνὸν γενόμενον τοῦ φόνου περὶ ἑαυτοῦ φοβεῖσθαι, ὥστ’ οὐκ οἶδα τί δεῖ βασάνων ἔτι περὶ πράγματος οὕτω σαφῶς ἐληλεγμένου.
Δοκοῦσι δὲ καὶ ἄλλον τινὰ ἐργάσασθαι φόνον. Ὁ γὰρ Σωσθένης οὗτος, ὃν αἰτοῦσι παρ’ ἐμοῦ, τρίτην ταύτην ἡμέραν γέγονεν ἀφανής, καὶ ἔστιν οὐ πόρρω τινὸς ὑπονοίας μὴ ἄρα τῆς τούτων ἐπιβουλῆς γέγονεν ἔργον· αὐτὸς γὰρ ἐτύγχανεν ὁ τὴν μοιχείαν μοι κατειπών· ὥστε εἰκότως ἀποκτεῖναί μοι δοκοῦσιν αὐτόν· καὶ τοῦτ’ εἰδότες ὡς οὐκ ἂν ἔχοιμι παρασχεῖν τὸν ἄνθρωπον, πρόκλησιν περὶ αὐτοῦ πεποίηνται πάνυ κακούργως.
Εἴη μὲν οὖν κἀκεῖνον φανῆναι καὶ μὴ τεθνάναι· τί δὲ καί, εἰ παρῆν, ἔδει παρ’ αὐτοῦ μαθεῖν; Εἴ τινα κόρην ἐωνήσατο; τοιγαροῦν ἐωνημένος ἔστω· καὶ εἰ ταύτην ἔσχε Μελίτη; λέγει καὶ τοῦτο δι’ ἐμοῦ. Ἀπήλλακται μὲν δὴ Σωσθένης ταῦτα εἰπών· τοὐντεῦθεν δὲ ὁ λόγος μοι πρὸς Μελίτην καὶ Κλειτοφῶντα.
Τί μου τὴν δούλην λαβόντες πεποιήκατε; δούλη γὰρ ἦν ἐμὴ Σωσθένους αὐτὴν ἐωνημένου, καὶ εἰ περιῆν καὶ μὴ πρὸς αὐτῶν ἐπεφόνευτο,
πάντως ἂν ἐδούλευεν ἐμοί.” Τοῦτον δὲ τὸν λόγον ὁ
Ἂν γὰρ φανῶσι παρὰ ταύτης λαβοῦσαι τὴν κόρην, εἶτα οὐκέτι πάλιν ἀγαγοῦσαι, τί γέγονε; τί δὲ ὅλως ἐξεπέμπετο καὶ πρὸς τίνα; Ἆρ’ οὐκ εὔδηλον τὸ πρᾶγμα, ὡς συσκευασάμενοι ἦσάν τινας ὡς κτενοῦντας;
Αἱ δὲ θεράπαιναι τούτους μέν, ὡς εἰκός, οὐκ ᾔδεσαν, ἵνα μὴ μετὰ πλειόνων μαρτύρων γενόμενον τὸ ἔργον κίνδυνον ἔχῃ μείζονα· κατέλιπον δὲ αὐτὴν ἔνθα ἦν ὁ τῶν λῃστῶν λόχος λανθάνων, ὥστε ἐνεχώρει μηδὲ ἐκείνας τὸ γενόμενον ἑωρακέναι. Ἐλήρησε δὲ καὶ περὶ δεσμώτου τινός, ὡς εἰπόντος περὶ τοῦ φόνου.
Καὶ τίς ὁ δεσμώτης οὗτος, ὃς τῷ στρατηγῷ μὲν οὐδὲν εἶπε, τούτῳ δὲ μόνῳ τὰ ἀπόρρητα διελέγετο τοῦ φόνου, πλὴν εἰ μὴ κοινωνοῦντα ἐγνώρισεν; Οὐ παύσεσθε φληνάφων ἀνεχόμενοι κενῶν καὶ τηλικοῦτον ἔργον τιθέμενοι παιδιάν; Οἴεσθε χωρὶς θεοῦ τοῦτον ἑαυτοῦ κατειπεῖν;”
Ταῦτα λέγοντος τοῦ Θερσάνδρου καὶ διομνυμένου περὶ τοῦ Σωσθένους οὐκ εἰδέναι τί γέγονεν, ἔδοξε τῷ προέδρῳ τῶν δικαστῶν ʽἦν δὲ τοῦ βασιλικοῦ γένους καὶ τὰς μὲν φονικὰς ἐδίκαζε δίκας, κατὰ δὲ τὸν νόμον συμβούλους ἐκ τῶν γεραιτέρων εἶχεν, οὓς ἐπιγνώμονας ἐλάμβανε τῆς γνώσεωσ̓ ἔδοξεν οὖν αὐτῷ διασκοπήσαντι σὺν τοῖς παρέδροις αὐτοῦ θάνατον μὲν ἐμοῦ καταγνῶναι κατὰ τὸν νόμον, ὃς ἐκέλευσε τὸν αὑτοῦ κατειπόντα φόνον τεθνάναι, περὶ δὲ Μελίτης κρίσιν γενέσθαι δευτέραν ἐν ταῖς βασάνοις τῶν θεραπαινίδων, Θέρσανδρον δὲ ἐπομόσαι περὶ
Ἄρτι δέ μου δεθέντος καὶ τῆς ἐσθῆτος τοῦ σώματος γεγυμνωμένου μετεώρου τε ἐκ τῶν βρόχων κρεμαμένου, καὶ τῶν μὲν μάστιγας κομιζόντων τῶν δὲ πῦρ καὶ τροχόν, ἀνοιμώξαντος δὲ τοῦ Κλεινίου καὶ ἐπικαλοῦντος τοὺς θεούς, ὁ τῆς Ἀρτέμιδος ἱερεὺς δάφνην ἐστεμμένος προσιὼν ὁρᾶται.
Σημεῖον δὲ τοῦτο ἐστὶν ἡκούσης θεωρίας τῇ θεῷ· τοῦτο δὲ ὅταν γένηται, πάσης εἶναι δεῖ τιμωρίας ἐκεχειρίαν ἡμερῶν τοσούτων, ὅσων οὐκ ἐπετέλεσαν τὴν θυσίαν οἱ θεωροί. Οὕτω μὲν δὴ τότε τῶν δεσμῶν ἐλύθην. Ἦν δὲ ὁ τὴν θεωρίαν ἄγων Σώστρατος, ὁ τῆς Λευκίππης πατήρ.
Οἱ γὰρ Βυζάντιοι, τῆς Ἀρτέμιδος ἐπιφανείσης ἐν τῷ πολέμῳ τῷ πρὸς τοὺς Θρᾷκας, νικήσαντες ἐλογίσαντο δεῖν αὐτῇ θυσίαν ἀποστέλλειν τῆς συμμαχίας ἐπινίκιον· ἦν δὲ καὶ ἰδίᾳ τῷ Σωστράτῳ νύκτωρ ἡ θεὸς ἐπιστᾶσα. Τὸ δὲ ὄναρ ἐσήμαινε τὴν θυγατέρα εὑρήσειν ἐν Ἐφέσῳ καὶ τἀδελφοῦ τὸν υἱόν.
Παρὰ δὲ τὸν αὐτὸν χρόνον καὶ ἡ Λευκίππη τὰς μὲν τοῦ δωματίου θύρας ἀνεῳγμένας ὁρῶσα, τὸν δὲ Σωσθένην μὴ παρόντα περιεσκόπει μὴ πρὸ θυρῶν εἴη. Ὡς δ’ ἦν οὐδαμοῦ, θάρσος αὐτὴν καὶ ἐλπὶς ἡ συνήθης εἰσέρχεται· μνήμη γὰρ αὐτῇ τοῦ πολλάκις παρὰ δόξαν σεσῶσθαι πρὸς τὸ παρὸν τῶν κινδύνων τὴν ἐλπίδα προὐξένει ἀποχρῆσθαι τῇ Τύχῃ.
Καὶ ʽἦν γὰρ τῶν ἀγρῶν πλησίον τὸ τῆς Ἀρτέμιδος ἱερὸν̓ ἐκτρέχει τε ἐπ’ αὐτὸ καὶ ἔχεται τοῦ νεώ. Τὸ δὲ παλαιὸν ἄβατος ἦν γυναιξὶν ἐλευθέραις οὗτος ὁ νεώς,
ἀνδράσι δὲ ἐπετέτραπτο καὶ παρθένοις. Εἰ δέ τις εἴσω παρῆλθε γυνή, θάνατος ἦν ἡ δίκη, πλὴν εἰ μὴ ἡ θεράπαινα δίκαια λέγειν, ἔμενεν αὐτοῦ δούλη τῇ θεῷ.
Ἄρτι δὲ τοῦ Σωστράτου τὸν ἱερέα παραλαβόντος καὶ ἐπὶ τὰ δικαστήρια παρελθόντος, ὡς ἂν ἐπισχοίη τὰς δίκας, εἰς τὸ ἱερὸν ἡ Λευκίππη παρῆν, ὥστε μικροῦ τινος ἀπελείφθη τοῦ μὴ τῷ πατρὶ συντυχεῖν.
Ὡς δ’ ἀπηλλάγην ἐγὼ τῶν βασάνων, διελέλυτο μὲν τὸ δικαστήριον, ὄχλος δ’ ἦν περὶ ἐμὲ καὶ θόρυβος τῶν μὲν ἐλεούντων, τῶν δὲ ἐκθειαζόντων, τῶν δὲ ἀναπυνθανομένων. Ἔνθα καὶ ὁ Σώστρατος ἐπιστὰς ὁρᾷ με καὶ γνωρίζει.
Καὶ γάρ, ὡς ἔφην ἐν ἀρχῇ τῶν λόγων, ἐν Τύρῳ ποτε ἐγεγόνει περὶ τὴν τῶν Ἡρακλείων ἑορτὴν καὶ χρόνου πολλοῦ διατρίψας ἔτυχεν ἐν Τύρῳ, πρὸ πολλοῦ τῆς ἡμετέρας φυγῆς· ὥστε ταχύ μου τὴν μορφὴν συνεβάλετο, καὶ διὰ τὸ ἐνύπνιον φύσει προσδοκῶν εὑρήσειν ἡμᾶς.
Προσελθὼν οὖν μοι “Κλειτοφῶν οὗτος, Λευκίππη δὲ ποῦ;” Ἐγὼ μὲν οὖν γνωρίσας αὐτὸν εἰς γῆν ἔνευσα, οἱ δὲ παρόντες αὐτῷ διηγοῦντο ὅσα εἶπον κατ’ ἐμαυτοῦ· καὶ ὃς ἀνοιμώξας καὶ κοψάμενος τὴν κεφαλὴν ἐμπηδᾷ μου τοῖς ὀφθαλμοῖς καὶ μικροῦ δεῖν ἐξώρυξεν αὐτούς· οὐδὲ γὰρ ἐπεχείρουν κωλύειν ἐγώ, παρεῖχον δὲ τὸ πρόσωπον εἰς τὴν ὕβριν.
Ὁ δὲ Κλεινίας προσελθὼν εἶργε παρηγορῶν αὐτὸν ἅμα καὶ λέγων “τί ποιεῖς, ἄνθρωπε; τί μάτην ἐξηγρίωσαι κατ’ ἀνδρός, ὃς μᾶλλον σοῦ Λευκίππην φιλεῖ; Θάνατον γοῦν ὑπέστη παθεῖν, ὅτι τεθνάναι αὐτὴν ἔδοξεν·” ἄλλα τε
Ὁ δὲ ὠδύρετο καλῶν τὴν Ἄρτεμιν “ἐπὶ τοῦτό με, δέσποινα, ἤγαγες ἐνταῦθα; τοιαῦτά σου τῶν ἐνυπνίων τὰ μαντεύματα; Κἀγὼ μὲν ἐπίστευόν σου τοῖς ὀνείροις καὶ εὑρήσειν παρὰ σοὶ προσεδόκων τὴν θυγατέρα· καλὸν δέ μοι δῶρον δέδωκας· εὗρον τὸν ἀνδροφόνον αὐτῆς
παρὰ σοί.” Καὶ ὁ Κλεινίας ἀκούσας τοῦ τῆς Ἀρτέμιδος ἐνυπνίου περιχαρὴς ἐγένετο καὶ λέγει “θάρρει, πάτερ, ἡ Ἄρτεμις οὐ ψεύδεται· ζῇ σοι Λευκίππη· πίστευσόν μου τοῖς μαντεύμασιν. Οὐχ ὁρᾷς καὶ τοῦτον ὡς ἐκ τῶν βασάνων νῦν κρεμάμενον ἐξήρπασεν;”
Ἐν τούτῳ δὲ ἔρχεταί τις τῶν τοῦ νεὼ προπόλων ἐπὶ τὸν ἱερέα σπουδῇ μάλα θέων καὶ λέγει πάντων ἀκουόντων “κόρη τις ἐπὶ τὴν Ἄρτεμιν ξένη κατέφυγεν.” Ἐγὼ μὲν δὴ τοῦτο ἀκούσας ἀναπτεροῦμαι καὶ τὰ ὄμματα ἀνεγείρω καὶ ἀναβιοῦν ἠρχόμην· ὁ δὲ Κλεινίας πρὸς τὸν Σώστρατον “ἀληθῆ μου, πάτερ” εἶπε “τὰ μαντεύματα,” καὶ ἅμα πρὸς τὸν ἄγγελον
εἶπε “μὴ καλή;” “Οὐκ ἄλλην τοιαύτην” ἔφη “μετὰ τὴν Ἄρτεμιν εἶδον.” Πρὸς τοῦτο ἐγὼ πηδῶ καὶ βοῶ “Λευκίππην λέγεις.” “Καὶ μάλα” ἔφη· “καλεῖσθαι γὰρ τοῦτο ἔλεγεν αὐτή, καὶ πατρίδα Βυζάντιον
καὶ πατέρα Σώστρατον ἔχειν.” Ὁ μὲν δὴ Κλεινίας ἀνεκρότησε παιανίσας, ὁ δὲ Σώστρατος ὑπὸ χαρᾶς κατέπεσεν, ἐγὼ δὲ ἐξάλλομαι μετὰ τῶν δεσμῶν εἰς ἀέρα, καὶ ἐπὶ τὸ ἱερὸν ὡς ἀπὸ μηχανῆς βληθεὶς ἐπετόμην· οἱ δὲ φυλάσσοντες ἐδίωκον, νομίζοντες ἀποδιδράσκειν, καὶ ἐβόων τοῖς ἐντυγχάνουσι λαβέσθαι.
Ἀλλ’ εἶχον οἱ πόδες μου τότε πτερά. Μόλις οὖν τινες μαινομένου μου πρὸς τὸν δρόμον λαμβάνονται, καὶ οἱ φύλακες ἅμα παρῆσαν καὶ ἐπεχείρουν
Κἀν τούτῳ παρῆν ὁ Κλεινίας καὶ ὁ Σώστρατος. Καὶ ὁ μὲν Κλεινίας ἐβόα “ποῖ ἄγετε τὸν ἄνθρωπον; οὐκ ἔστι φονεὺς ἐφ’ ᾗ καταδεδίκασται.” Καὶ ὁ Σώστρατος ἐν μέρει ταῦτα ἔλεγε καὶ ὡς εἴη αὐτὸς τῆς ἀνῃρῆσθαι δοκούσης πατήρ· οἱ δὲ παρόντες μαθόντες τὸ πᾶν εὐφήμουν τε τὴν Ἄρτεμιν καὶ περιίσταντό με καὶ ἄγειν εἰς τὸ δεσμωτήριον οὐκ ἐπέτρεπον.
Οἱ δὲ φύλακες οὐκ εἶναι κύριοι τοῦ μεθεῖναι καταδικασθέντα πρὸς θάνατον ἄνθρωπον ἔλεγον, ἕως ὁ ἱερεύς, τοῦ Σωστράτου δεηθέντος, ἐνεγυήσατο αὐτὸν ἔχειν καὶ παράξειν εἰς τὸν δῆμον, ὅταν δέῃ. Οὕτω μὲν δὴ τῶν δεσμῶν ἀπολύομαι καὶ ἐπὶ τὸ ἱερὸν ταχὺ μάλα ἠπειγόμην, καὶ ὁ Σώστρατος κατὰ πόδας, οὐκ οἶδα εἰ τὰ ὅμοια ἐμοὶ χαίρων.
Οὐκ ἔστι δὲ οὕτως ἄνθρωπος δρομικώτατος, ὃν οὐ τῆς φήμης φθάνει τὸ πτερόν, ἣ καὶ τότε ἡμᾶς ἐπὶ Λευκίππην προὔλαβεν, ἀπαγγέλλουσα πάντα καὶ τὰ τοῦ Σωστράτου καὶ τἀμά. Ἰδοῦσα δὲ ἡμᾶς ἐξεπήδησε τοῦ νεὼ καὶ τὸν μὲν πατέρα περιεπτύξατο, τοὺς δ’ ὀφθαλμοὺς εἶχεν ἐπ’ ἐμέ.
Ἐγὼ δὲ εἱστήκειν καὶ πάντα ἔβλεπον εἰς τὸ ἐκείνης πρόσωπον, αἰδοῖ τῇ πρὸς τὸν Σώστρατον κατέχων ἐμαυτὸν ἐπ’ αὐτὴν ἐκθορεῖν. Οὕτως ἀλλήλους ἠσπαζόμεθα τοῖς ὄμμασιν.
Ἄρτι δὲ ἡμῶν μελλόντων καθέζεσθαι καὶ περὶ τούτων διαλέγεσθαι Θέρσανδρος σπουδῇ μάλα μάρτυρας
Ἔχεις δὲ καὶ δούλην ἐμήν, γυναῖκα μάχλον καὶ πρὸς ἄνδρας ἐπιμανῆ· ταύτην ὅπως μοι φυλάξῃς.” Ἐγὼ δὲ πρὸς τὸ “δούλην καὶ γυναῖκα μάχλον” ὑπεραλγήσας τὴν ψυχὴν οὐκ ἤνεγκα τῶν ῥημάτων τὰ τραύματα, ἀλλ’ ἔτι λαλοῦντος αὐτοῦ “σὺ μὲν οὖν” ἔφην “καὶ τρίδουλος καὶ ἐπιμανὴς καὶ μάχλος· αὕτη δὲ καὶ
ἐλευθέρα καὶ παρθένος καὶ ἀξία τῆς θεοῦ.” Ὡς δὲ ταῦτα ἤκουσε “καὶ λοιδορεῖσ” φήσας “δεσμῶτα καὶ κατάδικε;” παίει με κατὰ τῶν προσώπων μάλα βιαίως καὶ ἐπάγει δευτέραν, ἐκ δὲ τῶν ῥινῶν αἵματος ἔρρεον κρουνοί· ὅλον γὰρ αὐτοῦ τὸν θυμὸν εἶχεν ἡ πληγή.
Ὡς δὲ καὶ τρίτην ἀπροφυλάκτως ἔπαισε, λανθάνει μου τῷ στόματι περὶ τοὺς ὀδόντας προσπταίσας τὴν χεῖρα, καὶ τρωθεὶς τοὺς δακτύλους, μόλις τὴν χεῖρα συνέστειλεν ἀνακραγών· καὶ οἱ ὀδόντες ἀμύνουσι τὴν τῶν ῥινῶν ὕβριν· τιτρώσκουσι γὰρ αὐτοὶ τοὺς παίοντας δακτύλους, καὶ ἃ πεποίηκεν ἔπαθεν ἡ χείρ.
Καὶ ὁ μὲν ἐπὶ τῇ πληγῇ μάλ’ ἄκων ἀνακραγὼν συνέστειλε τὴν χεῖρα καὶ οὕτως ἐπαύσατο, ἐγὼ δὲ ἰδὼν οἷον ἔχει κακόν, τοῦτο μὲν οὐ προσεποιησάμην, ἐφ’ οἷς δὲ ἐτυραννήθην τραγῳδῶν ἐνέπλησα βοῆς τὸ ἱερόν.
“Ποῖ φύγωμεν ἔτι τοὺς βιαίους; ποῖ καταδράμωμεν; ἐπὶ τίνα θεῶν μετὰ τὴν Ἄρτεμιν; Ἐν αὐτοῖς τυπτόμεθα τοῖς ἱεροῖς, ἐν τοῖς τῆς αὐλαίας παιόμεθα χωρίοις. Ταῦτα ἐν ἐρημίαις μόναις γίνεται, ὅπου μηδεὶς μάρτυς μηδ’ ἄνθρωπός ἐστι· σὺ δὲ αὐτῶν ἐν
Καὶ τοῖς μὲν πονηροῖς αἱ τῶν ἱερῶν ἀσφάλειαι διδόασι καταφυγήν, ἐγὼ δὲ μηδένα ἀδικήσας, ἱκέτης δὲ τῆς Ἀρτέμιδος γενόμενος τύπτομαι παρ’ αὐτῷ τῷ βωμῷ, βλεπούσης, οἴμοι,
τῆς θεοῦ. Ἐπὶ τὴν Ἄρτεμιν αἱ πληγαί. Καὶ οὐ μέχρι πληγῶν ἡ παροινία, ἀλλὰ καὶ ἐπὶ τῶν προσώπων τις λαμβάνει τραύματα, ὡς ἐν πολέμῳ καὶ μάχῃ, καὶ μεμίανται τὸ ἔδαφος ἀνθρωπίνῳ αἵματι. Τοιαῦτα σπένδει τις θεῷ; Οὐ βάρβαροι ταῦτα καὶ Ταῦροι, καὶ ἡ Ἄρτεμις ἡ Σκυθῶν; Οὐ παρ’ ἐκείνοις μόνοις νεὼς οὕτως αἱμάσσεται· τὴν Ἰωνίαν Σκυθίαν πεποίηκας, καὶ ἐν Ἐφέσῳ ῥεῖ τὰ ἐν Ταύροις αἵματα.
Λαβὲ καὶ ξίφος κατ’ ἐμοῦ. Καίτοι τί δέῃ σιδήρου; τὰ τοῦ ξίφους πεποίηκεν ἡ χείρ. Ἡ ἀνδροφόνος αὕτη καὶ μιαιφόνος δεξιὰ τοιαῦτα δέδρακεν οἷα ἐκ φασγάνου γίνεται.”
Ταῦτά μου βοῶντος ὁ ὄχλος συνερρύη τῶν ἐν τῷ ἱερῷ παρόντων· καὶ οὗτοι ἐκάκιζον αὐτὸν καὶ ὁ ἱερεὺς αὐτὸς ὅτι οὐκ αἰσχύνεται τοιαῦτα ποιῶν οὕτω φανερῶς καὶ ἐν τῷ ἱερῷ· ἐγὼ δὲ τεθαρρηκὼς “τοιαῦτα” ἔφην “ὦ ἄνδρες, πέπονθα, ἐλεύθερός τε ὢν καὶ πόλεως οὐκ ἀσήμου, ἐπιβουλευθεὶς μὲν εἰς τὴν ψυχὴν ὑπὸ τούτου, σωθεὶς δὲ ὑπὸ τῆς Ἀρτέμιδος, ἣ τοῦτον ἀπέφηνε συκοφάντην.
Καὶ νῦν προελθεῖν με δεῖ καὶ ἀπονίψασθαι τὸ πρόσωπον ἔξω· μὴ γὰρ ἐνταῦθα τοῦτο ποιήσαιμι ἔγωγε, μὴ καὶ τὸ ἱερὸν ὕδωρ τῷ τῆς ὕβρεως αἵματι μιανθῇ.”
Τότε μὲν δὴ μόλις ἀφελκύσαντες αὐτὸν ἐξάγουσι τοῦ ἱεροῦ. Τοσοῦτον δὲ εἶπεν ἀπιὼν “ἀλλὰ τὸ μὲν σὸν ἤδη κέκριται, καὶ ὅσον οὐδέπω πείσῃ δίκην· τὸ δὲ τῆς ψευδοπαρθένου ταύτης ἑταίρας ἡ σύριγξ τιμωρήσεται.”
ὡς δὲ ἀπηλλάγη ποτέ, κἀγὼ ἐξελθὼν ἐκάθηρα τὸ πρόσωπον. Τοῦ δὲ δείπνου καιρὸς ἦν, καὶ ὑπεδέξατο ἡμᾶς ὁ ἱερεὺς μάλα φιλοφρόνως. Ἐγὼ δὲ εἰς τὸν Σώστρατον ὀρθοῖς τοῖς ὀφθαλμοῖς ἰδεῖν οὐκ ἠδυνάμην, συνειδὼς οἷα αὐτὸν διατεθείκειν· καὶ ὁ Σώστρατος δὲ τὰς τῶν ὀφθαλμῶν ὁρῶν ἀμύξεις τῶν ἐμῶν, ἃς ἔτυχον ὑπ’ αὐτοῦ παθών, ἀντῃσχύνετό με βλέπειν· καὶ ἡ Λευκίππη δὲ τὰ πολλὰ εἰς γῆν ἔβλεπε,
καὶ ἦν ὅλον τὸ συμπόσιον αἰδώς. Προϊόντος δὲ τοῦ πότου καὶ τοῦ Διονύσου κατὰ μικρὸν ἐξιλασκομένου τὴν αἰδῶ ʽἐλευθερίας γὰρ οὗτος πατὴρ’ ἄρχει λόγου πρῶτος ὁ ἱερεὺς πρὸς τὸν Σώστρατον “τί οὐ λέγεις, ὦ ξένε, τὸν περὶ ὑμᾶς μῦθον ὅστις ἐστί; δοκεῖ γάρ μοι περιπλοκάς τινας ἔχειν οὐκ ἀηδεῖς· οἴνῳ δὲ μάλιστα
πρέπουσιν οἱ τοιοῦτοι λόγοι.” Καὶ ὁ Σώστρατος προφάσεως λαβόμενος ἄσμενος “τὸ μὲν κατ’ ἐμὲ τοῦ λόγου μέρος ἁπλοῦν” εἶπεν “ὅτι Σώστρατος ὄνομα, Βυζάντιος τὸ γένος, τούτου θεῖος, πατὴρ ταύτης· τὸν δὲ λοιπόν, ὅστις ἐστί, μῦθον σὺ λέγε,
τέκνον Κλειτοφῶν, μηδὲν αἰδούμενος. Καὶ γὰρ εἴ τί μοι συμβέβηκε λυπηρόν, μάλιστα μὲν οὐ σόν ἐστιν, ἀλλὰ τοῦ δαίμονος· ἔπειτα τῶν ἔργων τῶν παρελθόντων ἡ διήγησις τὸν οὐκέτι πάσχοντα ψυχαγωγεῖ μᾶλλον ἢ λυπεῖ.”
κἀγὼ πάντα τὰ κατὰ τὴν ἀποδημίαν τὴν ἀπὸ Τύρου διηγοῦμαι, τὸν πλοῦν, τὴν ναυαγίαν, τὴν Αἴγυπτον, τοὺς βουκόλους, τῆς Λευκίππης τὴν ἀπαγωγήν, τὴν παρὰ τῷ βωμῷ πλαστὴν γαστέρα, τὴν Μενελάου τέχνην, τὸν ἔρωτα τοῦ στρατηγοῦ, τὸ Χαιρέου φάρμακον, τὴν τῶν λῃστῶν ἁρπαγήν, τὸ τοῦ μηροῦ τραῦμα, καὶ ἔδειξα τὴν οὐλήν.
Ἐπεὶ δὲ κατὰ τὴν Μελίτην ἐγενόμην, ἐξῇρον τὸ δρᾶμα ἐμαυτοῦ
Ἕν μόνον παρῆκα τῶν ἐμαυτοῦ δραμάτων, τὴν μετὰ ταῦτα πρὸς Μελίτην αἰδῶ. Ἐπεὶ καὶ τὸ δεῖπνον εἶπον καὶ ὡς ἐμαυτοῦ κατεψευσάμην, καὶ μέχρι τῆς θεωρίας τὸν λόγον συνεπέρανα καὶ “τὰ μὲν ἐμὰ ταῦτα” ἔφην, “τὰ δὲ Λευκίππης τῶν ἐμῶν μείζονα.
Πέπραται, δεδούλευκε, γῆν ἔσκαψε, σεσύληται τῆς κεφαλῆς τὸ κάλλος. Τὴν κουρὰν ὁρᾷς.”
Καὶ καθ’ ἕκαστον ὡς ἐγένετο διεξῄειν. Κἀν τῷδε κατὰ τὸν Σωσθένην καὶ Θέρσανδρον γενόμενος, ἐξῇρον τὰ αὐτῆς ἔτι μᾶλλον ἢ τἀμά, ἐρωτικῶς αὐτῇ χαριούμενος ἀκούοντος τοῦ πατρός· ὡς πᾶσαν αἰκίαν ἤνεγκεν εἰς τὸ σῶμα καὶ ὕβριν πλὴν μιᾶς, ὑπὲρ δὲ ταύτης τὰς ἄλλας πάσας ὑπέστη· “καὶ ἔμεινε, πάτερ, τοιαύτη μέχρι τῆς παρούσης ἡμέρας, οἵαν αὐτὴν ἐξέπεμψας ἀπὸ Βυζαντίου.
Καὶ οὐκ ἐμὸν τοῦτο ἐγκώμιον, ὅτι φυγὴν ἑλόμενος οὐδὲν ἔδρασα ὑπὲρ ὧν ἔφυγον, ἀλλ’ αὐτῆς, ὅτι καὶ ἐν μέσοις λῃσταῖς ἔμεινε παρθένος καὶ τὸν μέγαν ἐνίκησε λῃστήν, Θέρσανδρον λέγω, τὸν ἀναίσχυντον, τὸν βίαιον.
Ἐφιλοσοφήσαμεν, πάτερ, τὴν ἀποδημίαν· ἐδίωξε γὰρ ἡμᾶς ἔρως, καὶ ἦν ἐραστοῦ καὶ ἐρωμένης φυγή· ἀποδημήσαντες γεγόναμεν ἀλλήλων ἀδελφοί. Εἴ τις ἄρα ἐστὶν ἀνδρὸς παρθενία, ταύτην κἀγὼ μέχρι τοῦ παρόντος πρὸς Λευκίππην ἔχω· ἡ μὲν γὰρ ἤρα ἐκ πολλοῦ τοῦ τῆς Ἀρτέμιδος ἱεροῦ.
Δέσποινα Ἀφροδίτη, μὴ νεμεσήσῃς ἡμῖν ὡς ὑβρισμένη· οὐκ ἠθέλομεν
Ταῦτα ἀκούοντες ὁ μὲν ἱερεὺς ἐκεχήνει θαυμάζων ἕκαστον τῶν λεγομένων, ὁ δὲ Σώστρατος καὶ ἐπεδάκρυεν, ὁπότε κατὰ Λευκίππην ἐγεγόνειν. Καὶ ἐπεί ποτε ἐπαυσάμην “τὰ μὲν ἡμέτερα” εἶπον “ἠκούσατε· ἓν δὲ αἰτῶ μαθεῖν κἀγὼ παρὰ σοῦ, ἱερεῦ, μόνον· τί ποτέ ἐστιν ὃ τελευταῖον ἀπιὼν ὁ Θέρσανδρος κατὰ Λευκίππης προσέθηκε, σύριγγα εἰπών;” “Ἀλλὰ σύ γε” ἔφη “καλῶς ἀνήρου· καὶ γὰρ εἰδότας ἡμᾶς τὰ περὶ τὴν σύριγγα τοῖς παροῦσιν ὅμως ἁρμόσασθαι προσήκει· κἀγὼ τὸν σὸν ἀμείψομαι μῦθον.”
“Ὁρᾷς τουτὶ τὸ ἄλσος τὸ κατόπιν τοῦ νεώ. Ἐνθάδε ἐστὶ σπήλαιον ἀπόρρητον γυναιξί, καθαραῖς δὲ εἰσελθούσαις οὐκ ἀπόρρητον παρθένοις· ἀνάκειται δὲ σύριγξ ὀλίγον ἔνδον τῶν τοῦ σπηλαίου θυρῶν.
Εἰ μὲν οὖν τὸ ὄργανον καὶ παρ’ ὑμῖν ἐπιχωριάζει τοῖς Βυζαντίοις, ἴστε ὃ λέγω· εἰ δέ τις ὑμῶν ἧττον ὡμίλησε ταύτῃ τῇ μουσικῇ, φέρε καὶ οἷόν ἐστιν εἴπω καὶ τὸν τοῦ Πανὸς πάντα μῦθον.
Ἡ σύριγξ αὐλοὶ μέν εἰσι πολλοί, κάλαμος δὲ τῶν αὐλῶν ἕκαστος· αὐλοῦσι δὲ οἱ κάλαμοι πάντες ὥσπερ αὐλὸς εἷς· σύγκεινται δὲ στοιχηδὸν ἄλλος ἐπ’ ἄλλον ἡνωμένος.
Τὸ πρόσωπον ἰσοστάσιον καὶ τὸ νῶτον, καὶ ὅσοι εἰσὶ τῶν καλάμων βραχὺ μικρῷ λειπόμενοι, τούτων μείζων ὁ μετὰ τοῦτον, καὶ ἐπὶ τῷ δευτέρῳ τοσοῦτον, ὅσον τοῦ δευτέρου μείζων ὁ μετὰ τοῦτον τρίτος, καὶ κατὰ λόγον οὕτως ὁ λοιπὸς τῶν καλάμων χορὸς ἕκαστον τοῦ πρόσθεν
Αἴτιον δὲ τῆς τοιαύτης τάξεως ἡ τῆς ἁρμονίας διανομή. Τὸ μὲν γὰρ ὀξύτατον ἄνω, καὶ ὅσον εἰς τὸ κάτω πρῶτον βαρύ, κατὰ κέρας ἑκάτερον ὁ ἄκρος ἔλαχεν αὐλός· τὰ δὲ μεταξὺ τῶν ἄκρων τοῦ ῥυθμοῦ διαστήματα, πάντες οἱ μεταξὺ κάλαμοι, ἕκαστος ἐπὶ τὸν πέλας τὸ ὀξὺ καταφέρων ἐς τὸν τῷ τελευταίῳ συνάπτει βάρει.
Ὅσα δὲ ὁ τῆς Ἀθηνᾶς αὐλὸς ἐν τοῖς δακτύλοις λαλεῖ, τοσαῦτα ὁ τοῦ Πανὸς ἐν τοῖς στόμασιν αὐλεῖ. Ἀλλ’ ἐκεῖ μὲν οἱ δάκτυλοι κυβερνῶσι τὰ αὐλήματα, ἐνταῦθα δὲ τοῦ τεχνίτου τὸ στόμα μιμεῖται τοὺς δακτύλους· κἀκεῖ μὲν κλείσας ὁ αὐλητὴς τὰς ἄλλας ὀπὰς μίαν ἀνοίγει μόνην, δι’ ἧς τὸ πνεῦμα καταρρεῖ, ἐνταῦθα δὲ τοὺς μὲν ἄλλους ἐλευθέρους ἀφῆκε καλάμους, μόνῳ δὲ τὸ χεῖλος ἐπιτίθησιν, ὃν ἂν ἐθέλῃ μὴ σιωπᾶν, μεταπηδᾷ τε ἄλλοτε ἐπ’ ἄλλον, ὅποι ποτ’ ἂν ἡ τοῦ κρούματος ἁρμονία καλῇ.
Οὕτως αὐτῷ περὶ τοὺς αὐλοὺς χορεύει τὸ στόμα. Ἦν δὲ ἡ σύριγξ οὔτε αὐλὸς ἀπ’ ἀρχῆς οὔτε κάλαμος, ἀλλὰ παρθένος εὐειδής. Ὁ Πὰν οὖν ἐδίωκεν αὐτὴν δρόμον ἐρωτικόν, τὴν δὲ ὕλη τις δέχεται δασεῖα φεύγουσαν· ὁ δὲ Πὰν κατὰ πόδας εἰσθορὼν ὤρεγε τὴν χεῖρα ὡς ἐπ’ αὐτήν.
Καὶ ὁ μὲν ᾤετο τεθηρακέναι καὶ ἔχεσθαι τῶν τριχῶν, καλάμων δὲ κόμην εἶχεν ἡ χείρ. Τὴν μὲν γὰρ εἰς γῆν καταδῦναι λέγουσι, καλάμους δὲ τὴν γῆν ἀντ’ αὐτῆς τεκεῖν.
Τέμνει δὴ τοὺς καλάμους ὑπ’ ὀργῆς ὁ Πὰν ὡς κλέπτοντας αὐτοῦ τὴν ἐρωμένην· ἐπεὶ δὲ μετὰ ταῦτα οὐκ εἶχεν εὑρεῖν, εἰς τοὺς καλάμους δοκῶν λελύσθαι τὴν κόρην, ἔκλαε τὴν τομήν, νομίζων τετμηκέναι τὴν ἐρωμένην.
Συμφορήσας οὖν τὰ τετμημένα
Ταύτην οὖν τὴν σύριγγά φασιν ἀναθεῖναι μὲν ἐνθάδε τὸν Πᾶνα, περιορίσαι δὲ εἰς σπήλαιον αὐτήν, θαμίζειν τε αὐτοῦ καὶ τῇ σύριγγι συνήθως αὐλεῖν. Χρόνῳ δὲ ὕστερον χαρίζεται τὸ χωρίον τῇ Ἀρτέμιδι, συνθήκας ποιησάμενος πρὸς αὐτήν, μηδεμίαν ἐκεῖ καταβαίνειν γυναῖκα.
Ὅταν οὖν αἰτίαν ἔχῃ τις οὐκ εἶναι παρθένος, προπέμπει μὲν αὐτὴν ὁ δῆμος μέχρι τῶν τοῦ σπηλαίου θυρῶν, δικάζει δὲ ἡ σύριγξ τὴν δίκην. Ἡ μὲν γὰρ παῖς εἰσέρχεται κεκοσμημένη στολῇ τῇ νενομισμένῃ, ἄλλος δὲ ἐπικλείει τὰς τοῦ σπηλαίου θύρας.
Κἂν μὲν ᾖ παρθένος, λιγυρόν τι μέλος ἀκούεται καὶ ἔνθεον, ἤτοι τοῦ τόπου πνεῦμα ἔχοντος μουσικὸν εἰς τὴν σύριγγα τεταμιευμένον, ἢ τάχα καὶ ὁ Πὰν αὐτὸς αὐλεῖ. Μετὰ δὲ μικρὸν αὐτόμαται μὲν αἱ θύραι ἀνεῴχθησαν τοῦ σπηλαίου, ἐκφαίνεται δὲ ἡ παρθένος ἐστεφανωμένη τὴν κεφαλὴν πίτυος κόμαις.
Ἐὰν δὲ ᾖ τὴν παρθενίαν ἐψευσμένη, σιωπᾷ μὲν ἡ σύριγξ, οἰμωγὴ δέ τις ἀντὶ μουσικῆς ἐκ τοῦ σπηλαίου πέμπεται, καὶ εὐθὺς ὁ δῆμος ἀπαλλάττεται καὶ ἀφίησιν ἐν τῷ σπηλαίῳ τὴν γυναῖκα· τρίτῃ δὲ ἡμέρᾳ παρθένος ἱέρεια τοῦ τόπου παρελθοῦσα τὴν μὲν σύριγγα εὑρίσκει χαμαί, τὴν δὲ γυναῖκα οὐδαμοῦ.
Πρὸς ταῦτα παρασκευάσασθε πῶς ἂν αὐτοὶ σχῆτε τύχης, καὶ σύνετε. Εἰ μὲν γάρ ἐστι παρθένος, ὡς ἔγωγε βουλοίμην, ἄπιτε χαίροντες τῆς σύριγγος τυχόντες εὐμενοῦς· οὐ γὰρ ἄν ποτε ψεύσαιτο τὴν κρίσιν·
Καὶ εὐθὺς ἡ Λευκίππη πρὶν τὸν ἱερέα εἰπεῖν τὸν ἑξῆς λόγον “ὡς γέ μοι δοκεῖ, μηδὲ εἴπῃς· ἐγὼ γὰρ ἑτοίμη εἰς τὸ τῆς σύριγγος σπήλαιον εἰσελθεῖν καὶ χωρὶς προκλήσεως κατακεκλεῖσθαι.” “Ἀγαθὰ λέγεισ” ὁ ἱερεὺς εἶπε “καί σοι συνήδομαι ὑπὲρ σωφροσύνης καὶ
τύχης.” Τότε μὲν οὖν ἑσπέρας γενομένης ἕκαστος ἡμῶν ἀπῄει κοιμησόμενος ἔνθα ὁ ἱερεὺς παρεσκεύασεν, ὁ Κλεινίας δὲ οὐκ ἦν ἡμῖν συνδειπνῶν, ὡς ἂν μὴ φορτικοὶ δοκοίημεν εἶναι τῷ ξενοδόκῳ· ἀλλ’ ἔνθα καὶ τὴν πρόσθεν ἡμέραν, καὶ τὴν τότε.
Τὸν μέντοι Σώστρατον ἑώρων ὑποθορυβηθέντα τῷ τῆς σύριγγος διηγήματι, μὴ ἄρα τὰ περὶ τῆς παρθενίας δι’ αἰδῶ τὴν πρὸς αὐτὸν ψευδώμεθα.
Διανεύω δὴ τῇ Λευκίππῃ νεύματι ἀφανεῖ τὸν φόβον τοῦ πατρὸς ἐξελεῖν ἐπισταμένῃ οἵῳ δὴ τρόπῳ μάλιστα οἴεται πείσειν. Κἀκείνη δὲ ἐδόκει μοι ταὐτὸν ὑποπτεύειν, ὥστε ταχύ μου συνῆκε. Διενοεῖτο δὲ καὶ πρὸ τοῦ παρ’ ἐμοῦ νεύματος πῶς ἂν κοσμιώτατα προσενεχθείη τῷ πιστώματι.
Μέλλουσα οὖν πρὸς ὕπνον ἀναχωρεῖν, ἀσπαζομένη τὸν πατέρα ἠρέμα πρὸς αὐτὸν “θάρρει πάτερ” ἔφη “περὶ ἐμοῦ καὶ πίστευε τοῖς εἰρημένοις. Μὰ τὴν γὰρ Ἄρτεμιν, οὐδέτερος ἡμῶν οὐδὲν ἐψεύσατο.”
Τῇ δὲ ὑστεραίᾳ περὶ τὴν θεωρίαν ἦσαν ὅ τε Σώστρατος καὶ ὁ ἱερεύς, καὶ ηὐτρεπισμέναι ἦσαν αἱ θυσίαι, παρῆν δὲ καὶ ἡ βουλὴ μεθέξουσα τῶν ἱερείων· εὐφημίαι δὲ ἦσαν εἰς τὴν θεὸν πολλαί, καὶ ὁ Θέρσανδρος ʽἔτυχε γὰρ καὶ αὐτὸς παρὼν’ προσελθὼν τῷ προέδρῳ “πρόγραψον εἰς αὔριον” ἔφη “τὰς περὶ ἡμῶν δίκας, ἐπεὶ καὶ τὸν καταγνωσθέντα σοι χθὲς ἤδη τινὲς ἔλυσαν, καὶ ὁ Σωσθένης ἐστὶν οὐδαμοῦ.” Προγέγραπτο
Ἡκούσης δὲ τῆς κυρίας ὁ Θέρσανδρος εἶπεν ὧδε “Οὐκ οἶδα τίνος ἄρξωμαι λόγου καὶ πόθεν, οὐδὲ τίνων κατηγορήσω πρῶτον καὶ τίνων δεύτερον. Τά τε γὰρ τετολμημένα πολλὰ ὑπὸ πολλῶν καὶ οὐδὲν οὐδενὸς τῷ μεγέθει δεύτερον· πάντα δὲ ἀλλήλων γυμνὰ καὶ μεθ’ ὧν οὐδ’ ἂν ἅψωμαι κατηγορῶν.
Τὰ γὰρ τῆς ψυχῆς κρατούσης φοβοῦμαι μὴ ἀτελής μοι ὁ λόγος γένηται, τῆς τῶν ἄλλων μνήμης τὴν γλῶτταν ἐφ’ ἕκαστον ἑλκούσης. Ἡ γὰρ εἰς τὸ μήπω λεχθὲν ἔπειξις τοῦ λόγου τὸ ὁλόκληρον τῶν ἤδη λεχθέντων παραιρεῖται.
Ὅταν μὲν γὰρ φονεύωσι τοὺς ἀλλοτρίους οἰκέτας οἱ μοιχοί, μοιχεύωσι δὲ τὰς ἀλλοτρίας γυναῖκας οἱ φονεῖς, λύωσι δ’ ἡμῖν τὰς θεωρίας οἱ πορνοβοσκοί, τὰ δὲ σεμνότατα τῶν ἱερῶν μιαίνωσιν αἱ πόρναι, τὰς ἡμέρας δὲ λογιζόμενος, ἢ ταῖς δούλαις καὶ τοῖς δεσπόταις, τί δράσειέ τις ἔτι, ἀνομίας ὁμοῦ καὶ μοιχείας καὶ ἀσεβείας καὶ μιαιφονίας κεκερασμένης;
Κατεγνώκατέ τινος θάνατον ἐφ’ αἷς δή ποτ’ οὖν αἰτίαις ʽοὐδὲν γὰρ διαφέρεἰ καὶ δεδεμένον εἰς τὸ δεσμωτήριον ἀπεστείλατε φυλαχθησόμενον τῇ καταδίκῃ· οὗτος δὲ παρέστηκεν ὑμῖν, ἀντὶ τῶν δεσμῶν λευκὴν ἠμφιεσμένος στολήν, καὶ ἐν τῇ τάξει τῶν ἐλευθέρων ἕστηκεν ὁ δεσμώτης. Τάχα δὲ καὶ τολμήσει φωνὴν ἀφεῖναι καὶ ἐπιρρητορεῦσαί τι κατ’ ἐμοῦ, μᾶλλον δὲ καθ’ ὑμῶν καὶ τῆς ὑμετέρας ψήφου.
Λέγε δὲ τῶν προέδρων καὶ τῶν συμβούλων τὸ δόγμα. Ἀκούετε καθάπερ ἐψηφίσασθε καὶ τὴν περὶ τούτου μοι γραφήν. Ἔδοξεν ἀποθνήσκειν Κλειτοφῶντα. Ποῦ τοίνυν ὁ δήμιος; ἀπαγέτω τοῦτον λαβών. Δὸς ἤδη τὸ κώνειον.
Ἤδη τέθνηκε τοῖς νόμοις· κατάδικός ἐστιν ὑπερήμερος.
Ἀνάστηθι τοῦ θώκου, πρόεδρε, παραχώρησον τῆς ἀρχῆς αὐτῷ καὶ τοῦ δικαστηρίου· οὐκέτι οὐδενὸς εἶ κύριος· οὐδὲν ἔξεστί σοι κατὰ τῶν πονηρῶν ψηφίσασθαι, καὶ σήμερον ὅ τι δόξει λύεται. Τί ἕστηκας, ἱερεῦ, σὺν ἡμῖν ὡς τῶν πολλῶν εἷς;
Ἀνάβηθι καὶ κάθισον ἐν τῷ τοῦ προέδρου θρόνῳ καὶ σὺ δίκαζε λοιπὸν ἡμῖν, μᾶλλον δὲ κέλευε τυραννικῶς, μηδὲ ἀναγινωσκέσθω σοί τις νόμος μηδὲ γνῶσις δικαστηρίου, μηδ’ ὅλως ἄνθρωπον σεαυτὸν ἡγοῦ· μετὰ τῆς Ἀρτέμιδος προσκυνοῦ·
καὶ γὰρ τὴν ἐκείνης τιμὴν ἐξήρπασας. Αὐτῇ μόνῃ τοὺς ἐπ’ αὐτὴν καταφεύγοντας ἔξεστι σώζειν, καὶ ταῦτα πρὸ δικαστηρίου γνώσεως. Δεδεμένον δὲ οὐδένα λέλυκεν ἡ θεός, οὐδὲ θανάτῳ παραδοθέντα ἠλευθέρωσε τῆς τιμωρίας. Τῶν δυστυχούντων εἰσίν,
οὐ τῶν ἀδικούντων οἱ βωμοί. Σὺ δὲ καὶ τοὺς δεθέντας ἐλευθεροῖς καὶ τοὺς καταδίκους ἀπολύεις. Οὕτως παρευδοκίμησας καὶ τὴν Ἄρτεμιν. Τίς ᾤκησεν ἀντὶ δεσμωτηρίου τὸ ἱερόν; Φονεὺς καὶ μοιχὸς παρὰ τῇ καθαρᾷ θεῷ· οἴμοι μοιχὸς παρὰ τῇ παρθένῳ. Συνῆν δὲ αὐτῷ καὶ γυνή τις ἀκόλαστος, ἀποδρᾶσα τὸν δεσπότην.
Καὶ γὰρ ταύτην, ὡς εἴδομεν, ὑπεδέχου, καὶ μία γέγονεν αὐτοῖς ἑστία παρὰ σοὶ καὶ συμπόσιον, τάχα δὲ καὶ συνεκάθευδες, ἱερεῦ, οἴκημα τὸ ἱερὸν ποιήσας. Ἡ τῆς Ἀρτέμιδος οἰκία μοιχῶν γέγονε καὶ πόρνης θάλαμος.
Ταῦτα μόλις ἐν χαμαιτυπείῳ γίνεται. Εἷς μὲν δή μοι λόγος οὗτος κατ’ ἀμφοῖν. Τὸν
Ταύτας οὖν αἰτῶ, αἳ ἂν βασανιζόμεναι φήσωσιν οὐκ εἰδέναι τοῦτον τὸν κατάδικον χρόνῳ πολλῷ συνόντα αὐτῇ καὶ ἐν ἀνδρὸς χώρᾳ ἐν τῇ οἰκίᾳ τῇ ἐμῇ, οὐκ ἐν μοιχοῦ μόνον καθεστηκότα, πάσης αἰτίας αὐτὴν ἀφίημι. Ἂν τοίνυν τοὐναντίον, τὴν μὲν κατὰ τὸν νόμον ἀφεῖσθαι τῆς προικὸς φημὶ δεῖν ἐμοί, τὸν δὲ ὑποσχεῖν τὴν ὀφειλομένην τοῖς μοιχοῖς τιμωρίαν· θάνατος δέ ἐστιν αὕτη· ὥστε ὁποτέρως ἂν οὗτος ἀποθάνῃ, ὡς μοιχὸς ἢ ὡς φονεύς, ἀμφοτέροις ἔνοχος ὤν, δίκην δεδωκὼς οὐ δέδωκεν.
Ἀποθανὼν γὰρ ὀφείλει θάνατον ἄλλον. Ὁ δέ μοι τρίτος τῶν λόγων πρὸς τὴν δούλην ἐστὶ τὴν ἐμὴν καὶ τὸν σεμνὸν τοῦτον πατρὸς ὑποκριτήν, ὃν εἰς ὕστερον, ὅταν τούτων καταψηφίσησθε, ταμιεύομαι.”
Ὁ μὲν δὴ ταῦτα εἰπὼν ἐπαύσατο· παρελθὼν δὲ ὁ ἱερεὺς ʽἦν δὲ εἰπεῖν οὐκ ἀδύνατος, μάλιστα δὲ τὴν Ἀριστοφάνους ἐζηλωκὼς κωμῳδίαν’ ἤρξατο αὐτὸς λέγειν, πάνυ ἀστείως καὶ κωμῳδικῶς εἰς πορνείαν αὐτοῦ καθαπτόμενος “παρὰ τὴν θεὸν” λέγων “λοιδορεῖσθαι μὲν οὕτως ἀκόσμως τοῖς εὖ βεβιωκόσι στόματος ἐστὶν οὐ καθαροῦ.
Οὗτος δὲ οὐκ ἐνταῦθα μόνον ἀλλὰ καὶ πανταχοῦ τὴν γλῶτταν μεστὴν ὕβρεως ἔχει. Καίτοιγε νέος ὢν συνεγίνετο πολλοῖς αἰδοίοις ἀνδράσι καὶ τὴν ὥραν ἅπασαν εἰς τοῦτο δεδαπάνηκε. Σεμνότητα δεδόρκει καὶ σωφροσύνην ὑπεκρίνετο, παιδείας προσποιούμενος ἐρᾶν καὶ τοῖς εἰς ταύτην αὐτῷ χρωμένοις πάντα ὑποκύπτων καὶ ὑποκατακλινόμενος ἀεί.
Καταλιπὼν γὰρ τὴν πατρῴαν οἰκίαν, ὀλίγον
Ἔπειτα κἀν τοῖς γυμνασίοις ἑωρῶμεν πῶς τὸ σῶμα ὑπηλείφετο καὶ πῶς πλέκτρον περιέβαινε καὶ τοὺς μὲν νεανίσκους, οἷς προσεπάλαιε, πρὸς τοὺς ἀνδρειοτέρους μάλιστα συμπλεκόμενος· οὕτως αὑτοῦ κέχρηται καὶ τῷ σώματι.
Ταῦτα μὲν οὖν ὡραῖος ὥν· ἐπεὶ δὲ εἰς ἄνδρας ἧκε, πάντα ἀπεκάλυψεν, ἃ τότε ἀπέκρυπτε. Καὶ τοῦ μὲν ἄλλου σώματος ἔξωρος γενόμενος ἠμέλησε, μόνην δὲ τὴν γλῶτταν εἰς ἀσέλγειαν ἀκονᾷ καὶ τῷ στόματι χρῆται πρὸς ἀναισχυντίαν, ὑβρίζων πάντας, ἐπὶ τῶν προσώπων φέρων τὴν ἀναίδειαν, ὃς οὐκ ᾐδέσθη τὸν ὑφ’ ὑμῶν ἱερωσύνῃ τετιμημένον οὕτως ἀπαιδεύτως βλασφημῶν ὑμῶν ἐναντίον.
Ἀλλ’ εἰ μὲν ἄλλῃ που βεβιωκὼς ἔτυχον καὶ μὴ παρ’ ὑμῖν, ἔδει μοι λόγων περὶ ἐμαυτοῦ καὶ τῶν ἐμοὶ βεβιωμένων· ἐπεὶ δὲ σύνιστέ μοι πόρρω τῶν τούτου βλασφημιῶν τὸν βίον ἔχοντι, φέρε εἴπω πρὸς ὑμᾶς περὶ ὧν ἐγκέκλημαι.
“Ἔλυσασ” φησὶ “τὸν θανάτου κατεγνωσμένον” καὶ ἐπὶ τούτῳ πάνυ δεινῶς ἐσχετλίασε, τύραννον ἀποκαλῶν με καὶ ὅσα δὴ κατετραγῴδησέ μου. Ἔστι δὲ οὐχ ὁ σώζων τοὺς συκοφαντηθέντας τύραννος, ἀλλ’ ὁ τοὺς μηδὲν ἀδικοῦντας μήτε βουλῆς μήτε δήμου κατεγνωκότος.
Ἢ κατὰ ποίους νόμους, εἰπέ, τοῦτον τὸν ξένον νεανίσκον κατέκλεισας πρῶτον εἰς τὸ δεσμωτήριον; Τίς προέδρων κατέγνω; Ποῖον δικαστήριον ἐκέλευσε δεθῆναι τὸν ἄνθρωπον; Ἔστω γὰρ πάντα ἀδικήσας, ὅσα ἂν εἴπῃς, ἀλλὰ κριθήτω πρῶτον, ἐλεγχθήτω λόγου μεταλαβών. Ὁ νόμος αὐτόν, ὁ καὶ
Οὐδενὸς γὰρ οὐδείς ἐστιν ἄνευ κρίσεως δυνατώτερος. Κλεῖσον οὖν τὰ δικαστήρια, κάθελε τὰ βουλευτήρια, ἔκβαλε τοὺς στρατηγούς. Πάντα γὰρ ὅσα σὺ πρὸς τὸν πρόεδρον εἴρηκας ἔοικα δικαιότερον ἐρεῖν κατὰ σοῦ ἀληθῶς. Ὑπανάστηθι Θερσάνδρῳ, πρόεδρε. Μέχρι μόνων ὀνομάτων πρόεδρος εἶ.
Οὗτος τὰ σὰ ποιεῖ, μᾶλλον δὲ ὅσα οὐδὲ σύ. Σὺ μὲν γὰρ συμβούλους ἔχεις, καὶ οὐδὲν ἄνευ τούτων ἔξεστί σοι· ἀλλ’ οὔτε τι τῆς ἐξουσίας δράσειας ἂν πρὶν ἐλθεῖν ἐπὶ τοῦτον τὸν θρόνον, οὔτε ἐπὶ τῆς σῆς οἰκίας ποτὲ δεσμὸν ἀνθρώπου κατέγνως. Ὁ δὲ γενναῖος οὗτος πάντα ἑαυτῷ γίνεται,
δῆμος, βουλή, πρόεδρος, στρατηγός. Οἴκοι κολάζει καὶ δικάζει καὶ δεθῆναι κελεύει, καὶ ὁ τῆς δίκης καιρὸς ἑσπέρα ἐστί. Καλός γε καὶ ὁ νυκτερινὸς δικαστής. Καὶ νῦν πολλάκις βοᾷ “κατάδικον ἔλυσας θανάτῳ παραδοθέντα.” Ποίῳ θανάτω; ποῖον κατάδικον;
Εἰπέ μοι τοῦ θανάτου τὴν αἰτίαν. “Ἐπὶ φόνῳ κατέγνωσται” φησί. Πεφόνευκεν οὖν; Εἰπέ μοι, τίς ἐστιν, ἣν ἀπέκτεινε; Ἣν γὰρ ἔλεγες ἀνῃρῆσθαι, ζῶσαν βλέπεις, καὶ οὐκ ἂν ἔτι τολμήσειας τὸν αὐτὸν αἰτιᾶσθαι φόνου. Οὐ γὰρ δὴ τοῦτο τῆς κόρης ἐστὶν εἴδωλον· οὐκ ἀνέπεμψεν ὁ Ἀιδωνεὺς κατὰ σοῦ τὴν ἀνῃρημένην.
Δυσὶ μὲν οὖν φόνοις ἔνοχος εἶ. Τὴν μὲν γὰρ ἀπέκτεινας τῷ λόγῳ, τὸν δὲ τοῖς ἔργοις ἠθέλησας, μᾶλλον δὲ καὶ ταύτην ἔμελλες· τὸ γὰρ δρᾶμά σου τὸ ἐπὶ τῶν ἀγρῶν ἠκούσαμεν. Ἡ δὲ Ἄρτεμις ἡ μεγάλη θεὸς ἀμφοτέρους ἔσωσε, τὴν μὲν ἐκ τῶν τοῦ Σωσθένους χειρῶν ἐξαρπάσασα, τὸν δὲ τῶν σῶν.
Καὶ τὸν μὲν Σωσθένην ἐξήρπασας, ἵνα μὴ κατάφωρος γένῃ· οὐκ αἰσχύνῃ δὲ ὅτι κατηγορῶν τοὺς ξένους ἄμφω συκοφαντῶν ἐλήλεγξαι; Τὰ μὲν ἐμὰ ἐπὶ τοσοῦτον
Μέλλοντος δὲ ὑπὲρ ἐμοῦ καὶ τῆς Μελίτης ἀνδρὸς οὐκ ἀδόξου μὲν ῥήτορος, ὄντος δὲ τῆς βουλῆς, λέγειν, φθάσας ῥήτωρ ἕτερος, ὄνομα Σώπατρος, Θερσάνδρου συνήγορος, “ἀλλ’ ἐμὸσ” εἶπεν “ἐντεῦθεν ὁ λόγος κατὰ τούτων τῶν μοιχῶν, ὦ βέλτιστε Νικόστρατε ʽτοῦτο γὰρ ἦν ὄνομα τὠμῷ ῥήτορἰ, εἶτα σός· ὁ γὰρ Θέρσανδρος ἃ εἶπε, πρὸς τὸν ἱερέα μόνον ἀπετείνατο, ὀλίγον ἁψάμενος ὅσον ἐπιψαῦσαι καὶ τοῦ κατὰ τὸν δεσμώτην μέρους.
Ὅταν οὖν ἀποδείξω δυσὶ θανάτοις ἔνοχον ὄντα, τότε ἂν εἴη καὶ σοὶ καιρὸς ἀπολύσασθαι τὰς αἰτίας.” Ταῦτα εἰπὼν καὶ τερατευσάμενος καὶ τρίψας τὸ πρόσωπον “τῆς μὲν τοῦ ἱερέως κωμῳδίασ” ἔφη “ἠκούσαμεν, πάντα ἀσελγῶς καὶ ἀναισχύντως ὑποκριναμένου τὰ εἰς τὸν Θέρσανδρον προσκρούσματα.”
Καὶ τοῦ λόγου τὸ προοίμιον μέμψεις εἰς Θέρσανδρον ἐφ̓ οἷς εἰς αὐτὸν εἶπεν. Ἀλλὰ Θέρσανδρος μὲν οὐδὲν ὧν εἶπεν εἰς τοῦτον ἐψεύσατο· καὶ γὰρ δεσμώτην ἔλυσε καὶ πόρνην ὑπεδέξατο καὶ συνέγνω μοιχῷ· ἃ δὲ αὐτὸς μᾶλλον ἀναιδῶς ἐσυκοφάντησε διασύρων τὸν Θερσάνδρου βίον, οὐδεμιᾶς ἀπήλλακται συκοφαντίας.
Ἱερεῖ δὲ ἔπρεπεν, εἴπερ ἄλλο, καὶ τοῦτο, καθαρὰν ἔχειν τὴν γλῶτταν ὕβρεως ʽχρήσομαι γὰρ τοῖς αὐτοῦ πρὸς αὐτόν·̓ ἃ δὲ μετὰ τὴν κωμῳδίαν ἐτραγῴδησεν ἤδη οὕτω φανερῶς καὶ οὐκέτι δι’ αἰνιγμάτων, σχετλιάζων εἰ μοιχόν τινα λαβόντες ἐδήσαμεν, ὑπερτεθαύμακα τί τοσοῦτον ἴσχυσε πρίασθαι πρὸς τὴν τοσαύτην σπουδήν.
Ὑπονοεῖν γὰρ τἀληθὲς ἔστιν. Εἶδε γὰρ τῶν ἀκολάστων τούτων τὰ πρόσωπα, τοῦ τε μοιχοῦ καὶ τῆς ἑταίρας. Ὡραία μὲν γὰρ αὕτη
Ὁποτέρα σε τούτων ἐωνήσατο; κοινῇ γὰρ πάντες ἐκαθεύδετε καὶ ἐμεθύετε κοινῇ, καὶ τῆς νυκτὸς ὑμῶν οὐδεὶς γέγονε θεατής. Φοβοῦμαι μὴ τὸ τῆς Ἀρτέμιδος ἱερὸν Ἀφροδίτης πεποιήκατε, καὶ περὶ ἱερωσύνης κρινοῦμεν, εἰ δεῖ σε τὴν τιμὴν ταύτην ἔχειν.
Τὸν δὲ Θερσάνδρου βίον ἴσασι πάντες καὶ ἐκ πρώτης ἡλικίας μετὰ σωφροσύνης κόσμιον, καὶ ὡς εἰς ἄνδρας ἐλθὼν ἔγημε κατὰ τοὺς νόμους, σφαλεὶς μὲν εἰς τὴν περὶ τῆς γυναικὸς κρίσιν ʽοὐ γὰρ εὗρεν ἣν ἤλπισἐ, τῷ δὲ ταύτης γένει καὶ τῇ οὐσίᾳ πεπιστευκώς.
Εἰκὸς γὰρ αὐτὴν καὶ πρὸς ἄλλους τινὰς ἡμαρτηκέναι τὸν πρόσθεν χρόνον, λανθάνειν δὲ ἐπ’ ἐκείνοις χρηστὸν ἄνδρα. Τὸ δὲ τελευταῖον τοῦ δράματος πᾶσαν ἀπεκάλυψε τὴν αἰδῶ,
πεπλήρωται δὲ ἀναισχυντίας. Τοῦ γὰρ ἀνδρὸς στειλαμένου τινὰ μακρὰν ἀποδημίαν, καιρὸν τοῦτον νενόμικεν εὔκαιρον μοιχείας, καὶ νεανίσκον εὑροῦσα πόρνον ʽτοῦτο γὰρ τὸ μεῖζον ἀτύχημα, ὅτι τοιοῦτον εὗρε τὸν ἐρώμενον, ὃς πρὸς μὲν γυναῖκας ἄνδρας ἀπομιμεῖται, γυνὴ δὲ γίνεται πρὸς ἄνδρασ̓ οὕτως μετὰ ἀδείας οὐκ ἤρκεσεν ἐπὶ τῆς ξένης αὐτῷ συνοῦσα φανερῶς, ἀλλὰ καὶ ἐνταῦθα ἤγαγε διὰ τοσούτου πελάγους συγκαθεύδουσα κἀν τῷ σκάφει φανερῶς ἀσελγαίνουσα πάντων ὁρώντων.
Ὢ μοιχείας γῇ καὶ θαλάττῃ μεμερισμένης· ὢ μοιχείας ἀπὸ Αἰγύπτου μέχρις Ἰωνίας ἐκτεταμένης. Μοιχεύεταί τις, ἀλλὰ πρὸς μίαν ἡμέραν· ἂν δὲ καὶ δεύτερον γένηται τὸ ἀδίκημα, κλέπτει τὸ ἔργον καὶ πάντας ἀποκρύπτεται· αὕτη δὲ οὐχ ὑπὸ σάλπιγγι μόνον ἀλλὰ καὶ κήρυκι μοιχεύεται.
Ἔφεσος ὅλη τὸν μοιχὸν ἔγνωκεν·
ᾤμην’ φησὶ “τὸν ἄνδρα τετελευτηκέναι.” Οὐκοῦν εἰ μὲν τέθνηκεν, ἀπήλλαξαι τῆς αἰτίας· οὐδὲ γὰρ ἔστιν ὁ τὴν μοιχείαν παθών, οὐδὲ ὑβρίζεται γάμος οὐκ ἔχων ἄνδρα· εἰ δὲ ὁ γάμος τῷ τὸν γήμαντα ζῆν οὐκ ἀνῄρηται, τὴν γαμηθεῖσαν διαφθείραντος ἄλλου λῃστεύεται. Ὥσπερ γὰρ μὴ μένοντος ὁ μοιχὸς οὐκ ἦν, μένοντος δὴ μοιχός ἐστιν.”
Ἔτι τοῦ Σωπάτρου λέγοντος ὑποτεμὼν αὐτοῦ τὸν λόγον ὁ Θέρσανδρος “ἀλλ’ οὐκ” ἔφη “δεῖ λόγων. Δύο γὰρ προκαλοῦμαι προκλήσεις Μελίτην τε ταύτην καὶ τὴν δοκοῦσαν εἶναι τοῦ θεοπρόπου θυγατέρα,
τῷ δὲ ὄντι δούλην ἐμήν·” καὶ ἀνεγίνωσκε “προκαλεῖται Θέρσανδρος Μελίτην καὶ Λευκίππην, τοῦτο γὰρ ἤκουσα τὴν πόρνην καλεῖσθαι· Μελίτην μέν, εἰ μὴ κεκοινώνηκεν εἰς Ἀφροδίτην τῷδε τῷ ξένῳ παρ’ ὃν ἀπεδήμουν χρόνον, εἰς τὸ τῆς ἱερᾶς Στυγὸς ὕδωρ εἰσβᾶσαν καὶ ἐπομοσαμένην ἀπηλλάχθαι τῶν ἐγκλημάτων· τὴν δὲ ἑτέραν, εἰ μὲν τυγχάνει γυνή, δουλεύειν τῷ δεσπότῃ· δούλαις γὰρ μόναις γυναιξὶν ἔξεστιν εἰς τὸν τῆς Ἀρτέμιδος νεὼν παριέναι· εἰ δέ φησιν εἶναι παρθένος, ἐν τῷ τῆς σύριγγος ἄντρῳ
κλεισθῆναι.” Ἡμεῖς μὲν οὖν εὐθὺς ἐδεξάμεθα τὴν πρόκλησιν· καὶ γὰρ ᾔδειμεν αὐτὴν ἐσομένην· ἡ δὲ Μελίτη θαρρήσασα τῷ παρ’ ὃν ἀπεδήμει χρόνον ὁ Θέρσανδρος μηδέν μοι κοινὸν πρὸς αὐτὴν γεγονέναι
ἂν συκοφάντης ἁλῷς;” “Ὅ τι ἂν” ἔφη “δόξῃ προστιμῆσαι τοῖς δικασταῖς.” Ἐπὶ τούτοις διελύθη τὸ δικαστήριον, καὶ εἰς τὴν ὑστεραίαν διώριστο τὰ τῆς προκλήσεως ἡμῖν γενέσθαι.
Τὸ δὲ τῆς Στυγὸς ὕδωρ εἶχεν οὕτως. Παρθένος ἦν εὐειδής, ὄνομα Ῥοδῶπις, κυνηγίων ἐρῶσα καὶ θήρας· πόδες ταχεῖς, εὔστοχοι χεῖρες, ζώνη καὶ μίτρα καὶ ἀνεζωσμένος εἰς γόνυ χιτὼν καὶ κατὰ ἄνδρας κουρὰ τριχῶν. Ὁρᾷ ταύτην Ἄρτεμις, καὶ ἐπῄνει καὶ ἐκάλει καὶ σύνθηρον ἐποιήσατο, καὶ τὰ πλεῖστα κοινὰ ἦν αὐταῖς θηράματα.
Ἀλλὰ καὶ ὤμοσεν ἀεὶ παραμενεῖν καὶ τὴν πρὸς ἄνδρας ὁμιλίαν φυγεῖν καὶ τὴν ἐξ Ἀφροδίτης ὕβριν μὴ παθεῖν. Ὤμοσεν ἡ Ῥοδῶπις, καὶ ἤκουσεν ἡ Ἀφροδίτη καὶ ὀργίζεται καὶ ἀμύνασθαι θέλει τὴν κόρην τῆς ὑπεροψίας.
Νεανίσκος ἦν Ἐφέσιος καλὸς ἐν μειρακίοις ὅσον Ῥοδῶπις ἐν παρθένοις· Εὐθύνικον αὐτὸν ἐκάλουν· ἐθήρα δὲ καὶ αὐτὸς ὡς Ῥοδῶπις, καὶ τὴν Ἀφροδίτην ὁμοίως οὐκ ἤθελεν εἰδέναι.
Ἐπ’ ἀμφοτέρους οὖν ἡ θεὸς ἔρχεται καὶ τὰς θήρας αὐτῶν εἰς ἓν συνάγει· τέως γὰρ ἦσαν κεχωρισμένοι· ἡ δὲ Ἄρτεμις τηνικαῦτα οὐ παρῆν. Παραστησαμένη δὲ τὸν υἱὸν τὸν τοξότην ἡ Ἀφροδίτη εἶπε “τέκνον, ζεῦγος τοῦτο ὁρᾷς ἀναφρόδιτον καὶ ἐχθρὸν ἡμῶν καὶ τῶν ἡμετέρων μυστηρίων· ἡ δὲ παρθένος καὶ θρασύτερον ὤμοσε κατ’ ἐμοῦ· ὁρᾷς αὐτοὺς ἐπὶ τὴν ἔλαφον συντρέχοντας.
Ἄρξαι καὶ σὺ τῆς θήρας ἀπὸ πρώτης τῆς τολμηρᾶς κόρης· καὶ πάντως γε τὸ σὸν βέλος εὐστοχώτερόν ἐστιν.” Ἐντείνουσιν
καὶ εἶχεν ἡ μὲν ἔλαφος εἰς τὰ νῶτα τὸ βέλος, ἡ δὲ παρθένος εἰς τὴν καρδίαν· τὸ δὲ βέλος, Εὐθύνικον φιλεῖν.
Δεύτερον δὲ καὶ ἐπὶ τοῦτον οἰστὸν ἀφίησι. Καὶ εἶδον ἀλλήλους ὁ Εὐθύνικος καὶ ἡ Ῥοδῶπις, καὶ ἔστησαν μὲν τὸ πρῶτον τοὺς ὀφθαλμοὺς ἑκάτεροι, μηδέτερος ἐκκλῖναι θέλων ἐπὶ θάτερα· κατὰ μικρὸν δὲ τὰ τραύματα ἀμφοῖν ἐξάπτεται, καὶ αὐτοὺς ὁ Ἔρως ἐλαύνει κατὰ τουτὶ τὸ ἄντρον, οὗ νῦν ἐστιν ἡ πηγή, καὶ ἐνταῦθα τὸν ὅρκον ψεύδονται.
Ἡ Ἄρτεμις ὁρᾷ τὴν Ἀφροδίτην γελῶσαν καὶ τὸ πραχθὲν συνίησι καὶ εἰς ὕδωρ λύει τὴν κόρην ἔνθα τὴν παρθενίαν ἔλυσε. Καὶ διὰ τοῦτο, ὅταν τις αἰτίαν ἔχῃ ἀφροδισίων, εἰς τὴν πηγὴν εἰσβᾶσα ἀπολούεται· ἡ δέ ἐστιν ὀλίγη καὶ μέχρι κνήμης μέσης.
Ἡ δὲ κρίσις· ἐγγράψασα τὸν ὅρκον γραμματείῳ μηρίνθῳ δεδεμένον περιεθήκατο τῇ δέρῃ· κἂν μὲν ἀψευδῇ τὸν ὅρκον, μένει κατὰ χώραν ἡ πηγή· ἂν δὲ ψεύδηται, τὸ ὕδωρ ὀργᾷ καὶ ἀναβαίνει μέχρι τῆς δέρης καὶ τὸ γραμματεῖον ἐκάλυψε.
Ταῦτα εἰπόντες, καὶ τοῦ καιροῦ προελθόντος εἰσἑσπέραν, ἀπῄειμεν κοιμησόμενοι, χωρὶς ἕκαστος. Τῇ δὲ ὑστεραίᾳ ὁ δῆμος μὲν ἅπας παρῆν, ἡγεῖτο δὲ Θέρσανδρος φαιδρῷ τῷ προσώπῳ καὶ εἰς ἡμᾶς ἅμα βλέπων σὺν γέλωτι, ἐστόλιστο δὲ ἡ Λευκίππη τῇ ἱερᾷ στολῇ. Ποδήρης ὁ χιτών, ὀθόνης ὁ χιτών, ζώνη κατὰ μέσον τὸν χιτῶνα, ταινία περὶ τὴν κεφαλὴν φοινικοβαφής, ἀσάνδαλος ὁ ποῦς.
Καὶ ἡ μὲν εἰσῆλθε πάνυ κοσμίως· ἐγὼ δὲ ὡς εἶδον, εἱστήκειν τρέμων καὶ ταῦτα πρὸς ἐμαυτὸν ἔλεγον “ὅτι μὲν παρθένος ἡ
φοβοῦμαι. Θεός ἐστι φιλοπάρθενος, καὶ δέδοικα μὴ δευτέρα καὶ σὺ σύριγξ γένῃ. Ἀλλ’ ἐκείνη μὲν ἔφυγε διώκοντα αὐτὸν ἐν πεδίῳ καὶ ἐδιώκετο ἐν πλάτει· σὲ δὲ καὶ εἴσω θυρῶν ἀπεκλείσαμεν ὡς ἐν πολιορκίᾳ,
ἵνα, ἂν διώκῃ, μὴ δύνῃ φυγεῖν. Ἀλλ̓, ὦ δέσποτα Πάν, εὐγνωμονήσειας καὶ μὴ παραβαίης τὸν νόμον τοῦ τόπου· ἡμεῖς γὰρ αὐτὸν τετηρήκαμεν. Ἐξίτω πάλιν ἡμῖν ἡ Λευκίππη παρθένος· ταύτας πρὸς τὴν Ἄρτεμιν συνθήκας ἔχεις· μὴ ψεύσῃ τὴν παρθένον.”
Ταῦτά μου πρὸς ἐμαυτὸν λαλοῦντος μέλος ἐξηκούετο μουσικόν, καὶ ἐλέγετο μηδεπώποτε λιγυρώτερον οὕτως ἀκουσθῆναι, καὶ εὐθὺς ἀνεῳγμένας εἴδομεν τὰς θύρας.
Ὡς δὲ ἐξέθορεν ἡ Λευκίππη, πᾶς μὲν ὁ δῆμος ἐξεβόησεν ὑφ’ ἡδονῆς καὶ τὸν Θέρσανδρον ἐλοιδόρουν, ἐγὼ δὲ ὅστις ἐγεγόνειν οὐκ ἂν εἴποιμι λόγῳ. Μίαν μὲν δὴ ταύτην νίκην καλλίστην νενικηκότες ἀπῄειμεν, ἐπὶ δὲ τὴν δευτέραν κρίσιν ἐχωροῦμεν, τὴν Στύγα.
Καὶ ὁ δῆμος οὕτω μετεσκευάζετο καὶ πρὸς ταύτην τὴν θέαν· καὶ πάντα συνεπεραίνετο κἀκεῖ. Ἡ Μελίτη τὸ γραμματεῖον περιέκειτο· ἡ πηγὴ διαυγὴς καὶ ὀλίγη· ἡ δὲ ἐνέβη εἰς αὐτὴν καὶ ἔστη φαιδρῷ τῷ προσώπῳ.
Τὸ δὲ ὕδωρ οἷον ἦν κατὰ χώραν ἔμενε, μηδὲ τὸ βραχύτατον ἀναθορὸν τοῦ συνήθους μέτρου. Ἐπεὶ δὲ ὁ χρόνος, ὃν ἐνδιατρίβειν ἐν τῇ πηγῇ διώριστο, παρεληλύθει, τὴν μὲν ὁ πρόεδρος δεξιωσάμενος ἐκ τοῦ ὕδατος ἐξάγει, δύο παλαίσματα τοῦ Θερσάνδρου νενικημένου· μέλλων δὲ καὶ τὸ τρίτον ἡττᾶσθαι, ὑπεκδὺς εἰς τὴν οἰκίαν ἐκδιδράσκει; φοβηθεὶς μὴ καὶ καταλεύσειεν αὐτὸν ὁ δῆμος.
Τὸν γὰρ Σωσθένην εἷλκον ἄγοντες νεανίσκοι τέτταρες, δύο μὲν τῆς Μελίτης συγγενεῖς,
Τὸν δὲ Σωσθένην εἰς τὴν εἱρκτὴν ἐκέλευσαν οἱ ἄρχοντες ἐμβληθῆναι, τοῦ Θερσάνδρου φυγόντος. Τότε μὲν οὖν ἀπηλλαττόμεθα, κατὰ κράτος ἤδη περιγενόμενοι καὶ ὑπὸ πάντων εὐφημούμενοι.
Τῇ δὲ ὑστεραίᾳ τὸν Σωσθένην ἦγον ἐπὶ τοὺς ἄρχοντας οἱ ταύτην ἔχοντες τὴν πίστιν. Ὁ δὲ ἐπὶ βασάνους ἑαυτὸν ἀγόμενον ἰδὼν πάντα σαφῶς λέγει, ὅσα τε ἐτόλμησεν ὁ Θέρσανδρος καὶ ὅσα αὐτὸς ὑπηρέτησεν· οὐ παρέλιπε δὲ οὐδὲ ὅσα ἰδίᾳ πρὸ τῶν τῆς Λευκίππης θυρῶν διελέχθησαν πρὸς ἀλλήλους περὶ αὐτῆς.
Καὶ ὁ μὲν αὖθις εἰς τὴν εἱρκτὴν ἐβέβλητο, δώσων δίκην, τοῦ δὲ Θερσάνδρου φυγὴν ἀπόντος κατέγνωσαν· ἡμᾶς δὲ ὁ ἱερεὺς ὑπεδέχετο πάλιν τὸν εἰθισμένον τρόπον.
Καὶ μεταξὺ δειπνοῦντες ἐμυθολογοῦμεν ἅ τε τὴν προτεραίαν ἐτύχομεν εἰπόντες καὶ εἴ τι ἐπιδεέστερον ἦν ὧν ἐπάθομεν. Ἡ Λευκίππη δὲ ἅτε δὴ τὸν πατέρα μηκέτι αἰδουμένη, ὡς ἂν σαφῶς παρθένος εὑρεθεῖσα, τὰ συμβάντα μεθ’ ἡδονῆς διηγεῖτο.
Ἐπεὶ δὲ κατὰ τὴν Φάρον ἐγεγόνει καὶ τοὺς λῃστάς, λέγω πρὸς αὐτὴν “οὐκ ἐρεῖς ἡμῖν τὸν μῦθον τῶν τῆς Φάρου λῃστῶν καὶ τῆς ἀποτμηθείσης ἐκεῖ τὸ αἴνιγμα κεφαλῆς, ἵνα σου καὶ ὁ πατὴρ ἀκούσῃ; τοῦτο γὰρ μόνον ἐνδεῖ πρὸς ἀκρόασιν τοῦ παντὸς δράματος.”
“Γυναῖκα” ἔφη “κακοδαίμονα ἐξαπατήσαντες οἱ
λόγῳ δ’ ἦν ἐραστὴς ὁ λῃστής. Ἐπεὶ δὲ ἁρπάσαντές με, ὡς εἶδες, ἐνέθεσαν τῷ σκάφει καὶ πτερώσαντες αὐτὸ ταῖς κώπαις ἔφυγον, ὁρῶντες τὴν διώκουσαν ναῦν φθάνουσαν, περιελόντες τόν τε κόσμον καὶ τὴν ἐσθῆτα τῆς ταλαιπώρου γυναικὸς ἐμοὶ περιτιθέασι, τοὺς δὲ ἐμοὺς χιτωνίσκους ἐκείνῃ· καὶ στήσαντες αὐτὴν ἐπὶ τῆς πρύμνης, ὅθεν διώκοντες ὄψοισθε, τὴν κεφαλὴν ἀποτέμνουσιν αὐτῆς, καὶ τὸ μὲν σῶμα ἔρριψαν, ὡς εἶδες, κατὰ τῆς θαλάσσης, τὴν δὲ κεφαλήν, ὡς ἔπεσεν, εἶχον ἐπὶ τῆς νεὼς τότε.
Μικρὸν γὰρ ὕστερον καὶ ταύτην ἀποσκευάσαντες ἔρριψαν ὁμοίως, ὅτε μηκέτι τοὺς διώκοντας εἶδον. Οὐκ οἶδα δὲ πότερον τούτου χάριν προπαρασκευάσαντες ἔτυχον τὴν γυναῖκα ἢ διεγνωκότες ἀνδραποδίσαντες πωλῆσαι, ὥσπερ ὕστερον πεπράκασι κἀμέ· τῷ δὲ διώκεσθαι πρὸς ἀπάτην τῶν διωκόντων ἀντ’ ἐμοῦ σφάττουσι, νομίζοντες πλέον ἐμπολήσειν ἐκ τῆς ἐμῆς πράσεως ἢ τῆς ἐκείνης.
Διὰ τοῦτο γὰρ καὶ τὸν Χαιρέαν τὴν ἀξίαν δόντα δίκην ἐπεῖδον· αὐτὸς γὰρ ἦν ὁ συμβουλεύσας ἀντ’ ἐμοῦ τὴν ἄνθρωπον ἀποκτείναντας ῥῖψαι.
Ὁ δὲ λοιπὸς τῶν λῃστῶν ὄχλος οὐκ ἔφασάν με αὐτῷ ἀφήσειν μόνῳ· φθάνειν γὰρ ἤδη λαβόντα σῶμα ἕτερον, ὃ πραθὲν ἂν παρέσχεν αὐτοῖς ἀφορμὴν κέρδους· δεῖν δὲ ἀντὶ τῆς θανούσης ἐμὲ πραθεῖσαν κοινὴν ἅπασιν αὐτοῖς γενέσθαι μᾶλλον ἢ ἐκείνῳ μόνῳ.
Ὡς δὲ ἀντέλεγε, δικαιολογούμενος
ὄπισθεν ἑστὼς ἀποκόπτει τὴν κεφαλὴν αὐτοῦ. Ὁ μὲν οὖν δίκην οὐ μεμπτὴν δοὺς τῆς ἁρπαγῆς ἔρριπτο καὶ αὐτὸς κατὰ τῆς θαλάσσης, οἱ δὲ λῃσταὶ δύο πλεύσαντες ἡμερῶν ἄγουσί με οὐκ οἶδ’ ὅποι γε καὶ πιπράσκουσιν ἐμπόρῳ συνήθει, κἀκεῖνος Σωσθένει.”
Λέγει δὴ καὶ ὁ Σώστρατος “ἐπεὶ τοίνυν τοὺς ὑμετέρους μύθους, ὦ παιδία, κατελέξατε, φέρε ἀκούσατε” ἔφη “καὶ παρ’ ἐμοῦ τὰ οἴκοι πραχθέντα περὶ Καλλιγόνην τὴν σήν, ὦ Κλειτοφῶν, ἀδελφήν,
ἵνα μὴ ἀσύμβολος ὦ μυθολογίας παντάπασι.” Κἀγὼ ἀκούσας τὸ τῆς ἀδελφῆς ὄνομα πάνυ τὴν γνώμην ἐπεστράφην καὶ “ἄγε, πάτερ” εἶπον “λέγε· μόνον περὶ ζώσης λέγοις.” Ἄρχεται δὴ λέγειν ἃ φθάνω προειρηκὼς ἅπαντα, τὸν Καλλισθένην, τὸν χρησμόν,
τὴν θεωρίαν, τὸν λέμβον, τὴν ἁρπαγήν. Εἶτα προσέθηκεν ὅτι “μαθὼν κατὰ τὸν πλοῦν ὡς οὐκ ἦν θυγάτηρ ἐμή, διημαρτήθη δὲ τὸ πᾶν ἔργον αὐτῷ, ἤρα δ᾽ ὅμως καὶ σφόδρα τῆς Καλλιγόνης, προσπεσὼν αὐτῆς τοῖς γόνασι “δέσποινα” εἶπε “μή με νομίσῃς λῃστὴν εἶναί τινα καὶ κακοῦργον, ἀλλὰ γάρ εἰμι τῶν εὖ γεγονότων, γένει Βυζάντιος, δεύτερος οὐδενός· ἔρως δέ με λῃστείας ὑποκριτὴν πεποίηκε καὶ ταύτας ἐπὶ σοὶ πλέξαι τὰς τέχνας. Δοῦλον οὖν με σεαυτῆς ἀπὸ ταύτης τῆς ἡμέρας νόμιζε· καί σοι προῖκα ἐπιδίδωμι τὸ μὲν πρῶτον ἐμαυτόν, ἔπειτα ὅσην οὐκ ἂν ὁ πατὴρ ἐπέδωκέ σοι· τηρήσω δέ σε παρθένον μέχριπερ ἂν σοὶ δοκῇ.” Καὶ ταῦτα %5εἰπὼν καὶ ἔτι τούτων πλείονα εὐαγωγοτέραν τὴν κόρην αὐτῷ γενέσθαι παρεσκεύασεν.
Ἦν δὲ καὶ ὀφθῆναι καλὸς καὶ στωμύλος
Ὁ δὲ καὶ τἆλλα πάντα παρεῖχεν ἑαυτὸν κοσμιώτατον καὶ ἐπιεικῆ καὶ σώφρονα, καὶ ἦν τις ἐξαίφνης περὶ τὸν νεανίσκον θαυμαστὴ μεταβολή. Ἕδρας τε γὰρ ἐξανίστατο τοῖς πρεσβυτέροις καὶ ἐπεμελεῖτο φθάνειν προσαγορεύων τοὺς ἐντυγχάνοντας, καὶ τὸ τέως ἄκριτον πολυτελὲς ἐκ τῆς πρὶν ἀσωτίας εἰς τὸ εὔβουλον μεταπῖπτον τὸ μεγαλόφρον ἐφύλαττε πρὸς τοὺς ἐν χρείᾳ τοῦ λαβεῖν διὰ πενίαν ὄντας, ὥστε θαυμάζειν ἅπαντας τὸ αἰφνίδιον οὕτως ἐκ τοῦ χείρονος εἰς τὸ πάνυ χρηστὸν μετελθόν.
Ἐμὲ δ’ οὖν ᾑρήκει πάντων μᾶλλον, καὶ ὑπερηγάπων αὐτὸν καὶ τὴν πρὶν ἀσωτίαν φύσεως ἐνόμιζον εἶναι θαυμαστὴν μεγαλουργίαν, ἀλλ’ οὐκ ἀκρασίαν.
Κἀμὲ οὖν ὑπεισῄει τὸ τοῦ Θεμιστοκλέους, ὅτι κἀκεῖνος τὴν πρώτην ἡλικίαν σφόδρα δόξας ἀκόλαστος εἶναι πάντας ὑπερέβαλεν Ἀθηναίους ὕστερον σοφίᾳ τε καὶ ἀνδραγαθίᾳ· καὶ δὴ μετενόουν ἀποσκορακίσας αὐτόν, ὅτε μοι περὶ τοῦ τῆς θυγατρὸς διελέχθη γάμου.
Καὶ γάρ με σφόδρα ἐθεράπευε καὶ ἐκάλει πατέρα καὶ κατὰ τὴν ἀγορὰν ἐδορυφόρει καὶ τῶν εἰς πόλεμον γυμνασίων οὐκ ἠμέλει, ἀλλὰ καὶ πάνυ ἐρρωμένως ἐν ταῖς ἱππασίαις διέπρεπεν.
Ἦν μὲν οὖν καὶ παρὰ τὸν τῆς ἀσωτίας χρόνον τούτοις χαίρων καὶ χρώμενος, ἀλλ’ ὡς ἐν τρυφῇ καὶ παιδιᾷ· τὸ δὲ ἀνδρεῖον ὅμως αὐτῷ καὶ τὸ ἔμπειρον λεληθότως ἐτρέφετο· τέλεον δὲ ἦν αὐτῷ τὸ %5ἔργον πρὸς τὸ καρτερῶς καὶ ποικίλως διαπρέπειν ἐν τοῖς πολεμικοῖς.
Ἐπεδίδου δὲ καὶ χρήματα ἱκανὰ τῇ πόλει. Κἀκεῖνον ἅμα ἐμοὶ στρατηγὸν προεβάλοντο· ὅθεν ἔτι μᾶλλον ὑπερησπάζετό με, ὑπήκοόν μοι κατὰ πάντα παρέχων ἑαυτόν.”
“Ἐπεὶ δ’ ἐνικήσαμεν τὸν πόλεμον ἐπιφανείᾳ τῶν θεῶν καὶ ὑποστρέψαντες εἰς τὸ Βυζάντιον, εὐφημοῦντες τὸν Ἡρακλέα καὶ τὴν Ἄρτεμιν ἐχειροτονήθημεν ἐγὼ μὲν ἐνταῦθα τῇ Ἀρτέμιδι, ὁ δὲ εἰς Τύρον Ἡρακλεῖ, λαβόμενός μου τῆς δεξιᾶς ὁ Καλλισθένης διηγεῖται πρῶτον τὰ πεπραγμένα αὐτῷ περὶ τὴν Καλλιγόνην.
ʽἈλλὰ ἅπερ ἐποιήσαμεν, πάτερ’ εἶπε “τὰ μὲν νεότητος φύσει πέπρακται βίᾳ, τὰ δὲ μετὰ ταῦτα προαιρέσει. Παρθένον γὰρ τὴν κόρην μέχρι τούτου τετήρηκα, καὶ ταῦτα πολέμοις ὁμιλῶν, ἐν οἷς οὐδεὶς ἀναβάλλεται τὰς ἡδονάς.
Νῦν οὖν εἰς τὴν Τύρον αὐτὴν ἀπαγαγεῖν ἔγνωκα πρὸς τὸν πατέρα καὶ νόμῳ παρ’ ἐκείνου λαβεῖν τὸν γάμον. Ἂν μὲν οὖν ἐθελήσῃ μοι δοῦναι τὴν κόρην, ἀγαθῇ τύχῃ δέξομαι· ἂν δὲ σκαιὸς γένηται καὶ δύσκολος, παρθένον αὐτὴν ἀπολήψεται.
Ἐγὼ γὰρ προῖκα ἐπιδοὺς οὐκ εὐκαταφρόνητον ἀγαπητῶς ἂν λάβοιμι τὸν γάμον.” Ἀναγνώσομαι δέ σοι καὶ τὸ συμβόλαιον, ὃ φθάνω πρὸ τοῦ πολέμου γράψας, δεόμενος συνοικίσαι τῷ Καλλισθένει τὴν κόρην, τό τε γένος αὐτοῦ καταλέγων καὶ τὸ ἀξίωμα καὶ τὰς ἐν τοῖς πολέμοις ἀριστείας.
Τοῦτο γάρ ἐστιν ἡμῖν τὸ συγκείμενον. Ἐγὼ δέ, ἢν τὴν ἔφεσιν ἀγωνισώμεθα, διέγνωκα πρῶτον μὲν εἰς τὸ Βυζάντιον διαπλεῦσαι, μετὰ ταῦτα δὲ εἰς τὴν Τύρον.” Καὶ ταῦτα διαμυθολογήσαντες ἐκοιμήθημεν τὸν
αὐτὸν τρόπον· τῇ δὲ ὑστεραίᾳ παραγενόμενος ὁ Κλεινίας ἔφη Θέρσανδρον διὰ τῆς νυκτὸς ἀποδεδρακέναι·
Μείναντες οὖν τῶν ἑξῆς τριῶν ἡμερῶν, ὅσων ἦν ἡ προθεσμία, προσελθόντες τῷ προέδρῳ καὶ τοὺς νόμους ἀναγνόντες, καθ’ οὓς οὐδεὶς ἔτι τῷ Θερσάνδρῳ λόγος πρὸς ἡμᾶς ἦν, νεὼς ἐπιβάντες καὶ οὐρίῳ χρησάμενοι πνεύματι κατήραμεν εἰς τὸ Βυζάντιον, κἀκεῖ τοὺς πολυεύκτους ἐπιτελέσαντες γάμους ἀπεδημήσαμεν εἰς τὴν Τύρον.
Δύο δὲ ὕστερον ἡμερῶν τοῦ Καλλισθένους ἐλθόντες εὕρομεν τὸν πατέρα μέλλοντα θύειν τοὺς γάμους τῆς ἀδελφῆς εἰς τὴν ὑστεραίαν. Παρῆμεν οὖν ὡς καὶ συνθύσοντες αὐτῷ καὶ εὐξόμενοι τοῖς θεοῖς τούς τε ἐμοὺς καὶ τοὺς ἐκείνου γάμους σὺν ἀγαθαῖς φυλαχθῆναι τύχαις. Καὶ διεγνώκαμεν ἐν τῇ Τύρῳ παραχειμάσαντες διελθεῖν εἰς τὸ Βυζάντιον.
Perseus data entry
-
-
ξεῖνος Ἀταρνείτης τις ἀνήρετο Πιττακὸν οὕτω
-
τὸν Μυτιληναῖον, παῖδα τὸν Ὑρράδιον·
-
ʼἄττα γέρον, δοιός με καλεῖ γάμος· ἡ μία μὲν δή
-
νύμφη καὶ πλούτωι καὶ γενεῆι κατʼ ἐμέ,
-
ἡ δʼ ἑτέρη προβέβηκε· τί λώιον; εἰ δʼ ἄγε σύμ μοι
-
βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω.ʼ
-
εἶπεν· ὁ δὲ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας,
-
ʼἠνίδε, κεῖνοί τοι πᾶν ἐρέουσιν ἔπος.ʼ
-
οἳ δʼ ἄρʼ ὑπὸ πληγῆισι θοὰς βέμβικας ἔχοντες
-
ἔστρεφον εὐρείηι παῖδες ἐνὶ τριόδωι.
-
ʼκείνων ἔρχεοʼ φησὶ ʼμετʼ ἴχνιαʼ. χὠ μὲν ἐπέστη
-
πλησίον· οἳ δʼ ἔλεγον· ʼτὴν κατὰ σαυτὸν ἔλαʼ.
-
ταῦτʼ ἀίων δ̔ ξεῖνος ἒφείσατο μείζονος οἴκου
-
δράξασθαι παίδων κληδόνι συνθέμενος.
-
τὴν δʼ ὀλίγην ὡς κεῖνος ἐς οἰκίον ἤγετο νύμφην,
-
οὕτω καὶ σύ, Δίων, τὴν κατὰ σαυτὸν ἔλα.
-
εἶπέ τις Ἡράκλειτε τεὸν μόρον, ἐς δέ με δάκρυ
-
ἤγαγεν, ἐμνήσθην δʼ ὁσσάκις ἀμφότεροι
-
ἥλιον ἐν λέσχηι κατεδύσαμεν· ἀλ̀λὰ σὺ μέν που
-
ξεῖνʼ ʼΑλικαρνησεῦ τετράπαλαι σποδιή·
-
αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ἧισιν ὁ πάντων
-
ἁρπακτὴς Ἀίδης οὐκ ἐπὶ χεῖρα βαλεῖ.
-
Τίμων, οὐ γὰρ ἔτʼ ἐσσί, τί τοι, σκότος ἢ φάος ἐχθρόν;
-
ʼτὸ σκότος· ὑμέων γὰρ πλείονες εἰν Ἀίδηιʼ.
-
κόγχος ἐγὼ Ζεφυρῖτι πάλαι τέρας· ἀλλὰ σὺ νῦν με
-
Κύπρι Σεληναίης ἄνθεμα πρῶτον ἔχεις,
-
ναυτίλος ὃς πελάγεσσιν ἐπέπλεον, εἰ μὲν ἀῆται,
-
τείνας οἰκείων λαῖφος ἀπὸ προτόνων,
-
εἰ δὲ Γαληναίη, λιπαρὴ θεός, οὖλος ἐρέσσων
-
ποσσί νιν, ὥστʼ ἔργωι τοὔνομα συμφέρεται,
-
ἔστʼ ἔπεσον παρὰ θῖνας Ἰουλίδας, ὄφρα γένωμαι
-
σοὶ τὸ περίσκεπτον παίγνιον, Ἀρσινόη,
-
μηδέ μοι ἐν θαλάμηισιν ἔθʼ ὡς πάρος, εἰμὶ γὰρ ἄπνους,
-
τίκτηται νοτερῆισʼ ὤεον ἁλκυονίς.
-
Κλεινίου ἀλλὰ θυγατρὶ δίδου χάριν, οἶδε γὰρ ἐσθλά
-
ῥέζειν καὶ Σμύρνης ἐστὶν ἀπʼ Αἰολίδος.
-
τοῦ Σαμίου πόνος εἰμὶ δόμωι ποτὲ θεῖον ἀοιδόν·
-
δεξαμένου, κλείω δʼ Εὔρυτον, ὅσσʼ ἔπαθεν,
-
καὶ ξανθὴν Ἰόλειαν, Ὁμήρειον δὲ καλεῦμαι
-
γράμμα· Κρεωφύλωι, Ζεῦ φίλε, τοῦτο μέγα.
-
ἦλθε Θεαίτητος καθαρὴν ὁδόν. εἰ δʼ ἐπὶ κισσόν
-
τὸν τεὸν οὐχ αὕτη, Βάκχε, κέλευθος ἄγει·
-
ἄλλων μὲν κήρυκες ἐπὶ βραχὺν οὔνομα καιρόν
-
φθέγξονται, κείνου δʼ Ἑλλὰς ἀεὶ σοφίην.
-
μικρή τις Διόνυσε καλὰ πρήσσοντι ποιητῆι
-
ῥῆσις· ὃ μὲν ʼνικῶʼ φησὶ τὸ μακρότατον,
-
ὧι δὲ σὺ μὴ πνεύσηις ἐπιδέξιος, ἤν τις ἔρηται
-
ʼπῶς ἔβαλεσʼ; φησί ʼσκληρὰ τὰ γιγνόμεναʼ.
-
τῶι μερμηρίξαντι τὰ μἤ̀ νδικα τοῦτο γένοιτο
-
τοὖπος· ἐμοὶ δʼ, ὦναξ, ἡ βραχυσυλλαβίη.
-
Τῆιδε Σάων ὁ Δίκωνος Ἀκάνθιος ἱερὸν ὕπνον
-
κοιμᾶται· θνήισκειν μὴ λέγε τοὺς ἀγαθούς.
-
Ἡν δίζηι Τίμαρχον ἐν Ἄιδος, ὄφρα πύθηαι
-
ἤ τι περὶ ψυχῆς ἢ πάλι πῶς ἔσεαι,
-
δίζησθαι φυλῆς Πτολεμαίδος υἱέα πατρός
-
Παυσανίου· δήεις δʼ αὐτὸν ἐν εὐσεβέων.
-
σύντομος ἦν ὁ ξεῖνος, ὃ καὶ στίχος οὐ μακρὰ λέξων
-
ʼΘῆρις Ἀρισταίου Κρήσʼ ἐπʼ ἐμοὶ δολιχός.
-
Κύζικον ἢν ἔλθηις, ὀλίγος πόνος Ἱππακὸν εὑρεῖν
-
καὶ Διδύμην· ἀφανὴς οὔ τι γὰρ ἡ γενεή.
-
καί σφιν ἀνιηρὸν μὲν ἐρεῖς ἔπος, ἔμπα δὲ λέξαι
-
τοῦθʼ, ὅτι τὸν κείνων ὧδʼ ἐπέχω Κριτίην.
-
ʼΗ ῥʼ ὑπὸ σοὶ Χαρίδας ἀναπαύεται; ʼεἰ τὸν Ἀρίμμα
-
τοῦ Κυρηναίου παῖδα λέγεις, ὑπʼ ἐμοί.ʼ
ὦ Χαρίδα, τί τὰ νέρθε; ʼπολὺ σκότοσʼ. αἱ δʼ ἄνοδοι τί;
-
ʼψεῦδοσʼ. ὁ δὲ Πλούτων; ʼμῦθοσʼ. ἀπωλόμεθα.
-
ʼοὗτος ἐμὸς λόγος ὔμμιν ἀληθινός· εἰ δὲ τὸν ἡδύν
-
βούλει, Πελλαίου βοῦς μέγας εἰν Ἀίδηι.
-
δαίμονα τίς δʼ εὖ οἶδε τὸν Αὔριον; ἁνίκα καὶ δέ
-
Χάρμι τὸν ὀφθαλμοῖς χθιζὸν ἐν ἁμετέροις
-
τᾶι ἑτέραι κλαύσαντες ἐθάπτομεν· οὐδὲν ἐκείνου
-
εἶδε πατὴρ Διοφῶν χρῆμʼ ἀνιαρότερον.
-
ʼΤιμονόη.ʼ τίς δʼ ἐσσί; μὰ δαίμονας, οὔ σʼ ἂν ἐπέγνων,
-
εἰ μὴ Τιμοθέου πατρὸς ἐπῆν ὄνομα
-
στήληι καὶ Μήθυμνα, τεὴ πόλις. ἦ μέγα φημί
-
χῆρον ἀνιᾶσθαι σὸν πόσιν Εὐθυμένη.
-
Κρηθίδα τὴν πολύμυθον ἐπισταμένην καλὰ παίζειν
-
δίζηνται Σαμίων πολλάκι θυγατέρες,
-
ἡδίστην συνέριθον ἀεὶ λάλον· ἣ δʼ ἀποβρίζει
-
ἐνθάδε τὸν πάσαις ὕπνον ὀφειλόμενον.
-
ὤφελε μηδʼ ἐγένοντο θοαὶ νέες· οὐ γὰρ ἂν ἡμεῖς
-
παῖδα Διοκλείδου Σώπολιν ἐστένομεν.
-
νῦν δʼ ὃ μὲν εἰν ἁλί που φέρεται νέκυς, ἀντὶ δʼ ἐκείνου
-
οὔνομα καὶ κενεὸν σῆμα παρερχόμεθα.
-
Νάξιος οὐκ ἐπὶ γῆς ἔθανεν Λύκος, ἀλλʼ ἐνὶ πόντωι
-
ναῦν ἅμα καὶ ψυχὴν εἶδεν ἀπολλυμένην,
ἔμπορος Αἰγίνηθεν ὅτʼ ἔπλεε. χὢ μὲν ἐν ὑγρῆι
-
νεκρός, ἐγὼ δʼ ἄλλως οὔνομα τύμβος ἔχων
-
κηρύσσω πανάληθες ἔπος τόδε ʼφεῦγε θαλάσσηι
-
συμμίσγειν ἐρίφων ναυτίλε δυομένωνʼ.
-
Δωδεκέτη τὸν παῖδα πατὴρ ἀπέθηκε Φίλιππος
-
ἐνθάδε τὴν πολλὴν ἐλπίδα Νικοτέλην.
-
Ἠῶιοι Μελάνιππον ἐθάπτομεν, ἠελίου δέ
-
δυομένου Βασιλὼ κάτθανε παρθενική
-
αὐτοχερί· ζώειν γὰρ ἀδελφεὸν ἐν πυρὶ θεῖσα
-
οὐκ ἔτλη. δίδυμον δʼ οἶκος ἐπεῖδε κακόν
-
πατρὸς Ἀριστίπποιο, κατήφησεν δὲ Κυρήνη
-
πᾶσα τὸν εὔτεκνον χῆρον ἰδοῦσα δόμον.
-
Όστις ἐμὸν παρὰ σῆμα φέρεις πόδα, Καλλιμάχου με
-
ἴσθι Κυρηναίου παῖδά τε καὶ γενετήν.
-
εἰδείης δʼ ἄμφω κεν· ὃ μέν κοτε πατρίδος ὅπλων
-
ἦρξεν, ὃ δʼ ἤεισεν κρέσσονα βασκανίης·
-
οὐ νέμεσις· Μοῦσαι γὰρ ὅσους ἴδον ὄμματι παῖδας
-
μὴ λοξῶι, πολιοὺς οὐκ ἀπέθεντο φίλους.
-
??*
-
Ἀστακίδην τὸν Κρῆτα τὸν αἰπόλον ἥρπασε Νύμφη
-
ἐξ ὄρεος, καὶ νῦν ἱερὸς Ἀστακίδης.
-
οὐκέτι Δικταίηισιν ὑπὸ δρυσίν, οὐκέτι Δάφνιν
-
ποιμένες, Ἀστακίδην δʼ αἰὲν ἀεισόμεθα.
-
εἴπας ʼἭλιε χαῖρεʼ Κλεόμβροτος Ὡμβρακιώτης
-
ἥλατʼ ἀφʼ ὑψηλοῦ τείχεος εἰς Ἀίδην,
-
ἄξιον οὐδὲν ἰδὼν θανάτου κακόν, ἀλλὰ Πλάτωνος
-
ἓν τὸ περὶ ψυχῆς γράμμʼ ἀναλεξάμενος.
-
Ήρως Αἰετίωνος ἐπίσταθμος Ἀμφιπολίτεω
-
ἵδρυμαι μικρῶι μικρὸς ἐπὶ προθύρωι
-
λοξὸν ὄφιν καὶ μοῦνον ἔχων ξίφος· ἀνδρὶ † ιπειωι
-
θυμωθεὶς πεζὸν κἀμὲ παρωικίσατο.
-
ὤμοσε Καλλίγνωτος Ἰωνίδι μήποτʼ ἐκείνης
-
ἕξειν μήτε φίλον κρέσσονα μήτε φίλην.
-
ὤμοσεν· ἀλλὰ λέγουσιν ἀληθέα τοὺς ἐν ἔρωτι
-
ὅρκους μὴ δύνειν οὔατʼ ἐς ἀθανάτων.
-
νῦν δʼ ὃ μὲν ἀρσενικῶι θέρεται πυρί· τῆς δὲ ταλαίνης
-
νύμφης ὡς Μεγαρέων οὐ λόγος οὐδʼ ἀριθμός.
-
εἶχον ἀπὸ σμικρῶν ὀλίγον βίον οὔτε τι δεινόν
-
ῥέζων οὔτʼ ἀδικέων οὐδένα. γαῖα φίλη,
-
Μικύλος εἴ τι πονηρὸν ἐπήινεσα, μήτε σὺ κούφη
-
γίνεο μήθʼ ἵλεω δαίμονες οἵ μʼ ἔχετε.
-
Ἡσιόδου τό τʼ ἄεισμα καὶ ὁ τρόπος· οὐ τὸν ἀοιδόν
-
ἔσχατον, ἀλλʼ ὀκνέω μὴ τὸ μελιχρότατον
τῶν ἐπέων ὁ Σολεὺς ἀπεμάξατο· χαίρετε λεπταί
-
ῥήσιες, Ἀρήτου σύμβολον ἀγρυπνίης.
-
ἐχθαίρω τὸ ποίημα τὸ κυκλικόν, οὐδὲ κελεύθωι
-
χαίρω τίς πολλοὺς ὧδε καὶ ὧδε φέρει,
-
μισέω καὶ περίφοιτον ἐρώμενον, οὐδʼ ἀπὸ κρήνης
-
πίνω· σικχαίνω πάντα τὰ δημόσια.
-
Λυσανίη σὺ δὲ ναιχὶ καλὸς καλός — ἀλλὰ πρὶν εἰπεῖν
-
τοῦτο σαφῶς, Ἠχώ φησί τις ʼἄλλος ἔχειʼ.
-
ἔγχει καὶ πάλιν εἰπὲ ʼΔιοκλέοσʼ. οὐδʼ Ἀχελῶιος
-
κείνου τῶν ἱερῶν αἰσθάνεται κυάθων.
-
καλὸς ὁ παῖς Ἀχελῶιε λίην καλός, εἰ δέ τις οὐχί
-
φησίν — ἐπισταίμην μοῦνος ἐγὼ τὰ καλά.
-
Θεσσαλικὲ Κλεόνικε τάλαν, τάλαν, οὐ μὰ τὸν ὀξύν
-
ἥλιον, οὐκ ἔγνων· σχέτλιε ποῦ γέγονας;
-
ὀστέα σοὶ καὶ μοῦνον ἔτι τρίχες· ἦ ῥά σε δαίμων
-
οὑμὸς ἔχει, χαλεπῆι δʼ ἤντεο θευμορίηι;
-
ἔγνων̀· Εὐξίθεός σε συνήρπασε, καὶ σὺ γὰρ ἐλθών
-
τὸν καλόν, ὦ μοχθήρʼ, ἔβλεπες ἀμφοτέροις.
-
Ὡγρευτὴς Ἐπίκυδες ἐν οὔρεσι πάντα λαγωόν
-
διφᾶι καὶ πάσης ἴχνια δορκαλίδος
-
στείβηι καὶ νιφετῶι κεχαρημένος, ἢν δέ τις εἴπηι
-
ʼτῆ, τόδε βέβληται θηρίονʼ οὐκ ἔλαβεν.
χοὐμὸς ἔρως τοιόσδε· τὰ γὰρ φεύγοντα διώκειν
-
οἶδε, τὰ δʼ ἐν μέσσωι κείμενα παρπέτεται.
-
οἶδʼ ὅτι μου πλούτου κενεαὶ χέρες, ἀλλὰ Μένιππε
-
μὴ λέγε πρὸς Χαρίτων τοὐμὸν ὄνειρον ἐμοί.
-
ἀλγέω τὴν διὰ παντὸς ἔπος τόδε πικρὸν ἀκούων·
-
ναὶ φίλε, τῶν παρὰ σοῦ τοῦτʼ ἀνεραστότατον.
-
Ἄρτεμι τὶν τόδʼ ἄγαλμα Φιληρατὶς εἵσατο τῆιδε·
-
ἀλλὰ σὺ μὲν δέξαι πότνια, τὴν δὲ σάω.
-
τίν με λεοντάγχʼ ὦνα συοκτόνε φήγινον ὄζον
-
θῆκε ʼτίσʼ; Ἀρχῖνος ʼποῖοσʼ; ὁ Κρής ʼδέχομαιʼ.
-
Βαττιάδεω παρὰ σῆμα φέρεις πόδας εὖ μὲν ἀοιδήν
-
εἰδότος, εὖ δʼ οἴνωι καίρια συγγελάσαι.
-
ὁ Λύκτιος Μενοίτας
-
τὰ τόξα ταῦτʼ ἐπειπών
-
ἔθηκε ʼτῆ, κέρας τοι
-
δίδωμι καὶ φαρέτρην
-
Σάραπι· τοὺς δʼ ὀιστούς
-
ἔχουσιν ʼΕσπερῖταιʼ.
-
τὰ δῶρα τἀφροδίτηι
-
Σῖμον ἡ περίφοιτος, εἰκόνʼ αὑτῆς,
-
ἔθηκε, τήν τε μίτρην
-
† ἡμᾶς τοὺς ἐφίλησε τόν τε πᾶνα
-
† καὶ τοὺς αὐτοὺς ὁρῆι τάλαινα θάρσους.
-
Δήμητρι τῆι Πυλαίηι,
-
τῆι τοῦτον οὑκ Πελασγῶν
-
Ἀκρίσιος τὸν νηὸν ἐδείματο, ταῦθʼ ὁ Ναυκρατίτης
-
καὶ τῆι κάτω θυγατρί
-
τὰ δῶρα Τιμόδημος
-
εἵσατο τῶν κερδέων δεκατεύματα· καὶ γὰρ εὔξαθʼ οὕτως.
-
Ἱερέη Δήμητρος ἐγώ ποτε καὶ πάλιν Καβείρων,
-
ὦνερ, καὶ μετέπειτα Δινδυμήνης
-
ἡ γρῆυς γενόμην, ἡ νῦν κόνις, ἡ Νο
πολλῶν προστασίη νέων γυναικῶν.
-
καί μοι τέχνʼ ἐγένοντο δύʼ ἄρσενα, κἠπέμυσʼ ἐκείνων
-
εὐγήρως ἐνὶ χερσίν· ἕρπε χαίρων.
-
ἥμισύ μευ ψυχῆς ἔτι τὸ πνέον, ἥμισυ δʼ οὐκ οἶδʼ
-
εἴτʼ Ἔρος εἴτʼ Ἀίδης ἥρπασε, πλὴν ἀφανές.
-
ἦ ῥά τινʼ ἐς παίδων πάλιν ὤιχετο; καὶ μὲν ἀπεῖπον
-
πολλάκι ʼτὴν δρῆστιν μὴ ὑποδέχεσθε νέοιʼ.
-
† ουκισυνιφησον· ἐκεῖσε γὰρ ἡ λιθόλευστος
-
κείνη καὶ δύσερως οἶδʼ ὅτι που στρέφεται.
-
εἰ μὲν ἑκὼν Ἀρχῖνʼ ἐπεκώμασα, μυρία μέμφου,
-
εἰ δʼ ἄκων ἥκω, τὴν προπέτειαν ἔα.
-
Ακρητος καὶ Ἔρως μʼ ἠνάγκασαν, ὧν ὃ μὲν αὐτῶν
-
εἷλκεν, ὃ δʼ οὐκ εἴα τὴν προπέτειαν ἐᾶν.
-
ἐλθὼν δʼ οὐκ ἐβόησα, τίς ἢ τίνος, ἀλλʼ ἐφίλησα
-
τὴν φλιήν· εἰ τοῦτʼ ἔστʼ ἀδίκημʼ, ἀδικέω.
-
έλκος ἔχων ὁ ξεῖνος ἐλάνθανεν· ὡς ἀνιηρόν
-
πνεῦμα διὰ στηθέων (εἶδες;) ἀνηγάγετο,
-
τὸ τρίτον ἡνίκʼ ἔπινε, τὰ δὲ ῥόδα φυλλοβολεῦντα
-
τὠνδρὸς ἀπὸ στεφάνων πάντʼ ἐγένοντο χαμαί·
-
ὤπτηται μέγα δή τι· μὰ δαίμονας οὐκ ἀπὸ ῥυσμοῦ
-
εἰκάζω, φωρὸς δʼ ἴχνια φὼρ ἔμαθον.
-
ἔστι τι ναὶ τὸν Πᾶνα κεκρυμμένον, ἔστι τι ταύτηι
-
ναὶ μὰ Διώνυσον πῦρ ὑπὸ τῆι σποδίηι·
-
οὐ θαρσέω· μὴ δή με περίπλεκε. πολλάκι λήθει
-
τοῖχον ὑποτρώγων ἡσύχιος ποταμός·
-
τῶι καὶ νῦν δείδοικα, Μενέξενε, μή με παρεισδύς
-
οὗτος † ὁσειγαρνης εἰς τὸν ἔρωτα βάληι.
-
ʼΛηφθήσει, περίφευγε Μενέκρατεσʼ εἶπα Πανήμου
-
εἰκάδι, καὶ Λώιου τῆι τίνι; τῆι δεκάτηι
ἦλθεν ὁ βοῦς ὑπʼ ἄροτρον ἑκούσιος. εὖ γʼ, ἐμὸς Ἑρμῆς,
-
εὖ γʼ, ἐμός· οὐ παρὰ τὰς εἴκοσι μεμφόμεθα.
-
ως ἀγαθὰν Πολύφαμος ἀνεύρετο τὰν ἐπαοιδάν
-
τὠραμένωι· ναὶ Γᾶν, οὐκ ἀμαθὴς ὁ Κύκλωψ·
-
αἱ Μοῦσαι τὸν ἔρωτα κατισχαίνοντι Φίλιππε·
-
ἦ πανακὲς πάντων φάρμακον ἁ σοφία.
-
τοῦτο, δοκέω, χἀ λιμὸς ἔχει μό͂νον ἐς τὰ πονηρά
-
τὠγαθόν· ἐκκόπτει τὰν φιλόπαιδα νόσον.
-
ἔσθʼ ἁμὶν † χἀκαστὰς ἀφείδεα ποττὸν Ἔρωτα
-
τοῦτʼ εἶπαι ʼκείρευ τὰ πτερὰ παιδάριον,
-
οὐδʼ ὅσον ἀττάραγόν τυ δεδοίκαμεσʼ· αἱ γὰρ ἐπωιδαί
-
οἴκοι τῶ χαλεπῶ τραύματος ἀμφότεραι.
-
τὴν ἁλίην Εὔδημος, ἀφʼ ἧς ἅλα λιτὸν ἐπέσθων
-
χειμῶνας μεγάλους ἐξέφυγεν δανέων,
-
θῆκε θεοῖς Σαμόθρηιξι λέγων ὅτι τήνδε κατʼ εὐχήν,
-
ὦ μεγάλοι, σωθεὶς ἐξ ἁλὸς ὧδʼ ἔθετο.
-
Εὐμαθίην ἠιτεῖτο διδοὺς ἐμὲ Σῖμος ὁ Μίκκου
-
ταῖς Μούσαις· αἳ δὲ Γλαῦκος ὅκως ἔδοσαν
-
ἀντʼ ὀλίγου μέγα δῶρον. ἐγὼ δʼ ἀνὰ τῆιδε κεχηνώς
-
κεῖμαι τοῦ Σαμίου διπλόον ὁ τραγικός
-
παιδαρίων Διόνυσος ἐπήκοος· οἳ δὲ λέγουσιν
-
ʼἱερὸς δ̔ πλόκαμοσʼ τοὐμὸν ὄνειαρ ἐμοί.
-
τῆς Ἀγοράνακτός με λέγε ξένε κωμικὸν ὄντως
-
ἀγκεῖσθαι νίκης μάρτυρα τοῦ Ῥοδίου
-
Πάμφιλον, οὐ μὲν ἔρωτι δεδαγμένον, ἥμισυ δʼ ὀπτῆι
-
ἰσχάδι καὶ λύχνοις Ἴσιδος εἰδόμενον.
-
τὴν Φρυγίην Αἴσχρην, ἀγαθὸν γάλα, πᾶσιν ἐν ἐσθλοῖς
-
Μίκκος καὶ ζωὴν οὖσαν ἐγηροκόμει
-
καὶ φθιμένην ἀνέθηκεν, ἐπεσσομένοισιν ὁρᾶσθαι,
-
ἡ γρῆυς μαστῶν ὡς ἀπέχει χάριτας.
-
τέσσαρες αἱ Χάριτες, ποτὶ γὰρ μία ταῖς τρισὶ τήναις
-
ἄρτι ποτεπλάσθη κἤτι μύροισι νοτεῖ.
-
εὐαίων ἐν πᾶσιν ἀρίζαλος Βερενίκα,
-
ἇς ἄτερ οὐδʼ αὐταὶ ταὶ Χάριτες Χάριτες.
-
τὸν τὸ καλὸν μελανεῦντα Θεόκριτον, εἰ μὲν ἔμʼ ἔχθει,
-
τετράκι μισοίης, εἰ δὲ φιλεῖ, φιλέοις·
-
ναιχὶ πρὸς εὐχαίτεω Γανυμήδεος, οὐράνιε Ζεῦ·
-
καὶ σύ ποτʼ ἠράσθης — οὐκέτι μακρὰ λέγω.
-
καὶ πάλιν Εἰλήθυια Λυκαινίδος ἐλθὲ καλεύσης
-
εὔλοχος ὠδίνων ὧδε σὺν εὐτοκίηι,
-
ὡς τόδε νῦν μέν, ἄνασσα, κόρης ὕπερ, ἀντὶ δὲ παιδός
-
ὕστερον εὐώδης ἄλλο τι νηὸς ἔχοι.
-
τὸ χρέος ὡς ἀπέχεις Ἀσκλήπιε, τὸ πρὸ γυναικός
-
Δημοδίκης Ἀκέσων ὤφελεν εὐξάμενος,
γινώσκειν, ἤν δʼ ἆρα λάθηι καί † μιν ἀπαιτῆις,
-
φησὶ παρέξεσθαι μαετυρίην ὁ πίναξ.
-
τῶι με Κανωπίται Καλλίστιον εἴκοσι μύξαις
-
πλούσιον ἁ Κριτίου λύχνον ἔθηκε θεῶι
-
εὐξαμένα περὶ παιδὸς Ἀπελλίδος· ἐς δʼ ἐμὰ φέγγη
-
ἀθρήσας φάσεις ʼἝσπερε πῶς ἔπεσεσʼ.
-
φησὶν ὅ με στήσας Εὐαίνετος (οὐ γὰρ ἔγωγε
-
γινώσκω) νίκης ἀννί με τῆς ἰδίης
-
ἀγκεῖσθαι χάλκειον ἀλέκτορα Τυνδαρίδηισι·
-
πιστεύω Φαίδρου παιδὶ Φιλοξενίδεω.
-
Ἰναχίης ἕστηκεν ἐν Ἴσιδος ἡ Θάλεω παῖς
-
Αἰσχυλὶς Εἰρήνης μητρὸς ὑποσχεσίηι.
-
τίς, ξένος ὦ ναυηγέ; Λεόντιχος ἐνθ·άδε νεκρόν
-
εὗρέ σʼ ἐπʼ αἰγιαλοῦ χῶσέ τε τῶιδε τάφωι
-
δακρύσας ἐπίκηρον ἑὸν βίον· οὐδὲ γὰρ αὐτός
-
ἥσυχον, αἰθυίηι δʼ ἶσα θαλασσοπορεῖ.
-
εὐδαίμων ὅτι τἄλλα μανεὶς ὡρχαῖος Ὀρέστας,
-
† λευκαρετανμαν οὐκ ἐμάνη μανίαν
-
οὐδʼ ἔλαβʼ ἐξέτασιν τῶ Φωκέος ἅτις ἐλέγχει
-
τὸν φίλον, † ἀλλαιχʼ ἓν δρᾶμʼ ἐδίδαξε μόνον·
ἦ τάχα κα τὸν ἑταῖρον ἀπώλεσε τοῦτο ποήσας —
-
κἠγὼ τὼς πολλὼς οὐκέτʼ ἔχω Πυλάδας.
-
οἵτινες Ἀλείοιο παρέρπετε σῆμα Κίμωνος,
-
ἴστε τὸν Ἱππαίου παῖδα παρερχόμενοι.
-
Αἴνιε, καὶ σὺ γὰρ ὧδε, Μενέκρατες, οὐκ ἐπὶ πουλύ
-
ἦσθα· τί δέ, ξείνων λῶιστε, κατειργάσατο;
-
ἦ ῥα τὸ καὶ Κένταυρον; ʼὅ μοι πεπρωμένος ὕπνος
-
ἦλθεν, ὁ δὲ τλήμων οἶνος ἔχει πρόφασινʼ.
-
Κυνθιάδες θαρσεῖτε, τὰ γὰρ τοῦ Κρητὸς Ἐχέμμα
-
κεῖται ἐν Ὀρτυγίηι τόξα παρʼ Ἀρτέμιδι,
-
οἷς ὑμέων ἐκένωσεν ὄρος μέγα· νῦν δὲ πέπαυται,
-
αἶγες, ἐπεὶ σπονδὰς ἡ θεὸς εἰργάσατο.
-
οὕτως ὑπνώσαις Κωνώπιον, ὡς ἐμὲ ποιεῖς
-
κοιμᾶσθαι ψυχροῖς τοῖσδε παρὰ προθύροις.
-
οὕτως ὑπνώσαις ἀδικωτάτη, ὡς τὸν ἐραστήν
-
κοιμίζεις, ἐλέου δʼ οὐδʼ ὄναρ ἠντίασας.
-
γείτονες οἰκτείρουσι, σὺ δʼ οὐδʼ ὄναρ. ἡ πολιὴ δέ
-
αὐτίκʼ ἀναμνήσει ταῦτά σε πάντα κόμη.
Perseus data entry
+This pointer pattern extracts epigram and line
+This pointer pattern epigram
+ἄττα γέρον, δοιός με καλεῖ γάμος· ἡ μία μὲν δή
νύμφη καὶ πλούτωι καὶ γενεῆι κατʼ ἐμέ,
ἡ δʼ ἑτέρη προβέβηκε· τί λώιον; εἰ δʼ ἄγε σύμ μοι
βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω.
ἠνίδε, κεῖνοί τοι πᾶν ἐρέουσιν ἔπος.
κείνων ἔρχεοφησὶ
μετʼ ἴχνια. χὠ μὲν ἐπέστη
τὴν κατὰ σαυτὸν ἔλα.
τὸ σκότος· ὑμέων γὰρ πλείονες εἰν Ἀίδηι.
νικῶφησὶ τὸ μακρότατον,
πῶς ἔβαλες; φησί
σκληρὰ τὰ γιγνόμενα.
Θῆρις Ἀρισταίου Κρήςἐπʼ ἐμοὶ δολιχός.
εἰ τὸν Ἀρίμμα
τοῦ Κυρηναίου παῖδα λέγεις, ὑπʼ ἐμοί.
πολὺ σκότος. αἱ δʼ ἄνοδοι τί;
ψεῦδος. ὁ δὲ Πλούτων;
μῦθος. ἀπωλόμεθα.
οὗτος ἐμὸς λόγος ὔμμιν ἀληθινός· εἰ δὲ τὸν ἡδύν
βούλει, Πελλαίου βοῦς μέγας εἰν Ἀίδηι.
Τιμονόη.τίς δʼ ἐσσί; μὰ δαίμονας, οὔ σʼ ἂν ἐπέγνων,
φεῦγε θαλάσσηι
συμμίσγειν ἐρίφων ναυτίλε δυομένων.
Ἥλιε χαῖρεΚλεόμβροτος Ὡμβρακιώτης
ἄλλος ἔχει.
Διοκλέος. οὐδʼ Ἀχελῶιος
τῆ, τόδε βέβληται θηρίονοὐκ ἔλαβεν.
τίς; Ἀρχῖνος
ποῖος; ὁ Κρής
δέχομαι.
τῆ, κέρας τοι
δίδωμι καὶ φαρέτρην
Σάραπι· τοὺς δʼ ὀιστούς
ἔχουσιν ʼΕσπερῖται.
τὴν δρῆστιν μὴ ὑποδέχεσθε νέοι.
Ληφθήσει, περίφευγε Μενέκρατεςεἶπα Πανήμου
κείρευ τὰ πτερὰ παιδάριον,
οὐδʼ ὅσον ἀττάραγόν τυ δεδοίκαμες· αἱ γὰρ ἐπωιδαί
ἱερὸς δ̔ πλόκαμοςτοὐμὸν ὄνειαρ ἐμοί.
Ἕσπερε πῶς ἔπεσες.
ὅ μοι πεπρωμένος ὕπνος
ἦλθεν, ὁ δὲ τλήμων οἶνος ἔχει πρόφασιν.
-
-
-
-
ξεῖνος Ἀταρνείτης τις ἀνείρετο Πιττακὸν οὕτω
-
τὸν Μυτιληναῖον, παῖδα τὸν Ὑρράδιον
-ἄττα γέρον, δοιός με καλεῖ γάμος· ἡ μία μὲν δὴ
-
-
νύμφη καὶ πλούτῳ καὶ γενεῇ κατʼ ἐμέ,
-
ἡ δʼ ἑτέρη προβέβηκε· τί λώιον; εἰ δʼ ἄγε σύμ μοι
-
βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω.
εἶπεν· ὁ δέ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας,
-
-ἠνίδε, κεῖνοί σοι πᾶν ἐρέουσιν ἔπος.
-
οἱ δʼ ἄρʼ ὑπὸ πληγῇσι θοὰς βέμβικας ἔχοντες
-
ἔστρεφον εὐρείῃ παῖδες ἐνὶ τριόδῳ.
-
-κείνων ἔρχεο,
φησί, μετʼ ἴχνια.
χὡ μὲν ἐπέστη
-
πλησίον· οἱ δʼ ἔλεγον· τὴν κατὰ σαυτὸν ἔλα.
-
ταῦτʼ ἀίων ὁ ξεῖνος· ἐφείσατο μείζονος οἴκου
-
δράξασθαι, παίδων κληδόνα
τὴν δʼ ὀλίγην ὡς κεῖνος ἐς οἰκίον ἤγετο νύμφην.
-
οὕτω καὶ σύ γʼ ἰὼν
-
-
-
-
εἶπέ τις, Ἡράκλειτε, τεὸν μόρον, ἐς δέ με δάκρυ
-
ἤγαγεν, ἐμνήσθην δʼ ὁσσάκις ἀμφότεροι
-
ἥλιον ἐν λέσχῃ κατεδύσαμεν· ἀλλὰ σὺ μέν που,
-
ξεῖνʼ Ἁλικαρνησεῦ, τετράπαλαι σποδιή·
-
αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ᾗσιν ὁ πάντων
-
ἁρπακτὴς Ἀίδης οὐκ ἐπὶ χεῖρα βαλεῖ.
-
-
-
-
-
[Ὀξεῖαι πάντῃ περὶ τὸν τάφον εἰσὶν ἄκανθαι
-
καὶ σκόλοπες· βλάψεις τοὺς πόδας, ἢν προσίῃς·]
-
Τίμων μισάνθρωπος ἐνοικέω. ἀλλὰ πάρελθε
-
οἰμώζειν εἴπας πολλά, πάρελθε μόνον.
-
-
-
-
-
μὴ χαίρειν εἵπῃς με, κακὸν κέαρ, ἀλλὰ πάρελθε·
-
ἶσον ἐμοὶ χαίρειν ἐστὶ τὸ μὴ σὲ γελᾶν.
-
-
-
-
Τίμων, οὐ γὰρ ἔτʼ ἐσσί, τί τοι, σκότος ἢ φάος
-
ἐχθρόν;
-
-τὸ σκότος· ὑμέων γὰρ πλείονες εἰν Ἀίδῃ.
-
-
-
-
-
κόγχος ἐγώ, Ζεφυρῖτι, παλαίτερος
Κύπρι, Σεληναίης ἄνθεμα πρῶτον ἔχεις,
-
ναυτίλος
τείνας οἰκείων λαῖφος ἀπὸ προτόνων,
-
εἰ δὲ Γαληναίη, λιπαρὴ θεός, οὖλος ἐρέσσων,
-
ποσσί νί??ν
ἔστʼ ἔπεσον παρὰ θῖνας Ἰουλίδας, ὄφρα γένωμαι
-
σοὶ τὸ περίσκεπτον παίγνιον, Ἀρσινόη,
-
μηδέ μοι ἐν θαλάμῃσιν ἔθʼ ὡς πάρος, εἰμί γὰρ ἄπνους,
-
τίκτηται νοτερῆς
Κλεινίου ἀλλὰ θυγατρὶ δίδου χάριν. οἶδε γὰρ ἐσθλὰ
-
ῥέζειν καὶ Σμύρνης ἐστὶν ἀπʼ Αἰολίδος.
-
-
-
-
-
τοῦ Σαμίου
δεξαμένου, κλείω
καὶ ξανθὴν Ἰόλειαν, Ὁμήρειον δὲ καλεῦμαι
-
γράμμα· Κρεωφύλῳ, Ζεῦ φίλε, τοῦτο μέγα.
-
-
-
-
-
στήλην μητρυιῆς, μικρὰν
ὡς βίον ἠλλάχθαι καὶ τρόπον οἰόμενος·
-
ἡ δὲ τάφῳ κλινθέντα κατέκτανε παῖδα πεσοῦσα·
-
φεύγετε μητρυιῆς καὶ τάφον οἱ πρόγονοι.
-
-
-
-
-
ἦλθε Θεαίτητος καθαρὴν ὁδόν. εἰ δʼ ἐπὶ κισσὸν
-
τὸν τεὸν οὐχ αὕτη, Βάκχε, κέλευθος ἄλει,
-
ἄλλων μὲν κήρυκες ἐπὶ βραχὺν οὔνομα καιρὸν
-
φθέγξονται, κείνου δʼ Ἑλλὰς ἀεὶ σοφίην.
-
-
-
-
-
μικρή τις, Διόνυσε, καλὰ πρήσσοντι ποιητῇ
-
ῥῆσις· ὁ μὲν "νικῶ" φησὶ τὸ μακρότατον,
-
ᾦ δὲ σὺ μὴ πνεύσῃς ἐνδέξιος,
-πῶς ἔβαλεσ"; φησί "σκληρὰ τὰ γιγνόμενα.
-
τῷ μερμηρίξαντι τὰ μὴ ἔνδικα τοῦτο γένοιτο
-
τοὖπος· ἐμοὶ δʼ, ὦναξ, ἡ βραχυσυλλαβίη.
-
-
-
-
-
τῇδε Σάων ὁ Δίκωνος Ἀκάνθιος ἱερὸν ὕπνον
-
κοιμᾶται. θνῄσκειν μὴ λέγε τοὺς ἀγαθούς.
-
-
-
-
-
ἤν δίζῃ Τίμαρχον ἐν Ἄιδος, ὄφρα πύθηαι
-
ἤ τι περὶ ψυχῆς ἤ πάλι πῶς ἔσεαι,
-
δίζεσθαι φυλῆς Πτολεμαίδος υἱέα πατρὸς
-
Παυσανίου· δήεις δʼ αὐτὸν ἐν εὐσεβέων.
-
-
-
-
-
σύντομος ἦν ὁ ξεῖνος· ὃ καὶ στίχος οὐ μακρὰ λέξων
-
-Θῆρις Ἀρισταίου Κρής
ἐπʼ ἐμοὶ δολιχός.
-
-
-
-
-
Κύζικον ἢν ἔλθῃς, ὀλίγος πόνος Ἱππακὸν εὑρεῖν
-
καὶ Διδύμην· ἀφανὴς οὔ τι γὰρ ἡ γενεή.
-
καί σφιν ἀνιηρὸν μὲν ἐρεῖς ἔπος, ἔμπα δὲ λέξαι
-
τοῦθʼ, ὅτι τὸν κείνων ὧδʼ ἐπέχω Κριτίην.
-
-
-
-
-
ἦ ῥʼ ὑπὸ σοὶ Χαρίδας ἀναπαύεται; εἰ τὸν Ἀρίμμα
-
-
τοῦ Κυρηναίου παῖδα λέγεις, ὑπʼ ἐμοί.
ὦ Χαρίδα, τί τὰ νέρθε; πολὺ σκότος.
αἱ δʼ ἄνοδοι τί;
-
-ψεῦδος.
ὁ δὲ Πλούτων; μῦθος.
ἀπωλόμεθα.
-
-οὗτος ἐμὸς λόγος ὔμμιν ἀληθινός· εἰ δὲ τὸν ἡδὺν
-
-
βούλει, Πελλαίου βοῦς μέγας εἰν Ἀίδῃ.
-
-
-
-
δαίμονα τίς δʼ εὖ οἶδε τὸν αὔριον; ἁνίκα καὶ σέ
-
Χάρμι, τὸν ὀφθαλμοῖς χθιζὸν ἐν ἁμετέροις
-
τᾷ ἑτέρᾳ κλαύσαντες ἐθάπτομεν· οὐδὲν ἐκείνου
-
εἶδε πατὴρ Διοφῶν χρῆμʼ ἀνιαρότερον.
-
-
-
-
-
-Τιμονόη.
τίς δʼ ἐσσί; μὰ δαίμονας, οὔ σʼ ἂν ἐπέγνων,
-
εἰ μὴ Τιμοθέου πατρὸς ἐπῆν ὄνομα
-
στήλῃ καὶ Μήθυμνα, τεὴ πὸηις. ἦ μέγα φημὶ
-
χῆρον ἀνιᾶσθαι σὸν πόσιν Εὐθυμένη.
-
-
-
-
-
Κρηθίδα τὴν πολύμυθον, ἐπισταμένην καλὰ παίζειν
-
δίζηνται Σαμίων πολλάκι θυγατέρες,
-
ἡδίστην συνέριθον ἀεὶ λάλον· ἡ δʼ ἀποβρίξει
-
ἐνθάδε τὸν πάδαις ὕπνον ὀφειλόμενον.
-
-
-
-
-
ὤφελε μηδʼ ἐγένοντο θοαὶ νέες· οὐ γὰρ ἂν ἡμεῖς
-
παῖδα Διοκλείδου Σώπολιν ἐστένομεν.
-
νῦν δʼ ὁ μὲν εἰν ἁλί που φέρεται νέκυς, ἀντὶ δʼ ἐκείνου
-
οὔνομα καὶ κενεὸν σῆμα παρερχόμεθα.
-
-
-
-
-
Νάξιος οὐκ ἐπὶ γῆς ἔθανεν Λύκος, ἀλλʼ ἐνὶ πόντῳ
-
ναῦν ἅμα καὶ ψυχὴν εἶδεν ἀπολλυμένην,
-
ἔμπορος Αἰγίνηθεν ὅτʼ ἔπλεε. χὠ μὲν ἐν ὑγρῇ
-
νεκρός, ἐγὼ δʼ ἄλλως οὔνομα τύμβος ἔχων
-
κηρύσσω πανάληθες ἔπος τόδε φεῦγε θαλάσσῃ
-
-
συμμίσγειν ἐρίφων, ναυτίλε, δυομἐνων.
-
-
-
-
Δωδεκέτη τὸν παῖδα πατὴρ ἀπέθηκε Θίλιππος
-
ἐνθάδε, τὴν πολλὴν ἐλπίδα, Νικοτέλην.
-
-
-
-
-
Ἠῷοι Μελάνιππον ἐθάπτομεν, ἠελίου δὲ
-
δυομένου Βασιλὼ κάτθανε παρθενικὴ
-
αὐτοχερί· ζώειν γὰρ ἀδελφεὸν ἐν πυρὶ θεῖσα
-
οὐκ ἔτλη. δίδυμον δʼ οἶκος ἐσεῖδε κακὸν
-
πατρὸς Ἀριστίπποιο, κατήφησεν δὲ Κυρήνη
-
πᾶσα τὸν εὔτεκνον χῆρον ἰδοῦσα δόμον.
-
-
-
-
-
ὅστις ἐμὸν παρὰ σῆμα φέρεις πόδα, Καλλιμάχου με
-
ἴσθι Κυρηναίου παῖδά τε καὶ γενέτην.
-
εἰδείης δʼ ἄμφω κεν· ὁ μέν κοτε πατρίδος ὅπλων
-
ἦρξεν, ὁ δʼ ἤεισεν κρέσσονα βασκανίης·
-
οὐ νέμεσις· Μοῦσαι γὰρ ὅσους ἴδον ὄμματι παῖδας
-
μὴ λοξῷ, πολιοὺς οὐκ ἀπέθεντο φίλους.
-
-
-
-
-
Ἀστακίδην τὸν Κρῆτα τὸν αἰπόλον ἥρπασε Νύμφη
-
ἐξ ὄρεος, καὶ νῦν ἱερὸς Ἀστακίδης.
-
οὐκέτι Δικταίῃσιν ὑπὸ δρυσίν, οὐκέτι Δάφνιν
-
ποιμένες, Ἀστακίδην δʼ αἰὲν ἀεισόμεθα.
-
-
-
-
-
εἴπας "Ἥλιε χαῖρε" Κλεόμβροτος Ὡμβρακιώτης
-
ἥλατʼ ἀφʼ ὑψηλοῦ τείχεος εἰς Ἀίδην,
-
ἄξιον οὐδὲν ἰδὼν θανάτου κακόν, ἀλλά Πλάτωνος
-
ἓν τὸ περὶ ψυχῆς γράμμʼ ἀναλεξάμενος.
-
-
-
-
-
ἥρως Ἠετίωνος ἐπίσταθμος Ἀμφιπολίτεω
-
ἵδρυμαι μικρῷ μικρὸς ἐπὶ προθύρῳ
-
λοξὸν ὄφιν καὶ μοῦνον ἔχων ξίφος· ἀνδρὶ δʼ Ἐπειῷ
-
θυμωθεὶς πεζὸν κἀμὲ παρῳκίσατο.
-
-
-
-
-
ὤμοσε Καλλίγνωτος Ἰωνίδι μήποτʼ ἐκείνης
-
ἕξειν μήτε φίλον κρέσσονα μήτε φίλην.
-
ὤμοσεν· ἀλλὰ λέγουσιν ἀληθέα τοὺς ἐν ἔρωτι
-
ὅρκους μὴ δύνειν οὔατʼ ἐς ἀθανάτων.
-
νῦν δʼ ὁ μὲν ἀρσενικῷ θέρεται πυρί· τῆς δὲ ταλαίνης
-
νύμφης ὡς Μεγαρέων οὐ λόγος οὐδʼ ἀριθμός.
-
-
-
-
-
εἶχον ἀπὸ σμικρῶν ὀλίγον βίον οὔτε τι δεινὸν
-
ῥέζων οὔτʼ ἀδικῶν οὐδένα. γαῖα φίλη,
-
Μικύλος εἴ τι πονηρὸν ἐπῄνεσα, μήτε σὺ κούφη
-
γίνεο μήτʼ ἄλλοι δαίμονες οἴ μʼ ἔχετε.
-
-
-
-
-
Ἡσιόδου τό τʼ ἄεισμα καὶ ὁ τρόπος· οὐ τὸν ἀοιδὸν
-
ἔσχατον, ἀλλʼ ὀκνέω μὴ τὸ μελιχρότατον
-
τῶν ἐπέων ὁ Σολεὺς ἀπεμάζατο· χαίρετε λεπταὶ
-
ῥήσιες, Ἀρήτου σύντονος ἀγρυπνίη.
-
-
-
-
-
ἐχθαίρω τό ποίημα τὸ κυκλικόν, οὐδὲ κελεύθῳ
-
χαίρω τίς πολλοὺς ὧδε φέρει,
-
μισῶ καὶ περίφοιτον ἐρώμενον, οὐδʼ ἀπὸ κρήνης
-
πίνω· σικχαίνω πάντα τὰ δημόσια.
-
Λυσανίη, σὺ δὲ ναιχὶ καλὸς καλός—ἀλλὰ πρὶν εἰπεῖν
-
τοῦτο σαφῶς Ἠχώ, φησί τις ἄλλος ἔχει.
-
-
-
-
-
ἔγχει καὶ πάλιν εἰπὲ Διοκλέος.
οὐδʼ Ἀχελῷος
-
κείνου τῶν ἱερῶν αἰσθάνεται κυάθων.
-
καλὸς ὁ παῖς, Ἀχελῷε, λίην καλός, εἰ δέ τις οὐχὶ
-
φησίν—ἐπισταίμην μοῦνος ἐγὼ τὰ καλά.
-
-
-
-
-
Θεσσαλικὲ Κλεόνικε, τάλαν, τάλαν, οὐ μὰ τὸν ὀξὺν
-
ἥλιον, οὐκ ἔγνων· σχέτλιε, ποῦ γέγονας;
-
ὀστέα σοὶ καὶ μοῦνον ἔτι τρίχες· ἦ ῥά σε δαίμων
-
οὑμὸς ἔχει, χαλεπῇ δʼ ἤντεο θευμορίῃ;
-
ἔγνων· Εὐξίθεός σε συνήρπασε, καὶ σὺ γὰρ ἐλθὼν
-
τὸν καλόν, ὦ μοχθήρʼ, ἔβλεπες ἀμφοτέροις.
-
-
-
-
-
Ὡγρευτής, Ἐπίκυδες, ἐν οὔρεσι πάντα λαγωὸν
-
διφᾷ καὶ πάσης ἴχνια δορκαλίδος
-
στείβῃ καὶ νιφετῷ κεχρημένος,
-τῆ, τόδε βέβληται θηρίον,
οὐκ ἔλαβεν.
-
χοὐμὸς ἔρως τοιόσδε· τὰ γὰρ φεύγοντα διώκειν
-
οἶδε, τὰ δʼ ἐν μέσσῳ κείμενα παρπέτεται.
-
-
-
-
-
Οἶδʼ ὅτι μοι πλούτου κενεαὶ κενεαὶ χέρες, ἀλλά, Μένιππε,
-
μὴ λέγε πρὸς Χαρίτων τοὐμὸν ὄνειρον ἐμοί.
-
ἀλγέω τήν διὰ παντὸς ἔπος τόδε πικρὸν ἀκούων·
-
ναὶ φίλε, τῶν παρὰ σοῦ τοῦτʼ ἀνεραστότατον.
-
-
-
-
-
Ἄρτεμι, τὶν τόδʼ ἄγαλμα Φιληρατὶς εἵσατο τῇδε·
-
ἀλλὰ σὺ μὲν δέξαι, πότνια, τὴν δὲ σάω.
-
-
-
-
-
τίν με, λεοντάγχʼ ὦνα συοκτόνε, φήγινον ὄζον
-
θῆκε "τίς;" Ἀρχῖνος. "ποῖος;" ὁ Κρής.
-
-δέχομαι.
-
-
-
-
-
Βαττιάδεω παρὰ σῆμα φέρεις πόδας εὖ μέν ἀοιδὴν
-
εἰδότος, εὖ δʼ οἴνῳ καίρια συγγελάσαι.
-
-
-
-
-
ὁ Λύκτιος Μενίτας
-
τὰ τόξα ταῦτʼ ἐπειπὼν
-
ἔθηκε τῆ, κέρας τοι
-
-
δίδωμι καὶ φαρέτρην,
-
Σάραπι· τοὺς δʼ ὀιστοὺς
-
ἔχουσιν Ἑσπερῖται.
-
-
-
-
τὰ δῶρα τἀφροδίτῃ
-
Σῖμον ἡ περίφοιτος, εἰκόνʼ αὑτῆς,
-
ἔθηκε τήν τε μίτρην
-
ἣ μαστοὺς ἐφίλησε τόν τε πανόν,
-
αὐτοὺς θʼ οὕς ἐφόρει τάλαινα θύρσους.
-
-
-
-
Δήμητρι τῇ Πυλαίῃ
-
τῇ τοῦτον οὑκ Πελασγῶν
-
Ἀκρίσιος τὸν νηὸν ἐδείματο, ταῦθʼ ὁ Ναυκρατίτης
-
καὶ τῇ κάτω θυγατρὶ
-
τὰ δῶρα Τιμόδημος
-
εἵσατο τῶν κερδέων δεκατεύματα· καὶ γὰρ εὔξαθʼ οὕτως.
-
-
-
-
-
Ἱερέη Δήμητρος ἐγώ ποτε καὶ πάλιν Καβείρων,
-
ὦνερ, καὶ μετέπειτα Δινδυμήνης
-
ἡ γρῆυς γενόμην, ἡ νῦν κόνις, ἡ ʼν [ὄτλοις Ἐλευθοῦς]
πολλῶν προστασίη νέων γυναικῶν.
-
καί μοι τέκνʼ ἐγένοντο δύʼ ἄρσενα, κἠπέμυσʼ ἐκείνων
-
εὐγήρως ἐνὶ χερσίν· ἕρπε χαίρων.
-
-
-
-
-
ἥμισύ μευ ψυχῆς ἔτι τὸ πνέον, ἥμισυ δʼ οὐκ οἶδʼ
-
εἴτʼ Ἔρος εἴτʼ Ἀίδης ἥρπασε, πλὴν ἀφανές.
-
ἦ ῥά τινʼ ἐς παίδων πάλιν ᾤιχετο; καὶ μὲν ἀπεῖπον
-
πολλάκι τὴν δρῆστιν μὴ ὑποδέχεσθε νέοι.
-
οὖ τις συνδιφήσον· ἐκεῖσε γὰρ ἡ λιθόλευστος
-
κείνη καὶ δύσερως οἶδʼ ὅτι που στρέφεται.
-
-
-
-
-
εἰ μὲν ἑκών, Ἀρχῖνʼ, ἐπεκώμασα, μυρία μέμφου,
-
εἰ δʼ ἄκων ἥκω, τὴν προπέτειαν ἔα.
-
ἄκρητος καὶ Ἔρως μʼ ἠνάγκασαν, ὧν ὁ μὲν αὐτῶν
-
εἷλκεν, ὁ δʼ οὐκ εἴα τὴν προπέτειαν ἐᾶν.
ἐλθὼν δʼ οὐκ ἐβόησα, τίς ἢ τίνος, ἀλλʼ ἐφίλησα
-
τὴν φλιήν· εἰ τοῦτʼ ἔστʼ ἀδίκημʼ, ἀδικέω.
-
-
-
-
-
ἕλκος ἔχων ὁ ξεῖνος ἐλάνθανεν· ὡς ἀνιηρὸν
-
πνεῦμα διὰ στηθέων ʽεἶδες ; ʼ ἀνηγάγετο,
-
τὸ τρίτον ἡνίκʼ ἔπινε, τὰ δὲ ῥόδα φυλλοβολεῦντα
-
τὠνδρὸς ἀπὸ στεφάνων
ὤπτηται μέγα δή τι· μὰ δαίμονας οὐκ ἀπὸ ῥυσμοῦ
-
εἰκάζω, φωρὸς δʼ ἴχνια φὼρ ἔμαθον.
-
-
-
-
-
ἔστι τι ναὶ τὸν Πᾶνα κεκρυμμένον, ἔστι τι ταύτῃ
-
ναὶ μὰ Διώνυσον πῦρ ὑπὸ τῇ σποδιῇ·
-
οὐ θαρσέω· μὴ δή με περίπλεκε. πολλάκι λήθει
-
τοῖχον ὑποτρώγων ἡσύχιος ποταμός·
-
τῶ καὶ νῦν δείδοικα, Μενέξενε, μή με παρεισδὺς
-
οὗτος ὁ σιγέρπης
-
-
-
-
-Ληφθήσει, περίφευγε, Μενέκρατες
εἶπα Πανήμου
-
εἰκάδι, καὶ Λώιου τῇ τίνι ; τῇ δεκάτῃ
-
ἦλθεν ὁ βοῦς ὑπʼ ἄροτρον ἑκούσιος. εὖ γʼ ἐμὸς Ἑρμῆς,
-
εὖ γʼ ἐμός· οὐ παρὰ τὰς εἴκοσι μεμφόμεθα.
-
-
-
-
-
ὡς ἀγαθὰν Πολύφαμος ἀνεύρετο τὰν ἐπαοιδὰν
-
τὠραμένῳ· ναὶ Γᾶν, οὐκ ἀμαθὴς ὁ Κύκλωψ·
-
αἱ Μοῦσαι τὸν ἔρωτα κατισχναίνοντι, Φίλιππε·
-
ἦ πανακὲς πάντων φάρμακον ἁ σοφία.
-
τοῦτο, δοκέω, χἀ λιμὸς ἔχει μόνον ἐς τὰ πονηρὰ
-
τὠγαθόν· ἐκκόπτει τὰν φιλόπαιδα νόσον.
-
ἔσθʼ ἁμῖν χἄκαστά σʼ
-τουτί, παῖ,
-
οὐδʼ ὅσον ἀττάραγόν τυ δεδοίκαμες· αἱ γὰρ ἐπῳδαὶ
-
οἴκοι τῶ χαλεπῶ τραύματος ἀμφότεραι.
-
-
-
-
τὴν ἁλίην Εὔδημος, ἑφʼ ἧς
χειμῶνας μεγάλους ἐξέφυγεν δανέων,
-
θῆκε θεοῖς Σαμόθρᾳξι λέγων ὅτι τήνδε κατʼ εὐχήν,
-
ὦ λαοί, σωθεὶς ἐξ ἁλὸς ὧδʼ ἔθετο.
-
-
-
-
-
Εὐμαθίην ᾐτεῖτο διδοὺς ἐμὲ Σῖμος ὁ Μίκκου
-
ταῖς Μούσαις· αἱ δὲ Γλαῦκος ὅκως ἔδοσαν
-
ἀντʼ ὀλίγου μέγα δῶρον. ἐγὼ δʼ ἀνὰ τῇδε
κεῖμαι τοῦ Σαμίου διπλόον ὁ τραγικὸς
-
παιδαρίων Διόνυσος ἐπήκοος· οἱ δὲ λέγουσιν
-
-ἱερὸς ὁ πλόκαμος
τοὐμὸν ὄνειαρ ἐμοί.
-
-
-
-
-
τῆς Ἀγοράνακτός με λέγε, ξένε, κωμικὸν ὄντως
-
ἀγκεῖσθαι νίκης μάρτυρα τοῦ Ῥοδίου
-
Πάμφιλον, οὐχ ἕνʼ
ἰσχάδι καὶ λύχνοις Ἴσιδος εἰδόμενον.
-
-
-
-
-
τὴν Φρυγίην Αἴσχρην, ἀγαθὸν γάλα, πᾶσιν ἐν ἐσθλοῖς
-
Μίκκος καὶ ζωὴν οὖσαν ἐγηροκόμει
-
καὶ φθιμένην ἀνέθηκεν ἐπεσσομένοισιν ὁρᾶσθαι,
-
ἡ γρῆυς μαστῶν ὡς ἀπέχει χἀριτας.
-
-
-
-
-
τέσσαρες αἱ Χάριτες· ποτὶ γὰρ μία ταῖς τρισὶ τήναις
-
ἄρτι ποτεπλάσθη κἤτι μύροισι νοτεῖ.
-
εὐαίων ἐν πᾶσιν ἀρίζαλος Βερενίκα,
-
ἇς ἄτερ οὐδʼ αὐταὶ ταὶ Χάριτες Χάριτες.
-
-
-
-
-
τὸν τὸ καλὸν μελανεῦντα Θεόκριτον, εἰ μὲν ἔμʼ ἔχθει,
-
τετράκι μισοίης, εἰ δὲ φιλεῖ, φιλέοις·
-
ναιχὶ πρὸς εὐχαίτεω Γανυμήδεος, οὐράνιε Ζεῦ,
-
καὶ σύ ποτʼ ἠράσθης—οὐκέτι μακρὰ λέγω.
-
-
-
-
-
καὶ πάλιν, Εἰλήθυια, Λυκαινίδος ἐλθὲ καλεύσης
-
εὔλοχος ὠδίνων ὧδε οὺν εὐτοκίῃ,
-
ὡς τόδε νῦν μέν, ἄνασσα, κόρης ὕπερ, ἀντὶ δὲ παιδὸς
-
ὕστερον εὐώδης ἄλλο τι νηὸς ἔχοι.
-
-
-
-
-
τὸ χρέος ὡς ἀπέχεις, Ἀσκληπιέ, τὸ πρὸ γυναικὸς
-
Δημοδίκης Ἀκέσων ὤφελεν εὐξάμενος,
-
γινώσκειν· ἢν δʼ ἆρα λάθῃ,
φησὶ παρέξεσθαι μαρτυρίην ὁ πίναξ.
-
-
-
-
-
τῷ με Κανωπίτᾳ Καλλίστιον εἴκοσι μύξαις
-
πλούσιον ἁ Κριτίου λύχνον ἔθηκε θεῷ
-
εὐξαμένα περὶ παιδὸς Ἀπελλίδος· ἐς δʼ ἐμὰ φέγγη
-
ἀθρήσας φάσεις "Ἕσπερε πῶς ἔπεσες;"
-
-
-
-
-
φησὶν ὅ με στήσας Εὐαίνετος ʽοὐ γὰρ ἔγωγε
-
γινώσκὠ νίκης ἀντί με τῆς ἰδίης
-
ἀγκεῖσθαι χάλκειον ἀλέκτορα Τυνδαρίδῃσι·
-
πιστεύω Φαίδρου παιδὶ Φιλοξενίδεω.
-
-
-
-
-
Ἰναχίης ἕστηκεν ἐν Ἴσιδος ἡ Θάλεω παῖς
-
Αἰσχυλὶς Εἰρήνης μητρὸς ὑποσχεσίῃ.
-
-
-
-
-
τίς, ξένος ὦ ναυηγέ; Λεόντιχος ἐνθάδε νεκρὸν
-
εὗρεν ἐπʼ αἰγιαλοῦ, χῶσε δὲ τῷδε τάφῳ
-
δακρύσας ἐπίκηρον ἑὸν βίον· οὐδὲ γὰρ αὐτὸς
-
ἥσυχον, αἰθυίῃ δʼ ἶσα θαλασσοπορεῖ.
-
-
-
-
-
εὐδαίμων ὅτι τἄλλα μανεὶς ὡρχαῖος Ὀρέστας
-
Λευκαρέτα τὰν μὰν οὐκ ἐμάνη μανίαν
-
οὐδʼ ἔλαβʼ ἐξέτασιν τῶ Φωκέος ἅτις ἐλέγχει
-
τὸν φίλον· ἀλλʼ αἰ χἢν δρᾶμʼ ἐδίδαξε μόνον,
-
ἦ τάχα κα τὸν ἑταῖρον ἀπώλεσε τοῦτο ποήσας—
-
κἠγὼ τὼς πολλὼς οὐκέτʼ ἔχω Πυλάδας.
-
-
-
-
-
οἵτινες Ἀλείοιο παρέρπετε σῆμα Κίμωνος,
-
ἴστε τὸν Ἱππαίου παῖδα παρερχόμενοι.
-
-
-
-
-
Αἴνιε καὶ σὺ γὰρ ὧδε Μενέκρατες οὐκ ἐπὶ πουλὺ
-
ἦσθα· τί σε, ξείνων λῷστε, κατειργάσατο;
-
ἦ ῥα τὸ καὶ Κένταυρον; ὅ μοι πεπρωμένος ὕπνος
-
-
ἦλθεν, ὁ δὲ τλήμων οἶνος ἔχει πρόφασιν.
-
-
-
-
Κυνθιάδες θαρσεῖτε, τὰ γὰρ τοῦ Κρητὸς Ἐχέμμα
-
καῖται ἐν Ὀρτυγίῃ τόξα παρʼ Ἀρτέμιδι,
-
οἷς ὑμέων ἐκένωσεν ὄρος μέγα· νῦν δὲ πέπαυται,
-
αἶγες, ἐπεὶ σπονδὰς ἡ θεὸς εἰργάσατο.
-
-
-
-
-
οὕτως ὑπνώσαις, Κωνώπιον, ὡς ἐμὲ ποιεῖς
-
κοιμᾶσθαι ψυχροῖς τοῖσδε παρὰ προθύροις.
-
οὕτως ὑπνώσαις, ἀδικωτάτη, ὡς τὸν ἐραστὴν
-
κοιμίζεις, ἐλέου δʼ οὐδʼ ὄναρ ἠντίασας.
-
γείτονες οἰκτείρουσι, σὺ δʼ οὐδʼ ὄναρ. ἡ πολιὴ δὲ
-
αὐτίκʼ ἀναμνήσει ταῦτά σε πάντα κόμη.
-
This pointer pattern extracts epigram and line
+This pointer pattern epigram
+ἄττα γέρον, δοιός με καλεῖ γάμος· ἡ μία μὲν δὴ
νύμφη καὶ πλούτῳ καὶ γενεῇ κατʼ ἐμέ,
ἡ δʼ ἑτέρη προβέβηκε· τί λώιον; εἰ δʼ ἄγε σύμ μοι
βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω.
ἠνίδε, κεῖνοί σοι πᾶν ἐρέουσιν ἔπος.
κείνων ἔρχεο,φησί,
μετʼ ἴχνια.χὡ μὲν ἐπέστη
τὴν κατὰ σαυτὸν ἔλα.
τὸ σκότος· ὑμέων γὰρ πλείονες εἰν Ἀίδῃ.
νικῶφησὶ τὸ μακρότατον,
πῶς ἔβαλες; φησί
σκληρὰ τὰ γιγνόμενα.
Θῆρις Ἀρισταίου Κρήςἐπʼ ἐμοὶ δολιχός.
εἰ τὸν Ἀρίμμα
τοῦ Κυρηναίου παῖδα λέγεις, ὑπʼ ἐμοί.
πολὺ σκότος.αἱ δʼ ἄνοδοι τί;
ψεῦδος.ὁ δὲ Πλούτων;
μῦθος.ἀπωλόμεθα.
οὗτος ἐμὸς λόγος ὔμμιν ἀληθινός· εἰ δὲ τὸν ἡδὺν
βούλει, Πελλαίου βοῦς μέγας εἰν Ἀίδῃ.
Τιμονόη.τίς δʼ ἐσσί; μὰ δαίμονας, οὔ σʼ ἂν ἐπέγνων,
φεῦγε θαλάσσῃ
συμμίσγειν ἐρίφων, ναυτίλε, δυομἐνων.
Ἥλιε χαῖρεΚλεόμβροτος Ὡμβρακιώτης
ἄλλος ἔχει.
Διοκλέος.οὐδʼ Ἀχελῷος
τῆ, τόδε βέβληται θηρίον,οὐκ ἔλαβεν.
τίς;Ἀρχῖνος.
ποῖος;ὁ Κρής.
δέχομαι.
τῆ, κέρας τοι
δίδωμι καὶ φαρέτρην,
Σάραπι· τοὺς δʼ ὀιστοὺς
ἔχουσιν Ἑσπερῖται.
τὴν δρῆστιν μὴ ὑποδέχεσθε νέοι.
εἶδες;ἀνηγάγετο,
Ληφθήσει, περίφευγε, Μενέκρατεςεἶπα Πανήμου
τουτί, παῖ,κείρευ τὰ πτερὰ παιδάριον, τοῦτ εἶπαι Kaibel.
οὐδʼ ὅσον ἀττάραγόν τυ δεδοίκαμες· αἱ γὰρ ἐπῳδαὶ
οἴκοι τῶ χαλεπῶ τραύματος ἀμφότεραι.
ἱερὸς ὁ πλόκαμοςτοὐμὸν ὄνειαρ ἐμοί.
Ἕσπερε πῶς ἔπεσες;
ὅ μοι πεπρωμένος ὕπνος
ἦλθεν, ὁ δὲ τλήμων οἶνος ἔχει πρόφασιν.
Perseus data entry
-
Ζηνὸς ἔοι τί κεν ἄλλο παρὰ σπονδῇσιν ἀείδειν
-
λώιον ἢ θεὸν αὐτόν, ἀεὶ μέγαν, αἰὲν ἄνακτα,
-
Πηλαγόνων Πηλαγόνων ἐλατῆρα.
πῶς καί μιν, Δικταῖον ἀείσομεν ἠὲ Λυκαῖον;
-
ἐν δοιῇ μάλα θυμός, ἐπεὶ γένος ἀμφήριστον.
-
Ζεῦ, σὲ μὲν Ἰδαίοισιν ἐν οὔρεσί φασι γενέσθαι,
-
Ζεῦ, σὲ δʼ ἐν Ἀρκαδίῃ· πότεροι, πάτερ, ἐψεύσαντο;
- Κρῆτες ἀεὶ ψεῦσται·
καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο
-
Κρῆτες ἐτεκτήναντο· σὺ δʼ οὐ θάνες, ἐσσὶ γὰρ αἰεί.
-
ἐν δέ σε Παρρασίῃ
ἔσκεν ὄρος θάμνοισι περισκεπές· ἔνθεν ὁ χῶρος
-
ἱερός, οὐδέ τί μιν κεχρημένον Εἰλειθυίης
-
ἑρπετὸν οὐδὲ γυνὴ ἐπιμίσγεται, ἀλλά ἑ Ῥείης
-
ὠγύγιον καλέουσι λεχώιον Ἀπιδανῆες.
-
ἔνθα σʼ ἐπεὶ μήτηρ μεγάλων ἀπεθήκατο κόλπων
-
αὐτίκα δίζητο ῥόον ὕδατος, ᾧ κε τόκοιο
-
λύματα χυτλώσαιτο, τεὸν δʼ ἐνὶ χρῶτα λοέσσαι.
-
Λάδων ἀλλʼ οὔπω μέγας ἔρρεεν οὐδʼ Ἐρύμανθος,
-
λευκότατος ποταμῶν, ἔτι δʼ ἄβροχος ἦεν ἅπασα
-
Ἀρκαδίη· μέλλεν δὲ μάλʼ εὔυδρος καλέεσθαι
-
αὖτις· ἐπεὶ τημόσδε, Ῥέη ὅτʼ ἐλύσατο μίτρην,
-
ἦ πολλὰς ἐφύπερθε σαρωνίδας ὑγρὸς Ἰάων
-
ἤειρεν, πολλὰς δὲ Μέλας ὤκχησεν ἁμάξας,
-
πολλὰ δὲ Καρνίωνος
ἰλυοὺς ἐβάλοντο κινώπετα, νίσσετο δʼ ἀνὴρ
-
πεζὸς ὑπὲρ Κρᾶθίν τε πολύστιόν
διψαλέος· τὸ δὲ πολλὸν ὕδωρ ὑπὸ ποσσὶν ἔκειτο.
-
καί ῥʼ ὑπʼ ἀμηχανίης σχομένη φάτο πότνια Ῥείη·
- Γαῖα φίλη, τέκε καὶ σύ· τεαὶ δʼ ὠδῖνες ἐλαφραί.
-
εἶπε καὶ ἀντανύσασα θεὴ μέγαν ὑψόθι πῆχυν
-
πλῆξεν ὄρος σκήπτρῳ· τὸ δέ οἱ δίχα πουλὺ διέστη,
-
ἐκ δʼ ἔχεεν μέγα χεῦμα· τόθι χρόα φαιδρύνασα,
-
ὦνα, τεὸν σπείρωσε, Νέδῃ δέ σε δῶκε κομίζειν
κευθμὸν ἔσω Κρηταῖον, ἵνα κρύφα παιδεύοιο,
-
πρεσβυτάτῃ Νυμφέων αἵ μιν τότε μαιώσαντο,
-
πρωτίστῃ γενεῇ
οὐδʼ ἁλίην ἀπέτεισε θεὴ χάριν, ἀλλὰ τὸ χεῦμα
-
κεῖνο Νέδην ὀνόμηνε· τὸ μέν ποθι πουλὺ κατʼ αὐτὸ
-
Καυκώνων πτολίεθρον, ὃ Λέπρειον
συμφέρεται Νηρῆι, παλαιότατον δέ μιν ὕδωρ
-
υἱωνοὶ
εὖτε Θενὰς ἀπέλειπεν ἐπὶ Κνωσοῖο φέρουσα,
-
Ζεῦ πάτερ, ἡ Νύμφη σε (Θεναὶ δʼ ἔσαν ἐγγύθι Κνωσοῦ),
-
τουτάκι τοι πέσε, δαῖμον, ἄπʼ ὀμφαλός· ἔνθεν ἐκεῖνο
-
ὀμφάλιον μετέπειτα πέδον καλέουσι Κύδωνες.
-
Ζεῦ, σὲ δὲ Κυρβάντων ἑτάραι προσεπηχύναντο
-
Δικταῖαι Μελίαι, σὲ δʼ ἐκοίμισεν Ἀδρήστεια
-
λίκνῳ
αἰγὸς Ἀμαλθείης, ἐπὶ σὲ γλυκὺ κηρίον ἔβρως.
-
γέντο γὰρ ἐξαπιναῖα Πανακρίδος ἔργα μελίσσης
-
Ἰδαίοις ἐν ὄρεσσι, τά τε κλείουσι Πάνακρα.
-
οὖλα δὲ Κούρητές σε περὶ πρύλιν ὠρχήσαντο
-
τεύχεα πεπηήγοντες,
ἀσπίδος εἰσαΐοι καὶ μή σεο κουρίζοντος.
-
καλὰ μὲν ἠέξευ, καλὰ δʼ ἔτραφες, οὐράνιε Ζεῦ,
-
ὀξὺ δʼ ἀνήβησας, ταχινοὶ δέ τοι ἦλθον ἴουλοι.
-
ἀλλʼ ἔτι παιδνὸς ἐὼν ἐφράσσαο πάντα τέλεια·
-
τῶ τοι καὶ γνωτοὶ προτερηγενέες περ ἐόντες
-
οὐρανὸν οὐκ ἐμέγηραν ἔχειν ἐπιδαίσιον οἶκον.
-
δηναιοὶ δʼ οὐ πάμπαν ἀληθέες ἦσαν ἀοιδοί.
-
φάντο πάλον Κρονίδῃσι διάτριχα δώματα νεῖμαι·
-
τίς δέ κʼ ἐπʼ Οὐλύμπῳ τε καὶ Ἄιδι κλῆρον ἐρύσσαι,
-
ὃς μάλα μὴ νενίηλος; ἐπʼ ἰσαίῃ γὰρ ἔοικε
-
πήλασθαι· τὰ δὲ τόσσον ὅσον διὰ πλεῖστον ἔχουσι.
-
ψευδοίμην ἀίοντος ἅ κεν πεπίθοιεν ἀκουήν.
-
οὔ σε θεῶν ἐσσῆνα πάλοι θέσαν, ἔργα δὲ χειρῶν,
-
σή τε βίη τό τε κάρτος, ὃ καὶ πέλας εἵσαο δίφρου.
-
θήκαο δʼ οἰωνῶν μέγʼ ὑπείροχον ἀγγελιώτην
-
σῶν τεράων· ἅ τʼ ἐμοῖσι φίλοις ἐνδέξια φαίνοις.
-
εἵλεο δʼ αἰζηῶν ὅ τι φέρτατον· οὐ σύ γε νηῶν
-
ἐμπεράμους, οὐκ ἄνδρα σακέσπαλον, οὐ μὲν ἀοιδόν·
-
ἀλλὰ τὰ μὲν μακάρεσσιν ὀλίζοσιν αὖθι παρῆκας
-
ἄλλα μέλειν ἑτέροισι, σὺ δʼ ἐξέλεο πτολιάρχους
-
αὐτούς, ὧν ὑπὸ χεῖρα γεωμόρος, ὧν ἴδρις αἰχμῆς,
-
ὧν ἐρέτης, ὧν πάντα· τί δʼ οὐ κρατέοντος ὑπʼ ἰοχύν;
-
αὐτίκα χαλκῆας μὲν ὑδείομεν Ἡφαίστοιο,
-
τευχηστὰς δʼ Ἄρηος, ἐπακτῆρας δὲ Χιτώνης
-
Ἀρτέμιδος, Φοίβου δὲ λύρης εὖ εἰδότας οἴμους·
-
ἐκ δὲ Διὸς βασιλῆες, ἐπεὶ Διὸς οὐδὲν ἀνάκτων
-
θειότερον· τῶ καί σφε
δῶκας δὲ πτολίεθρα φυλασσέμεν, ἵζεο δʼ αὐτὸς
-
ἄκρῃσʼ ἐν πολίεσσιν, ἐπόψιος οἵ τε δίκῃσι
-
λαὸν ὑπὸ σκολιῇσʼ οἵ τʼ ἔμπαλιν ἰθύνουσιν·
-
ἐν δὲ ῥυηφενίην ἔβαλές σφισιν, ἐν δʼ ἅλις ὄλβον·
-
πᾶσι μέν, οὐ μάλα δʼ ἶσον. ἔοικε δὲ τεκμήρασθαι
-
ἡμετέρῳ μεδέοντι· περιπρὸ γὰρ εὐρὺ βέβηκεν.
-
ἑσπέριος κεῖνός γε τελεῖ τά κεν ἦρι νοήσῃ·
-
ἑσπέριος τὰ μέγιστα, τὰ μείονα δʼ, εὖτε νοήσῃ.
-
οἱ δὲ τὰ μὲν πλειῶνι, τὰ δʼ οὐχ ἑνί, τῶν δʼ ἀπὸ πάμπαν
-
αὐτὸς ἄνην ἐκόλουσας, ἐνέκλασσας δὲ μενοινήν.
-
χαῖρε μέγα, Κρονίδη πανυπέρτατε, δῶτορ ἐάων,
-
δῶτορ ἀπημονίης. τεὰ δʼ ἔργματα τίς κεν ἀείδοι;
-
οὐ γένετʼ, οὐκ ἔσται, τίς
χαῖρε πάτερ, χαῖρʼ αὖθι· δίδου δʼ ἀρετήν τʼ ἄφενός τε.
-
οὔτʼ ἀρετῆς ἄτερ ὄλβος ἐπίσταται ἄνδρας ἀέξειν
-
οὔτʼ ἀρετὴ ἀφένοιο· δίδου δʼ ἀρετήν τε καὶ ὄλβον.
-
Perseus DL
-
-
Ζηνὸς ἔοι τί κεν ἄλλο παρὰ σπονδῆισιν ἀείδειν
-
λώιον ἢ θεὸν αὐτόν, ἀεὶ μέγαν, αἰὲν ἄνακτα,
-
Πηλαγόνων ἐλατῆρα, δικασπόλον οὐρανίδηισι;
-
πῶς καί μιν, Δικταῖον ἀείσομεν ἠὲ Λυκαῖον;
-
ἐν δοιῆι μάλα θυμός, ἐπεὶ γένος ἀμφήριστον.
-
Ζεῦ δὲ μὲν Ἰδαίοισιν ἐν οὔρεσί φασι γενέσθαι,
-
Ζεῦ δὲ δʼ ἐν Ἀρκαδίηι· πότεροι, πάτερ, ἐψεύσαντο;
-Κρῆτες ἀεὶ ψεῦσται
· καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο
-
Κρῆτες ἐτεκτήναντο· σὺ δʼ οὐ θάνες, ἐσσὶ γὰρ αἰεί.
-
ἐν δέ σε Παρρασίηι Ῥείη τέκεν, ἧχι μάλιστα
-
ἔσκεν ὄρος θάμνοισι περισκεπές (ἔνθεν ὁ χῶρος
-
ἱερός, οὐδέ τί μιν κεχρημένον Εἰλειθυίης
-
ἑρπετὸν οὐδὲ γυνὴ ἐπιμίσγεται, ἀλλά ἑ Ῥείης
-
ὠγύγιον καλέουσι λεχώιον Ἀπιδανῆες)·
-
ἔνθα σʼ ἐπεὶ μήτηρ μεγάλων ἀπεθήκατο κόλπων,
-
αὐτίκα δίζητο ῥόον ὕδατος ὧι κε τόκοιο
-
λύματα χυτλώσαιτο τεὸν δʼ ἐνὶ χρῶτα λοέσσαι.
-
Λάδων ἀλλʼ οὔπω μέγας ἔρρεεν οὐδʼ Ἐρύμανθος,
-
λευκότατος ποταμῶν, ἔτι δʼ ἄβροχος ἦεν ἅπασα
-
Ἀρκαδίη· μέλλεν δὲ μάλʼ εὔυδρος καλέεσθαι
-
αὖτις· ἐπεὶ τημόσδε, Ῥέη ὅτʼ ἐλύσατο μίτρην,
-
ἦ πολλὰς ἐφύπερθε σαρωνίδας ὑγρὸς Ἰάων
-
ἤειρεν, πολλὰς δὲ Μέλας ὤκχησεν ἁμάξας,
-
πολλὰ δὲ Καρίωνος ἄνω διεροῦ περ ἐόντος
-
ἰλυοὺς ἐβάλοντο κινώπετα, νίσσετο δʼ ἀνήρ
πεζὸς ὑπὲρ Κρᾶθίν τε πολύστιόν τε Μετώπην
-
διψαλέος· τὸ δὲ πολλὸν ὕδωρ ὑπὸ ποσσὶν ἔκειτο.
-
καί ῥʼ ὑπʼ ἀμηχανίης σχομένη φάτο πότνια Ῥείη
-
ʼΓαῖα φίλη τέκε καὶ σύ· τεαὶ δʼ ὠδῖνες ἐλαφραί.ʼ
-
εἶπε καὶ ἀντανύσασα θεὴ μέγαν ὑψόθι πῆχυν
-
πλῆξεν ὄρος σκήπτρωι· τὸ δέ οἱ δίχα πουλὺ διέστη,
-
ἐκ δʼ ἔχεεν μέγα χεῦμα· τόθι χρόα φαιδρύνασα
-
ὦνα τεὸν σπείρωσε, Νέδηι δέ σε δῶκε κομίζειν
-
κευθμὸν ἔσω Κρηταῖον, ἵνα κρύφα παιδεύοιο,
-
πρεσβυτάτηι Νυμφέων, αἵ μιν τότε μαιώσαντο
-
πρωτίστη γενεὴ μετά γε Στύγα τε Φιλύρην τε.
-
οὐδʼ ἁλίην ἀπέτεισε θεὴ χάριν, ἀλλὰ τὸ χεῦμα
-
κεῖνο Νέδην ὀνόμηνε· τὸ μέν ποθι πουλὺ κατʼ αὐτό
-
Καυκώνων πτολίεθρον, δ Λέπρειον πεφάτισται,
-
συμφέρεται Νηρῆι, παλαιότατον δέ μιν ὕδωρ
-
υἱωνοὶ πίνουσι Λυκαονίης ἄρκτοιο.
-
εὖτε Θενὰς ἀπέλειπεν ἐπὶ Κνωσοῖο φέρουσα
-
Ζεῦ πάτερ ἡ Νύμφη σε (Θεναὶ δʼ ἔσαν ἐγγύθι Κνωσοῦ),
-
τουτάκι τοι πέσε δαῖμον ἄπʼ ὀμφαλός· ἔνθεν ἐκεῖνο
-
ὀμφάλιον μετέπειτα πέδον καλέουσι Κύδωνες.
-
Ζεῦ σὲ δὲ Κυρβάντων ἑτάραι προσεπηχύναντο
-
Δικταῖαι Μελίαι, δὲ δʼ ἐκοίμισεν Ἀδρήστεια
-
λίκνωι ἐνὶ χρυσέωι, σὺ δʼ ἐθήσαο πίονα μαζόν
-
αἰγὸς Ἀμαλθείης, ἐπὶ δὲ γλυκὺ κηρίον ἔβρως.
-
γέντο γὰρ ἐξαπιναῖα Πανακρίδος ἔργα μελίσσης
-
Ἰδαίοις ἐν ὄρεσσι, τά τε κλείουσι Πάνακρα.
-
οὖλα δὲ Κούρητές σε περὶ πρύλιν ὠρχήσαντο
-
τεύχεα πεπλήγοντες, ἵνα Κρόνος οὔασιν ἠχήν
-
ἀσπίδος εἰσαΐοι καὶ μή σεο κουρίζοντος.
καλὰ μὲν ἠέξευ, καλὰ δʼ ἔτραφες οὐράνιε Ζεῦ,
-
ὀξὺ δʼ ἀνήβησας, ταχινοὶ δέ τοι ἦλθον ἴουλοι.
ἀλλʼ ἔτι παιδνὸς ἐὼν ἐφράσσαο πάντα τέλεια·
-
τῶι τοι καὶ γνωτοὶ προτερηγενέες περ ἐόντες
-
οὐρανὸν οὐκ ἐμέγηραν ἔχειν ἐπιδαίσιον οἶκον.
-
δηναιοὶ δʼ οὐ πάμπαν ἀληθέες ἦσαν ἀοιδοί·
-
φάντο πάλον Κρονίδηισι διάτριχα δώματα νεῖμαι·
-
τίς δέ κʼ ἐπʼ οὐλύμπωι τε καὶ ἄιδι κλῆρον ἐρύσσαι,
-
δς μάλα μὴ νενίηλος; ἐπʼ ἰσαίηι γὰρ ἔοικε
-
πήλασθαι· τὰ δὲ τόσσον ὅσον διὰ πλεῖστον ἔχουσι.
-
ψευδοίμην ἀίοντος ἅ κεν πεπίθοιεν ἀκουήν.
-
οὔ σε θεῶν ἐσσῆνα πάλοι θέσαν, ἔργα δὲ χειρῶν,
-
σή τε βίη τό τε κάρτος, ὃ καὶ πέλας εἵσαο δίφρου.
-
θήκαο δʼ οἰωνῶν μέγʼ ὑπείροχον ἀγγελιώτην
-
σῶν τεράων· ἅ τʼ ἐμοῖσι φίλοις ἐνδέξια φαίνοις.
-
εἵλεο δʼ αἰζηῶν ὅ τι φέρτατον· οὐ σύ γε νηῶν
-
ἐμπεράμους, οὐκ ἄνδρα σακέσπαλον, οὐ μὲν ἀοιδόν·
-
ἀλλὰ τὰ μὲν μακάρεσσιν ὀλίζοσιν αὖθι παρῆκας
-
ἄλλα μέλειν ἑτέροισι, σὺ δʼ ἐξέλεο πτολιάρχους
-
αὐτούς, ὧν ὑπὸ χεῖρα γεωμόρος, ὧν ἴδρις αἰχμῆς,
-
ὧν ἐρέτης, ὧν πάντα· τί δʼ οὐ κρατέοντος ὑπʼ ἰσχύν;
-
αὐτίκα χαλκῆας μὲν ὑδείομεν Ἡφαίστοιο,
-
τευχηστὰς δʼ Ἄρηος, ἐπακτῆρας δὲ Χιτώνης
-
Ἀρτέμιδος, Φοίβου δὲ λύρης εὖ εἰδότας οἴμους·
-ἐκ δὲ Διὸς βασιλῆες
· ἐπὶ χθονὸς οὐδὲν ἀνάκτων
-
θειότερον· τῶι καί σφε τεὴν ἐκρίναο λάξιν.
-
δῶκας δὲ πτολίεθρα φυλασσέμεν, ἵζεο δʼ αὐτὸς
-
ἄκρηισʼ ἐν πολίεσσιν, ἐπόψιος οἵ τε δίκηισι
-
λαὸν ὑπὸ σκολιῆισʼ οἵ τʼ ἔμπαλιν ἰθύνουσιν·
-
ἐν δὲ ῥυηφενίην ἔβαλές σφισιν, ἐν δʼ ἅλις ὄλβον·
-
πᾶσι μέν, οὐ μάλα δʼ ἶσον. ἔοικε δὲ τεκμήρασθαι
-
ἡμετέρωι μεδέοντι· περιπρὸ γὰρ εὐρὺ βέβηκεν.
-
ἑσπέριος κεῖνός γε τελεῖ τά κεν ἦρι νοήσηι·
-
ἑσπέριος τὰ μέγιστα, τὰ μείονα δʼ, εὖτε νοήσηι.
-
οἳ δὲ τὰ μὲν πλειῶνι, τὰ δʼ οὐχ ἑνί, τῶν δʼ ἀπὸ πάμπαν
αὐτὸς ἄνην ἐκόλουσας, ἐνέκλασσας δὲ μενοινήν.
-
χαῖρε μέγα Κρονίδη πανυπέρτατε, δῶτορ ἐάων,
-
δῶτορ ἀπημονίης. τεὰ δʼ ἔργματα τίς κεν ἀείδοι;
-
οὐ γένετʼ, οὐκ ἔσται· τίς καὶ Διὸς ἔργματʼ ἀείσει;
-
χαῖρε πάτερ, χαῖρʼ αὖθι· δίδου δʼ ἀρετήν τʼ ἄφενός τε.
-
οὔτʼ ἀρετῆς ἄτερ ὄλβος ἐπίσταται ἄνδρας ἀέξειν
-
οὔτʼ ἀρετὴ ἀφένοιο· δίδου δʼ ἀρετήν τε καὶ ὄλβον.
Perseus data entry
+This pointer pattern extracts line.
+Κρῆτες ἀεὶ ψεῦσται·καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο
Γαῖα φίλη, τέκε καὶ σύ· τεαὶ δʼ ὠδῖνες ἐλαφραί.
Perseus DL
+This pointer pattern extracts line.
+Κρῆτες ἀεὶ ψεῦσται· καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο
ἐκ δὲ Διὸς βασιλῆες· ἐπὶ χθονὸς οὐδὲν ἀνάκτων
Perseus data entry
-
-
οἷον ὁ τὠπόλλωνος ἐσείσατο δάφνινος ὅρπηξ,
-
οἷα δʼ ὅλον τὸ μέλαθρον· ἑκάς, ἑκὰς ὅστις ἀλιτρός.
-
καὶ δή που τὰ θύρετρα καλῷ ποδὶ Φοῖβος ἀράσσει·
-
οὐχ ὁράᾳς; ἐπένευσεν ὁ Δήλιος ἡδύ τι φοῖνιξ
-
ἐξαπίνης, ὁ δὲ κύκνος ἐν ἠέρι καλὸν ἀείδει.
-
αὐτοὶ νῦν κατοχῆες ἀνακλίνεσθε πυλάων,
-
αὐταὶ δὲ κληῖδες· ὁ γὰρ θεὸς οὐκέτι μακρήν·
-
οἱ δὲ νέοι μολπήν τε καὶ ἐς χορὸν ἐντύνεσθε.
-
ὡπόλλων οὐ παντὶ φαείνεται, ἀλλʼ ὅ τις ἐσθλός·
-
ὅς μιν ἴδῃ, μέγας οὗτος, ὃς οὐκ ἴδε, λιτὸς ἐκεῖνος.
-
ὀψόμεθʼ, ὦ Ἑκάεργε, καὶ ἐσσόμεθʼ οὔποτε λιτοί.
-
μήτε σιωπηλὴν κίθαριν μήτʼ ἄψοφον ἴχνος
-
τοῦ Φοίβου τοὺς παῖδας ἔχειν ἐπιδημήσαντος,
-
εἰ τελέειν μέλλουσι γάμον πολιήν τε κερεῖσθαι,
-
ἑστήξειν δὲ τὸ τεῖχος ἐπʼ ἀρχαίοισι θεμέθλοις.
-
ἠγασάμην τοὺς παῖδας, ἐπεὶ χέλυς οὐκέτʼ ἀεργός.
-
εὐφημεῖτʼ ἀίοντες ἐπʼ Ἀπόλλωνος ἀοιδῇ.
-
εὐφημεῖ καὶ πόντος, ὅτε κλείουσιν ἀοιδοὶ
-
ἢ κίθαριν ἢ τόξα, Λυκωρέος ἔντεα Φοίβου.
-
οὐδὲ Θέτις Ἀχιλῆα κινύρεται αἴλινα μήτηρ,
-
ὁππόθʼ ἱὴ παιῆον ἱὴ παιῆον ἀκούσῃ.
-
καὶ μὲν ὁ δακρυόεις ἀναβάλλεται ἄλγεα πέτρος,
-
ὅστις ἐνὶ Φρυγίῃ διερὸς λίθος ἐστήρικται,
-
μάρμαρον ἀντὶ γυναικὸς ὀιζυρόν τι χανούσης.
-
ἱὴ ἱὴ φθέγγεσθε· κακὸν μακάρεσσιν ἐρίζειν.
-
ὃς μάχεται μακάρεσσιν, ἐμῷ βασιλῆι μάχοιτο·
-
ὅστις ἐμῷ βασιλῆι, καὶ Ἀπόλλωνι μάχοιτο.
-
τὸν χορὸν ὡπόλλων, ὅ τι οἱ κατὰ θυμὸν ἀείδει,
-
τιμήσει· δύναται γάρ, ἐπεὶ Διὶ δεξιὸς ἧσται.
-
οὐδʼ ὁ χορὸς τὸν Φοῖβον ἐφʼ ἓν μόνον ἦμαρ ἀείσει,
-
ἔστι γὰρ εὔυμνος· τίς ἂν οὐ ῥέα Φοῖβον ἀείδοι;
-
χρύσεα τὠπόλλωνι τό τʼ. ἐνδυτὸν ἥ τʼ ἐπιπορπὶς
-
ἥ τε λύρη τό τʼ ἄεμμα τὸ Λύκτιον ἥ τε φαρέτρη,
-
χρύσεα καὶ τὰ πέδιλα· πολύχρυσος γὰρ Ἀπόλλων.
-
καὶ δὲ πολυκτέανος· Πυθῶνί κε τεκμήραιο.
-
καὶ μὲν
θηλείῃσʼ οὐδʼ ὅσσον ἐπὶ χνόος ἦλθε παρειαῖς.
-
αἱ δὲ κόμαι θυόεντα πέδῳ λείβουσιν ἔλαια·
-
οὐ λίπος Ἀπόλλωνος ἀποοτάζουσιν ἔθειραι,
-
ἀλλʼ αὐτὴν πανάκειαν· ἐν ἄστεϊ δʼ ᾧ κεν ἐκεῖναι
-
πρῶκες ἔραζε πέσωσιν ἀκήρια πάντʼ ἐγένοντο.
-
τέχνῃ δʼ ἀμφιλαφὴς οὔ τις τόσον ὅσσον Ἀπόλλων·
-
κεῖνος ὀιστευτὴν ἔλαχʼ ἀνέρα, κεῖνος ἀοιδὸν
-
(Φοίβῳ γὰρ καὶ τόξον ἐπιτρέπεται καὶ ἀοιδή),
-
κείνου δὲ θριαὶ καὶ μάντιες· ἐκ δέ νυ Φοίβου
-
ἰητροὶ δεδάασιν ἀνάβλησιν θανάτοιο.
-
Φοῖβον καὶ Νόμιον κικλήσκομεν ἐξέτι κείνου,
-
ἐξότʼ ἐπʼ Ἀμφρυσσῷ ζευγίτιδας ἔτρεφεν ἵππους
-
ἠιθέου ὑπʼ ἔρωτι κεκαυμένος Ἀδμήτοιο.
-
ῥεῖά κε βουβόσιον τελέθοι πλέον, οὐδέ κεν αἶγες
-
δεύοιντο βρεφέων ἐπιμηλάδες
βοσκομένῃσʼ ὀφθαλμὸν ἐπήγαγεν· οὐδʼ ἀγάλακτες
-
οἴιες οὐδʼ ἄκυθοι, πᾶσαι δέ κεν εἶεν ὕπαρνοι,
-
ἡ δέ κε μουνοτόκος διδυμητόκος αἶψα γένοιτο.
-
Φοίβῳ δʼ ἑσπόμενοι πόλιας διεμετρήσαντο
-
ἄνθρωποι· Φοῖβος γὰρ ἀεὶ πολίεσσι φιληδεῖ
-
κτιζομένῃσʼ, αὐτὸς δὲ θεμείλια Φοῖβος ὑφαίνει.
-
τετραέτης τὰ πρῶτα θεμείλια Φοῖβος ἔπηξε
-
καλῇ ἐν Ὀρτυγίῃ περιηγέος ἐγγύθι λίμνης.
-
Ἄρτεμις ἀγρώσσουσα καρήατα συνεχὲς αἰγῶν
-
Κυνθιάδων φορέεσκεν, ὁ δʼ ἔπλεκε βωμὸν Ἀπόλλων.
-
δείματο μὲν κεράεσσιν ἐδέθλια, πῆξε δὲ βωμὸν
-
ἐκ κεράων, κεραοὺς δὲ πέριξ ὑπεβάλλετο τοίχους.
-
ὧδʼ ἔμαθεν τὰ πρῶτα θεμείλια Φοῖβος ἐγείρειν.
-
Φοῖβος καὶ βαθύγειον ἐμὴν πόλιν ἔφρασε Βάττῳ
-
καὶ Λιβύην ἐσιόντι κόραξ ἡγήσατο λαῷ
-
δεξιὸς οἰκιστῆρι
ἡμετέροις βασιλεῦσιν· ἀεὶ δʼ εὔορκος Ἀπόλλων.
-
ὤπολλον, πολλοί σε Βοηδρόμιον καλέουσι,
-
πολλοὶ δὲ Κλάριον, πάντη δέ τοι οὔνομα πογλύ·
-
αὐτὰρ ἐγὼ Καρνεῖον· ἐμοὶ πατρώιον οὕτω.
-
Σπάρτη τοι, Καρνεῖε, τὸ δὴ πρώτιστον ἔδεθλον,
-
δεύτερον αὖ Θήρη, τρίτατόν γε μὲν ἄστυ Κυρήνης.
-
ἐκ μέν σε Σπάρτης ἕκτον γένος Οἰδιπόδαο
-
ἤγαγε Θηραίην ἐς ἀπόκτισιν· ἐκ δέ σε Θήρης
-
οὖλος Ἀριστοτέλης Ἀσβυστίδι πάρθετο γαίῃ,
-
δεῖμε δέ τοι μάλα καλὸν ἀνάκτορον, ἐν δὲ πόληι
-
θῆκε τελεσφορίην ἐπετήσιον, ᾗ ἐνὶ πολλοὶ
-
ὑστάτιον πίπτουσιν ἐπʼ ἰσχίον, ὦ ἄνα, ταῦροι.
-
ἱὴ ἱὴ Καρνεῖε πολύλλιτε, σεῖο δὲ βωμοὶ
-
ἄνθεα μὲν φορέουσιν ἐν εἴαρι τόσσα περ Ὧραι
-
ποικίλʼ ἀγινεῦσι ζεφύρου πνείοντος ἐέρσην,
-
χείματι δὲ κρόκον ἡδύν· ἀεὶ δέ τοι ἀέναον πῦρ,
-
οὐδέ ποτε χθιζὸν περιβόσκεται ἄνθρακα τέφρη.
-
ἦ ῥʼ ἐχάρη μέγα Φοῖβος, ὅτε ζωστῆρες Ἐνυοῦς
-
ἀνέρες ὠρχήσαντο μετὰ ξανθῇσι Λιβύσσαις,
-
τέθμιαι εὖτέ σφιν Καρνειάδες ἤλυθον ὧραι.
-
οἱ δʼ οὔπω πηγῇσι
Δωριέες, πυκινὴν δὲ νάπαις Ἄζιλιν ἔναιον.
-
τοὺς μὲν ἄναξ ἴδεν αὐτός, ἑῇ δʼ ἐπεδείξατο νύμφῃ
-
στὰς ἐπὶ Μυρτούσσης κερατώδεος, ἧχι λέοντα
-
Ὑψηὶς κατέπεφνε βοῶν σίνιν Εὐρυπύλοιο.
-
οὐ κείνου χορὸν εἶδε
οὐδὲ πόλει τόσʼ ἔνειμεν ὀφέλσιμα, τόσσα Κυρήνῃ,
-
μνωόμενος προτέρης ἁρπακτύος. οὐδὲ μὲν αὐτοὶ
-
Βαττιάδαι Φοίβοιο πλέον θεὸν ἄλλον ἔτεισαν.
-
ἱὴ ἱὴ παιῆον ἀκούομεν, οὕνεκα τοῦτο
-
Δελφός τοι πρώτιστον ἐφύμνιον εὕρετο λαός,
-
ἦμος ἑκηβολίην χρυσέων ἐπεδείκνυσο τόξων.
-
Πυθώ τοι κατιόντι συνήντετο δαιμόνιος θήρ,
-
αἰνὸς ὄφις. τὸν μὲν σὺ κατήναρες ἄλλον ἐπʼ ἄλλῳ
-
βάλλων ὠκὺν ὀιστόν, ἐπηύτησε δὲ λαός,
- ἱὴ ἱὴ παιῆον, ἵει βέλος.
εὐθύ σε μήτηρ
-
γείνατʼ ἀοσσητῦρα, τὸ δʼ ἐξέτι κεῖθεν ἀείδῃ.
-
ὁ Φθόνος Ἀπόλλωνος ἐπʼ οὔατα λάθριος εἶπεν
- οὐκ ἄγαμαι τὸν ἀοιδὸν ὃς οὐδʼ ὅσα πόντος ἀείδει.
-
τὸν Φθόνον ὡπόλλων ποδί τʼ ἤλασεν ὧδέ τʼ ἔειπεν·
- Ἀσσυρίου ποταμοῖο μέγας ῥόος, ἀλλὰ τὰ πολλὰ
-
-
λύματα γῆς καὶ πολλὸν ἐφʼ ὕδατι συρφετὸν ἕλκει.
-
Δηοῖ δʼ οὐκ ἀπὸ παντὸς ὕδωρ φορέουσι Μέλισσαι,
-
̣̣̔̓λλʼ ἥτις καθαρή τε καὶ ἀχράαντος ἀνέρπει
-
πίδακος ἐξ ἱερῆς ὀλίγη λιβὰς ἄκρον ἄωτον.
χαῖρε ἄναξ· ὁ δὲ Μῶμος, ἵνʼ ὁ Φθόνος,
Perseus DL
-
-
οἷον ὁ τὠπόλλωνος ἐσείσατο δάφνινος ὅρπηξ,
-
οἷα δʼ ὅλον τὸ μέλαθρον· ἑκὰς ἑκὰς ὅστις ἀλιτρός.
-
καὶ δή που τὰ θύρετρα καλῶι ποδὶ Φοῖβος ἀράσσει·
-
οὐχ ὁράαις; ἐπένευσεν ὁ Δήλιος ἡδύ τι φοῖνιξ
-
ἐξαπίνης, ὁ δὲ κύκνος ἐν ἠέρι καλὸν ἀείδει.
-
αὐτοὶ νῦν κατοχῆες ἀνακλίνεσθε πυλάων,
-
αὐταὶ δὲ κληῖδες· ὁ γὰρ θεὸς οὐκ ἔτι μακρήν.
-
οἱ δὲ νέοι μολπήν τε καὶ ἐς χορὸν ἐντύνεσθε.
-
ὡπόλλων οὐ παντὶ φαείνεται, ἀλλʼ ὅ τις ἐσθλός·
-
ὅς μιν ἴδηι, μέγας οὗτος, ὃς οὐκ ἴδε, λιτὸς ἐκεῖνος.
-
ὀψόμεθʼ, ὦ Ἑκάεργε, καὶ ἐσσόμεθʼ οὔποτε λιτοί.
-
μήτε σιωπηλὴν κίθαριν μήτʼ ἄψοφον ἴχνος
-
τοῦ Φοίβου τοὺς παῖδας ἔχειν ἐπιδημήσαντος,
-
εἰ τελέειν μέλλουσι γάμον πολιήν τε κερεῖσθαι,
-
ἑστήξειν δὲ τὸ τεῖχος ἐπʼ ἀρχαίοισι θεμέθλοις.
-
ἠγασάμην τοὺς παῖδας, ἐπεὶ χέλυς οὐκέτʼ ἀεργός.
-
εὐφημεῖτʼ ἀίοντες ἐπʼ Ἀπόλλωνος ἀοιδῆι.
-
εὐφημεῖ καὶ πόντος, ὅτε κλείουσιν ἀοιδοί
-
ἢ κίθαριν ἢ τόξα, Λυκωρέος ἔντεα Φοίβου.
-
οὐδὲ Θέτις Ἀχιλῆα κινύρεται αἴλινα μήτηρ,
-
ὁππόθʼ ἱὴ παιῆον ἱὴ παιῆον ἀκούσηι.
-
καὶ μὲν ὁ δακρυόεις ἀναβάλλεται ἄλγεα πέτρος,
-
ὅστις ἐνὶ Φρυγίηι διερὸς λίθος ἐστήρικται,
-
μάρμαρον ἀντὶ γυναικὸς ὀιζυρόν τι χανούσης.
ἱὴ ἱὴ φθέγγεσθε· κακὸν μακάρεσσιν ἐρίζειν.
-
ὃς μάχεται μακάρεσσιν, ἐμῶι βασιλῆι μάχοιτο·
-
ὅστις ἐμῶι βασιλῆι, καὶ Ἀπόλλωνι μάχοιτο.
-
τὸν χορὸν ὡπόλλων, ὅ τι οἱ κατὰ θυμὸν ἀείδει,
-
τιμήσει· δύναται γάρ, ἐπεὶ Διὶ δεξιὸς ἧσται.
-
οὐδʼ ὁ χορὸς τὸν Φοῖβον ἐφʼ ἓν μόνον ἦμαρ ἀείσει,
-
ἔστι γὰρ εὔυμνος· τίς ἂν οὐ ῥέα Φοῖβον ἀείδοι;
-
χρύσεα τὠπόλλωνι τό τʼ ἐνδυτὸν ἥ τʼ ἐπιπορπίς
-
ἥ τε λύρη τό τʼ ἄεμμα τὸ Λύκτιον ἥ τε φαρέτρη,
-
χρύσεα καὶ τὰ πέδιλα· πολύχρυσος γὰρ Ἀπόλλων.
-
καὶ δὲ πολυκτέανος· Πυθῶνί κε τεκμήραιο.
-
καὶ μὲν ἀεὶ καλὸς καὶ ἀεὶ νέος· οὔποτε Φοίβου
-
θηλείηισʼ οὐδʼ ὅσσον ἐπὶ χνόος ἦλθε παρειαῖς.
-
αἱ δὲ κόμαι θυόεντα πέδωι λείβουσιν ἔλαια.
-
οὐ λίπος Ἀπόλλωνος ἀποστάζουσιν ἔθειραι,
-
ἀλλʼ αὐτὴν πανάκειαν· ἐν ἄστεϊ δʼ ὦι κεν ἐκεῖναι
-
πρῶκες ἔραζε πέσωσιν ἀκήρια πάντʼ ἐγένοντο.
-
τέχνηι δʼ ἀμφιλαφὴς οὔ τις τόσον ὅσσον Ἀπόλλων·
-
κεῖνος ὀιστευτὴν ἔλαχʼ ἀνέρα, κεῖνος ἀοιδόν
-
(Φοίβωι γὰρ καὶ τόξον ἐπιτρέπεται καὶ ἀοιδή),
-
κείνου δὲ θριαὶ καὶ μάντιες· ἐκ δέ νυ Φοίβου
-
ἰητροὶ δεδάασιν ἀνάβλησιν θανάτοιο.
Φοῖβον καὶ Νόμιον κικλήσκομεν ἐξέτι κείνου,
-
ἐξότʼ ἐπʼ Ἀμφρυσσῶι ζευγίτιδας ἔτρεφεν ἵππους
-
ἠιθέου ὑπʼ ἔρωτι κεκαυμένος Ἀδμήτοιο.
-
ῥεῖά κε βουβόσιον τελέθοι πλέον, οὐδέ κεν αἶγες
-
δεύοιντο βρεφέων ἐπιμηλάδες ἧισιν Ἀπόλλων
-
βοσκομένηισʼ ὀφθαλμὸν ἐπήγαγεν· οὐδʼ ἀγάλακτες
-
οἴιες οὐδʼ ἄκυθοι, πᾶσαι δέ κεν εἶεν ὕπαρνοι,
-
ἡ δέ κε μουνοτόκος διδυμητόκος αἶψα γένοιτο.
-
Φοίβωι δʼ ἑσπόμενοι πόλιας διεμετρήσαντο
-
ἄνθρωποι· Φοῖβος γὰρ ἀεὶ πολίεσσι φιληδεῖ
-
κτιζομένηισʼ, αὐτὸς δὲ θεμείλια Φοῖβος ὑφαίνει.
τετραέτης τὰ πρῶτα θεμείλια Φοῖβος ἔπηξε
-
καλῆι ἐν Ὀρτυγίηι περιηγέος ἐγγύθι λίμνης.
-
Ἄρτεμις ἀγρώσσουσα καρήατα συνεχὲς αἰγῶν
-
Κυνθιάδων φορέεσκεν, ὃ δʼ ἔπλεκε βωμὸν Ἀπόλλων.
-
δείματο μὲν κεράεσσιν ἐδέθλια, πῆξε δὲ βωμὸν
-
ἐκ κεράων, κεραοὺς δὲ πέριξ ὑπεβάλλετο τοίχους.
-
ὧδʼ ἔμαθεν τὰ πρῶτα θεμείλια Φοῖβος ἐγείρειν.
-
Φοῖβος καὶ βαθύγειον ἐμὴν πόλιν ἔφρασε Βάττωι
-
καὶ Λιβύην ἐσιόντι κόραξ ἡγήσατο λαῶι
-
δεξιὸς οἰκιστῆρι καὶ ὤμοσε τείχεα δώσειν
-
ἡμετέροις βασιλεῦσιν· ἀεὶ δʼ εὔορκος Ἀπόλλων.
-
ὤπολλον, πολλοί σε Βοηδρόμιον καλέουσι,
-
πολλοὶ δὲ Κλάριον, πάντη δέ τοι οὔνομα πουλύ·
-
αὐτὰρ ἐγὼ Καρνεῖον· ἐμοὶ πατρώιον οὕτω.
-
Σπάρτη τοι Καρνεῖε τὸ δὴ πρώτιστον ἔδεθλον,
-
δεύτερον αὖ Θήρη, τρίτατόν γε μὲν ἄστυ Κυρήνης.
-
ἐκ μέν σε Σπάρτης ἕκτον γένος Οἰδιπόδαο
-
ἤγαγε Θηραίην ἐς ἀπόκτισιν· ἐκ δέ σε Θήρης
-
οὖλος Ἀριστοτέλης Ἀσβυστίδι πάρθετο γαίηι,
-
δεῖμε δέ τοι μάλα καλὸν ἀνάκτορον, ἐν δὲ πόληι
-
θῆκε τελεσφορίην ἐπετήσιον, ἧι ἐνὶ πολλοί
-
ὑστάτιον πίπτουσιν ἐπʼ ἰσχίον, ὦ ἄνα, ταῦροι.
-
ἱὴ ἱὴ Καρνεῖε πολύλλιτε, σεῖο δὲ βωμοί
-
ἄνθεα μὲν φορέουσιν ἐν εἴαρι τόσσα περ Ὧραι
-
ποικίλʼ ἀγινεῦσι ζεφύρου πνείοντος ἐέρσην,
-
χείματι δὲ κρόκον ἡδύν· ἀεὶ δέ τοι ἀέναον πῦρ,
-
οὐδέ ποτε χθιζὸν περιβόσκεται ἄνθρακα τέφρη.
-
ἦ ῥʼ ἐχάρη μέγα Φοῖβος, ὅτε ζωστῆρες Ἐνυοῦς
-
ἀνέρες ὠρχήσαντο μετὰ ξανθῆισι Λιβύσσαις,
-
τέθμιαι εὖτέ σφιν Καρνειάδες ἤλυθον ὧραι.
-
οἳ δʼ οὔπω πηγῆισι Κύρης ἐδύναντο πελάσσαι
-
Δωριέες, πυκινῆν δὲ νάπαις Ἄζιλιν ἔναιον.
-
τοὺς μὲν ἄναξ ἴδεν αὐτός, ἑῆι δʼ ἐπεδείξατο νύμφηι
στὰς ἐπὶ Μυρτούσσης κερατώδεος, ἧχι λέοντα
-
Ὑψηὶς κατέπεφνε βοῶν σίνιν Εὐρυπύλοιο.
-
οὐ κείνου χορὸν εἶδε θεώτερον ἄλλον Ἀπόλλων,
-
οὐδὲ πόλει τόσʼ ἔνειμεν ὀφέλσιμα, τόσσα Κυρήνηι,
-
μνωόμενος προτέρης ἁρπακτύος. οὐδὲ μὲν αὐτοί
-
Βαττιάδαι Φοίβοιο πλέον θεὸν ἄλλον ἔτεισαν.
-
ἱὴ ἱὴ παιῆον ἀκούομεν, οὕνεκα τοῦτο
-
Δελφός τοι πρώτιστον ἐφύμνιον εὕρετο λαός,
-
ἦμος ἑκηβολίην χρυσέων ἐπεδείκνυσο τόξων.
-
Πυθώ τοι κατιόντι συνήντετο δαιμόνιος θήρ,
-
αἰνὸς ὄφις. τὸν μὲν σὺ κατήναρες ἄλλον ἐπʼ ἄλλωι
-
βάλλων ὠκὺν ὀιστόν, ἐπηύτησε δὲ λαός,
-
ʼἱὴ ἱὴ παιῆον, ἵει βέλος, εὐθύ σε μήτηρ
-
γείνατʼ ἀοσσητῆραʼ· τὸ δʼ ἐξέτι κεῖθεν ἀείδηι.
-
ὁ Φθόνος Ἀπόλλωνος ἐπʼ οὔατα λάθριος εἶπεν
-
ʼοὐκ ἄγαμαι τὸν ἀοιδὸν ὃς οὐδʼ ὅσα πόντος ἀείδειʼ.
-
τὸν Φθόνον ὡπόλλων ποδί τʼ ἤλασεν ὧδέ τʼ ἔειπεν·
-
ʼἈσσυρίου ποταμοῖο μέγας ῥόος, ἀλλὰ τὰ πολλά
-
λύματα γῆς καὶ πολλὸν ἐφʼ ὕδατι συρφετὸν ἕλκει.
-
Δηοῖ δʼ οὐκ ἀπὸ παντὸς ὕδωρ φορέουσι μέλισσαι,
-
ἀλλʼ ἥτις καθαρή τε καὶ ἀχράαντος ἀνέρπει
-
πίδακος ἐξ ἱερῆς ὀλίγη λιβὰς ἄκρον ἄωτονʼ.
-
χαῖρς ἄναξ· ὁ δὲ Μῶμος, ἵνʼ ὁ Φθόνος, ἔνθα νέοιτο.
Perseus data entry
+This pointer pattern extracts line.
+ἱὴ ἱὴ παιῆον, ἵει βέλος.εὐθύ σε μήτηρ
οὐκ ἄγαμαι τὸν ἀοιδὸν ὃς οὐδʼ ὅσα πόντος ἀείδει.
Ἀσσυρίου ποταμοῖο μέγας ῥόος, ἀλλὰ τὰ πολλὰ
λύματα γῆς καὶ πολλὸν ἐφʼ ὕδατι συρφετὸν ἕλκει.
Δηοῖ δʼ οὐκ ἀπὸ παντὸς ὕδωρ φορέουσι Μέλισσαι,
ἀλλʼ ἥτις καθαρή τε καὶ ἀχράαντος ἀνέρπει
πίδακος ἐξ ἱερῆς ὀλίγη λιβὰς ἄκρον ἄωτον.
Perseus DL
+This pointer pattern extracts line.
+ἱὴ ἱὴ παιῆον, ἵει βέλος, εὐθύ σε μήτηρ
γείνατʼ ἀοσσητῆρα· τὸ δʼ ἐξέτι κεῖθεν ἀείδηι.
οὐκ ἄγαμαι τὸν ἀοιδὸν ὃς οὐδʼ ὅσα πόντος ἀείδει.
Ἀσσυρίου ποταμοῖο μέγας ῥόος, ἀλλὰ τὰ πολλά
λύματα γῆς καὶ πολλὸν ἐφʼ ὕδατι συρφετὸν ἕλκει.
Δηοῖ δʼ οὐκ ἀπὸ παντὸς ὕδωρ φορέουσι μέλισσαι,
ἀλλʼ ἥτις καθαρή τε καὶ ἀχράαντος ἀνέρπει
πίδακος ἐξ ἱερῆς ὀλίγη λιβὰς ἄκρον ἄωτον.
Perseus data entry
-
Ἄρτεμιν (οὐ γὰρ ἐλαφρὸν ἀειδόντεσσι λαθέσθαι)
-
ὑμνέομεν, τῇ τόξα λαγωβολίαι τε μέλονται
-
καὶ χορὸς ἀμφιλαφὴς καὶ ἐν οὔρεσιν ἑψιάασθαι,
-
ἄρχμενοι,
παῖς ἔτι κουρίζουσα τάδε προσέειπε γονῆα
- δός μοι παρθενίην αἰώνιον, ἄππα, φυλάσσειν,
-
-
καὶ πολυωνυμίην, ἵνα μή μοι Φοῖβος ἐρίζῃ.
-
δὸς δʼ ἰοὺς καὶ τόξα—;ἔα, πάτερ, οὔ σε Φαρέτρην
-
οὐδʼ αἰτέω μέγα τόξον· ἐμοὶ Κύκλωπες ὀιστοὺς
-
αὐτίκα τεχνήσονται, ἐμοὶ δʼ εὐκαμπὲς ἄεμμα·
-
ἀλλὰ φαεσφορίην τε καὶ ἐς γόνυ μέχρι χιτῶνα
-
ζώννυσθαι λεγνωτόν, ἵνʼ ἄγρια θηρία καίνω.
-
δὸς δέ μοι ἑξήκοντα χορίτιδας Ὠκεανίνας,
-
πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.
-
δὸς δέ μοι ἀμφιπόλους Ἀμνισίδας εἴκοσι νύμφας,
-
αἵ τέ μοι ἐνδρομίδας τε καὶ ὁππότε μηκέτι λύγκας
-
μήτʼ ἐλάφους βάλλοιμι, θοοὺς κύνας εὖ κομέοιεν,
-
δὸς δέ μοι οὔρεα πάντα· πόλιν δέ μοι ἥντινα νεῖμον
-
ἥντινα λῇς· σπαρνὸν γὰρ ὅτʼ Ἄρτεμις ἄστυ κάτεισιν·
-
οὔρεσιν οἰκήσω, πόλεσιν δʼ ἐπιμείξομαι ἀνδρῶν
-
μοῦνον ὅτʼ ἐξείῃσιν ὑπʼ ὠδίνεσσι γυναῖκες
-
τειρόμεναι καλέουσι βοηθόον, ᾗσί με Μοῖραι
-
γεινομένην τὸ πρῶτον ἐπεκλήρωσαν ἀρήγειν,
-
ὅττι με καὶ τίκτουσα καὶ οὐκ ἤλγησε φέρουσα
-
μήτηρ, ἀλλʼ ἀμογητὶ φίλων ἀπεθήκατο γυίων.
ὣς ἡ παῖς εἰποῦσα γενειάδος ἤθελε πατρὸς
-
ἅψασθαι, πολλὰς δὲ μάτην ἐτανὐσσατο χεῖρας,
-
μέχρις ἵνα ψαύσειε. πατὴρ δʼ ἐπένευσε γελάσσας,
-
φῆ δὲ καταρρέζων ὅτε μοι τοιαῦτα θέαιναι
-
ὣς ὁ μὲν εἰπὼν
-
τίκτοιεν, τυτθόν κεν ἐγὼ ζηλήμονος Ἥρης
-
χωομένης ἀλέγοιμι. φέρευ, τέκος, ὅσσʼ ἐθελημὸς
-
αἰτίζεις, καὶ δʼ ἄλλα πατὴρ ἔτι μείζονα δώσει.
-
τρὶς δέκα τοι πτολίεθρα καὶ οὐχ ἕνα πύργον ὀπάσσω,
-
τρὶς δέκα τοι πτολίεθρα, τὰ μὴ θεὸν ἄλλον ἀέξειν
-
εἴσεται, ἀλλὰ μόνην σὲ καὶ Ἀρτέμιδος καλέεσθαι·
-
πολλὰς δὲ ξυνῇ πόλιας διαμετρήσασθαι
-
μεσσόγεως νήσους τε· καὶ ἐν πάσῃσιν ἔσονται
-
Ἀρτέμιδος βωμοί τε καὶ ἄλσεα. καὶ μὲν ἀγυιαῖς
-
ἔσσῃ καὶ λιμένεσσιν ἐπίσκοπος.
μῦθον ἐπεκρήηνε καρήατι. βαῖνε δὲ κούρη
-
λευκὸν ἐπὶ Κρηταῖον ὄρος κεκομημένον ὕλῃ·
-
ἔνθεν ἐπʼ Ὠκεανόν· πολέας δʼ ἐπελέξατο νύμφας,
-
πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.
-
χαῖρε δὲ Καίρατος ποταμὸς μέγα, χαῖρε δὲ Τηθύς,
-
οὕνεκα θυγατέρας Λητωίδι πέμπον
αὖθι δὲ Κύκλωπας μετεκίαθε· τοὺς μὲν ἔτετμε
-
νήσῳ ἐνὶ Λιπάρῃ Λ̔ιπάρη νέον, ἀλλὰ τότʼ ἔσκεν
-
οὔνομά οἱ Μελιγουνίσʼ ἐπʼ ἄκμοσιν Ἡφαίστοιο
-
ἑσταότας περὶ μύδρον· ἐπείγετο γὰρ μέγα ἔργον·
-
ἱππείην τετύκοντο Ποσειδάωνι ποτίστρην.
-
αἱ νύμφαι δʼ ἔδδεισαν, ὅπως ἴδον αἰνὰ πέλωρα
-
πρηόσιν Ὀσσαίοισιν
φάεα μουνόγληνα σάκει ἴσα τετραβοείῳ
-
δεινὸν ὑπογλαύσσοντα, καὶ ὁππότε δοῦπον ἄκουσαν
-
ἄκμονος ἠχήσαντος ἐπὶ
φυσάων αὐτῶν τε βαρὺν στόνον· αὖε γὰρ Αἴτνη,
-
αὖε δὲ Τρινακίη, Σικανῶν ἕδος, αὖε δὲ γείτων
-
Ἰταλίη, μεγάλην δὲ βοὴν ἐπὶ Κύρνος ἀύτει,
-
εὖθʼ οἵ γε ῥαιστῆρας ἀειράμενοι ὑπὲρ ὤμων
-
ἢ χαλκὸν ζείοντα καμινόθεν ἠὲ σίδηρον
-
ἀμβολαδὶς τετυπόντες ἐπὶ
τῶ σφέας οὐκ ἐτάλασσαν ἀκηδέες Ὠκεανῖναι
-
οὔτʼ ἄωτην ἰδέειν οὔτε κτύπον οὔασι δέχθαι.
-
οὐ νέμεσις· κείνους γε
οὐδέποτʼ ἀφρικτὶ μακάρων ὁρόωσι θύγατρες.
-
ἀλλʼ ὅτε κουράων τις ἀπειθέα μητέρι τεύχοι,
-
μήτηρ μὲν Κύκλωπας ἑῇ ἐπὶ παιδὶ καλιστρεῖ,
-
Ἄργην ἢ Στερόπην· ὁ δὲ δώματος ἐκ μυχάτοιο
-
ἔρχεται Ἑρμείης σποδιῇ κεχρημένος
αὐτίκα τὴν κούρην μορμύσσεται, ἡ δὲ τεκούσης
-
δύνει ἔσω κόλπους θεμένη ἐπὶ φάεσι χεῖρας.
-
κοῦρα, σὺ δὲ προτέπω περ, ἔτι τριέτηρος ἐοῦσα,
-
εὖτʼ ἔμολεν Λητώ σε μετʼ ἀγκαλίδεσσι φέρουσα,
-
Ἡφαίστου καλέοντος ὅπως ὀπτήρια δοίη,
-
Βρόντεώ σε στιβαροῖσιν ἐφεσσαμένου γονάτεσσι,
-
στήθεος ἐκ μεγάλου λασίης ἐδράξαο χαίτης,
-
ὤλοψας δὲ βίηφι· τὸ δʼ ἄτριχον εἰσέτι καὶ νῦν
-
μεσσάτιον στέρνοιο μένει μέρος, ὡς ὅτε κόρσην
φωτὸς ἐνιδρυθεῖσα κόμην ἐπενείματʼ ἀλώπηξ.
-
τῶ μάλα θαρσαλέη σφε τάδε προσελέξαο τῆμος
- Κύκλωπες, κἠμοί
-
ἠδʼ ἰοὺς κοίλην τε κατακληῖδα βελέμνων
-
τεύξατε· καὶ γὰρ ἐγὼ Λητωιὰς ὥσπερ Ἀπόλλων.
-
αἰ δέ κʼ ἐγὼ τόξοις μονιὸν δάκος ἤ τι πέλωρον
-
θηρίον ἀγρεύσω, τὸ δέ κεν Κύκλωπες ἔδοιεν.
ἔννεπες· οἱ δʼ ἐτέλεσσαν· ἄφαρ δʼ ὡπλίσσαο, δαῖμον,
-
αἶψα δʼ ἐπὶ σκύλακας πάλιν ἤιες· ἵκεο δʼ αὖλιν
-
Ἀρκαδικὴν ἔπι Πανός. ὁ δὲ κρέα λυγκὸς ἔταμνε
-
Μαιναλίης, ἵνα οἱ τοκάδες κύνες εἶδαρ ἔδοιεν.
-
τὶν δʼ ὁ γενειήτης δύο μὲν κύνας ἥμισυ πηγοὺς
-
τρεῖς δὲ παρουαίους
αὐτοὺς αὖ ἐρύοντες, ὅτε δράξαιντο δεράων,
-
εἷλκον
θάσσονας αὐράων Κυνοσουρίδας, αἵ ῥα διῶξαι
-
ὤκισται νεβρούς τε καὶ οὐ μύοντα λαγωόν,
-
καὶ κοίτην ἐλάφοιο καὶ ὕστριχος ἔνθα καλιαὶ
-
σημῆναι, καὶ ζορκὸς ἐπʼ ἴχνιον ἡγήσασθαι.
-
ἔνθεν ἀπερχομένη (μετὰ καὶ κύνες ἐσσεύοντο)
-
εὗρες ἐτί προμολῇσʼ ὄρεος τοῦ Παρρασίοιο
-
σκαιρούσας ἐλάφους, μέγα τι χρέος· αἱ μὲν ἑπʼ ὄχθῃς
-
αἰὲν ἐβουκολέοντο μελαμψήφιδος Ἀναύρου,
-
μάσσονες ἢ ταῦροι, κεράων δʼ ἀπελάμπετο χρυσός·
-
ἐξαπίνης δʼ ἔταφές τε καὶ ὃν ποτὶ θυμὸν ἔειπες
- τοῦτό κεν Ἀρτέμιδος πρωτάγριον ἄξιον εἴη.
-
πέντʼ ἔσαν αἱ πᾶσαι· πίσυρας δʼ ἕλες ὦκα θέουσα
-
νόσφι κυνοδρομίης, ἵνα τοι θοὸν ἅρμα φέρωσι.
-
τὴν δὲ μίαν Κελάδοντος ὑπὲρ ποταμοῖο φυγοῦσαν
-
Ἡρης ἐννεσίῃσιν, ἀέθλιον Ἡρακλῆι
-
ὕστερον
Ἄρτεμι Παρθενίη Τιτυοκτόνε, χρύσεα μέν τοι
-
ἔντεα καὶ ζώνη, χρύσεον δʼ ἐζεύξαο δίφρον,
-
ἐν δʼ ἐβάλευ χρύσεια, θεή, κεμάδεσσι χαλινά.
-
ποῦ δέ σε τὸ πρῶτον κερόεις ὄχος ἤρξατʼ ἀείρειν;
-
Αἵμῳ ἐπὶ Θρήικι, τόθεν βορέαο κατᾶιξ
-
ἔρχεται ἀχλαίνοισι δυσαέα κρυμὸν ἄγουσα.
-
ποῦ δʼ ἔταμες πεύκην, ἀπὸ δὲ φλογὸς ἥψαο ποίης;
-
Μυσῷ ἐν Οὐλύμπῳ, φάεος δʼ ἐνέηκας ἀυτμὴν
-
ἀσβέστου, τό ῥα πατρὸς ἀποστάζουσι κεραυνοί.
-
ποσσάκι δʼ ἀργυρέοιο, θεή, πειρήσαο τόξου;
-
πρῶτον ἐπὶ πτελέην, τὸ δὲ δεύτερον ἧκας ἐπὶ δρῦν,
-
τὸ τρίτον αὖτʼ ἐπὶ θῆρα. τὸ τέτρατον οὐκέτʼ ἐπὶ δὴν
ἀλλά μιν εἰς ἀδίκων ἔβαλες πόλιν, οἵ τε περὶ σφέας
-
οἵ τε περὶ ξείνους ἀλιτήμονα πολλά τέλεσκον,
-
σχέτλιοι· οἷς τύνη χαλεπὴν ἐμμάξεαι ὀργήν·
-
κτήνεά φιν λοιμὸς
κείρονται δὲ γέροντες ἐφʼ υἱάσιν, αἱ δὲ γυναῖκες
-
ἢ βληταὶ θνῄσκουσι λεχωίδες ἠὲ φυγοῦσαι
-
τίκτουσιν τῶν
οἷς
κείνοις εὖ μὲν ἄρουρα φέρει στάχυν, εὖ δὲ γενέθλη
-
τετραπόδων, εὖ δʼ ὄλβος ἀέξεται· οὐδʼ ἐπὶ σῆμα
-
ἔρχονται πλὴν εὖτε πολυχρόνιόν τι φέρωσιν·
-
οὐδὲ διχοστασίη τρώει γένος, ἥ τε καὶ εὖ περ
-
οἴκους ἑστηῶτας ἐσίνατο· ταὶ δὲ θυωρὸν
-
εἰνάτερες γαλόῳ τε μίαν περὶ δίφρα τίθενται.
-
πότνια, τῶν εἴη μὲν ἐμοὶ φίλος ὅστις ἀληθής,
-
εἴην δʼ αὐτός, ἄνασσα, μέλοι δέ μοι αἰὲν ἀοιδή·
-
τῇ ἔνι μὲν Λητοῦς γάμος ἔσσεται, ἐν δὲ σὺ πολλή,
-
ἐν δὲ καὶ Ἀπόλλων, ἐν δʼ οἵ σεο πάντες ἄεθλοι,
-
ἐν δὲ κύνες καὶ τόξα καὶ ἄντυγες, αἵ τέ σε ῥεῖα
-
θηητὴν φορέουσιν, ὅτʼ ἐς Διὸς οἶκον ἐλαύνεις.
-
ἔνθα τοι ἀντιόωντες ἐνὶ προμολῇσι δέχονται
-
ὅπλα μὲν Ἑρμείης Ἀκακήσιος, αὐτὰρ Ἀπόλλων
-
θηρίον ὅττι φέρῃσθα· πάροιθέ γέ,
καρτερὸν Ἀλκεΐδην· νῦν δʼ οὐκέτι τοῦτον ἄεθλον
-
Φοῖβος ἔχει, τοῖος γὰρ ἀεὶ Τιρύνθιος ἄκμων
-
ἕστηκε πρὸ πυλέων ποτιδέγμενος, εἴ τι φέρουσα
-
νεῖαι πῖον ἔδεσμα· θεοὶ δʼ ἐπὶ πάντες ἐκείνῳ
-
ἄλληκτον γελόωσι, μάλιστα δὲ πενθερὴ αὐτή,
-
ταῦρον ὅτʼ ἐκ δίφροιο μάλα μέγαν ἢ ὅ γε
κάπρον ὀπισθιδίοιο φέροι ποδὸς ἀσπαίροντα·
-
κερδαλέῳ μύθῳ σε, θεή, μάλα τῷδε πινύσκει
- βάλλε κακοὺς ἐπὶ θῆρας, ἵνα θνητοί σε βοηθὸν
-
-
ὡς ἐμὲ κικλήσκωσιν.
οὔρεα βόσκεσθαι· τί δέ κεν
ῥέξειαν; σύες ἔργα, σύες φυτὰ λυμαίνονται.
-
καὶ βόες ἀνθρώποισι κακὸν μέγα· βάλλʼ ἐπὶ καὶ τούς.
ὣς ἔνεπεν, ταχινὸς δὲ μέγαν περὶ θῆρα πονεῖτο.
-
οὐ γὰρ ὅ γε Φρυγίῃ περ ὑπὸ δρυὶ γυῖα θεωθεὶς
-
παύσατʼ ἀδηφαγίης· ἔτι οἱ πάρα νηδὺς ἐκείνη,
-
τῇ ποτʼ ἀροτριόωντι συνήντετο Θειοδάμαντι.
-
σοὶ δʼ Ἀμνισιάδες μὲν ὑπὸ ζεύγληφι λυθείσας
-
ψήχουσιν κεμάδας, παρὰ δέ σφισι πουλὺ νέμεσθαι
-
Ἥρης ἐκ λειμῶνος ἀμησάμεναι φορέουσιν
-
ὠκύθοον
ἐν καὶ χρυσείας ὑποληνίδας ἐπλήσαντο
-
ὕδατος, ὄφρʼ ἐλάφοισι ποτὸν θυμάρμενον εἴη.
-
αὐτὴ δʼ ἐς πατρὸς δόμον ἔρχεαι· οἱ δέ σʼ ἐφʼ ἕδρην
-
πάντες ὁμῶς καλέουσι· σὺ δʼ Ἀπόλλωνι παρίζεις.
-
ἡνίκα δʼ αἱ νύμφαι σε χορῷ ἔνι κυκλώσονται
-
ἀγχόθι πηγάων Αἰγυπτίου Ἰνωποῖο
-
ἢ Πιτάνης (καὶ γὰρ Πιτάνη σέθεν) ἢ ἐνὶ Λίμναις,
-
ἢ ἵνα, δαῖμον, Ἀλὰς Ἀραφηνίδας οἰκήσονσα
-
ἦλθες ἀπὸ Σκυθίης, ἀπὸ δʼ εἴπαο τέθμια Ταύρων,
-
μὴ νειὸν τημοῦτος ἐμαὶ βόες εἵνεκα μισθοῦ
-
τετράγυον τέμνοιεν ὑπʼ ἀλλοτρίῳ ἀροτῆρι·
-
ἦ γάρ κεν γυιαί τε καὶ αὐχένα κεκμηυῖαι
-
κόπρον ἔπι προγένοιντο, καὶ εἰ Στυμφαιίδες εἶεν
-
εἰναετιζόμεναι κεραελκέες, αἳ μέγʼ ἄρισται
-
τέμνειν ὦλκα βαθεῖαν· ἐπεὶ θεὸς οὔποτʼ ἐκεῖνον
-
ἦλθε παρʼ Ἠέλιος καλὸν χορόν, ἀλλὰ θεῆται
-
δίφρον ἐπιστήσας, τὰ δὲ φάεα μηκύνονται.
-
τίς δέ νύ τοι νήσων, ποῖον δʼ ὄρος εὔαδε πλεῖστον,
-
τίς δὲ λιμήν, ποίη δὲ πόλις ; τίνα δʼ ἔξοχα νυμφέων
-
φίλαο, καὶ ποίας ἡρωίδας ἔσχες ἑταίρας ;
-
εἰπέ, θεή, σὺ μὲν ἄμμιν, ἐγὼ δʼ ἑτέροισιν ἀείσω.
-
νήσων μὲν Δολίχη, πολίων δέ τοι εὔαδε Πέργη,
-
Τηύγετον δʼ ὀρέων, λιμένες γε μὲν Εὐρίποιο.
-
ἔξοχα δʼ ἀλλάων Γορτυνίδα φίλαο νύμφην,
-
ἐλλοφόνον Βριτόμαρτιν ἐύσκοπον· ἧς ποτε Μίνως
-
πτοιηθεὶς ὑπʼ ἔρωτι κατέδραμεν οὔρεα Κρήτης.
-
ἡ δʼ ὁτὲ μὲν λασίῃσιν ὑπὸ δρυσὶ κρύπτετο νύμφη,
-
ἄλλοτε δʼ εἱαμενῇσιν· ὁ δʼ ἐννέα μῆνας ἐφοίτα
-
παίπαλά τε κρημνούς τε καὶ οὐκ ἀνέπαυσε διωκτύν,
-
μέσφʼ ὅτε μαρπτομένη καὶ δὴ σχεδὸν ἥλατο πόντον
-
πρηόνος ἐξ ὑπάτοιο καὶ ἔνθορεν εἰς ἁλιήων
-
δίκτυα, τά σφʼ ἐσάωσαν· ὅθεν μετέπειτα Κύδωνες
-
νύμφην μὲν Δίκτυναν, ὄρος δʼ ὅθεν ἥλατο νύμφη
-
Δικταῖον καλέουσιν, ἀνεστήσαντο δὲ βωμοὺς
-
ἱερά τε ῥέζουσι· τὸ δὲ στέφος ἤματι κείνῳ
-
ἢ πίτυς ἢ σχῖνος, μύρτοιο δὲ χεῖρες ἄθικτοι·
-
δὴ τότε γὰρ πέπλοισιν ἐνέσχετο μύρσινος ὄζος
-
τῆς κούρης, ὅτʼ ἔφευγεν· ὅθεν μέγα χώσατο μύρτῳ.
-
Οὖπι ἄνασσʼ εὐῶπι φαεσφόρε, καὶ δὲ σὲ κείνγς
-
Κρηταέες καλέουσιν ἐπωνυμίην ἀπὸ νύμφης.
-
καὶ μὴν Κυρήνην ἑταρίσσαο, τῇ ποτʼ ἔδωκας
-
αὐτὴ θηρητῆρε δύω κύνε, τοῖς ἔνι κούρη
-
Ὑψηὶς παρὰ τύμβον Ἰώλκιον ἔμμορʼ ἀέθλου.
-
καὶ Κεφάλου ξανθὴν ἄλοχον Δηιονίδαο,
-
πότνια, σὴν ὁμόθηρον ἐθήκαο· καὶ δὲ σὲ φασὶ
-
καλὴν Ἀντίκλειαν ἴσον φαέεσσι φιλῆσαι
-
αἳ πρῶται θοὰ τόξα καὶ ἀμφʼ ὤμοισι φαρέτρας
-
ἰοδόκους ἐφόρησαν· ἀσίλλωτοι δέ φιν ὦμοι
-
δεξιτεροὶ καὶ γυμνὸς ἀεὶ παρεφαίνετο μαζός.
-
ᾔνησας δʼ ἔτι πάγχυ ποδορρώρην Ἀταλάντην,
-
κούρην Ἰασίοιο συοκτόνον Ἀρκασίδαο,
-
καί ἑ κυνηλασίην τε καὶ εὐστοχίην ἐδίδαξας.
-
οὔ μιν ἐπίκλητοι Καλυδωνίου ἀγρευτῆρες
-
μέμφονται κάπροιο· τὰ γὰρ σημήια νίκης
-
Ἀρκαδίην εἰσῆλθεν, ἔχει δʼ ἔτι θηρὸς ὀδόντας·
-
οὐδὲ μὲν Ὑλαῖόν τε καὶ ἄφρονα Ῥοῖκον ἔολπα
-
οὐδέ περ ἐχθαίροντας ἐν Ἄιδι μωμήσασθαι
-
τοξότιν· οὐ γάρ σφιν λαγόνες συνεπιψεύσονται,
-
τάων Μαιναλίη νᾶεν φόνῳ ἀκρώρεια.
-
πότνια πουλυμέλαθρε, πολύπτολι, χαῖρε Χιτώνη
-
Μιλήτῳ ἐπίδημε· σὲ γὰρ ποιήσατο Νηλεὺς
-
ἡγεμόνην, ὅτε νηυσὶν ἀνήγετο Κεκροπίηθεν.
-
Χησιὰς Ἰμβρασίη πρωτόθρονε, σοὶ δʼ Ἀγαμέμνων
-
πηδάλιον νηὸς σφετέρης ἐγκάτθετο νηῷ
-
μείλιον ἀπλοΐης, ὅτε οἱ κατέδησας ἀήτας,
-
Τευκρῶν ἡνίκα νῆες Ἀχαιίδες ἄστεα κήδειν
-
ἔπλεον ἀμφʼ Ἑλένῃ Ῥαμνουσίδι θυμωθεῖσαι.
-
ἦ μέν τοι Προῖτός γε δύω ἐκαθίσσατο νηούς,
-
ἄλλον μὲν Κορίης, ὅτι οἱ συνελέξαο κούρας
-
οὔρεα πλαζομένας Ἀζήνια,
ἡμέρῃ, οὕνεκα θυμὸν ἀπʼ ἄγριον εἵλεο παίδων.
-
σοὶ καὶ Ἀμαζονίδες πολέμου ἐπιθυμήτειραι
-
ἔν ποτε παρραλίῃ Ἐφέσῳ βρέτας ἱδρύσαντο
-
φηγῷ ὑπὸ πρέμεῳ, τέλεσεν δέ τοι ἱερὸν Ἱππώ·
-
αὐταὶ δʼ, Οὖπι ἄνασσα, περὶ πρύλιν ὠρχήσαντο
-
πρῶτα μὲν ἐν σακέεσσιν ἐνόπλιον, αὖθι δὲ κύκλῳ
-
στησάμεναι χορὸν εὐρύν· ὑπήεισαν δὲ λίγειαι
-
λεπταλέον σύριγγες, ἵνα ῥήσσωσιν
οὐ γάρ πω νέβρεια διʼ ὀστέα τετρήναντο,
-
ἔργονʼ Ἀθηναίης ἐλάφῳ κακόν· ἔδραμε δʼ ἠχὼ
-
Σάρδιας ἔς τε νομὸν Βερεκύνθιον. αἱ δὲ πόδεσσιν
-
οὖλα κατεκροτάλιζον, ἐπεψόφεον δὲ φαρέτραι.
-
κεῖνο δέ τοι μετέπειτα περὶ βρέτας εὐρὺ θέμειλον
-
δωμήθη, τοῦ δʼ οὔτε θεώτερον ὄψεται ἠὼς
-
οὐδʼ ἀφνειότερον· ῥέα κεν Πυθῶνα παρέλθοι.
-
τῶ ῥα καὶ ἠλαίνων ἀλαπαξέμεν ἠπείλησε
-
Λύγδαμις ὑβριστής· ἐπὶ δὲ στρατὸν ἱππημολγῶν
-
ἤγαγε
κεκλιμένοι ναίουσι βοὸς πόρον Ἰναχιώνης.
-
ἆ δειλὸς βασιλέων, ὅσον ἤλιτεν· οὐ γὰρ ἔμελλεν
-
οὔτʼ αὐτὸς Σκυθίηνδε παλιμπετὲς οὔτε τις ἄλλος
-
ὅσσων ἐν λειμῶνι Καϋστρίῳ ἔσταν ἅμαξαι
-
νοστήσειν· Ἐφέσου γὰρ ἀεὶ τεὰ τόξα πρόκειται.
-
πότνια Μουνιχίη λιμενοσκόπε, χαῖρε Φεραίη.
-
μή τις ἀτιμήσῃ τὴν Ἄρτεμιν· οὐδὲ γὰρ Οἰνεῖ
-
βωμὸν ἀτιμήσαντι
μηδʼ ἐλαφηβολίην μηδʼ εὐστοχίην ἐριδαίνειν·
-
οὐδὲ γὰρ Ἀτρεΐδης ὀλίγῳ ἔπι κόμπασε μισθῷ·
-
μηδέ τινα μνᾶσθαι τὴν παρθένον· οὐδὲ γὰρ Ὦτος,
-
οὐδὲ μὲν Ὠαρίων ἀγαθὸν γάμον ἐμνήστευσαν·
-
μηδὲ χορὸν φεύγειν ἐνιαύσιον· οὐδὲ γὰρ Ἱππὼ
-
ἀκλαυτεὶ περὶ βωμὸν ἀπείπατο κυκλώσασθαι·
-
χαῖρε μέγα κρείουσα καὶ εὐάντησον ἀοιδῇ.
Perseus DL
-
-
Ἄρτεμιν (οὐ γὰρ ἐλαφρὸν ἀειδόντεσσι λαθέσθαι)
-
ὑμνέομεν, τῆι τόξα λαγωβολίαι τε μέλονται
-
καὶ χορὸς ἀμφιλαφὴς καὶ ἐν οὔρεσιν ἑψιάασθαι,
-
ἄρχμενοι, ὡς ὅτε πατρὸς ἐφεζομένη γονάτεσσι
-
παῖς ἔτι κουρίζουσα τάδε προσέειπε γονῆα
-
ʼδός μοι παρθενίην αἰώνιον ἄππα φυλάσσειν,
-
καὶ πολυωνυμίην, ἵνα μή μοι Φοῖβος ἐρίζηι.
-
δὸς δʼ ἰοὺς καὶ τόξα — ἔα πάτερ, οὔ σε φαρέτρην
-
οὐδʼ αἰτέω μέγα τόξον· ἐμοὶ Κύκλωπες ὀιστοὺς
-
αὐτίκα τεχνήσονται, ἐμοὶ δʼ εὐκαμπὲς ἄεμμα·
-
ἀλλὰ φαεσφορίην τε καὶ ἐς γόνυ μέχρι χιτῶνα
-
ζώννυσθαι λεγνωτόν, ἵνʼ ἄγρια θηρία καίνω.
-
δὸς δέ μοι ἑξήκοντα χορίτιδας Ὠκεανίνας,
-
πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.
-
δὸς δέ μοι ἀμφιπόλους Ἀμνισίδας εἴκοσι νύμφας,
-
αἵ τέ μοι ἐνδρομίδας τε καί, ὁππότε μηκέτι λύγκας
-
μήτʼ ἐλάφους βάλλοιμι, θοοὺς κύνας εὖ κομέοιεν,
-
δὸς δέ μοι οὔρεα πάντα· πόλιν δέ μοι ἥντινα νεῖμον
-
ἥντινα λῆις· σπαρνὸν γὰρ ὅτʼ Ἄρτεμις ἄστυ κάτεισιν·
-
οὔρεσιν οἰκήσω, πόλεσιν δʼ ἐπιμείξομαι ἀνδρῶν
-
μοῦνον ὅτʼ ὀξείηισιν ὑπʼ ὠδίνεσσι γυναῖκες
-
τειρόμεναι καλέουσι βοηθόον, ἧισί με Μοῖραι
-
γεινομένην τὸ πρῶτον ἐπεκλήρωσαν ἀρήγειν,
-
ὅττι με καὶ τίκτουσα καὶ οὐκ ἤλγησε φέρουσα
μήτηρ, ἀλλʼ ἀμογητὶ φίλων ἀπεθήκατο γυίωνʼ.
-
ὣς ἡ παῖς εἰποῦσα γενειάδος ἤθελε πατρὸς
-
ἅψασθαι, πολλὰς δὲ μάτην ἐτανύσσατο χεῖρας,
-
μέχρις ἵνα ψαύσειε. πατὴρ δʼ ἐπένευσε γελάσσας,
-
φῆ δὲ καταρρέζων ʼὅτε μοι τοιαῦτα θέαιναι
-
τίκτοιεν, τυτθόν κεν ἐγὼ ζηλήμονος Ἥρης
-
χωομένης ἀλέγοιμι. φέρευ τέκος ὅσσʼ ἐθελημός
-
αἰτίζεις, καὶ δʼ ἄλλα πατὴρ ἔτι μείζονα δώσει.
-
τρὶς δέκα τοι πτολίεθρα καὶ οὐχ ἕνα πύργον ὀπάσσω,
-
τρὶς δέκα τοι πτολίεθρα, τὰ μὴ θεὸν ἄλλον ἀέξειν
-
εἴσεται ἀλλὰ μόνην σὲ καὶ Ἀρτέμιδος καλέεσθαι·
-
πολλὰς δὲ ξυνῆι πόλιας διαμετρήσασθαι
-
μεσσόγεως νήσους τε· καὶ ἐν πάσηισιν ἔσονται
-
Ἀρτέμιδος βωμοί τε καὶ ἄλσεα. καὶ μὲν ἀγυιαῖς
-
ἔσσηι καὶ λιμένεσσιν ἐπίσκοποσʼ. ὣς ὃ μὲν εἰπὼν
-
μῦθον ἐπεκρήηνε καρήατι. βαῖνε δὲ κούρη
-
λευκὸν ἐπὶ Κρηταῖον ὄρος κεκομημένον ὕληι·
-
ἔνθεν ἐπʼ Ὠκεανόν· πολέας δʼ ἐπελέξατο νύμφας,
-πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.
-
χαῖρε δὲ Καίρατος ποταμὸς μέγα, χαῖρε δὲ Τηθύς,
-
οὕνεκα θυγατέρας Λητωίδι πέμπον ἀμορβούς.
αὖθι δὲ Κύκλωπας μετεκίαθε· τοὺς μὲν ἔτετμε
-
νήσωι ἐνὶ Λιπάρηι (Λιπάρη νέον, ἀλλὰ τότʼ ἔσκεν
-
οὔνομά οἱ Μελιγουνίς) ἐπʼ ἄκμοσιν Ἡφαίστοιο
-
ἑσταότας περὶ μύδρον· ἐπείγετο γὰρ μέγα ἔργον·
-
ἱππείην τετύκοντο Ποσειδάωνι ποτίστρην.
-
αἱ νύμφαι δʼ ἔδδεισαν, ὅπως ἴδον αἰνὰ πέλωρα
-
πρηόσιν †ὀσσείοισιν ἐοικότα, πᾶσι δʼ ὑπʼ ὀφρύν
-
φάεα μουνόγληνα σάκει ἴσα τετραβοείωι
-
δεινὸν ὑπογλαύσσοντα, καὶ ὁππότε δοῦπον ἄκουσαν
-
ἄκμονος ἠχήσαντος ἐπὶ μέγα πουλύ τʼ ἄημα
-
φυσάων αὐτῶν τε βαρὺν στόνον· αὖε γὰρ Αἴτνη,
αὖε δὲ Τρινακίη, Σικανῶν ἕδος, αὖε δὲ γείτων
-
Ἰταλίη, μεγάλην δὲ βοὴν ἐπὶ Κύρνος ἀύτει,
-
εὖθʼ οἵ γε ρῥαιστῆρας ἀειράμενοι ὑπὲρ ὤμων
-
ἢ χαλκὸν ζείοντα καμινόθεν ἠὲ σίδηρον
-
ἀμβολαδὶς τετυπόντες ἐπὶ μέγα μοχθήσειαν.
-
τῶι σφέας οὐκ ἐτάλασσαν ἀκηδέες Ὠκεανῖναι
-
οὔτʼ ἄντην ἰδέειν οὔτε κτύπον οὔασι δέχθαι.
-
οὐ νέμεσις· κείνους γε καὶ αἱ μάλα μηκέτι τυτθαί
-
οὐδέποτʼ ἀφρικτὶ μακάρων ὁρόωσι θύγατρες.
-
ἀλλʼ ὅτε κουράων τις ἀπειθέα μητέρι τεύχοι,
-
μήτηρ μὲν Κύκλωπας ἑῆι ἐπὶ παιδὶ καλιστρεῖ,
-
Ἄργην ἢ Στερόπην· ὃ δὲ δώματος ἐκ μυχάτοιο
-
ἔρχεται Ἑρμείης σποδιῆι κεχριμένος αἰθῆι·
-
αὐτίκα τὴν κούρην μορμύσσεται, ἣ δὲ τεκούσης
-
δύνει ἔσω κόλπους θεμένη ἐπὶ φάεσι χεῖρας.
-
κοῦρα σὺ δὲ προτέρω περ, ἔτι τριέτηρος ἐοῦσα,
-
εὖτʼ ἔμολεν Λητώ σε μετʼ ἀγκαλίδεσσι φέρουσα,
-
Ἡφαίστου καλέοντος ὅπως ὀπτήρια δοίη,
-
Βρόντεώ σε στιβαροῖσιν ἐφεσσαμένου γονάτεσσι,
-
στήθεος ἐκ μεγάλου λασίης ἐδράξαο χαίτης,
-
ὤλοψας δὲ βίηιφι· τὸ δʼ ἄτριχον εἰσέτι καὶ νῦν
-
μεσσάτιον στέρνοιο μένει μέρος, ὡς ὅτε κόρσηι
-
φωτὸς ἐνιδρυθεῖσα κόμην ἐπενείματʼ ἀλώπηξ.
-
τῶι μάλα θαρσαλέη σφε τάδε προσελέξαο τῆμος
-
ʼΚύκλωπες κἠμοί τι Κυδώνιον εἰ δʼ ἄγε τόξον
-
ἠδʼ ἰοὺς κοίλην τε κατακληῖδα βελέμνων
-
τεύξατε· καὶ γὰρ ἐγὼ Λητωιὰς ὥσπερ Ἀπόλλων.
-
αἰ δέ κʼ ἐγὼ τόξοις μονιὸν δάκος ἤ τι πέλωρον
-
θηρίον ἀγρεύσω, τὸ δέ κεν Κύκλωπες ἔδοιενʼ.
-
ἔννεπες· οἳ δʼ ἐτέλεσσαν· ἄφαρ δʼ ὡπλίσσαο δαῖμον.
αἶψα δʼ ἐπὶ σκύλακας πάλιν ἤιες· ἵκεο δʼ αὖλιν
-
Ἀρκαδικὴν ἔπι Πανός. ὃ δὲ κρέα λυγκὸς ἔταμνε
-
Μαιναλίης, ἵνα οἱ τοκάδες κύνες εἶδαρ ἔδοιεν.
τὶν δʼ ὁ γενειήτης δύο μὲν κύνας ἥμισυ πηγούς
-
τρεῖς δὲ παρουαίους ἕνα δʼ αἰόλον, οἵ ῥα λέοντας
-
αὐτοὺς αὖ ἐρύοντας, ὅτε δράξαιντο δεράων,
-
εἷλκον ἔτι ζώοντας ἐπʼ αὐλίον, ἑπτὰ δʼ ἔδωκε
-
θάσσονας αὐράων Κυνοσουρίδας, αἵ ῥα διῶξαι
-
ὤκισται νεβρούς τε καὶ οὐ μύοντα λαγωόν,
-
καὶ κοίτην ἐλάφοιο καὶ ὕστριχος ἔνθα καλιαί
-
σημῆναι, καὶ ζορκὸς ἐπʼ ἴχνιον ἡγήσασθαι.
-
ἔνθεν ἀπερχομένη (μετὰ καὶ κύνες ἐσσεύοντο)
-
εὗρες ἐπὶ προμολῆισʼ ὄρεος τοῦ Παρρασίοιο
-
σκαιρούσας ἐλάφους, μέγα τι χρέος· αἳ μὲν ἐπʼ ὄχθηις
-
αἰὲν ἐβουκολέοντο μελαμψήφιδος ἀναύρου,
-
μάσσονες ἢ ταῦροι, κεράων δʼ ἀπελάμπετο χρυσός·
-
ἐξαπίνης δʼ ἔταφές τε καὶ ὃν ποτὶ θυμὸν ἔειπες
-
ʼτοῦτό κεν Ἀρτέμιδος πρωτάγριον ἄξιον εἴηʼ.
-
πέντʼ ἔσαν αἱ πᾶσαι· πίσυρας δʼ ἕλες ὦκα θέουσα
-
νόσφι κυνοδρομίης, ἵνα τοι θοὸν ἅρμα φέρωσι.
-
τὴν δὲ μίαν Κελάδοντος ὑπὲρ ποταμοῖο φυγοῦσαν
-
Ἥρης ἐννεσίηισιν, ἀέθλιον Ἡρακλῆι
-
ὕστερον ὅφρα γένοιτο, πάγος Κερύνειος ἔδεκτο.
-
Ἄρτεμι Παρθενίη Τιτυοκτόνε, χρύσεα μέν τοι
-
ἔντεα καὶ ζώνη, χρύσεον δʼ ἐζεύξαο δίφρον,
-
ἐν δʼ ἐβάλευ χρύσεια θεὴ κεμάδεσσι χαλινά.
-
ποῦ δέ σε τὸ πρῶτον κερόεις ὄχος ἤρξατʼ ἀείρειν;
-
Αἵμωι ἐπὶ Θρήικι, τόθεν βορέαο κατᾶιξ
-
ἔρχεται ἀχλαίνοισι δυσαέα κρυμὸν ἄγουσα.
-
ποῦ δʼ ἔταμες πεύκην, ἀπὸ δὲ φλογὸς ἥψαο ποίης;
-
Μυσῶι ἐν Οὐλύμπωι, φάεος δʼ ἐνέηκας ἀυτμήν
-
ἀσβέστου, τό ῥα πατρὸς ἀποστάζουσι κεραυνοί.
-
ποσσάκι δʼ ἀργυρέοιο θεὴ πειρήσαο τόξου;
-
πρῶτον ἐπὶ πτελέην, τὸ δὲ δεύτερον ἧκας ἐπὶ δρῦν,
-
τὸ τρίτον αὖτʼ ἐπὶ θῆρα. τὸ τέτρατον οὐκέτʼ ἐπὶ δρῦν,
-
ἀλλά μιν εἰς ἀδίκων ἔβαλες πόλιν, οἵ τε περὶ σφέας
-
οἵ τε περὶ ξείνους ἀλιτήμονα πολλὰ τέλεσκον,
-
σχέτλιοι· οἷς τύνη χαλεπὴν ἐμμάξεαι ὀργήν·
-
κτήνεά φιν λοιμὸς καταβόσκεται, ἔργα δὲ πάχνη,
-
κείρονται δὲ γέροντες ἐφʼ υἱάσιν, αἱ δὲ γυναῖκες
-
ἢ βληταὶ θνήισκουσι λεχωίδες ἠὲ φυγοῦσαι
-
τίκτουσιν τῶν οὐδὲν ἐπὶ σφυρὸν ὀρθὸν ἀνέστη.
-
οἷς δέ κεν εὐμειδής τε καὶ ἵλαος αὐγάσσηαι,
-
κείνοις εὖ μὲν ἄρουρα φέρει στάχυν, εὖ δὲ γενέθλη
-
τετραπόδων, εὖ δʼ ὄλβος ἀέξεται· οὐδʼ ἐπὶ σῆμα
-
ἔρχονται πλὴν εὖτε πολυχρόνιόν τι φέρωσιν·
-
οὐδὲ διχοστασίη τρώει γένος, ἥ τε καὶ εὖ περ
-
οἴκους ἑστηῶτας ἐσίνατο· ταὶ δὲ θυωρόν
-
εἰνάτερες γαλόωι τε μίαν πέρι δίφρα τίθενται.
-
πότνια, τῶν εἴη μὲν ἐμοὶ φίλος ὅστις ἀληθής,
-
εἴην δʼ αὐτός, ἄνασσα, μέλοι δέ μοι αἰὲν ἀοιδή·
-
τῆι ἔνι μὲν Λητοῦς γάμος ἔσσεται, ἐν δὲ σὺ πολλή,
-
ἐν δὲ καὶ Ἀπόλλων, ἐν δʼ οἵ σεο πάντες ἄεθλοι,
-
ἐν δὲ κύνες καὶ τόξα καὶ ἄντυγες, αἵ τέ σε ῥεῖα
-
θηητὴν φορέουσιν, ὅτʼ ἐς Διὸς οἶκον ἐλαύνεις.
-
ἔνθα τοι ἀντιόωντες ἐνὶ προμολῆισι δέχονται
-
ὅπλα μὲν Ἑρμείης Ἀκακήσιος, αὐτὰρ Ἀπόλλων
-
θηρίον ὅττι φέρηισθα· πάροιθέ γέ, πρίν περ ἱκέσθαι
-
καρτερὸν Ἀλκεΐδην· νῦν δʼ οὐκέτι τοῦτον ἄεθλον
-
Φοῖβος ἔχει, τοῖος γὰρ ἀεὶ Τιρύνθιος ἄκμων
-
ἕστηκε πρὸ πυλέων ποτιδέγμενος, εἴ τι φέρουσα
-
νεῖαι πῖον ἔδεσμα· θεοὶ δʼ ἐπὶ πάντες ἐκείνωι
-
ἄλληκτον γελόωσι, μάλιστα δὲ πενθερὴ αὐτή,
-
ταῦρον ὅτʼ ἐκ δίφροιο μάλα μέγαν ἢ ὅ γε χλούνην
-
κάπρον ὀπισθιδίοιο φέροι ποδὸς ἀσπαίροντα·
-
κερδαλέωι μύθωι σε θεὴ μάλα τῶιδε πινύσκει
-βάλλε κακοὺς ἐπὶ θῆρας, ἵνα θνητοί σε βοηθόν
-
-
ὡς ἐμὲ κικλήσκωσιν. ἔα πρόκας ἠδὲ λαγωούς
οὔρεα βόσκεσθαι· τί κέ μιν πρόκες ἠὲ λαγωοί
-
ῥέξειαν; σύες ἔργα, σύες φυτὰ λυμαίνονται.
-
καὶ βόες ἀνθρώποισι κακὸν μέγα· βάλλʼ ἐπὶ καὶ τούς.
ὣς ἔνεπεν, ταχινὸς δὲ μέγαν περὶ θῆρα πονεῖτο.
-
οὐ γὰρ ὅ γε Φρυγίηι περ ὑπὸ δρυὶ γυῖα θεωθείς
-
παύσατʼ ἀδηφαγίης· ἔτι οἱ πάρα νηδὺς ἐκείνη,
-
τῆι ποτʼ ἀροτριόωντι συνήντετο Θειοδάμαντι.
-
σοὶ δʼ Ἀμνισιάδες μὲν ὑπὸ ζεύγληφι λυθείσας
-
ψήχουσιν κεμάδας, παρὰ δέ σφισι πουλὺ νέμεσθαι
-
Ἥρης ἐκ λειμῶνος ἀμησάμεναι φορέουσιν
-
ὠκύθοον τριπέτηλον, ὃ καὶ Διὸς ἵπποι ἔδουσιν·
-
ἐν καὶ χρυσείας ὑποληνίδας ἐπλήσαντο
-
ὕδατος, ὄφρʼ ἐλάφοισι ποτὸν θυμάρμενον εἴη.
-
αὐτὴ δʼ ἐς πατρὸς δόμον ἔρχεαι· οἳ δέ σʼ ἐφʼ ἕδρην
-
πάντες ὁμῶς καλέουσι· σὺ δʼ Ἀπόλλωνι παρίζεις.
ἡνίκα δʼ αἱ νύμφαι σε χορῶι ἔνι κυκλώσονται
-
ἀγχόθι πηγάων Αἰγυπτίου Ἰνωποῖο
-
ἢ Πιτάνης (καὶ γὰρ Πιτάνη σέθεν) ἢ ἐνὶ Λίμναις,
-
ἢ ἵνα δαῖμον Ἀλὰς Ἀραφηνίδας οἰκήσουσα
-
ἦλθες ἀπὸ Σκυθίης, ἀπὸ δʼ εἴπαο τέθμια Ταύρων,
-
μὴ νειὸν τημοῦτος ἐμαὶ βόες εἵνεκα μισθοῦ
-
τετράγυον τέμνοιεν ὑπʼ ἀλλοτρίωι ἀροτῆρι·
-
ἦ γάρ κεν γυιαί τε καὶ αὐχένα κεκμηυῖαι
-
κόπρον ἔπι προγένοιντο, καὶ εἰ Στυμφαιίδες εἶεν
-
εἰναετιζόμεναι κεραελκέες, αἳ μέγʼ ἄρισται
-
τέμνειν ὦλκα βαθεῖαν· ἐπεὶ θεὸς οὔποτʼ ἐκεῖνον
-
ἦλθε παρʼ Ἠέλιος καλὸν χορόν, ἀλλὰ θεῆται
-
δίφρον ἐπιστήσας, τὰ δὲ φάεα μηκύνονται.
-
τίς δέ νύ τοι νήσων, ποῖον δʼ ὄρος εὔαδε πλεῖστον,
-
τίς δὲ λιμήν, ποίη δὲ πόλις; τίνα δʼ ἔξοχα νυμφέων
-
φίλαο, καὶ ποίας ἡρωίδας ἔσχες ἑταίρας;
-
εἰπὲ θεὴ σὺ μὲν ἄμμιν, ἐγὼ δʼ ἑτέροισιν ἀείσω.
-
νήσων μὲν Δολίχη, πολίων δέ τοι εὔαδε Πέργη,
Τηύγετον δʼ ὀρέων, λιμένες γε μὲν Εὐρίποιο.
-
ἔξοχα δʼ ἀλλάων Γορτυνίδα φίλαο νύμφην,
-
ἐλλοφόνον Βριτόμαρτιν ἐύσκοπον· ἧς ποτε Μίνως
-
πτοιηθεὶς ὑπʼ ἔρωτι κατέδραμεν οὔρεα Κρήτης.
-
ἣ δʼ ὁτὲ μὲν λασίηισιν ὑπὸ δρυσὶ κρύπτετο νύμφη,
-
ἄλλοτε δʼ εἱαμενῆισιν· ὃ δʼ ἐννέα μῆνας ἐφοίτα
-
παίπαλά τε κρημνούς τε καὶ οὐκ ἀνέπαυσε διωκτύν,
-
μέσφʼ ὅτε μαρπτομένη καὶ δὴ σχεδὸν ἥλατο πόντον
-
πρηόνος ἐξ ὑπάτοιο καὶ ἔνθορεν εἰς ἁλιήων
-
δίκτυα, τά σφʼ ἐσάωσαν· ὅθεν μετέπειτα Κύδωνες
-
νύμφην μὲν Δίκτυναν, ὄρος δʼ ὅθεν ἥλατο νύμφη
-
Δικταῖον καλέουσιν, ἀνεστήσαντο δὲ βωμούς
-
ἱερά τε ῥέζουσι· τὸ δὲ στέφος ἤματι κείνωι
-
ἢ πίτυς ἢ σχῖνος, μύρτοιο δὲ χεῖρες ἄθικτοι·
-
δὴ τότε γὰρ πέπλοισιν ἐνέσχετο μύρσινος ὄζος
-
τῆς κούρης, ὅτʼ ἔφευγεν· ὅθεν μέγα χώσατο μύρτωι.
-
Οὖπι ἄνασσʼ εὐῶπι φαεσφόρε, καὶ δὲ σὲ κείνην
-
Κρηταέες καλέουσιν ἐπωνυμίην ἀπὸ νύμφης.
-
καὶ μὴν Κυρήνην ἑταρίσσαο, τῆι ποτʼ ἔδωκας
-
αὐτὴ θηρητῆρε δύω κύνε, τοῖς ἔνι κούρη
-
Ὑψηὶς παρὰ τύμβον Ἰώλκιον ἔμμορʼ ἀέθλου.
-
καὶ Κεφάλου ξανθὴν ἄλοχον Δηιονίδαο
-
πότνια σὴν ὁμόθηρον ἐθήκαο· καὶ δὲ σὲ φασί
-
καλὴν Ἀντίκλειαν ἴσον φαέεσσι φιλῆσαι,
-
αἳ πρῶται θοὰ τόξα καὶ ἀμφʼ ὤμοισι φαρέτρας
-
ἰοδόκους ἐφόρησαν· ἀσύλλωτοι δέ φιν ὦμοι
-
δεξιτεροὶ καὶ γυμνὸς ἀεὶ παρεφαίνετο μαζός.
-
ἤινησας δʼ ἔτι πάγχυ ποδορρώρην Ἀταλάντην,
-
κούρην Ἰασίοιο συοκτόνον Ἀρκασίδαο,
-
καί ἑ κυνηλασίην τε καὶ εὐστοχίην ἐδίδαξας.
-
οὔ μιν ἐπίκλητοι Καλυδωνίου ἀγρευτῆρες
-
μέμφονται κάπροιο· τὰ γὰρ σημήια νίκης
-
Ἀρκαδίην εἰσῆλθεν, ἔχει δʼ ἔτι θηρὸς ὀδόντας·
οὐδὲ μὲν Ὑλαῖόν τε καὶ ἄφρονα Ῥοῖκον ἔολπα
-
οὐδέ περ ἐχθαίροντας ἐν Ἄιδι μωμήσασθαι
-
τοξότιν· οὐ γάρ σφιν λαγόνες συνεπιψεύσονται,
-
τάων Μαιναλίη νᾶεν φόνωι ἀκρώρεια.
πότνια πουλυμέλαθρε πολύπτολι χαῖρε Χιτώνη
-
Μιλήτωι ἐπίδημε· σὲ γὰρ ποιήσατο Νηλεύς
-
ἡγεμόνην, ὅτε νηυσὶν ἀνήγετο Κεκροπίηθεν.
-
Χησιὰς Ἰμβρασίη πρωτόθρονε, σοὶ δʼ Ἀγαμέμνων
-
πηδάλιον νηὸς σφετέρης ἐγκάτθετο νηῶι
-
μείλιον ἀπλοΐης, ὅτε οἱ κατέδησας ἀήτας,
-
Τευκρῶν ἡνίκα νῆες Ἀχαιίδες ἄστεα κήδειν
-
ἔπλεον ἀμφʼ Ἑλένηι Ῥαμνουσίδι θυμωθεῖσαι.
-
ἦ μέν τοι Προῖτός γε δύω ἐκαθίσσατο νηούς,
-
ἄλλον μὲν Κορίης, ὅτι οἱ συνελέξαο κούρας
-
οὔρεα πλαζομένας Ἀζήνια, τὸν δʼ ἐνὶ Λούσοις
-
Ἡμέρηι, οὕνεκα θυμὸν ἀπʼ ἄγριον εἵλεο παίδων.
-
σοὶ καὶ Ἀμαζονίδες πολέμου ἐπιθυμήτειραι
-
ἔν ποτε παρραλίηι Ἐφέσωι βρέτας ἱδρύσαντο
-
φηγῶι ὑπὸ πρέμνωι, τέλεσεν δέ τοι ἱερὸν Ἱππώ·
-
αὐταὶ δʼ, Οὖπι ἄνασσα, περὶ πρύλιν ὠρχήσαντο
-
πρῶτα μὲν ἐν σακέεσσιν ἐνόπλιον, αὖθι δὲ κύκλωι
-
στησάμεναι χορὸν εὐρύν· ὑπήεισαν δὲ λίγειαι
-
λεπταλέον σύριγγες, ἵνα ῥήσσωσιν ὁμαρτῆι
-
(οὐ γάρ πω νέβρεια διʼ ὀστέα τετρήναντο,
-
ἔργον Ἀθηναίης ἐλάφωι κακόν)· ἔδραμε δʼ ἠχώ
-
Σάρδιας ἔς τε νομὸν Βερεκύνθιον. αἳ δὲ πόδεσσιν
-
οὖλα κατεκροτάλιζον, ἐπεψόφεον δὲ φαρέτραι.
-
κεῖνο δέ τοι μετέπειτα περὶ βρέτας εὐρὺ θέμειλον
-
δωμήθη, τοῦ δʼ οὔτι θεώτερον ὄψεται ἠώς
-
οὐδʼ ἀφνειότερον· ῥέα κεν Πυθῶνα παρέλθοι.
-
τῶι ῥα καὶ ἠλαίνων ἀλαπαξέμεν ἠπείλησε
-
Λύγδαμις ὑβριστής· ἐπὶ δὲ στρατὸν ἱππημολγῶν
-
ἤγαγε Κιμμερίων ψαμάθωι ἴσον, οἵ ῥα παρʼ αὐτόν
κεκλιμένοι ναίουσι βοὸς πόρον Ἰναχιώνης.
-
ἆ δειλὸς βασιλέων, ὅσον ἤλιτεν· οὐ γὰρ ἔμελλεν
-
οὔτʼ αὐτὸς Σκυθίηνδε παλιμπετὲς οὔτε τις ἄλλος
-
ὅσσων ἐν λειμῶνι Καϋστρίωι ἔσταν ἅμαζαι
-
νοστήσειν· Ἐφέσου γὰρ ἀεὶ τεὰ τόξα πρόκειται.
-
πότνια Μουνιχίη λιμενοσκόπε, χαῖρε Φεραίη.
-
μή τις ἀτιμήσηι τὴν Ἄρτεμιν (οὐδὲ γὰρ Οἰνεῖ
-
βωμὸν ἀτιμάσσαντι καλοὶ πόλιν ἦλθον ἀγῶνες),
-
μηδʼ ἐλαφηβολίην μηδʼ εὐστοχίην ἐριδαίνειν
-
(οὐδὲ γὰρ Ἀτρεΐδης ὀλίγωι ἔπι κόμπασε μισθῶι),
-
μηδέ τινα μνᾶσθαι τὴν παρθένον (οὐδὲ γὰρ Ὦτος,
-
οὐδὲ μὲν Ὠαρίων ἀγαθὸν γάμον ἐμνήστευσαν),
-
μηδὲ χορὸν φεύγειν ἐνιαύσιον (οὐδὲ γὰρ Ἱππώ
-
ἀκλαυτεὶ περὶ βωμὸν ἀπείπατο κυκλώσασθαι)·
-
χαῖρε μέγα κρείουσα καὶ εὐάντησον ἀοιδῆι.
Perseus data entry
+This pointer pattern extracts line.
+δός μοι παρθενίην αἰώνιον, ἄππα, φυλάσσειν,
καὶ πολυωνυμίην, ἵνα μή μοι Φοῖβος ἐρίζῃ.
δὸς δʼ ἰοὺς καὶ τόξα—;ἔα, πάτερ, οὔ σε Φαρέτρην
οὐδʼ αἰτέω μέγα τόξον· ἐμοὶ Κύκλωπες ὀιστοὺς
αὐτίκα τεχνήσονται, ἐμοὶ δʼ εὐκαμπὲς ἄεμμα·
ἀλλὰ φαεσφορίην τε καὶ ἐς γόνυ μέχρι χιτῶνα
ζώννυσθαι λεγνωτόν, ἵνʼ ἄγρια θηρία καίνω.
δὸς δέ μοι ἑξήκοντα χορίτιδας Ὠκεανίνας,
πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.
δὸς δέ μοι ἀμφιπόλους Ἀμνισίδας εἴκοσι νύμφας,
αἵ τέ μοι ἐνδρομίδας τε καὶ ὁππότε μηκέτι λύγκας
μήτʼ ἐλάφους βάλλοιμι, θοοὺς κύνας εὖ κομέοιεν,
δὸς δέ μοι οὔρεα πάντα· πόλιν δέ μοι ἥντινα νεῖμον
ἥντινα λῇς· σπαρνὸν γὰρ ὅτʼ Ἄρτεμις ἄστυ κάτεισιν·
οὔρεσιν οἰκήσω, πόλεσιν δʼ ἐπιμείξομαι ἀνδρῶν
μοῦνον ὅτʼ ἐξείῃσιν ὑπʼ ὠδίνεσσι γυναῖκες
τειρόμεναι καλέουσι βοηθόον, ᾗσί με Μοῖραι
γεινομένην τὸ πρῶτον ἐπεκλήρωσαν ἀρήγειν,
ὅττι με καὶ τίκτουσα καὶ οὐκ ἤλγησε φέρουσα
μήτηρ, ἀλλʼ ἀμογητὶ φίλων ἀπεθήκατο γυίων.
ὅτε μοι τοιαῦτα θέαιναι
τίκτοιεν, τυτθόν κεν ἐγὼ ζηλήμονος Ἥρης
χωομένης ἀλέγοιμι. φέρευ, τέκος, ὅσσʼ ἐθελημὸς
αἰτίζεις, καὶ δʼ ἄλλα πατὴρ ἔτι μείζονα δώσει.
τρὶς δέκα τοι πτολίεθρα καὶ οὐχ ἕνα πύργον ὀπάσσω,
τρὶς δέκα τοι πτολίεθρα, τὰ μὴ θεὸν ἄλλον ἀέξειν
εἴσεται, ἀλλὰ μόνην σὲ καὶ Ἀρτέμιδος καλέεσθαι·
πολλὰς δὲ ξυνῇ πόλιας διαμετρήσασθαι
μεσσόγεως νήσους τε· καὶ ἐν πάσῃσιν ἔσονται
Ἀρτέμιδος βωμοί τε καὶ ἄλσεα. καὶ μὲν ἀγυιαῖς
ἔσσῃ καὶ λιμένεσσιν ἐπίσκοπος.ὣς ὁ μὲν εἰπὼν
Κύκλωπες, κἠμοίτι Κυδώνιον εἰ δʼ ἄγε τόξον kh)moi/ Meineke;h)\ h)/ moi .
ἠδʼ ἰοὺς κοίλην τε κατακληῖδα βελέμνων
τεύξατε· καὶ γὰρ ἐγὼ Λητωιὰς ὥσπερ Ἀπόλλων.
αἰ δέ κʼ ἐγὼ τόξοις μονιὸν δάκος ἤ τι πέλωρον
θηρίον ἀγρεύσω, τὸ δέ κεν Κύκλωπες ἔδοιεν.
τοῦτό κεν Ἀρτέμιδος πρωτάγριον ἄξιον εἴη.
βάλλε κακοὺς ἐπὶ θῆρας, ἵνα θνητοί σε βοηθὸν
ὡς ἐμὲ κικλήσκωσιν.ἔα πρόκας ἠδὲ λαγωοὺς κικλήσκωσιν F and Voss. 59;-ουσιν AE.
οὔρεα βόσκεσθαι· τί δέ κενπρόκες ἠδὲ λαγωοὶ τί κεν .
ῥέξειαν; σύες ἔργα, σύες φυτὰ λυμαίνονται.
καὶ βόες ἀνθρώποισι κακὸν μέγα· βάλλʼ ἐπὶ καὶ τούς.
Perseus DL
+This pointer pattern extracts line.
+βάλλε κακοὺς ἐπὶ θῆρας, ἵνα θνητοί σε βοηθόν
ὡς ἐμὲ κικλήσκωσιν. ἔα πρόκας ἠδὲ λαγωούς
οὔρεα βόσκεσθαι· τί κέ μιν πρόκες ἠὲ λαγωοί
ῥέξειαν; σύες ἔργα, σύες φυτὰ λυμαίνονται.
καὶ βόες ἀνθρώποισι κακὸν μέγα· βάλλʼ ἐπὶ καὶ τούς.
Perseus data entry
-
-
τὴν ἱερήν, ὦ θυμέ, τίνα χρόνον ἢ πότʼ
δῆλον, Ἀπόλλωνος κουροτρόφον ; ἦ μὲν ἅπασαι
-
Κυκλάδες, αἳ νήσων ἱερώταται εἰν ἁλὶ κεῖνται,
-
εὔυμνοι· δῆλος δʼ ἐθέλει τὰ πρῶτα φέρεσθαι
-
ἐκ Μουσέων, ὅτι Φοῖβον ἀοιδάων μεδέοντα
-
λοῦσέ τε καὶ σπείρωσε καὶ ὡς θεὸν ᾔνεσε πρώτη.
-
ὡς Μοῦσαι τὸν ἀοιδὸν ὃ μὴ Πίμπλειαν ἀείσῃ
ἔχθουσιν, τὼς Φοῖβος ὅτις Δήλοιο λάθηται.
-
Δήλῳ νῦν οἴμης ἀποδάσσομαι, ὡς ἂν Ἀπόλλων
-
Κύνθιος αἰνήσῃ με φίλης ἀλέγοντα τιθήνης.
-
κείνγ δʼ ἠνεμόεσσα καὶ ἄτροπος οἷά θʼ ἁλιπλὴξ
-
αἰθυίῃς καὶ μᾶλλον ἐπίδρομος ἠέπερ ἵπποις
-
πόντῳ ἐνεστήρικται· ὁ δʼ ἀμφί ἑ πουλύς ἑλίσσων
-
Ἰκαρίου πολλὴν ἀπομάσσεται ὕδατος ἄχνην·
-
τῶ σφε καὶ ἰχθυβολῆες ἁλίπλοοι ἐννάσσαντο.
-
ἀλλά οἱ οὐ νεμεσητὸν ἐνὶ πρώτῃσι λέγεσθαι,
-
ὀππότʼ ἐς Ὠκεανόν τε καὶ ἐς Τιτηνίδα Τηθὺν
-
νῆσοι ἀολλίζονται, ἀεὶ δʼ ἔξαρχος ὁδεύει.
-
ἡ δʼ ὄπιθεν Φοίνισσα μετʼ ἴχνια Κύρνος ὀπηδεῖ
-
οὐκ ὀνοτὴ καὶ Μάκρις Ἀβαντιὰς Ἐλλοπιήων
-
Σαρδώ θʼ ἱμερόεσσα καὶ ἣν ἐπενήξατο Κύπρις
-
ἐξ ὕδατος τὰ πρῶτα, σαοῖ δέ μιν ἀντʼ ἐπιβάθρων.
-
κεῖναι μὲν πύργοισι περισκεπέεσσιν ἐρυμναί,
-
δῆλος δʼ Ἀπόλλωνι· τί δὲ στιβαρώτερον ἕρκος;
-
τείχεα μὲν καὶ λᾶες ὑπαὶ ῥιπῆς κε πέσοιεν
-
Στρυμονίου βορέαο· θεὸς δʼ ἀεὶ ἀστυφέλικτος·
-
Δῆλε φίλη, τοῖός σε βοηθόος ἀμφιβέβηκεν.
-
εἰ δὲ λίην πολέες σε περιτροχόωσιν ἀοιδαί,
-
ποίῃ
ἢ ὡς
ἄορι τριγλώχινι, τό οἱ Τελχῖνες ἔτευξαν,
-
νήσους εἰναλίας εἰργάζετο, νέρθε δὲ πάσας
ἐκ νεάτων ὤχλισσε καὶ εἰσεκύλισε θαλάσσῃ;
-
καὶ τὰς μὲν κατὰ βυσσόν, ἵνʼ ἠπείροιο λάθωνται,
-
πρυμνόθεν ἐρρίζωσε· δὲ δʼ οὐκ ἔθλιψεν ἀνάγκη,
-
ἀλλʼ ἄφετος πελάγεσσιν ἐπέπλεες, οὔνομα δʼ ἦν σοι
-
Ἀστερίη τὸ παλαιόν, ἐπεὶ βαθὺν ἥλαο τάφρον
-
οὐρανόθεν φεύγουσα Διὸς γάμον ἀστέρι ἴση.
-
τόφρα μὲν οὔπω σοι χρυσέη ἐπεμίσγετο Λητώ,
-
τόφρα δʼ ἔτʼ Ἀστερίη σὺ καὶ οὐδέπω ἔκλεο Δῆλος·
-
πολλάκι σε
ἐρχόμενοι Ἐφύρηνδε Σαρωνικοῦ ἔνδοθι κόλπου
-
ναῦται ἐπεσκέψαντο, καὶ ἐξ Ἐφύρης ἀνιόωτες
-
οἱ μὲν ἔτʼ οὐκ ἴδον αὖθι, σὺ δὲ στεινοῖο παρʼ ὀξὺν
-
ἔδραμες Εὐρίποιο πόρον καναχηδὰ ῥέοντος,
-
Χαλκιδικῆς δʼ αὐτῆμαρ ἀνηναμένη ἁλὸς ὕδωρ
-
μέσφʼ ἐς Ἀθηναίων προσενήξαο Σούνιον ἄκρον
-
ἢ Χίον ἢ νήσοιο διάβροχον ὕδατι μαστὸν
-
παρθενίης (οὔπω γὰρ ἔην Σάμος), ἧχι σε νύμφαι
-
γείτονες Ἀγκαίου Μυκαλησσίδες
ἡνίκα δʼ Ἀπόλλωνι γενέθλιον οὖδας ὑπέσχες,
-
τοῦτό τοι ἀντημοιβὸν ἁλίπλοοι οὔνομʼ ἔθεντο,
-
οὕνεκεν οὐκέτʼ ἄδηλος ἐπέπλεες, ἀλλʼ ἐνὶ πόντου
-
κύμασιν Αἰγαίοιο ποδῶν ἐνεθήκαο ῥίζας.
-
οὐδʼ Ἥρην κοτέουσαν ὑπέτρεσας· ἡ μὲν ἁπάσαις
-
δεινὸν ἐπεβρωμᾶτο λεχωίσιν αἳ Διὶ παῖδας
-
ἐξέφερον, Λητοῖ δὲ διακριδόν, οὕνεκα μούνη
-
Ζηνὶ τεκεῖν ἤμελλε φιλαίτερον Ἄρεος υἷα.
-
τῶ ῥα καὶ αὐτὴ μὲν σκοπιὴν ἔχεν αἰθέρος εἴσω
-
σπερχομένη μέγα δή τι καὶ οὐ φατόν, εἶργε δὲ Λητὼ
-
τειρομένην ὠδῖσι· δύω δέ οἱ εἵατο φρουροὶ
-
γαῖαν ἐποπτεύοντες, ὁ μὲν πέδον ἠπείροιο
-
ἥμενος ὑψηλῆς κορυφῆς ἔπι Θρήικος Αἵμου
-
θοῦρος Ἄρης ἐφύλασσε σὺν ἔντεσι, τὼ δέ οἱ ἵππω
-
ἑπτάμυχον βορέαο παρὰ σπέος ηὐλίζοντο·
-
ἡ δʼ ἐπὶ νησάων ἑτέρη σκοπὸς εὐρειάων
-
ἧστο κόρη Θαύμαντος ἐπαΐξασα Μίμαντι.
-
ἔνθʼ οἱ μὲν πολίεσσιν ὅσαις ἐπεβάλλετο Λητὼ
-
μίμνον ἀπειλητῆρες, ἀπετρώπων δὲ δέχεσθαι.
-
φεῦγε μὲν Ἀρκαδίη, φεῦγεν δʼ ὄρος ἱερὸν Αὔγης
-
Παρθένιον, φεῦγεν δʼ ὁ γέρων μετόπισθε Φενειός.
φεῦγε δʼ ὅλη Πελοπηὶς ὅση παρακέκλιται Ἰσθμῷ,
-
ἔμπλην Αἰγιαλοῦ τε καὶ Ἄργεος· οὐ γὰρ ἐκείνας
-
ἀτραπιτοὺς ἐπάτησεν, ἐπεὶ λάχεν Ἴναχον Ἥρη.
-
φεῦγε καὶ Ἀονίη τὸν ἕνα δρόμον, αἱ δʼ ἐφέποντο
-
Δίρκη τε Στροφίη τε μελαμψήφιδος ἔχουσαι
-
Ἰσμηνοῦ χέρα πατρός, ὁ δʼ εἵπετο πολλὸν ὄπισθεν
-
Ἀσωπὸς βαρύγουνος, ἐπεὶ πεπάλακτο κεραυνῷ.
-
ἡ δʼ ὑποδινηθεῖσα χοροῦ ἀπεπαύσατο νύμφη
-
αὐτόχθων Μελίη καὶ ὑπόχλοον ἔσχε παρειὴν
-
ἥλικος ἀσθμαίνουσα περὶ δρυός, ὡς ἴδε χαίτην
-
σειομένην Ἑλικῶνος. ἐμαὶ θεαί, εἴπατε Μοῦσαι,
-
ἦ ῥʼ ἐτεὸν ἐγένοντο τότε δρύες ἡνίκα Νύμφαι;
-
νύμφαι μὲν χαίρουσιν, ὅτε δρύας ὄμβρος ἀέξει,
-
νύμφαι δʼ αὖ κλαίουσιν, ὅτε δρυσὶν οὐκέτι φύλλα.
-
ταῖς μὲν ἔτʼ Ἀπόλλων ὑποκόλπιος αἰνὰ χολώθη,
-
φθέγξατο δʼ οὐκ ἀτέλεστον ἀπειλήσας ἐπὶ Θήβῃ·
-Θήβη, τίπτε τάλαινα τὸν αὐτίκα πότμον ἐλέγχεις;
-
-
μήπω μή μʼ ἀέκοντα βιάζεο μαντεύεσθαι.
-
οὔπω μοι Πυθῶνι μέλει τριποδήιος ἕδρη,
-
οὐδέ τί πω τέθνηκεν ὄφις μέγας, ἀλλʼ ἔτι κεῖνο
-
θηρίον αἰνογένειον ἀπὸ Πλειστοῖο καθέρπον
-
Παρνησὸν νιφόεντα περιστέφει ἐννέα κύκλοις·
-
ἀλλʼ ἔμπης ἐρέω τι τομώτερον ἢ ἀπὸ δάφνης.
-
φεῦγε πρόσω· ταχινός σε κιχήσομαι αἵματι λούσων
-
τόξον ἐμόν· σὺ δὲ τέκνα κακογλώσσοιο γυναικὸς
-
ἔλλαχεσ. οὐ σύ γʼ ἐμεῖο φίλη τροφὸς οὐδὲ Κιθαιρὼν
-
ἔσσεται· εὐαγέων δὲ καὶ εὐαγέεσσι μελοίμην.
ὣς ἄρʼ ἔφη. Λητὼ δὲ μετάτροπος αὖτις ἐχώρει.
-
ἀλλʼ ὅτʼ Ἀχαιιάδες μιν ἀπηρνήσαντο πόληες
-
ἐρχομένην, Ἑλίκη τε Ποσειδάωνος ἑταίρη
-
Βοῦρά τε Δεξαμενοῖο βοόστασις Οἰκιάδαο,
-
ἂψ δʼ ἐπὶ Θεσσαλίην πόδας ἔτρεπε, φεῦγε δʼ Ἄναυρος
-
καὶ μεγάλη Λάρισα καὶ αἱ Χειρωνίδες ἄκραι,
-
φεῦγε δὲ καὶ Πηνειὸς ἑλισσόμενος διὰ Τεμπέων.
-
Ἥρη, σοὶ δʼ ἔτι τῆμος ἀνηλεὲς ἦτορ ἔκειτο
-
οὐδὲ κατεκλάσθης τε καὶ ᾤκτισας, ἡνίκα πήχεις
-
ἀμφοτέρους ὀρέγουσα μάτην ἐφθέγξατο τοῖα
-Νύμφαι Θεσσαλίδες, ποταμοῦ γένος, εἴπατε πατρὶ
-
-
κοιμῆσαι μέγα χεῦμα· περιπλέξασθε γενείῳ
-
λισσόμεναι τὰ Ζηνὸς ἐν ὕδατι τέκνα τεκέσθαι.
-
Πηνειὲ Φθιῶτα, τί νῦν ἀνέμοισιν ἐρίζεις;
-
ὦ πάτερ, οὐ μὴν ἵππον ἀέθλιον ἀμφιβέβηκας.
-
ἦ ῥά τοι ὧδʼ αἰεὶ ταχινοὶ πόδες, ἢ ἐπʼ ἐμεῖο
-
μοῦνοι ἐλαφρίζουσι, πεποίησαι δὲ πέτεσθαι
-
σήμερον ἐξαπίνης;" ὁ δʼ ἀνήκοος. "ὦ ἐμὸν ἄχθος,
-
ποῖ σε φέρω; μέλεοι γὰρ ἀπειρήκασι τένοντες.
-
Πήλιον ὦ Φιλύρης νυμφήιον, ἀλλὰ σὺ μεῖνον,
-
μεῖνον, ἐπεὶ καὶ θῆρες ἐν οὔρεσι πολλάκι σεῖο
-
ὠμοτόκους ὠδῖνας ἀπηρείσαντο λέαιναι.
τὴν δʼ ἄρα καὶ Πηνειὸς ἀμείβετο δάκρυα λείβων
-Λητοῖ, Ἀναγκαίη μεγάλη θεός. οὐ γὰρ ἔγωγε
-
-
πότνια σὰς ὠδῖνας ἀναίνομαι· οἶδα καὶ ἄλλας
-
λουσαμένας ἀπʼ ἐμεῖο λεχωίδας· ἀλλά μοι Ἥρη
-
δαψιλὲς ἠπείλησεν. ἀπαύγασαι, οἷος ἔφεδρος
-
οὔρεος ἐξ ὑπάτου σκοπιὴν ἔχει, ὅς κέ με ῥεῖα
-
βυσσόθεν ἐξερύσειε. τί μήσομαι; ἢ ἀπολέσθαι
-
ἡδύ τί τοι Πηνειόν; ἴτω πεπρωμένον ἦμαρ·
-
τλήσομαι εἵνεκα σεῖο καὶ εἰ μέλλοιμι ῥοάων
-
διψαλέην ἄμπωτιν ἔχων αἰώνιον ἔρρειν
-
καὶ μόνος ἐν ποταμοῖσιν ἀτιμότατος καλέεσθαι.
-
ἠνίδʼ ἐγώ· τί περισσά; κάλει μόνον Εἰλήθυιαν.
εἶπε καὶ ἠρώησε μέμαν ῥόον. ἀλλά οἱ Ἄρης
-
Παγγαίου προθέλυμνα καρήατα μέλλεν ἀείρας
-
ἐμβαλέειν δίνῃσιν, ἀποκρύψαι δὲ ῥέεθρα·
-
ὑψόθε δʼ ἐσμαράγησε καὶ ἀσπίδα τύψεν ἀκωκῇ
-
δούρατος· ἡ δʼ ἐλέλιξεν ἐνόπλιον· ἔτρεμε δʼ Ὄσσης
-
οὔρεα καὶ πεδίον Κραννώνιον αἵ τε δυσαεῖς
-
ἐσχατιαὶ Πίνδοιο, φόβῳ δʼ ὠρχήσατο πᾶσα
-
Θεσσαλίη· τοῖος γὰρ ἀπʼ ἀσπίδος ἔβρεμεν
ὡς δʼ ὁπότʼ Αἰτναίου ὄρεος πυρὶ τυφομένοιο
-
σείονται μυχὰ πάντα κατουδαίοιο γίγαντος
-
εἰς ἑτέρην Βριαρῆος ἐπωμίδα κινυμένοιο,
-
θερμάστραι
ἔργα θʼ ὁμοῦ, δεινὸν δὲ πυρίκμητοί τε λέβητες
-
καὶ τρίποδες πίπτοντες ἐπʼ ἀλλήλοις ἰαχεῦσι·
-
τῆμος ἔγεντʼ ἄραβος σάκεος τόσος εὐκύκλοιο.
-
Πηνειὸς δʼ οὐκ αὖτις ἐχάζετο, μίμνε δʼ ὁμοίως
-
καρτερὸς ὡς τὰ πρῶτα, θοὰς δʼ ἐστήσατο δίνας,
-
εἰσόκε οἱ Κοιηὶς ἐκέκλετο σῴζεο χαίρων,
-
-
σῴζεο· μὴ σύ γʼ ἐμεῖο πάθῃς κακὸν εἵνεκα τῆσδε
-
ἀντʼ ἐλεημοσύνης, χάριτος δέ τοι ἔσσετʼ ἀμοιβή.
ἦ καὶ πολλὰ πάροιθεν ἐπεὶ κάμεν ἔστιχε νήσους
-
εἰναλίας· αἱ δʼ οὔ μιν ἐπερχομένην ἐδέχοντο,
-
οὐ λιπαρὸν νήεσσιν Ἐχινάδες ὅρμον ἔχουσαι,
-
οὐδʼ ἥτις Κέρκυρα φιλοξεινωτάτη ἄλλων,
-
Ἶρις ἐπεὶ πάσῃσιν ἐφʼ ὑψηλοῖο Μίμαντος
-
σπερχομένη μάλα πολλὸν ἀπέτραπεν· αἱ δʼ ὑπʼ ὁμοκλῆς
-
πανσυδίῃ φοβέοντο κατὰ ῥόον ἥντινα τέτμοι.
-
ὠγυγίην δἤπειτα Κόων, Μεροπηίδα νῆσον,
-
ἵκετο, Χαλκιόπης ἱερὸν μυχὸν ἡρωίνης.
-
ἀλλά ἑ παιδὸς ἔρυκεν ἔπος τόδε μὴ σύ γε, μῆτερ,
-
-
τῇ με τέκοις. οὔτʼ οὖν ἐπιμέμφομαι οὐδὲ μεγαίρω
-
νῆσον, ἐπεὶ λιπαρή τε καὶ εὔβοτος, εἴ νύ τις ἄλλη·
-
ἀλλά οἱ ἐκ Μοιρέων τις ὀφειλόμενος θεὸς ἄλλος
-
ἐστί, Σαωτήρων ὕπατον γένος· ᾧ ὑπὸ μίτρην
-
ἵξεται οὐκ ἀέκουσα Μακηδόνι κοιρανέεσθαι
-
ἀμφοτέρη μεσόγεια καὶ αἳ πελάγεσσι κάθηνται,
-
μέχρις ὅπου περάτη τε καὶ ὁππόθεν ὠκέες ἵπποι
-
ἠέλιον φορέουσιν· ὁ δʼ εἴσεται ἤθεα πατρός.
-
καί νύ ποτε ξυνός τις ἐλεύσεται ἄμμιν ἄεθλος
-
ὕστερον, ὁππότʼ ἂν οἱ μὲν ἐφʼ Ἑλλήνεσσι μάχαιραν
-
βαρβαρικὴν καὶ Κελτὸν ἀναστήσαντες Ἄρηα
-
ὀψίγονοι Τιτῆνες ἀφʼ ἑσπέρου ἐσχατόωντος
-
ῥώσωνται νιφάδεσσιν ἐοικότες ἢ ἰσάριθμοι
-
τείρεσιν, ἡνίκα πλεῖστα κατʼ ἠέρα βουκολέονται,
-
φρούρια καὶ κῶμαι Λοκρῶν καὶ Δελφίδες ἄκραι
-
καὶ πεδία Κρισσαῖα καὶ ἠπείροι ο φάραγγες
ἀμφιπεριστείνωνται, ἴδωσι δὲ πίονα καπνὸν
γείτονος αἰθομένοιο, καὶ οὐκέτι μοῦνον ἀκουῇ,
-
ἀλλʼ ἤδη παρὰ νηὸν ἀπαυγάζοιντο φάλαγγας
δυσμενέων, ἤδη δὲ παρὰ τριπόδεσσιν ἐμεῖο
-
φάσγανα καὶ ζωστῆρας ἀναιδέας ἐχθομένας τε
-
ἀσπίδας, αἳ Γαλάτῃσι κακὴν ὁδὸν ἄφρονι φύλῳ
-
στήσονται· τέων αἱ μὲν ἐμοὶ γέρας, αἱ δʼ ἐπὶ Νείλῳ
-
ἐν πυρὶ τοὺς φορέοντας ἀποπνεύσαντας ἰδοῦσαι
-
κείσονται βασιλῆος ἀέθλια πολλὰ καμόντος.
-
ἐσσόμενε Πτολεμαῖε, τά τοι μαντήια φαίνω.
-
αἰνήσεις μέγα δή τι τὸν εἰσέτι γαστέρι μάντιν
-
ὕστερον ἤματα πάντα. σὺ δὲ ξυμβάλλεο, μῆτερ·
-
ἔστι διειδομένη τις ἐν ὕδατι νήσος ἀραιή,
-
πλαζομένη πελάγεσσι· πόδες δέ οἱ οὐχ ἑνὶ χώρῳ,
-
ἀλλὰ παλιρροίῃ ἐπινήχεται ἀνθέρικος ὥς,
-
ἔνθα νότος, ἔνθʼ εὖρος, ὅπη φορέῃσι θάλασσα.
-
τῇ με φέροις· κείνην γὰρ ἐλεύσεαι εἰς ἐθέλουσαν.
αἱ μὲν τόσσα λέγοντος ἀπέτρεχον εἰν ἁλὶ νῆσοι·
-
Ἀστερίη φιλόμολπε, σὺ δʼ Εὐβοίηθε κατῄεις,
-
Κυκλάδας ὀψομένη περιηγέας, οὔ τι παλαιόν,
-
ἀλλʼ ἔτι τοι μετόπισθε Γεραίστιον εἵπετο φῦκος·
-
τλήμονʼ ὑπʼ ὠδίνεσσι βαρυνομένην ὁρόωσα·
-Ἥρη, τοῦτό με ῥέξον ὅ τοι φίλον· οὐ γὰρ ἀπειλὰς
-
-
ὑμετέρας ἐφύλαξα· πέρα, πέρα εἰς ἐμὲ Λητοῖ.
ἔννεπες· ἡ δʼ ἀρητὸν
ἕζετο δʼ Ἰνωποῖο παρὰ ῥόον, ὅντε βάθιστον
-
γαῖα τότʼ ἐξανίησιν, ὅτε πλήθοντι ῥεέθρῳ
-
Νεῖλος ἀπὸ κρημνοῖο κατέρχεται Αἰθιοπῆος·
-
λύσατο δὲ ζώνην, ἀπὸ δʼ ἐκλίθη ἔμπαλιν ὤμοις
-
φοίνικος ποτὶ πρέμνον ἀμηχανίης ὑπὸ λυγρῆς
-
τειρομένη· νότιος δὲ διὰ χροὸς ἔρρεεν ἱδρώς.
-
εἶπε δʼ ἀλυσθμαίνουσα τί μητέρα, κοῦρε, βαρύνεις;
-
-
αὕτη τοι, φίλε, νῆσος ἐπιπλώουσα θαλάσσῃ.
-
γείνεο, γείνεο, κοῦρε, καὶ ἤπιος ἔξιθι κόλπου.
νύμφα Διὸς βαρύθυμε, σὺ δʼ οὐκ ἄρʼ ἔμελλες ἄπυστος
-
δὴν ἔμεναι· τοίη σε προσέδραμεν ἀγγελιῶτις,
-
εἶπε δʼ ἔτʼ ἀσθμαίνουσα, φόβῳ δʼ ἀνεμίσγετο μῦθος,
-Ἥρη τιμηέσσα, πολὺ προὔχουσα θεάων
-
-
σὴ μὲν ἐγώ, σὰ δὲ πάντα, σὺ δὲ κρείουσα κάθησαι
-
γνησίη Οὐλύμποιο, καὶ οὐ χέρα δείδιμεν ἄλλην
-
θηλυτέρην, σὺ δʼ, ἄνασσα, τὸν αἴτιον εἴσεαι ὀργῆς.
-
Λητώ τοι μίτρην ἀναλύεται ἔνδοθι νήσου.
-
ἄλλαι μὲν πᾶσαί μιν ἀπέστυγον οὐδʼ ἐδέχοντο·
-
Ἀστερίη δʼ ὀνομαστὶ παρερχομένην ἐκάλεσσεν,
-
Ἀστερίη, πόντοιο κακὸν σάρον· οἶσθα καὶ αὐτή.
-
ἀλλά, φίλη, δύνασαι γάρ, ἀμύνειν, πότνια, δούλοις
-
ὑμετέροις, οἳ σεῖο πέδον πατέουσιν ἐφετμῇ.
ἦ καὶ ὑπὸ χρύσειον ἐδέθλιον ἷζε κύων ὥς,
-
Ἀρτέμιδος ἥτις τε, θοῆς ὅτε παύσεται ἄγρης,
-
ἵζει θηρήτειρα παρʼ ἴχνεσιν, οὔατα δʼ αὐτῆς
-
ὀρθὰ μάλʼ, αἰὲν ἑτοῖμα θεῆς ὑποδέχθαι ὀμοκλήν·
-
τῇ ἰκέλη Θαύμαντος ὑπὸ θρόνον ἵζετο κούρη.
-
κείνη δʼ οὐδέποτε σφετέρης ἐπιλήθεται ἕδρης,
-
οὐδʼ ὅτε οἱ ληθαῖον ἐπὶ πτερὸν ὕπνος ἐρείσῃ,
-
ἀλλʼ αὐτοῦ μεγάλοιο ποτὶ γλωχῖνα θρόνοιο
-
τυτθὸν ἀποκλίνασα καρήατα λέχριος εὕδει.
-
οὐδέ ποτε ζώνην ἀναλύεται οὐδὲ ταχείας
-
ἐνδρομίδας, μή οἵ τι καὶ αἰφνίδιον ἔπος εἴπῃ
-
δεσπότις. ἡ δʼ ἀλεγεινὸν ἀλαστήσασα προσηύδα
-οὕτω νῦν, ὦ Ζηνὸς ὀνείδεα, καὶ γαμέοισθε
-
-
λάθρια καὶ τίκτοιτε κεκρυμμένα, μηδʼ ὅθι δειλαὶ
-
δυστοκέες μογέουσιν ἀλετρίδες, ἀλλʼ ὅθι φῶκαι
-
εἰνάλιαι τίκτουσιν, ἐνὶ σπιλάδεσσιν ἐρήμοις.
-
Ἀστερίῃ δʼ οὐδέν τι βαρύνομαι εἵνεκα τῆσδε
-
ἀμπλακίης, οὐδʼ ἔστιν ὅπως ἀποθύμια ῥέξω,
-
τόσσα δέοι
ἀλλά μιν ἔκπαγλόν τι σεβίζομαι, οὕνεκʼ ἐμεῖο
-
δέμνιον οὐκ ἐπάτησε, Διὸς δʼ ἀνθείλετο πόντον.
ἡ μὲν ἔφη· κύκνοι δὲ θεοῦ μέλποντες ἀοιδοὶ
-
Μῃόνιον Πακτωλὸν ἐκυκλώσαντο λιπόντες
-
ἑβδομάκις περὶ Δῆλον, ἐπήεισαν δὲ λοχείῃ
-
Μουσάων ὄρνιθες, ἀοιδότατοι πετεηνῶν·
-
ἔνθεν ὁ παῖς τοσσάσδε λύρῃ ἐνεδήσατο χορδὰς
-
ὕστερον, ὁσσάκι κύκνοι ἐπʼ ὠδίνεσσιν ἄεισαν.
-
ὄγδοον οὐκέτʼ ἄεισαν, ὁ δʼ ἔκθορεν, αἱ δʼ ἐπὶ μακρὸν
-
νύμφαι Δηλιάδες, ποταμοῦ γένος ἀρχαίοιο,
-
εἶπαν Ἐλειθυίης ἱερὸν μέλος, αὐτίκα δʼ αἰθὴρ
-
χάλκεος ἀντήχησε διαπρυσίην ὀλολυγήν,
-
οὐδʼ Ἥρη νεμέσησεν, ἐπεὶ χόλον ἐξέλετο Ζεύς.
-
χρύσεά τοι τότε πάντα θεμείλια γείνετο, Δῆλε,
-
χρυσῷ δὲ τροχόεσσα πανήμερος ἔρρεε λίμνη,
-
χρύσειον δʼ ἐκόμησε γενέθλιον ἔρνος ἐλαίης,
-
χρυσῷ δὲ πλήμυρε βαθὺς Ἰνωπὸς ἑλιχθείς.
-
αὐτὴ δὲ χρυσέοιο ἀπʼ οὔδεος εἵλεο παῖδα,
-
ἐν δʼ ἐβάλευ κόλποισιν, ἔπος δʼ ἐφθέγξαο τοῖον·
-ᾦ μεγάλη πολύβωμε πολύπτολι πολλὰ φέρουσα,
-
-
πίονες ἤπειροί τε καὶ αἳ περιναίετε νῆσοι·
-
αὐτὴ
Δήλιος Απόλλων κεκλήσεται, οὐδέ τις ἄλλη
-
γαιάων τοσσόνδε θεῷ πεφιλήσεται ἄλλῳ,
-
οὐ Κερχνὶς κρείοντι Ποσειδάωνι Λεχαίῳ,
οὐ πάγος Ἑρμείῃ Κυλλήνιος, οὐ Διὶ Κρήτη,
-
ὡς ἐγὼ Ἀπόλλωνι· καὶ ἔσσομαι οὐκέτι πλαγκτή.
ὧδε σὺ μὲν κατέλεξας· ὁ δὲ γλυκὺν ἔσπασε μαζόν.
-
τῶ καὶ νησάων ἁγιωτάτη ἐξέτι κεἰνου
-
κλἠζῃ, Ἀπόλλωνος κουροτρόφος· οὐδέ σʼ Ἐνυὼ
-
οὐδʼ Ἀίδης οὐδʼ ἵπποι ἐπιστείβουσιν Ἄρηος·
-
ἀλλά τοι ἀμφιετεῖς δεκατηφόροι αἰὲν ἀπαρχαὶ
-
πέμπονται, πᾶσαι δὲ χοροὺς ἀνάγουσι πόληες,
-
αἵ τε πρὸς ἠοίην αἵ θʼ ἕσπερον αἵ τʼ ἀνὰ μέσσην
-
κλήρονς ἐστήσαντο, καὶ οἳ καθύπερθε βορείης
-
οἰκία θινὸς ἔχουσι, πολυχρνιώτατον αἷμα.
-
οἱ μέν τοι καλάμην τε καὶ ἱερὰ δράγματα πρῶτοι
-
ἀσταχύων φορέουσιν· ἃ Δωδώνηθι
τηλόθεν ἐκβαίνοντα
γηλεχέες θεράποντες ἀσιγήτοιο λέβητος·
-
δεύτερον Ἱερὸν ἄστυ καὶ οὔτεα Μηλίδος αἴης
-
ἔρχονται· κεῖθεν δὲ διαπλώουσιν Ἀβάντων
-
εἰς ἀγαθὸν πεδίον Ληλάντιον· οὐδʼ ἔτι μακρὸς
-
ὁ πλόος Εὐβοίηθεν, ἐπεὶ σέο γείτονες ὅρμοι.
-
πρῶταί τοι τάδʼ ἔνεικαν ἀπὸ ξανθῶν Ἀριμασπῶν
-
Οὖπίς τε Λοξώ τε καὶ εὐαίων Ἑκαέργη,
-
θυγατέρες Βορέαο, καὶ ἄρσενες οἱ τότʼ ἄριστοι
-
ἠιθέων· οὐδʼ οἵ γε παλιμπετὲς οἴκαδʼ ἵκοντο,
-
εὔμοιροι δʼ ἐγένοντο, καὶ ἀκλέες οὔποτʼ ἐκεῖνοι.
-
ἦ τοι Δηλιάδες μέν, ὅτʼ εὐήχης ὑμέναιος
-
ἤθεα κουράων μορμύσσεται, ἥλικα χαίτην
-
παρθενικαῖς,
ἄρσενες ἠιθέοισιν ἀπαρχόμενοι φορέουσιν.
-
Ἀστερίη θυόεσσα, σὲ μὲν περί τʼ ἀμφί τε νῆσοι
-
κύκλον ἐποιήσαντο καὶ ὡς χορὸν ἀμφεβάλοντο·
-
οὔτε σιωπηλὴν οὔτʼ ἄψοφον οὖλος ἐθείραις
-
ἕσπερος, ἀλλʼ αἰεί σε καταβλέπει ἀμφιβόητον.
-
οἱ μὲν ὑπαείδουσι νόμον Λυκίοιο γέροντος,
-
ὅν τοι ἀπὸ Ξάνθοιο θεοπρόπος ἤγαγεν Ὠλήν·
-
αἱ δὲ ποδὶ πλήσσουσι χορίτιδες ἀσφαλἐς οὖδας.
-
δὴ τότε καὶ στεφάνοισι βαρύνεται ἱρὸν ἄγαλμα
-
Κύπριδος ἀρχαίης ἀριήκοον, ἥν ποτε Θησεὺς
-
εἵσατο σὺν παίδεσσιν, ὅτε Κρήτηθεν ἀνέπλει.
-
οἳ χαλεπὸν μύκημα καὶ ἄγριον υἷα φυγόντες
-
Πασιφάης καὶ γναμπτὸν ἕδος σκολιοῦ λαβυρίνθου,
-
πότνια, σὸν περὶ βωμὸν ἐγειρομένου κιθαρισμοῦ
-
κύκλιον ὠρχήσαντο, χοροῦ δʼ ἡγήσατο Θησεύς.
-
ἔνθεν ἀειζώοντα θεωρίδος ἱερὰ Φοίβῳ
-
Κεκροπίδαι πέμπουσι, τοπήια νηὸς ἐκείνης.
-
Ἀστερίη πολύβωμε πολύλλιτε, τίς δέ σε ναύτης
-
ἔμπορος Αἰγαίοιο παρήλυθε νηὶ θεούσῃ;
-
οὐχ οὕτω μεγάλοι μιν ἐπιπνείουσιν ἀῆται,
-
χρειὼ δʼ ὅττι τάχιστον ἄγει πλόον, ἀλλὰ τὰ λαίφη
-
ὠκέες ἐστείλαντο καὶ οὐ πάλιν αὖτις ἔβησαν,
-
πρὶν μέγαν ἢ
ῥησσόμενον καὶ πρέμνον ὀδακτάσαι ἁγνὸν ἐλαίης
-
χεῖρας ἀποστρέψαντας· ἃ Δηλιὰς εὕρετο νύμφη
-
παίγνια κουρίζοντι καὶ Ἀπόλλωνι γελαστύν.
-
ἱστίη ὦ νήσων εὐέστιε, χαῖρε μὲν αὐτή,
-
χαίροι δʼ Ἀπόλλων τε καὶ ἣν ἐλοχεύσατο
Perseus DL
-
-
τὴν ἱερήν, ὦ θυμέ, τίνα χρόνον ἢ πότʼ ἀείσεις
-
δῆλον, Ἀπόλλωνος κουροτρόφον; ἦ μὲν ἅπασαι
-
Κυκλάδες, αἳ νήσων ἱερώταται εἰν ἁλὶ κεῖνται,
-
εὔυμνοι· δῆλος δʼ ἐθέλει τὰ πρῶτα φέρεσθαι
-
ἐκ Μουσέων, ὅτι Φοῖβον ἀοιδάων μεδέοντα
-
λοῦσέ τε καὶ σπείρωσε καὶ ὡς θεὸν ἤινεσε πρώτη.
-
ὡς Μοῦσαι τὸν ἀοιδὸν ὃ μὴ Πίμπλειαν ἀείσηι
-
ἔχθουσιν, τὼς Φοῖβος ὅτις Δήλοιο λάθηται.
-
Δήλωι νῦν οἴμης ἀποδάσσομαι, ὡς ἂν Ἀπόλλων
-
Κύνθιος αἰνήσηι με φίλης ἀλέγοντα τιθήνης.
-
κείνη δʼ ἠνεμόεσσα καὶ ἄτροπος οἷά θʼ ἁλιπλήξ
-
αἰθυίηις καὶ μᾶλλον ἐπίδρομος ἠέπερ ἵπποις
-
πόντωι ἐνεστήρικται· ὃ δʼ ἀμφί ἑ πουλὺς ἑλίσσων
-
Ἰκαρίου πολλὴν ἀπομάσσεται ὕδατος ἄχνην·
-
τῶι σφε καὶ ἰχθυβολῆες ἁλίπλοοι ἐννάσσαντο.
-
ἀλλά οἱ οὐ νεμεσητὸν ἐνὶ πρώτηισι λέγεσθαι,
-
ὁππότʼ ἐς Ὠκεανόν τε καὶ ἐς Τιτηνίδα Τηθύν
-
νῆσοι ἀολλίζονται, ἀεὶ δʼ ἔξαρχος ὁδεύει.
-
ἣ δʼ ὄπιθεν Φοίνισσα μετʼ ἴχνια Κύρνος ὀπηδεῖ
-
οὐκ ὀνοτὴ καὶ Μάκρις Ἀβαντιὰς Ἐλλοπιήων
-
Σαρδώ θʼ ἱμερόεσσα καὶ ἣν ἐπενήξατο Κύπρις
-
ἐξ ὕδατος τὰ πρῶτα, σαοῖ δέ μιν ἀντʼ ἐπιβάθρων.
-
κεῖναι μὲν πύργοισι περισκεπέεσσιν ἐρυμναί,
-
δῆλος δʼ Ἀπόλλωνι· τί δὲ στιβαρώτερον ἕρκος;
τείχεα μὲν καὶ λᾶες ὑπαὶ ῥιπῆς κε πέσοιεν
-
Στρυμονίου βορέαο· θεὸς δʼ ἀεὶ ἀστυφέλικτος·
-
Δῆλε φίλη, τοῖός σε βοηθόος ἀμφιβέβηκεν.
-
εἰ δὲ λίην πολέες σε περιτροχόωσιν ἀοιδαί,
-
ποίηι ἐνιπλέξω σε; τί τοι θυμῆρες ἀκοῦσαι;
-
ἢ ὡς τὰ πρώτιστα μέγας θεὸς οὔρεα θείνων
-
ἄορι τριγλώχινι, τό οἱ Τελχῖνες ἔτευξαν,
-
νήσους εἰναλίας εἰργάζετο, νέρθε δʼ ἐλάσσας
-
ἐκ νεάτων ὤχλισσε καὶ εἰσεκύλισε θαλάσσηι;
-
καὶ τὰς μὲν κατὰ βυσσόν, ἵνʼ ἠπείροιο λάθωνται,
-
πρυμνόθεν ἐρρίζωσε· σὲ δʼ οὐκ ἔθλιψεν ἀνάγκη,
-
ἀλλʼ ἄφετος πελάγεσσιν ἐπέπλεες, οὔνομα δʼ ἦν τοι
-
Ἀστερίη τὸ παλαιόν, ἐπεὶ βαθὺν ἥλαο τάφρον
-
οὐρανόθεν φεύγουσα Διὸς γάμον ἀστέρι ἴση.
-
τόφρα μὲν οὔπω τοι χρυσέη ἐπεμίσγετο Λητώ,
-
τόφρα δʼ ἔτʼ Ἀστερίη σὺ καὶ οὐδέπω ἔκλεο Δῆλος.
-
πολλάκι σε Τροιζῆνος ἀπὸ ξάνθοιο πολίχνης
-
ἐρχόμενοι Ἐφύρηνδε Σαρωνικοῦ ἔνδοθι κόλπου
-
ναῦται ἐπεσκέψαντο, καὶ ἐξ Ἐφύρης ἀνιόντες
-
οἳ μὲν ἔτʼ οὐκ ἴδον αὖθι, σὺ δὲ στεινοῖο παρʼ ὀξύν
-
ἔδραμες Εὐρίποιο πόρον καναχηδὰ ῥέοντος,
-
Χαλκιδικῆς δʼ αὐτῆμαρ ἀνηναμένη ἁλὸς ὕδωρ
-
μέσφʼ ἐς Ἀθηναίων προσενήξαο Σούνιον ἄκρον
-
ἢ Χίον ἢ νήσοιο διάβροχον ὕδατι μαστόν
-
παρθενίης (οὔπω γὰρ ἔην Σάμος), ἧχί σε νύμφαι
-
γείτονες Ἀγκαίου Μυκαλησσίδες ἐξείνισσαν.
-
ἡνίκα δʼ Ἀπόλλωνι γενέθλιον οὖδας ὑπέσχες,
-
τοῦτό τοι ἀντημοιβὸν ἁλίπλοοι οὔνομʼ ἔθεντο,
-
οὕνεκεν οὐκέτʼ ἄδηλος ἐπέπλεες, ἀλλʼ ἐνὶ πόντου
-
κύμασιν Αἰγαίοιο ποδῶν ἐνεθήκαο ῥίζας.
-
οὐδʼ Ἥρην κοτέουσαν ὑπέτρεσας· ἣ μὲν ἁπάσαις
-
δεινὸν ἐπεβρωμᾶτο λεχωίσιν αἳ Διὶ παῖδας
ἐξέφερον, Λητοῖ δὲ διακριδόν, οὕνεκα μούνη
-
Ζηνὶ τεκεῖν ἤμελλε φιλαίτερον Ἄρεος υἷα.
-
τῶι ῥα καὶ αὐτὴ μὲν σκοπιὴν ἔχεν αἰθέρος εἴσω
-
σπερχομένη μέγα δή τι καὶ οὐ φατόν, εἶργε δὲ Λητώ
-
τειρομένην ὠδῖσι· δύω δέ οἱ εἵατο φρουροί
-
γαῖαν ἐποπτεύοντες, ὃ μὲν πέδον ἠπείροιο
-
ἥμενος ὑψηλῆς κορυφῆς ἔπι Θρήικος Αἵμου
-
θοῦρος Ἄρης ἐφύλασσε σὺν ἔντεσι, τὼ δέ οἱ ἵππω
-
ἑπτάμυχον βορέαο παρὰ σπέος ηὐλίζοντο·
-
ἣ δʼ ἐπὶ νησάων ἑτέρη σκοπὸς εὐρειάων
-
ἧστο κόρη Θαύμαντος ἐπαΐξασα Μίμαντι.
-
ἔνθʼ οἳ μὲν πολίεσσιν ὅσαις ἐπεβάλλετο Λητώ
-
μίμνον ἀπειλητῆρες, ἀπετρώπων δὲ δέχεσθαι.
φεῦγε μὲν Ἀρκαδίη, φεῦγεν δʼ ὄρος ἱερὸν Αὔγης
-
Παρθένιον, φεῦγεν δʼ ὁ γέρων μετόπισθε Φενειός.
-
φεῦγε δʼ ὅλη Πελοπηὶς ὅση παρακέκλιται Ἰσθμῶι,
-
ἔμπλην Αἰγιαλοῦ γε καὶ Ἄργεος· οὐ γὰρ ἐκείνας
-
ἀτραπιτοὺς ἐπάτησεν, ἐπεὶ λάχεν Ἴναχον Ἥρη.
-
φεῦγε καὶ Ἀονίη τὸν ἕνα δρόμον, αἳ δʼ ἐφέποντο
-
Δίρκη τε Στροφίη τε μελαμψήφιδος ἔχουσαι
-
Ἰσμηνοῦ χέρα πατρός, ὃ δʼ εἵπετο πολλὸν ὄπισθεν
-
Ἀσωπὸς βαρύγουνος, ἐπεὶ πεπάλακτο κεραυνῶι.
-
ἣ δʼ ὑποδινηθεῖσα χοροῦ ἀπεπαύσατο νύμφη
-
αὐτόχθων Μελίη καὶ ὑπόχλοον ἔσχε παρειήν
-
ἥλικος ἀσθμαίνουσα περὶ δρυός, ὡς ἴδε χαίτην
-
σειομένην Ἑλικῶνος. ἐμαὶ θεαί, εἴπατε Μοῦσαι,
-
ἦ ῥʼ ἐτεὸν ἐγένοντο τότε δρύες ἡνίκα Νύμφαι;
-νύμφαι μὲν χαίρουσιν, ὅτε δρύας ὄμβρος ἀέξει,
-
-
νύμφαι δʼ αὖ κλαίουσιν, ὅτε δρυσὶν οὐκέτι φύλλα.
ταῖς μὲν ἔτʼ Ἀπόλλων ὑποκόλπιος αἰνὰ χολώθη,
-
φθέγξατο δʼ οὐκ ἀτέλεστον ἀπειλήσας ἐπὶ Θήβηι·
-
Θ̔ήβη τίπτε τάλαινα τὸν αὐτίκα πότμον ἐλέγχεις;
-
μήπω μή μʼ ἀέκοντα βιάζεο μαντεύεσθαι.
οὔπω μοι Πυθῶνι μέλει τριποδήιος ἕδρη,
-
οὐδέ τί πω τέθνηκεν ὄφις μέγας, ἀλλʼ ἔτι κεῖνο
-
θηρίον αἰνογένειον ἀπὸ Πλειστοῖο καθέρπον
-
Παρνησὸν νιφόεντα περιστέφει ἐννέα κύκλοις·
-
ἀλλʼ ἔμπης ἐρέω τι τορώτερον ἢ ἀπὸ δάφνης.
-
φεῦγε πρόσω· ταχινός σε κιχήσομαι αἵματι λούσων
-
τόξον ἐμόν· σὺ δὲ τέκνα κακογλώσσοιο γυναικός
-
ἔλλαχες. οὐ σύ γʼ ἐμεῖο φίλη τροφὸς οὐδὲ Κιθαιρών
-
ἔσσεται· εὐαγέων δὲ καὶ εὐαγέεσσι μελοίμηνʼ.
-
ὣς ἄρʼ ἔφη. Λητὼ δὲ μετάτροπος αὖτις ἐχώρει.
-
ἀλλʼ ὅτʼ Ἀχαιιάδες μιν ἀπηρνήσαντο πόληες
-
ἐρχομένην, Ἑλίκη τε Ποσειδάωνος ἑταίρη
-
Βοῦρά τε Δεξαμενοῖο βοόστασις Οἰκιάδαο,
-
ἄψ δʼ ἐπὶ Θεσσαλίην πόδας ἔτρεπε, φεῦγε δʼ Ἄναυρος
-
καὶ μεγάλη Λάρισα καὶ αἱ Χειρωνίδες ἄκραι,
-
φεῦγε δὲ καὶ Πηνειὸς ἑλισσόμενος διὰ Τεμπέων·
-
Ήρη σοὶ δʼ ἔτι τῆμος ἀνηλεὲς ἦτορ ἔκειτο
-
οὐδὲ κατεκλάσθης τε καὶ ὤικτισας, ἡνίκα πήχεις
-
ἀμφοτέρους ὀρέγουσα μάτην ἐφθέγξατο τοῖα
-
ʼΝύμφαι Θεσσαλίδες, ποταμοῦ γένος, εἴπατε πατρί
-
κοιμῆσαι μέγα χεῦμα· περιπλέξασθε γενείωι
-
λισσόμεναι τὰ Ζηνὸς ἐν ὕδατι τέκνα τεκέσθαι.
-
Πηνειὲ Φθιῶτα, τί νῦν ἀνέμοισιν ἐρίζεις;
-
ὦ πάτερ, οὐ μὴν ἵππον ἀέθλιον ἀμφιβέβηκας.
-
ἦ ῥά τοι ὧδʼ αἰεὶ ταχινοὶ πόδες, ἢ ἐπʼ ἐμεῖο
-
μοῦνοι ἐλαφρίζουσι, πεποίησαι δὲ πέτεσθαι
-
σήμερον ἐξαπίνης;ʼ ὃ δʼ ἀνήκοος. ʼὦ ἐμὸν ἄχθος,
-
ποῖ σε φέρω; μέλεοι γὰρ ἀπειρήκασι τένοντες.
-
Πήλιον ὦ Φιλύρης νυμφήιον, ἀλλὰ σὺ μεῖνον,
-
μεῖνον, ἐπεὶ καὶ θῆρες ἐν οὔρεσι πολλάκι σεῖο
-
ὠμοτόκους ὠδῖνας ἀπηρείσαντο λέαιναι.ʼ
-
τὴν δʼ ἄρα καὶ Πηνειὸς ἀμείβετο δάκρυα λείβων
-
ʼλητοῖ, Ἀναγκαίη μεγάλη θεός. οὐ γὰρ ἔγωγε
πότνια σὰς ὠδῖνας ἀναίνομαι (οἶδα καὶ ἄλλας
-
λουσαμένας ἀπʼ ἐμεῖο λεχωίδας)· ἀλλά μοι Ἥρη
-
δαψιλὲς ἠπείλησεν. ἀπαύγασαι, οἷος ἔφεδρος
-
οὔρεος ἐξ ὑπάτου σκοπιὴν ἔχει, ὅς κέ με ῥεῖα
-
βυσσόθεν ἐξερύσειε. τί μήσομαι; ἢ ἀπολέσθαι
-
ἡδύ τί τοι Πηνειόν; ἴτω πεπρωμένον ἦμαρ·
-
τλήσομαι εἵνεκα σεῖο καὶ εἰ μέλλοιμι ῥοάων
-
διψαλέην ἄμπωτιν ἔχων αἰώνιον ἔρρειν
-
καὶ μόνος ἐν ποταμοῖσιν ἀτιμότατος καλέεσθαι.
-
ἠνίδʼ ἐγώ· τί περισσά; κάλει μόνον Εἰλήθυιαν.ʼ
-
εἶπε καὶ ἠρώησε μέγαν ῥόον. ἀλλά οἱ Ἄρης
-
Παγγαίου προθέλυμνα καρήατα μέλλεν ἀείρας
-
ἐμβαλέειν δίνηισιν, ἀποκρύψαι δὲ ῥέεθρα·
-
ὑψόθε δʼ ἐσμαράγησε καὶ ἀσπίδα τύψεν ἀκωκῆι
-
δούρατος· ἣ δʼ ἐλέλιξεν ἐνόπλιον· ἔτρεμε δʼ Ὄσσης
-
οὔρεα καὶ πεδίον Κραννώνιον αἵ τε δυσαεῖς
-
ἐσχατιαὶ Πίνδοιο, φόβωι δʼ ὠρχήσατο πᾶσα
-
Θεσσαλίη· τοῖος γὰρ ἀπʼ ἀσπίδος ἔβραμεν ἦχος.
ὡς δʼ ὁπότʼ Αἰτναίου ὄρεος πυρὶ τυφομένοιο
-
σείονται μυχὰ πάντα κατουδαίοιο γίγαντος
-
εἰς ἑτέρην Βριαρῆος ἐπωμίδα κινυμένοιο,
-
θερμάστραι τε βρέμουσιν ὑφʼ Ἡφαίστοιο πυράγρης
-
ἔργα θʼ ὁμοῦ, δεινὸν δὲ πυρίκμητοί τε λέβητες
-
καὶ τρίποδες πίπτοντες ἐπʼ ἀλλήλοις ἰαχεῦσι·
-
τῆμος ἔγεντʼ ἄραβος σάκεος τόσος εὐκύκλοιο·
-
Πηνειὸς δʼ οὐκ αὖτις ἐχάζετο, μίμνε δʼ ὁμοίως
-
καρτερὸς ὡς τὰ πρῶτα, θοὰς δʼ ἐστήσατο δίνας,
-
εἰσόκε οἱ Κοιηὶς ἐκέκλετο ʼσώιζεο χαίρων,
-
σώιζεο· μὴ σύ γʼ ἐμεῖο πάθηις κακὸν εἵνεκα τῆσδε
-
ἀντʼ ἐλεημοσύνης, χάριτος δέ τοι ἔσσετʼ ἀμοιβήʼ.
-
ἦ καὶ πολλὰ πάροιθεν ἐπεὶ κάμεν ἔστιχε νήσους
-
εἰναλίας· αἳ δʼ οὔ μιν ἐπερχομένην ἐδέχοντο,
οὐ λιπαρὸν νήεσσιν Ἐχινάδες ὅρμον ἔχουσαι,
-
οὐδʼ ἥτις Κέρκυρα φιλοξεινωτάτη ἄλλων,
-
Ἶρις ἐπεὶ πάσηισιν ἐφʼ ὑψηλοῖο Μίμαντος
-
σπερχομένη μάλα πολλὸν ἀπέτραπεν· αἳ δʼ ὑπʼ ὀμοκλῆς
-
πανσυδίηι φοβέοντο κατὰ ρῥόον ἥντινα τέτμοι.
-
ὠγυγίην δἤπειτα Κόων, Μεροπηίδα νῆσον,
-
ἵκετο, Χαλκιόπης ἱερὸν μυχὸν ἡρωίνης.
-
ἀλλά ἑ παιδὸς ἔρυκεν ἔπος τόδε ʼμὴ σύ γε μῆτερ
-
τῆι με τέκοις. οὔτʼ οὖν ἐπιμέμφομαι οὐδὲ μεγαίρω
-
νῆσον, ἐπεὶ λιπαρή τε καὶ εὔβοτος, εἴ νύ τις ἄλλη·
-
ἀλλά οἱ ἐκ Μοιρέων τις ὀφειλόμενος θεὸς ἄλλος
-
ἐστί, Σαωτήρων ὕπατον γένος· ὧι ὑπὸ μίτρην
-
ἵξεται οὐκ ἀέκουσα Μακηδόνι κοιρανέεσθαι
-
ἀμφοτέρη μεσόγεια καὶ αἳ πελάγεσσι κάθηνται,
-
μέχρις ὅπου περάτη τε καὶ ὁππόθεν ὠκέες ἵπποι
-
ἠέλιον φορέουσιν· ὃ δʼ εἴσεται ἤθεα πατρός.
καί νύ ποτε ξυνός τις ἐλεύσεται ἄμμιν ἄεθλος
-
ὕστερον, ὁππότʼ ἂν οἳ μὲν ἐφʼ Ἑλλήνεσσι μάχαιραν
-
βαρβαρικὴν καὶ Κελτὸν ἀναστήσαντες Ἄρηα
-
ὀψίγονοι Τιτῆνες ἀφʼ ἑσπέρου ἐσχατόωντος
-
ῥώσωνται νιφάδεσσιν ἐοικότες ἢ ἰσάριθμοι
-
τείρεσιν, ἡνίκα πλεῖστα κατʼ ἠέρα βουκολέονται,
-
φρούρια καὶ
καὶ πεδία Κρισσαῖα καὶ ἤπειροι
ἀμφιπεριστείνωνται, ἴδωσι δὲ πίονα καπνὸν
-
γείτονος αἰθομένοιο, καὶ οὐκέτι μοῦνον ἀκουῆι,
-
ἀλλʼ ἤδη παρὰ νηὸν ἀπαυγάζωνται † φάλαγγες
-
δυσμενέων, ἤδη δὲ παρὰ τριπόδεσσιν ἐμεῖο
-
φάσγανα καὶ ζωστῆρας ἀναιδέας ἐχθομένας τε
-
ἀσπίδας, αἳ Γαλάτηισι κακὴν ὁδὸν ἄφρονι φύλωι
-
στήσονται· τέων αἳ μὲν ἐμοὶ γέρας, αἳ δʼ ἐπὶ Νείλωι
-
ἐν πυρὶ τοὺς φορέοντας ἀποπνεύσαντας ἰδοῦσαι
κείσονται βασιλῆος ἀέθλια πολλὰ καμόντος.
-
ἐσσόμενε Πτολεμαῖε, τά τοι μαντήια φαίνω.
-
αἰνήσεις μέγα δή τι τὸν εἰσέτι γαστέρι μάντιν
-
ὕστερον ἤματα πάντα· σὺ δὲ ξυμβάλλεο μῆτερ·
-
ἔστι διειδομένη τις ἐν ὕδατι νήσος ἀραιή,
-
πλαζομένη πελάγεσσι· πόδες δέ οἱ οὐχ ἑνὶ χώρωι,
-
ἀλλὰ παλιρροίηι ἐπινήχεται ἀνθέρικος ὥς,
-
ἔνθα νότος, ἔνθʼ εὖρος, ὅπη φορέηισι θάλασσα.
-
τῆι με φέροις· κείνην γὰρ ἐλεύσεαι εἰς ἐθέλουσαν.ʼ
-
αἳ μὲν τόσσα λέγοντος ἀπέτρεχον εἰν ἁλὶ νῆσοι·
-
Ἀστερίη φιλόμολπε, σὺ δʼ Εὐβοίηθε κατήιεις,
-
Κυκλάδας ὀψομένη περιηγέας, οὔ τι παλαιόν,
-
ἀλλʼ ἔτι τοι μετόπισθε Γεραίστιον εἵπετο φῦκος·
-
τλήμονʼ ὑπʼ ὠδίνεσσι βαρυνομένην ὁρόωσα·
-
ʼἭρη τοῦτό με ῥέξον ὅ τοι φίλον· οὐ γάρ ἀπειλὰς
-
ὑμετέρας ἐφύλαξα· πέρα, πέρα εἰς ἐμὲ Λητοῖʼ.
-
ἔννεπες· ἣ δʼ ἀρητὸν ἄλης ἀπεπαύσατο λυγρῆς,
-
ἕζετο δʼ Ἰνωποῖο παρὰ ρῥόον, ὅντε βάθιστον
-
γαῖα τότʼ ἐξανίησιν, ὅτε πλήθοντι ῥεέθρωι
-
Νεῖλος ἀπὸ κρημνοῖο κατέρχεται Αἰθιοπῆος·
-
λύσατο δὲ ζώνην, ἀπὸ δʼ ἐκλίθη ἔμπαλιν ὤμοις
-
φοίνικος ποτὶ πρέμνον ἀμηχανίης ὑπὸ λυγρῆς
-
τειρομένη· νότιος δὲ διὰ χροὸς ἔρρεεν ἱδρώς.
-
εἶπε δʼ ἀλυσθμαίνουσα ʼτί μητέρα κοῦρε βαρύνεις;
-
αὕτη τοι φίλε νῆσος ἐπιπλώουσα θαλάσσηι.
-
γείνεο, γείνεο κοῦρε καὶ ἤπιος ἔξιθι κόλπουʼ.
-
νύμφα Διὸς βαρύθυμε, σὺ δʼ οὐκ ἄρʼ ἔμελλες ἄπυστος
-
δὴν ἔμεναι· τοίη σε προσέδραμεν ἀγγελιῶτις,
-
εἶπε δʼ ἔτʼ ἀσθμαίνουσα, φόβωι δʼ ἀνεμίσγετο μῦθος,
-
ʼἭρη τιμηέσσα, πολὺ προὔχουσα θεάων
-
σὴ μὲν ἐγώ, σὰ δὲ πάντα, σὺ δὲ κρείουσα κάθησαι
γνησίη Οὐλύμποιο, καὶ οὐ χέρα δείδιμεν ἄλλην
-
θηλυτέρην, σὺ δʼ ἄνασσα τὸν αἴτιον εἴσεαι ὀργῆς.
-
Λητώ τοι μίτρην ἀναλύεται ἔνδοθι νήσου.
ἄλλαι μὲν πᾶσαί μιν ἀπέστυγον οὐδʼ ἐδέχοντο·
-
Ἀστερίη δʼ ὀνομαστὶ παρερχομένην ἐκάλεσσεν,
-
Ἀστερίη, πόντοιο κακὸν σάρον· οἶσθα καὶ αὐτή.
-
ἀλλὰ φίλη, δύνασαι γάρ, ἀμύνειν πότνια δούλοις
-
ὑμετέροις, οἳ σεῖο πέδον πατέουσιν ἐφετμῆιʼ.
-
ἦ καὶ ὑπὸ χρύσειον ἐδέθλιον ἷζε κύων ὥς,
-
Ἀρτέμιδος ἥτις τε, θοῆς ὅτε παύσεται ἄγρης,
-
ἵζει θηρήτειρα παρʼ ἴχνεσιν, οὔατα δʼ αὐτῆς
-
ὀρθὰ μάλʼ, αἰὲν ἑτοῖμα θεῆς ὑποδέχθαι ὀμοκλήν·
-
τῆι ἰκέλη Θαύμαντος ὑπὸ θρόνον ἵζετο κούρη.
-
κείνη δʼ οὐδέποτε σφετέρης ἐπιλήθεται ἕδρης,
-
οὐδʼ ὅτε οἱ ληθαῖον ἐπὶ πτερὸν ὕπνος ἐρείσει,
-
ἀλλʼ αὐτοῦ μεγάλοιο ποτὶ γλωχῖνα θρόνοιο
-
τυτθὸν ἀποκλίνασα καρήατα λέχριος εὕδει.
-
οὐδέ ποτε ζώνην ἀναλύεται οὐδὲ ταχείας
-
ἐνδρομίδας, μή οἵ τι καὶ αἰφνίδιον ἔπος εἴπηι
-
δεσπότις. ἣ δʼ ἀλεγεινὸν ἀλαστήσασα προσηύδα
-
ʼοὕτω νῦν, ὦ Ζηνὸς ὀνείδεα, καὶ γαμέοισθε
-
λάθρια καὶ τίκτοιτε κεκρυμμένα, μηδʼ ὅθι δειλαί
-
δυστοκέες μογέουσιν ἀλετρίδες, ἀλλʼ ὅθι φῶκαι
-
εἰνάλιαι τίκτουσιν, ἐνὶ σπιλάδεσσιν ἐρήμοις.
-
Ἀστερίηι δʼ οὐδέν τι βαρύνομαι εἵνεκα τῆσδε
-
ἀμπλακίης, οὐδʼ ἔστιν ὅπως ἀποθύμια ῥέξω·
-
τόσσα δέω· μάλα γάρ τε κακῶς ἐχαρίσσατο Λητοῖ·
-
ἀλλά μιν ἔκπαγλόν τι σεβίζομαι, οὕνεκʼ ἐμεῖο
-
δέμνιον οὐκ ἐπάτησε, Διὸς δʼ ἀνθείλετο πόντονʼ.
-
ἣ μὲν ἔφη· κύκνοι δὲ θεοῦ μέλποντες ἄοζοι
-
Μηιόνιον Πακτωλὸν ἐκυκλώσαντο λιπόντες
-
ἑβδομάκις περὶ Δῆλον, ἐπήεισαν δὲ λοχείηι
-
Μουσάων ὄρνιθες, ἀοιδότατοι πετεηνῶν·
ἔνθεν ὁ παῖς τοσσάσδε λύρηι ἐνεδήσατο χορδάς
-
ὕστερον, ὁσσάκι κύκνοι ἐπʼ ὠδίνεσσιν ἄεισαν.
-
ὄγδοον οὐκέτʼ ἄεισαν, ὃ δʼ ἔκθορεν, αἳ δʼ ἐπὶ μακρὸν
-
νύμφαι Δηλιάδες, ποταμοῦ γένος ἀρχαίοιο,
-
εἶπαν Ἐλειθυίης ἱερὸν μέλος, αὐτίκα δʼ αἰθήρ
-
χάλκεος ἀντήχησε διαπρυσίην ὀλολυγήν,
-
οὐδʼ Ἥρη νεμέσησεν, ἐπεὶ χόλον ἐξέλετο Ζεύς.
-
χρύσεά τοι τότε πάντα θεμείλια γείνετο Δῆλε,
-
χρυσῶι δὲ τροχόεσσα πανήμερος ἔρρεε λίμνη,
-
χρύσειον δʼ ἐκόμησε γενέθλιον ἔρνος ἐλαίης,
-
χρυσῶι δὲ πλήμυρε βαθὺς Ἰνωπὸς ἑλιχθείς.
-
αὐτὴ δὲ χρυσέοιο ἀπʼ οὔδεος εἵλεο παῖδα,
-
ἐν δʼ ἐβάλευ κόλποισιν, ἔπος δʼ ἐφθέγξαο τοῖον
-ὦ μεγάλη πολύβωμε πολύπτολι πολλὰ φέρουσα,
-
-
πίονες ἤπειροί τε καὶ αἳ περιναίετε νῆσοι·
-
αὕτη ἐγὼ τοιήδε· δυσήροτος, ἀλλʼ ἀπʼ ἐμεῖο
-
Δήλιος Ἀπόλλων κεκλήσεται, οὐδέ τις ἄλλη
-
γαιάων τοσσόνδε θεῶι πεφιλήσεται ἄλλωι,
-
οὐ Κερχνὶς κρείοντι Ποσειδάωνι Λεχαίου,
-
οὐ πάγος Ἑρμείηι Κυλλήνιος, οὐ Διὶ Κρήτη,
-
ὡς ἐγὼ Ἀπόλλωνι· καὶ ἔσσομαι οὐκέτι πλαγκτή.
ὧδε σὺ μὲν κατέλεξας· ὃ δὲ γλυκὺν ἔσπασε μαζόν.
τῶι καὶ νησάων ἁγιωτάτη ἐξέτι κείνου
-
κλήζηι, Ἀπόλλωνος κουροτρόφος· οὐδέ σʼ Ἐνυώ
-
οὐδʼ Ἀίδης οὐδʼ ἵπποι ἐπιστείβουσιν Ἄρηος·
-
ἀλλά τοι ἀμφιετεῖς δεκατηφόροι αἰὲν ἀπαρχαί
-
πέμπονται, πᾶσαι δὲ χοροὺς ἀνάγουσι πόληες,
-
αἵ τε πρὸς ἠοίην αἵ θʼ ἕσπερον αἵ τʼ ἀνὰ μέσσην
-
κλήρους ἐστήσαντο, καὶ οἳ καθύπερθε βορείης
-
οἰκία θινὸς ἔχουσι, πολυχρονιώτατον αἷμα.
-
οἳ μέν τοι καλάμην τε καὶ ἱερὰ δράγματα πρῶτοι
-
ἀσταχύων φορέουσιν· ἃ Δωδώνηθι Πελασγοί
τηλόθεν ἐκβαίνοντα πολὺ πρώτιστα δέχονται,
-
γηλεχέες θεράποντες ἀσιγήτοιο λέβητος·
-
δεύτερον Ἱερὸν ἄστυ καὶ οὔρεα Μηλίδος αἴης
-
ἔρχονται· κεῖθεν δὲ διαπλώουσιν Ἀβάντων
-
εἰς ἀγαθὸν πεδίον Ληλάντιον· οὐδʼ ἔτι μακρός
-
ὁ πλόος Εὐβοίηθεν, ἐπεὶ σέο γείτονες ὅρμοι.
-
πρῶταί τοι τάδʼ ἔνεικαν ἀπὸ ξανθῶν Ἀριμασπῶν
-
Οὖπίς τε Λοξώ τε καὶ εὐαίων Ἑκαέργη,
-
θυγατέρες Βορέαο, καὶ ἄρσενες οἳ τότʼ ἄριστοι
-
ἠιθέων· οὐδʼ οἵ γε παλιμπετὲς οἴκαδʼ ἵκοντο,
-
εὔμοιροι δʼ ἐγένοντο, καὶ ἀκλέες οὔποτʼ ἐκεῖνοι.
-
ἦ τοι Δηλιάδες μέν, ὅτʼ εὐήχης ὑμέναιος
-
ἤθεα κουράων μορμύσσεται, ἥλικα χαίτην
-
παρθενικαῖς, παῖδες δὲ θέρος τὸ πρῶτον ἰούλων
-
ἄρσενες ἠιθέοισιν ἀπαρχόμενοι φορέουσιν.
-
Ἀστερίη θυόεσσα, σὲ μὲν περί τʼ ἀμφί τε νῆσοι
-
κύκλον ἐποιήσαντο καὶ ὡς χορὸν ἀμφεβάλοντο·
-
οὔτε σιωπηλὴν οὔτʼ ἄψοφον οὖλος ἐθείραις
-
ἕσπερος, ἀλλʼ αἰεί σε καταβλέπει ἀμφιβόητον.
-
οἳ μὲν ὑπαείδουσι νόμον Λυκίοιο γέροντος,
-
ὅν τοι ἀπὸ Ξάνθοιο θεοπρόπος ἤγαγεν Ὠλήν·
-
αἳ δὲ ποδὶ πλήσσουσι χορίτιδες ἀσφαλὲς οὖδας.
-
δὴ τότε καὶ στεφάνοισι βαρύνεται ἱρὸν ἄγαλμα
-
Κύπριδος ἀρχαίης ἀριήκοον, ἥν ποτε Θησεύς
-
εἵσατο σὺν παίδεσσιν, ὅτε Κρήτηθεν ἀνέπλει.
-
οἳ χαλεπὸν μύκημα καὶ ἄγριον υἷα φυγόντες
-
Πασιφάης καὶ γναμπτὸν ἕδος σκολιοῦ λαβυρίνθου
-
πότνια σὸν περὶ βωμὸν ἐγειρομένου κιθαρισμοῦ
-
κύκλιον ὠρχήσαντο, χοροῦ δʼ ἡγήσατο Θησεύς.
-
ἔνθεν ἀειζώοντα θεωρίδος ἱερὰ Φοίβωι
-
Κεκροπίδαι πέμπουσι, τοπήια νηὸς ἐκείνης.
-
Ἀστερίη πολύβωμε πολύλλιτε, τίς δέ σε ναύτης
-
ἔμπορος Αἰγαίοιο παρήλυθε νηὶ θεούσηι;
οὐχ ούτω μεγάλοι μιν ἐπιπνείουσιν ἀῆται,
-
χρειὼ δʼ ὅττι τάχιστον ἄγει πλόον, ἀλλὰ τὰ λαίφη
-
ὠκέες ἐστείλαντο καὶ οὐ πάλιν αὖτις ἔβησαν,
-
πρὶν μεγάλη σέο βωμὸν ὑπὸ πληγῆισιν ἑλίξαι
-
ῥησσόμενον καὶ πρέμνον ὀδακτάσαι ἁγνὸν ἐλαίης
-
χεῖρας ἀποστρέψαντας· ἃ Δηλιὰς εὕρετο νύμφη
-
παίγνια κουρίζοντι καὶ Ἀπόλλωνι γελαστύν.
-
ἱστίη ὦ νήσων εὐέστιε χαῖρε μὲν αὐτή,
-
χαίροι δʼ Ἀπόλλων τε καὶ ἣν ἐλοχεύσαο Λητώ.
Perseus data entry
+This pointer pattern extracts line.
+Θήβη, τίπτε τάλαινα τὸν αὐτίκα πότμον ἐλέγχεις;
μήπω μή μʼ ἀέκοντα βιάζεο μαντεύεσθαι.
οὔπω μοι Πυθῶνι μέλει τριποδήιος ἕδρη,
οὐδέ τί πω τέθνηκεν ὄφις μέγας, ἀλλʼ ἔτι κεῖνο
θηρίον αἰνογένειον ἀπὸ Πλειστοῖο καθέρπον
Παρνησὸν νιφόεντα περιστέφει ἐννέα κύκλοις·
ἀλλʼ ἔμπης ἐρέω τι τομώτερον ἢ ἀπὸ δάφνης.
φεῦγε πρόσω· ταχινός σε κιχήσομαι αἵματι λούσων
τόξον ἐμόν· σὺ δὲ τέκνα κακογλώσσοιο γυναικὸς
ἔλλαχεσ. οὐ σύ γʼ ἐμεῖο φίλη τροφὸς οὐδὲ Κιθαιρὼν
ἔσσεται· εὐαγέων δὲ καὶ εὐαγέεσσι μελοίμην.
Νύμφαι Θεσσαλίδες, ποταμοῦ γένος, εἴπατε πατρὶ
κοιμῆσαι μέγα χεῦμα· περιπλέξασθε γενείῳ
λισσόμεναι τὰ Ζηνὸς ἐν ὕδατι τέκνα τεκέσθαι.
Πηνειὲ Φθιῶτα, τί νῦν ἀνέμοισιν ἐρίζεις;
ὦ πάτερ, οὐ μὴν ἵππον ἀέθλιον ἀμφιβέβηκας.
ἦ ῥά τοι ὧδʼ αἰεὶ ταχινοὶ πόδες, ἢ ἐπʼ ἐμεῖο
μοῦνοι ἐλαφρίζουσι, πεποίησαι δὲ πέτεσθαι
σήμερον ἐξαπίνης;" ὁ δʼ ἀνήκοος. "ὦ ἐμὸν ἄχθος,
ποῖ σε φέρω; μέλεοι γὰρ ἀπειρήκασι τένοντες.
Πήλιον ὦ Φιλύρης νυμφήιον, ἀλλὰ σὺ μεῖνον,
μεῖνον, ἐπεὶ καὶ θῆρες ἐν οὔρεσι πολλάκι σεῖο
ὠμοτόκους ὠδῖνας ἀπηρείσαντο λέαιναι.
Λητοῖ, Ἀναγκαίη μεγάλη θεός. οὐ γὰρ ἔγωγε
πότνια σὰς ὠδῖνας ἀναίνομαι· οἶδα καὶ ἄλλας
λουσαμένας ἀπʼ ἐμεῖο λεχωίδας· ἀλλά μοι Ἥρη
δαψιλὲς ἠπείλησεν. ἀπαύγασαι, οἷος ἔφεδρος
οὔρεος ἐξ ὑπάτου σκοπιὴν ἔχει, ὅς κέ με ῥεῖα
βυσσόθεν ἐξερύσειε. τί μήσομαι; ἢ ἀπολέσθαι
ἡδύ τί τοι Πηνειόν; ἴτω πεπρωμένον ἦμαρ·
τλήσομαι εἵνεκα σεῖο καὶ εἰ μέλλοιμι ῥοάων
διψαλέην ἄμπωτιν ἔχων αἰώνιον ἔρρειν
καὶ μόνος ἐν ποταμοῖσιν ἀτιμότατος καλέεσθαι.
ἠνίδʼ ἐγώ· τί περισσά; κάλει μόνον Εἰλήθυιαν.
σῴζεο χαίρων,
σῴζεο· μὴ σύ γʼ ἐμεῖο πάθῃς κακὸν εἵνεκα τῆσδε
ἀντʼ ἐλεημοσύνης, χάριτος δέ τοι ἔσσετʼ ἀμοιβή.
μὴ σύ γε, μῆτερ,
τῇ με τέκοις. οὔτʼ οὖν ἐπιμέμφομαι οὐδὲ μεγαίρω
νῆσον, ἐπεὶ λιπαρή τε καὶ εὔβοτος, εἴ νύ τις ἄλλη·
ἀλλά οἱ ἐκ Μοιρέων τις ὀφειλόμενος θεὸς ἄλλος
ἐστί, Σαωτήρων ὕπατον γένος· ᾧ ὑπὸ μίτρην
ἵξεται οὐκ ἀέκουσα Μακηδόνι κοιρανέεσθαι
ἀμφοτέρη μεσόγεια καὶ αἳ πελάγεσσι κάθηνται,
μέχρις ὅπου περάτη τε καὶ ὁππόθεν ὠκέες ἵπποι
ἠέλιον φορέουσιν· ὁ δʼ εἴσεται ἤθεα πατρός.
καί νύ ποτε ξυνός τις ἐλεύσεται ἄμμιν ἄεθλος
ὕστερον, ὁππότʼ ἂν οἱ μὲν ἐφʼ Ἑλλήνεσσι μάχαιραν
βαρβαρικὴν καὶ Κελτὸν ἀναστήσαντες Ἄρηα
ὀψίγονοι Τιτῆνες ἀφʼ ἑσπέρου ἐσχατόωντος
ῥώσωνται νιφάδεσσιν ἐοικότες ἢ ἰσάριθμοι
τείρεσιν, ἡνίκα πλεῖστα κατʼ ἠέρα βουκολέονται,
φρούρια καὶκῶμαι Λοκρῶν καὶ Δελφίδες ἄκραι
καὶ πεδία Κρισσαῖα καὶ ἠπείροιο φάραγγεςThe best MSS. and the Aldine (1513) have only φρούρια καὶ (177) andκαὶ πεδία Κρισσαῖα καὶ ἤπειροι (178). The words in brackets are a worthless attempt to supply the lacunae and are found only in the late and inferior MSS. (Schneider' s LMNO).
ἀμφιπεριστείνωνται, ἴδωσι δὲ πίονα καπνὸνκαρπὸν MSS.; corr. Reiske.
γείτονος αἰθομένοιο, καὶ οὐκέτι μοῦνον ἀκουῇ,
ἀλλʼ ἤδη παρὰ νηὸν ἀπαυγάζοιντο φάλαγγαςφάλαγγες MSS.; corr. Bentley.
δυσμενέων, ἤδη δὲ παρὰ τριπόδεσσιν ἐμεῖο
φάσγανα καὶ ζωστῆρας ἀναιδέας ἐχθομένας τε
ἀσπίδας, αἳ Γαλάτῃσι κακὴν ὁδὸν ἄφρονι φύλῳ
στήσονται· τέων αἱ μὲν ἐμοὶ γέρας, αἱ δʼ ἐπὶ Νείλῳ
ἐν πυρὶ τοὺς φορέοντας ἀποπνεύσαντας ἰδοῦσαι
κείσονται βασιλῆος ἀέθλια πολλὰ καμόντος.
ἐσσόμενε Πτολεμαῖε, τά τοι μαντήια φαίνω.
αἰνήσεις μέγα δή τι τὸν εἰσέτι γαστέρι μάντιν
ὕστερον ἤματα πάντα. σὺ δὲ ξυμβάλλεο, μῆτερ·
ἔστι διειδομένη τις ἐν ὕδατι νήσος ἀραιή,
πλαζομένη πελάγεσσι· πόδες δέ οἱ οὐχ ἑνὶ χώρῳ,
ἀλλὰ παλιρροίῃ ἐπινήχεται ἀνθέρικος ὥς,
ἔνθα νότος, ἔνθʼ εὖρος, ὅπη φορέῃσι θάλασσα.
τῇ με φέροις· κείνην γὰρ ἐλεύσεαι εἰς ἐθέλουσαν.
Ἥρη, τοῦτό με ῥέξον ὅ τοι φίλον· οὐ γὰρ ἀπειλὰς
ὑμετέρας ἐφύλαξα· πέρα, πέρα εἰς ἐμὲ Λητοῖ.
τί μητέρα, κοῦρε, βαρύνεις;
αὕτη τοι, φίλε, νῆσος ἐπιπλώουσα θαλάσσῃ.
γείνεο, γείνεο, κοῦρε, καὶ ἤπιος ἔξιθι κόλπου.
Ἥρη τιμηέσσα, πολὺ προὔχουσα θεάων
σὴ μὲν ἐγώ, σὰ δὲ πάντα, σὺ δὲ κρείουσα κάθησαι
γνησίη Οὐλύμποιο, καὶ οὐ χέρα δείδιμεν ἄλλην
θηλυτέρην, σὺ δʼ, ἄνασσα, τὸν αἴτιον εἴσεαι ὀργῆς.
Λητώ τοι μίτρην ἀναλύεται ἔνδοθι νήσου.
ἄλλαι μὲν πᾶσαί μιν ἀπέστυγον οὐδʼ ἐδέχοντο·
Ἀστερίη δʼ ὀνομαστὶ παρερχομένην ἐκάλεσσεν,
Ἀστερίη, πόντοιο κακὸν σάρον· οἶσθα καὶ αὐτή.
ἀλλά, φίλη, δύνασαι γάρ, ἀμύνειν, πότνια, δούλοις
ὑμετέροις, οἳ σεῖο πέδον πατέουσιν ἐφετμῇ.
οὕτω νῦν, ὦ Ζηνὸς ὀνείδεα, καὶ γαμέοισθε
λάθρια καὶ τίκτοιτε κεκρυμμένα, μηδʼ ὅθι δειλαὶ
δυστοκέες μογέουσιν ἀλετρίδες, ἀλλʼ ὅθι φῶκαι
εἰνάλιαι τίκτουσιν, ἐνὶ σπιλάδεσσιν ἐρήμοις.
Ἀστερίῃ δʼ οὐδέν τι βαρύνομαι εἵνεκα τῆσδε
ἀμπλακίης, οὐδʼ ἔστιν ὅπως ἀποθύμια ῥέξω,
τόσσα δέοιμάλα γάρ τε κακῶς ἐχαρίσσατο Λητοῖ· δέ οἱ MSS.;δέω Reiske.
ἀλλά μιν ἔκπαγλόν τι σεβίζομαι, οὕνεκʼ ἐμεῖο
δέμνιον οὐκ ἐπάτησε, Διὸς δʼ ἀνθείλετο πόντον.
ᾦ μεγάλη πολύβωμε πολύπτολι πολλὰ φέρουσα,
πίονες ἤπειροί τε καὶ αἳ περιναίετε νῆσοι·
αὐτὴἐγὼ τοιήδε, δυσήροτος, ἀλλʼ ἀπʼ ἐμεῖο αὕτη Reiske.
Δήλιος Απόλλων κεκλήσεται, οὐδέ τις ἄλλη
γαιάων τοσσόνδε θεῷ πεφιλήσεται ἄλλῳ,
οὐ Κερχνὶς κρείοντι Ποσειδάωνι Λεχαίῳ,
οὐ πάγος Ἑρμείῃ Κυλλήνιος, οὐ Διὶ Κρήτη,
ὡς ἐγὼ Ἀπόλλωνι· καὶ ἔσσομαι οὐκέτι πλαγκτή.
Perseus DL
+This pointer pattern extracts line.
+νύμφαι μὲν χαίρουσιν, ὅτε δρύας ὄμβρος ἀέξει,
νύμφαι δʼ αὖ κλαίουσιν, ὅτε δρυσὶν οὐκέτι φύλλα.
ὦ μεγάλη πολύβωμε πολύπτολι πολλὰ φέρουσα,
πίονες ἤπειροί τε καὶ αἳ περιναίετε νῆσοι·
αὕτη ἐγὼ τοιήδε· δυσήροτος, ἀλλʼ ἀπʼ ἐμεῖο
Δήλιος Ἀπόλλων κεκλήσεται, οὐδέ τις ἄλλη
γαιάων τοσσόνδε θεῶι πεφιλήσεται ἄλλωι,
οὐ Κερχνὶς κρείοντι Ποσειδάωνι Λεχαίου,
οὐ πάγος Ἑρμείηι Κυλλήνιος, οὐ Διὶ Κρήτη,
ὡς ἐγὼ Ἀπόλλωνι· καὶ ἔσσομαι οὐκέτι πλαγκτή.
Perseus data entry
-
ὅσσαι λωτροχόοι τᾶς Παλλάδος ἔξιτε πᾶσαι,
-
ἔξιτε· τᾶν ἵππων ἄρτι φρυασσομενᾶν
-
τᾶν ἱερᾶν ἐσάκουσα, καὶ ἁ θεὸς εὔτυκος ἕρπειν
σοῦσθέ νυν, ὦ ξανθαί, σοῦσθε Πελασγιάδες.
-
οὔποκʼ Ἀθαναία μεγάλως ἀπενίψατο πάχεις
-
πρὶν κόνιν ἱππειᾶν ἐξελάσαι λαγόνων,
-
οὐδʼ ὅκα δὴ λύθρῳ πεπαλαγμένα πάντα φέροισα
-
τεύχεα τῶν ἀδίκων ἦνθʼ ἀπὸ γηγενέων,
-
ἀλλὰ πολὺ πράτιστον ὑφʼ ἅρματος αὐχένας ἵππων
-
λυσαμένα παγαῖς ἔκλυσεν Ὠκεανῶ
-
ἱδρῶ καὶ ῥαθάμιγγας, ἐφοίβασεν δὲ παγέντα
-
πάντα χαλινοφάγων ἀφρὸν ἀπὸ στομάτων.
-
ὦ ἴτʼ Ἀχαιιάδες, καὶ μὴ μύρα μηδʼ ἀλαβάστρως
-
συρίγγων ἀίω φθόγγον ὑπαξονίων
μὴ μύρα λωτροχόοι τᾷ Παλλάδι μηδʼ ἀλαβάστρως
-
̔οὐ γὰρ Ἀθαναία χρίματα μεικτὰ φιλεἶ
-
οἴσετε μηδὲ κάτοπτρον· ἀεὶ καλὸν ὄμμα τὸ τήνας
-
οὐδʼ ὅκα τὰν Ἴδᾳ
οὔτʼ ἐς ὀρείχαλκον μεγάλα θεὸς οὔτε
ἔβλεψεν δίναν ἐς διαφαινομέναν·
-
οὐδʼ Ἥρα· Κύπρις δὲ διαυγέα χαλκὸν ἑλοῖσα
-
πολλάκι τὰν αὐτὰν δὶς μετέθηκε κόμαν·
-
ἁ δέ, δὶς ἑξήκοντα διαθρέξασα διαύλως,
-
οἷα παρʼ Εὐρώτᾳ τοὶ Λακεδαιμόνιοι
-
ἀστέρες, ἐμπεράμως ἐνετρίψατο
χρίματα, τᾶς ἰδίας ἔκγονα φυταλιᾶς·
-
ὦ κῶραι, τὸ δʼ ἔρευθος ἀνέδραμε, πρώιον οἵαν
-
ἢ ῥόδον ἢ σίβδας κόκκος ἔχει χροΐαν.
-
τῶ καὶ νῦν ἄρσεν τι
ᾧ Κάστωρ, ᾧ καὶ χρίεται Ἡρακλέης·
-
οἴσετε καὶ κτένα οἱ παγχρύσεον, ὡς ἀπὸ χαίταν
-
πέξηται, λιπαρὸν σμασαμένα πλόκαμον.
-
ἔξιθʼ Ἀθαναία· πάρα τοι καταθύμιος ἴλα,
-
παρθενικαὶ μεγάλων παῖδες Ἀκεστοριδᾶν
ὠθάνα, φέρεται δὲ καὶ ἁ Διομήδεος ἀσπίς,
-
ὡς ἔθος Ἀργείων τοῦτο παλαιότερον
-
Εὐμήδης ἐδίδαξε, τεὶν κεχαρισμένος ἱρεύς·
-
ὅς ποκα βωλευτὸν
δᾶμον ἑτοιμάζοντα φυγᾷ τεὸν ἱρὸν ἄγαλμα
-
ᾤχετʼ ἔχων, Κρεῖον δʼ εἰς ὄρος ᾠκίσατο·
-
κρεῖον ὄρος· σὲ δέ, δαῖμον, ἀπορρώγεσσιν ἔθηκεν
-
ἐν πέτραις, αἷς νῦν οὔνομα Παλλατίδες·
-
ἔξιθʼ Ἀθαναία περσέπτολι, χρυσεοπήληξ,
-
ἵππων καὶ σακέων ἁδομένα πατάγῳ.
-
σάμερον ὑδροφόροι μὴ βάπτετε—σάμερον Ἄργος
-
πίνετʼ ἀπὸ κρανᾶν μηδʼ ἀπὸ τῶ ποταμῶ,
σάμερον αἱ δῶλαι τὰς κάλπιδας ἢ ᾽ς Φυσάδειαν
-
ἢ ἐς Ἀμυμώναν οἴσετε τὰν Δαναῶ.
-
καὶ γὰρ δὴ χρυδῷ τε καὶ ἄνθεσιν ὕδατα μίξας
-
ἡξεῖ φορβαίων Ἴναχος ἐξ ὀρέων
-
τἀθάνᾳ τὸ λοετρὸν ἄγων καλόν. ἀλλά, Πελασγέ,
-
φράζεο μὴ οὐκ ἐθέλων τὰν βασίλειαν ἴδῃς.
-
ὅς κεν ἴδῃ γυμνὰν τὰν Παλλάδα τὰν πολιοῦχον,
-
τὦργος ἐσοψεῖται τοῦτο πανυστάτιον.
-
πότνἰ Ἀθαναία τὺ
ταῖσδʼ ἐρέω. μῦθος δʼ οὐκ ἐμός, ἀλλʼ ἑτέρων.
-
παῖδες, Ἀθαναία νύμφαν μίαν ἔν ποκα Θήβαις
-
πουλύ τι καὶ περὶ δὴ φίλατο τᾶν ἑταρᾶν,
-
ματέρα Τειρεσίαο, καὶ οὔποκα χωρὶς ἔγεντο·
-
ἀλλὰ καὶ ἀρχαίων εὖτʼ ἐπὶ Θεσπιέων
-
ἢ?̓πὶ Κορωνείας ἢ εἰς Ἁλίαρτον ἐλαύνοι
-
ἵππως, Βοιωτῶν ἔργα διερχομένα,
-
ἢ?̓πὶ Κορωνείας,
καὶ βωμοὶ ποταμῷ κεῖντʼ ἐπὶ Κωραλίῳ·
-
πολλάκις ἁ δαίμων νιν ἑῶ ἐπεβάσατο δίφρω,
-
οὐδʼ ὄαροι νυμφᾶν οὐδὲ χοροστασίαι
-
ἁδεῖαι τελέθεσκον, ὅκʼ οὐχ ἁγεῖτο Χαρικλώ·
-
ἀλλʼ ἔτι καὶ τήναν δάκρυα πόλλʼ ἔμενεν,
-
καίπερ Ἀθαναίᾳ καταθύμιον ἔσσαν ἑταίραν.
-
δή ποκα
ἵππω ἐπὶ κράνᾳ Ἑλικωνίδι καλὰ ῥεοίσᾳ
-
λῶντο· μεσαμβρινὰ δʼ εἶχʼ ὄρος ἁσυχία.
-
ἀμφότεραι λώοντο, μεσαμβριναὶ δʼ ἔσαν ὧραι,
-
πολλὰ δʼ ἁσυχία τῆνο κατεῖχεν ὄρος.
-
Τειρεσίας δʼ ἔτι μῶνος
περκάζων ἱερὸν χῶρον ἀνεστρέφετο·
-
διψάσας δʼ ἄφατόν τι ποτὶ ῥόον ἤλυθε κράνας,
-
σχέτλιος· οὐκ ἐθέλων δʼ εἶδε τὰ μὴ θεμιτά·
-
τὸν δὲ χολωσαμένα περ ὅμως προσέφασεν Ἀθάνα
- τίς σε, τὸν ὀφθαλμὼς οὐκέτʼ ἀποισόμενον,
-
-
ὦ Εὐηρείδα, χαλεπὰν ὁδὸν ἄγαγε δαίμων;"
-
ἁ μὲν ἔφα, παιδὸς δʼ ὄμματα νὺξ ἔλαβεν.
ἑστάκη
γώνατα καὶ φωνὰν ἔσχεν ἀμηχανία.
-
ἁ νύμφα δʼ ἐβόασε "τί μοι τὸν κῶρον ἔρεξας,
-
πότνια; τοιαῦται δαίμονες ἐστὲ φίλαι;
-
ὄμματά μοι τῶ παιδὸς ἀφείλεο. τέκνον ἄλαστε,
-
εἶδες Ἀθαναίας στήθεα καὶ λαγόνας,
-
ἀλλʼ οὐκ ἀέλιον πάλιν ὄψεαι. ὦ ἐμὲ δειλάν,
-
ὦ ὄρος, ὦ Ἑλικὼν οὐκέτι μοι παριτέ,
-
ἦ μεγάλʼ ἀντʼ ὀλίγων ἐπράξαο· δόρκας ὀλέσσας
-
καὶ πρόκας οὐ πολλὰς φάεα παιδὸς ἔχεις.
ἆ καὶ ἅμʼ
μάτηρ μὲν γοερᾶν οἶτον
ἆγε βαρὺ κλαίοισα, θεὰ δʼ ἐλέησεν ἑταίραν
-
καί νιν Ἀθαναία πρὸς τόδʼ ἔλεξεν ἔπος
- δῖα γύναι, μετὰ πάντα βαλεῦ πάλιν ὅσσα διʼ ὀργὰν
-
-
εἶπας· ἐγὼ δʼ οὔ τοι τέκνον ἔθηκʼ ἀλαόν.
-
οὐ γὰρ Ἀθαναίᾳ γλυκερὸν πέλει ὄμματα παίδων
-
ἁρπάζειν· Κρόνιοι δʼ ὧδε λέγοντι νόμοι·
-
ὅς κε τινʼ ἀθανάτων, ὅκα μὴ θεὸς αὐτὸς ἕληται,
-
ἀθρήσῃ, μισθῶ τοῦτον ἰδεῖν μεγάλω.
-
δῖα γύναι, τὸ μὲν οὐ παλινάγρετον αὖθι γένοιτο
-
ἔργον· ἐπεὶ μοιρᾶν ὧδʼ ἐπένησε
ἁνίκα τὸ πρᾶτόν νιν ἐγείναο· νῦν δὲ κομίζευ,
-
ὦ Εὐηρείδα, τέλθος ὀφειλόμενον.
-
πόσσα μὲν ἁ Καδμηὶς ἐς ὕστερον ἔμπυρα καυσεῖ,
-
τόσσα δʼ Ἀρισταῖος, τὸν μόνον εὐχόμενοι
-
παῖδα, τὸν ἁβατὰν Ἀκταίονα, τυφλὸν ἰδέσθαι.
-
καὶ τῆνος μεγάλας σύνδρομος Ἀρτέμιδος
-
ἐσσεῖτʼ· ἀλλʼ οὐκ αὐτὸν ὅ τε δρόμος αἵ τʼ ἐν ὄρεσσι
-
ῥυσεῦνται ξυναὶ τᾶμος ἑκαβολίαι,
-
ὁππόκʼ
δαίμονος· ἀλλʼ αὐταὶ τὸν πρὶν ἄνακτα κύνες
-
τουτάκι δειπνησεῦντι· τὰ δʼ υἱέος ὀστέα μάτηρ
-
λεξεῖται δρυμὼς πάωτας ἐπερχομένα·
-
ὀλβίσταν ἐρέει σε καὶ εὐαίωνα γενέσθαι,
-
ἐξ ὀρέων ἀλαὸν παῖδʼ ὑποδεξαμέναν.
ὦ ἑτάρα, τῶ μή τι μινύρεο· τῷδε γὰρ ἄλλα
-
τεῦ χάριν ἐξ ἐμέθεν πολλὰ μενεῦντι γέρα.
-
μάντιν ἐπεὶ θησῶ νιν ἀοίδιμον ἐσσομένοισιν,
-
ἦ μέγα τῶν ἄλλων δή τι περισσότερον.
-
γνωσεῖται δʼ ὄρνιχας, ὅς αἴσιος οἵ τε πέτονται
-
ἤλιθα καὶ ποίων οὐκ ἀγαθαὶ πτέρυγες.
-
πολλὰ δὲ Βοιωτοῖσι θεοπρόπα, πολλὰ δὲ Κάδμῳ
-
χρησεῖ, καὶ μεγάλοις ὕστερα Λαβδακίδαις.
-
δωσῶ καὶ μέγα βάκτρον, ὅ οἱ πόδας ἐς δέον ἀξεῖ,
-
δωσῶ καὶ βιότω τέρμα πολυχρόνιον.
-
καὶ μόνος, εὖτε θάνῃ, πεπνυμένος ἐν νεκύεσσι
-
φοιτασεῖ, μεγάλωι τίμιος Ἁγεσίλᾳ.
ὥς φαμένα κατένευσε· τὸ δʼ ἐντελὲς ᾧ κʼ ἔπι νεύσῃ
Παλλάς, ἐπεὶ μώνᾳ Ζεὺς τό γε θυγατέρων
-
δῶκεν Ἀθαναίᾳ, πατρώια πάντα φέρεσθαι,
-
λωτροχόοι, μάτηρ δʼ οὔτις ἔτικτε θεάν,
-
ἀλλὰ Διὸς κορυφά. κορυφὰ Διὸς οὐκ ἐπινεύει
-
ψεύδεα
ἔρχετʼ Ἀθαναία νῦν ἀτρεκές· ἀλλὰ δέχεσθε
-
τὰν θεόν, ὦ κῶραι τὦργον
σύν τʼ εὐαγορίᾳ σύν τʼ εὔγμασι σύν τʼ ὀλολυγαῖς.
-
χαῖρε θεά, κάδευ δʼ Ἄργεος Ἰναχίω.
-
χαῖρε καὶ ἐξελάοισα, καὶ ἐς πάλιν αὖτις ἐλάσσαις
-
ἵππως, καὶ Δαναῶν κλᾶρον ἅπαντα σάω.
-
Perseus DL
-
-
Όσσαι λωτροχόοι τᾶς Παλλάδος ἔξιτε πᾶσαι,
-
ἔξιτε· τᾶν ἵππων ἄρτι φρυασσομενᾶν
-
τᾶν ἱερᾶν ἐσάκουσα, καὶ ἁ θεὸς εὔτυκος ἕρπειν·
-
σοῦσθέ νυν, ὦ ξανθαί σοῦσθε Πελασγιάδες.
-
οὔποκʼ Ἀθαναία μεγάλως ἀπενίψατο πάχεις
-
πρὶν κόνιν ἱππειᾶν ἐξελάσαι λαγόνων,
-
οὐδʼ ὅκα δὴ λύθρωι πεπαλαγμένα πάντα φέροισα
-
τεύχεα τῶν ἀδίκων ἦνθʼ ἀπὸ γηγενέων,
-
ἀλλὰ πολὺ πράτιστον ὑφʼ ἅρματος αὐχένας ἵππων
-
λυσαμένα παγαῖς ἔκλυσεν Ὠκεανῶ
-
ἱδρῶ καὶ ῥαθάμιγγας, ἐφοίβασεν δὲ παγέντα
-
πάντα χαλινοφάγων ἀφρὸν ἀπὸ στομάτων.
-
ὦ ἴτʼ Ἀχαιιάδες, καὶ μὴ μύρα μηδʼ ἀλαβάστρως
-
(συρίγγων ἀίω φθόγγον ὑπαξονίων),
-
μὴ μύρα λωτροχόοι τᾶι Παλλάδι μηδʼ ἀλαβάστρως
-
(οὐ γὰρ Ἀθαναία χρίματα μεικτὰ φιλεῖ)
-
οἴσετε μηδὲ κάτοπτρον· ἀεὶ καλὸν ὄμμα τὸ τήνας
-
οὐδʼ ὅκα τὰν Ἴδαι Φρὺξ ἐδίκαζεν ἔριν,
-
οὔτʼ ἐς ὀρείχαλκον μεγάλα θεὸς οὔτε Σιμοῦντος
-
ἔβλεψεν δίναν ἐς διαφαινομέναν·
-
οὐδʼ Ήρα· Κύπρις δὲ διαυγέα χαλκὸν ἑλοῖσα
-
πολλάκι τὰν αὐτὰν δὶς μετέθηκε κόμαν·
-
ἃ δέ, δὶς ἑξήκοντα διαθρέξασα διαύλως,
-
οἷα παρʼ Εὐρώται τοὶ Λακεδαιμόνιοι
ἀστέρες, ἐμπεράμως ἐνετρίψατο λιτὰ βαλοῖσα
-
χρίματα, τᾶς ἰδίας ἔκγονα φυταλιᾶς·
-
ὦ κῶραι, τὸ δʼ ἔρευθος ἀνέδραμε, πρώιον οἵαν
-
ἢ ῥόδον ἢ σίβδας κόκκος ἔχει χροΐαν.
-
τῶι καὶ νῦν ἄρσεν τι κομίξατε μῶνον ἔλαιον,
-
ὧι Κάστωρ, ὧι καὶ χρίεται Ἡρακλέης·
-
οἴσετε καὶ κτένα οἱ παγχρύσεον, ὡς ἀπὸ χαίταν
-
πέξηται, λιπαρὸν σμασαμένα πλόκαμον.
-
ἔξιθʼ Ἀθαναία· πάρα τοι καταθύμιος ἴλα,
-
παρθενικαὶ μεγάλων παῖδες Ἀρεστοριδᾶν·
-
ὠθάνα, φέρεται δὲ καὶ ἁ Διομήδεος ἀσπίς,
-
ὡς ἔθος Ἀργείων τοῦτο παλαιότερον·
-
Εὐμήδης ἐδίδαξε, τεὶν κεχαρισμένος ἱρεύς·
-
ὅς ποκα βωλευτὸν γνοὺς ἐπί οἱ θάνατον
-
δᾶμον ἑτοιμάζοντα φυγᾶι τεὸν ἱρὸν ἄγαλμα
-
ὤιχετʼ ἔχων, Κρεῖον δʼ εἰς ὄρος ὠικίσατο·
-
κρεῖον ὄρος· σὲ δὲ δαῖμον ἀπορρώγεσσιν ἔθηκεν
-
ἐν πέτραις, αἷς νῦν οὔνομα Παλλατίδες.
-
ἔξιθʼ Ἀθαναία περσέπτολι χρυσεοπήληξ,
-
ἵππων καὶ σακέων ἁδομένα πατάγωι.
-
σάμερον ὑδροφόροι μὴ βάπτετε — σάμερον Ἄργος
-
πίνετʼ ἀπὸ κρανᾶν μηδʼ ἀπὸ τῶ ποταμῶ,
-
σάμερον αἱ δῶλαι τὰς κάλπιδας ἢ ʼς Φυσάδειαν
-
ἢ ἐς Ἀμυμώναν οἴσετε τὰν Δαναῶ.
-
καὶ γὰρ δὴ χρυσῶι τε καὶ ἄνθεσιν ὕδατα μείξας
-
ἡξεῖ φορβαίων Ἴναχος ἐξ ὀρέων
-
τἀθάναι τὸ λοετρὸν ἄγων καλόν. ἀλλὰ Πελασγέ
φράζεο μὴ οὐκ ἐθέλων τὰν βασίλειαν ἴδηις.
-
ὅς κεν ἴδηι γυμνὰν τὰν Παλλάδα τὰν πολιοῦχον,
-
τὦργος ἐσοψεῖται τοῦτο πανυστάτιον.
-
πότνιʼ Ἀθαναία τὺ μὲν ἔξιθι· μέσφα δʼ ἐγώ τι
-
ταῖσδʼ ἐρέω. μῦθος δʼ οὐκ ἐμός, ἀλλʼ ἑτέρων.
-
παῖδες, Ἀθαναία νύμφαν μίαν ἔν ποκα Θήβαις
-
πουλύ τι καὶ πέρι δὴ φίλατο τᾶν ἑταρᾶν,
-
ματέρα Τειρεσίαο, καὶ οὔποκα χωρὶς ἔγεντο·
-
ἀλλὰ καὶ ἀρχαίων εὖτʼ ἐπὶ Θεσπιέων
-
¯˘˘¯˘˘¯˘; ἢ εἰς Ἁλίαρτον ἐλαύνοι
-
ἵππως, Βοιωτῶν ἔργα διερχομένα,
-
ἢʼ πὶ Κορωνείας, ἵνα οἱ τεθυωμένον ἄλσος
-
καὶ βωμοὶ ποταμῶι κεῖντʼ ἐπὶ Κουραλίωι·
-
πολλάκις ἁ δαίμων νιν ἑῶ ἐπεβάσατο δίφρω,
-
οὐδʼ ὄαροι νυμφᾶν οὐδὲ χοροστασίαι
-
ἁδεῖαι τελέθεσκον, ὅκʼ οὐχ ἁγεῖτο Χαρικλώ·
-
ἀλλʼ ἔτι καὶ τήναν δάκρυα πόλλʼ ἔμενεν,
-
καίπερ Ἀθαναίαι καταθύμιον ἔσσαν ἑταίραν.
-
δή ποκα γὰρ πέπλων λυσομένα περόνας
-
ἵππω ἐπὶ κράναι Ἑλικωνίδι καλὰ ῥεοίσαι
-
λῶντο· μεσαμβρινὰ δʼ εἶχʼ ὄρος ἁσυχία.
-
ἀμφότεραι λώοντο, μεσαμβριναὶ δʼ ἔσαν ὧραι,
-
πολλὰ δʼ ἁσυχία τῆνο κατεῖχεν ὄρος.
Τειρεσίας δʼ ἔτι μῶνος ἁμᾶ κυσὶν ἄρτι γένεια
-
περκάζων ἱερὸν χῶρον ἀνεστρέφετο·
-
διψάσας δʼ ἄφατόν τι ποτὶ ρῥόον ἤλυθε κράνας,
-
σχέτλιος· οὐκ ἐθέλων δʼ εἶδε τὰ μὴ θεμιτά·
-
τὸν δὲ χολωσαμένα περ ὅμως προσέφασεν Ἀθάνα
-
ʼτίς σε, τὸν ὀφθαλμὼς οὐκέτʼ ἀποισόμενον,
-
ὦ Εὐηρείδα, χαλεπὰν ὁδὸν ἄγαγε δαίμων;ʼ
-
ἃ μὲν ἔφα, παιδὸς δʼ ὄμματα νὺξ ἔλαβεν.
ἑστάκη δʼ ἄφθογγος, ἐκόλλασαν γὰρ ἀνῖαι
-
γώνατα καὶ φωνὰν ἔσχεν ἀμηχανία.
-
ἁ νύμφα δʼ ἐβόασε ʼτί μοι τὸν κῶρον ἔρεξας
-
πότνια; τοιαῦται δαίμονες ἐστἐ φίλαι;
-
ὄμματά μοι τῶ παιδὸς ἀφείλεο. τέκνον ἄλαστε
-
εἶδες Ἀθαναίας στήθεα καὶ λαγόνας,
-
ἀλλʼ οὐκ ἀέλιον πάλιν ὄψεαι. ὦ ἐμὲ δειλάν,
-
ὦ ὄρος, ὦ Ἑλικὼν οὐκέτι μοι παριτέ,
-
ἦ μεγάλʼ ἀντʼ ὀλίγων ἐπράξαο· δόρκας ὀλέσσας
-
καὶ πρόκας οὐ πολλὰς φάεα παιδὸς ἔχεις.ʼ
-
† ἁ μὲν ἀμφοτέραισι φίλον περὶ παῖδα λαβοῖσα
-
† μάτηρ μὲν γοερᾶν οἶτον ἀηδονίδων
-
ἆγε βαρὺ κλαίοισα, θεὰ δʼ ἐλέησεν ἑταίραν
-
καί νιν Ἀθαναία πρὸς τόδʼ ἔλεξεν ἔπος
-
ʼδῖα γύναι μετὰ πάντα βαλεῦ πάλιν ὅσσα διʼ ὀργάν
-
εἶπας· ἐγὼ δʼ οὔ τοι τέκνον ἔθηκʼ ἀλαόν.
-
οὐ γὰρ Ἀθαναίαι γλυκερὸν πέλει ὄμματα παίδων
-
ἁρπάζειν· Κρόνιοι δʼ ὧδε λέγοντι νόμοι·
-
ὅς κε τινʼ ἀθανάτων, ὅκα μὴ θεὸς αὐτὸς ἕληται,
-
ἀθρήσηι, μισθῶ τοῦτον ἰδεῖν μεγάλω.
-
δῖα γύναι, τὸ μὲν οὐ παλινάγρετον αὖθι γένοιτο
-
ἔργον· ἐπεὶ μοιρᾶν ὧδʼ ἐπένησε λίνα,
-
ἁνίκα τὸ πρᾶτόν νιν ἐγείναο· νῦν δὲ κομίζευ,
-
ὦ Εὐηρείδα, τέλθος ὀφειλόμενον.
-
πόσσα μὲν ἁ Καδμηὶς ἐς ὕστερον ἔμπυρα καυσεῖ,
-
πόσσα δʼ Ἀρισταῖος, τὸν μόνον εὐχόμενοι
-
παῖδα, τὸν ἁβατὰν Ἀκταίονα, τυφλὸν ἰδέσθαι.
-
καὶ τῆνος μεγάλας σύνδρομος Ἀτέμιδος
-
ἐσσεῖτʼ· ἀλλʼ οὐκ αὐτὸν ὅ τε δρόμος αἵ τʼ ἐν ὄρεσσι
-
ῥυσεῦνται ξυναὶ τᾶμος ἑκαβολίαι,
ὁπ πόκα κοὐκ ἐθέλων περ ἴδηι χαρίεντα λοετρά
-
δαίμονος· ἀλλʼ αὐταὶ τὸν πρὶν ἄνακτα κύνες
-
τουτάκι δειπνησεῦντι· τὰ δʼ υἱέος ὀστέα μάτηρ
-
λεξεῖται δρυμὼς πάντας ἐπερχομένα·
-
ὀλβίσταν ἐρέει σε καὶ εὐαίωνα γενέσθαι,
-
ἐξ ὀρέων ἀλαὸν παῖδʼ ἀποδεξαμέναν.
-
ὦ ἑτάρα, τῶι μή τι μινύρεο· τῶιδε γὰρ ἄλλα
-
τεῦ χάριν ἐξ ἐμέθεν πολλὰ μενεῦντι γέρα.
-
μάντιν ἐπεὶ θησῶ νιν ἀοίδιμον ἐσσομένοισιν,
-
ἦ μέγα τῶν ἄλλων δή τι περισσότερον,
-
γνωσεῖται δʼ ὄρνιχας, ὃς αἴσιος οἵ τε πέτονται
-
ἤλιθα καὶ ποίων οὐκ ἀγαθαὶ πτέρυγες.
-
πολλὰ δὲ Βοιωτοῖσι θεοπρόπα, πολλὰ δὲ Κάδμωι
-
χρησεῖ, καὶ μεγάλοις ὕστερα Λαβδακίδαις.
-
δωσῶ καὶ μέγα βάκτρον, ὅ οἱ πόδας ἐς δέον ἀξεῖ,
-
δωσῶ καὶ βιότω τέρμα πολυχρόνιον.
-
καὶ μόνος, εὖτε θάνηι, πεπνυμένος ἐν νεκύεσσι
-
φοιτασεῖ, μεγάλωι τίμιος Ἁγεσίλαι.
-
ὣς φαμένα κατένευσε· τὸ δʼ ἐντελές ὧι κʼ ἔπι νεύσηι
-
Παλλάς, ἐπεὶ μώναι Ζεὺς τό γε θυγατέρων
-
δῶκεν Ἀθαναίαι, πατρώια πάντα φέρεσθαι,
-
λωτροχόοι, μάτηρ δʼ οὔτις ἔτικτε θεάν,
-
ἀλλὰ Διὸς κορυφά. κορυφὰ Διὸς οὐκ ἐπινεύει
-
ψεύδεα αι θυγάτηρ.
-
ἔρχετʼ Ἀθαναία νῦν ἀτρεκές· ἀλλὰ δέχεσθε
-
τὰν θεόν, ὦ κῶραι, τὦργον ὅσαις μέλεται,
-
σύν τʼ εὐαγορίαι σύν τʼ εὔγμασι σύν τʼ ὀλολυγαῖς.
-
χαῖρε θεά, κάδευ δʼ Ἄργεος Ἰναχίω.
-
χαῖρε καὶ ἐξελάοισα, καὶ ἐς πάλιν αὖτις ἐλάσσαις
-
ἵππως, καὶ Δαναῶν κλᾶρον ἅπαντα σάω.
Perseus data entry
+This pointer pattern extracts line.
+τίς σε, τὸν ὀφθαλμὼς οὐκέτʼ ἀποισόμενον,
ὦ Εὐηρείδα, χαλεπὰν ὁδὸν ἄγαγε δαίμων;
τί μοι τὸν κῶρον ἔρεξας,
πότνια; τοιαῦται δαίμονες ἐστὲ φίλαι;
ὄμματά μοι τῶ παιδὸς ἀφείλεο. τέκνον ἄλαστε,
εἶδες Ἀθαναίας στήθεα καὶ λαγόνας,
ἀλλʼ οὐκ ἀέλιον πάλιν ὄψεαι. ὦ ἐμὲ δειλάν,
ὦ ὄρος, ὦ Ἑλικὼν οὐκέτι μοι παριτέ,
ἦ μεγάλʼ ἀντʼ ὀλίγων ἐπράξαο· δόρκας ὀλέσσας
καὶ πρόκας οὐ πολλὰς φάεα παιδὸς ἔχεις.
δῖα γύναι, μετὰ πάντα βαλεῦ πάλιν ὅσσα διʼ ὀργὰν
εἶπας· ἐγὼ δʼ οὔ τοι τέκνον ἔθηκʼ ἀλαόν.
οὐ γὰρ Ἀθαναίᾳ γλυκερὸν πέλει ὄμματα παίδων
ἁρπάζειν· Κρόνιοι δʼ ὧδε λέγοντι νόμοι·
ὅς κε τινʼ ἀθανάτων, ὅκα μὴ θεὸς αὐτὸς ἕληται,
ἀθρήσῃ, μισθῶ τοῦτον ἰδεῖν μεγάλω.
δῖα γύναι, τὸ μὲν οὐ παλινάγρετον αὖθι γένοιτο
ἔργον· ἐπεὶ μοιρᾶν ὧδʼ ἐπένησελίνα, ἐπένησε Spanheim, Bentley;ἐπένευσε .
ἁνίκα τὸ πρᾶτόν νιν ἐγείναο· νῦν δὲ κομίζευ,
ὦ Εὐηρείδα, τέλθος ὀφειλόμενον.
πόσσα μὲν ἁ Καδμηὶς ἐς ὕστερον ἔμπυρα καυσεῖ,
τόσσα δʼ Ἀρισταῖος, τὸν μόνον εὐχόμενοι
παῖδα, τὸν ἁβατὰν Ἀκταίονα, τυφλὸν ἰδέσθαι.
καὶ τῆνος μεγάλας σύνδρομος Ἀρτέμιδος
ἐσσεῖτʼ· ἀλλʼ οὐκ αὐτὸν ὅ τε δρόμος αἵ τʼ ἐν ὄρεσσι
ῥυσεῦνται ξυναὶ τᾶμος ἑκαβολίαι,
ὁππόκʼἂν οὐκ ἐθέλων περ ἴδῃ χαρίεντα λοετρὰ ὁππόταν MSS.
δαίμονος· ἀλλʼ αὐταὶ τὸν πρὶν ἄνακτα κύνες
τουτάκι δειπνησεῦντι· τὰ δʼ υἱέος ὀστέα μάτηρ
λεξεῖται δρυμὼς πάωτας ἐπερχομένα·
ὀλβίσταν ἐρέει σε καὶ εὐαίωνα γενέσθαι,
ἐξ ὀρέων ἀλαὸν παῖδʼ ὑποδεξαμέναν.ἀποδεξαμέναν Meineke; an absolute solecism, but accepted by Wilamowitz and others.
ὦ ἑτάρα, τῶ μή τι μινύρεο· τῷδε γὰρ ἄλλα
τεῦ χάριν ἐξ ἐμέθεν πολλὰ μενεῦντι γέρα.
μάντιν ἐπεὶ θησῶ νιν ἀοίδιμον ἐσσομένοισιν,
ἦ μέγα τῶν ἄλλων δή τι περισσότερον.
γνωσεῖται δʼ ὄρνιχας, ὅς αἴσιος οἵ τε πέτονται
ἤλιθα καὶ ποίων οὐκ ἀγαθαὶ πτέρυγες.
πολλὰ δὲ Βοιωτοῖσι θεοπρόπα, πολλὰ δὲ Κάδμῳ
χρησεῖ, καὶ μεγάλοις ὕστερα Λαβδακίδαις.
δωσῶ καὶ μέγα βάκτρον, ὅ οἱ πόδας ἐς δέον ἀξεῖ,
δωσῶ καὶ βιότω τέρμα πολυχρόνιον.
καὶ μόνος, εὖτε θάνῃ, πεπνυμένος ἐν νεκύεσσι
φοιτασεῖ, μεγάλωι τίμιος Ἁγεσίλᾳ.
Perseus DL
+This pointer pattern extracts line.
+τίς σε, τὸν ὀφθαλμὼς οὐκέτʼ ἀποισόμενον,
ὦ Εὐηρείδα, χαλεπὰν ὁδὸν ἄγαγε δαίμων;
τί μοι τὸν κῶρον ἔρεξας
πότνια; τοιαῦται δαίμονες ἐστἐ φίλαι;
ὄμματά μοι τῶ παιδὸς ἀφείλεο. τέκνον ἄλαστε
εἶδες Ἀθαναίας στήθεα καὶ λαγόνας,
ἀλλʼ οὐκ ἀέλιον πάλιν ὄψεαι. ὦ ἐμὲ δειλάν,
ὦ ὄρος, ὦ Ἑλικὼν οὐκέτι μοι παριτέ,
ἦ μεγάλʼ ἀντʼ ὀλίγων ἐπράξαο· δόρκας ὀλέσσας
καὶ πρόκας οὐ πολλὰς φάεα παιδὸς ἔχεις.
δῖα γύναι μετὰ πάντα βαλεῦ πάλιν ὅσσα διʼ ὀργάν
εἶπας· ἐγὼ δʼ οὔ τοι τέκνον ἔθηκʼ ἀλαόν.
οὐ γὰρ Ἀθαναίαι γλυκερὸν πέλει ὄμματα παίδων
ἁρπάζειν· Κρόνιοι δʼ ὧδε λέγοντι νόμοι·
ὅς κε τινʼ ἀθανάτων, ὅκα μὴ θεὸς αὐτὸς ἕληται,
ἀθρήσηι, μισθῶ τοῦτον ἰδεῖν μεγάλω.
δῖα γύναι, τὸ μὲν οὐ παλινάγρετον αὖθι γένοιτο
ἔργον· ἐπεὶ μοιρᾶν ὧδʼ ἐπένησε λίνα,
ἁνίκα τὸ πρᾶτόν νιν ἐγείναο· νῦν δὲ κομίζευ,
ὦ Εὐηρείδα, τέλθος ὀφειλόμενον.
πόσσα μὲν ἁ Καδμηὶς ἐς ὕστερον ἔμπυρα καυσεῖ,
πόσσα δʼ Ἀρισταῖος, τὸν μόνον εὐχόμενοι
παῖδα, τὸν ἁβατὰν Ἀκταίονα, τυφλὸν ἰδέσθαι.
καὶ τῆνος μεγάλας σύνδρομος Ἀτέμιδος
ἐσσεῖτʼ· ἀλλʼ οὐκ αὐτὸν ὅ τε δρόμος αἵ τʼ ἐν ὄρεσσι
ῥυσεῦνται ξυναὶ τᾶμος ἑκαβολίαι,
ὁπ πόκα κοὐκ ἐθέλων περ ἴδηι χαρίεντα λοετρά
δαίμονος· ἀλλʼ αὐταὶ τὸν πρὶν ἄνακτα κύνες
τουτάκι δειπνησεῦντι· τὰ δʼ υἱέος ὀστέα μάτηρ
λεξεῖται δρυμὼς πάντας ἐπερχομένα·
ὀλβίσταν ἐρέει σε καὶ εὐαίωνα γενέσθαι,
ἐξ ὀρέων ἀλαὸν παῖδʼ ἀποδεξαμέναν.
ὦ ἑτάρα, τῶι μή τι μινύρεο· τῶιδε γὰρ ἄλλα
τεῦ χάριν ἐξ ἐμέθεν πολλὰ μενεῦντι γέρα.
μάντιν ἐπεὶ θησῶ νιν ἀοίδιμον ἐσσομένοισιν,
ἦ μέγα τῶν ἄλλων δή τι περισσότερον,
γνωσεῖται δʼ ὄρνιχας, ὃς αἴσιος οἵ τε πέτονται
ἤλιθα καὶ ποίων οὐκ ἀγαθαὶ πτέρυγες.
πολλὰ δὲ Βοιωτοῖσι θεοπρόπα, πολλὰ δὲ Κάδμωι
χρησεῖ, καὶ μεγάλοις ὕστερα Λαβδακίδαις.
δωσῶ καὶ μέγα βάκτρον, ὅ οἱ πόδας ἐς δέον ἀξεῖ,
δωσῶ καὶ βιότω τέρμα πολυχρόνιον.
καὶ μόνος, εὖτε θάνηι, πεπνυμένος ἐν νεκύεσσι
φοιτασεῖ, μεγάλωι τίμιος Ἁγεσίλαι.
Perseus data entry
-
τῶ καλάθω κατιόντος ἐπιφθέγξασθε, γυναῖκες,
- Δάματερ μέγα χαῖρε πολυτρόφε πουλυμέδιμνε.
-
τὸν κάλαθον κατιόντα χαμαὶ θασεῖσθε βέβαλοι,
μηδʼ ἀπὸ τῶ τέγεος μηδʼ ὑψόθεν αὐγάσσησθε
-
μὴ παῖς μηδὲ γυνὰ μηδʼ ἃ κατεχεύατο χαίταν,
-
μηδʼ ὅκʼ ἀφʼ αὑαλέων στομάτων πτύωμες ἄπαστοι.
-
ἕσπερος ἐκ νεφέων ἐσκέψατο πανίκα νεῖται,
-
ἕσπερος, ὅστε πιεῖν Δαμάτερα μῶνος ἔπεισεν,
-
ἁρπαγίμας ὅκʼ ἄπυστα μετέστιχεν ἴχνια κώρας.
-
πότνια, πῶς σε δύναντο πόδες φέρεν ἔστʼ ἐπὶ δυθμάς,
-
ἔστʼ ἐπὶ τὼς μέλανας καὶ ὅπα τὰ χρύσεα μᾶλα;
-
οὐ πίες οὔτʼ ἄρʼ ἔδες τῆνον χρόνον οὐδὲ λοέσσα.
-
τρὶς μὲν δὴ διέβας Ἀχελώιον ἀργυροδίναν,
-
τοσσάκι δʼ ἀενάων ποταμῶν ἐπέρασας ἕκαστον,
-
τρὶς δʼ ἐπὶ Καλλιχόρῳ
αὐσταλέα ἄποτός τε καὶ οὐ φάγες οὐδὲ λοέσσα.
-
μὴ μὴ ταῦτα λέγωμες ἃ δάκρυον ἄγαγε Δηοῖ·
-
κάλλιον, ὡς πολίεσσιν ἑαδότα
κάλλιον, ὡς καλάμαν τε καὶ ἱερὰ δράγματα πράτα
-
ἀσταχύων ἀπέκοψε καὶ ἐν βόας ἧκε πατῆσαι,
-
ἁνίκα Τριπτόλεμος ἀγαθὰν ἐδιδάσκετο τέχναν·
-
κάλλιον, ὡς, ἵνα καί τις ὑπερβασίας
π
οὔπω τὰν Κνιδίαν, ἔτι Δώτιον ἱρὸν ἔναιον,
-
τὶν δʼ
δένδρεσιν ἀμφιλαές· διά κεν μόλις ἦνθεν ὀιστός·
-
ἐν πίτυς, ἐν μεγάλαι πτελέαι ἔσαν, ἐν δὲ καὶ ὄχναι,
-
ἐν δὲ καλὰ γλυκύμαλα· τὸ δʼ ὥστʼ ἀλέκτρινον ὕδωρ
-
ἐξ ἀμαρᾶν ἀνέθυε. θεὰ δʼ ἐπεμαίνετο χώρῳ
-
ὅσσον Ἐλευσῖνι, Τριόπῳ θʼ
ἀλλʼ ὅκα Τριοπίδαισιν ὁ δεξιὸς ἄχθετο δαίμων,
-
τουτάκις ἁ χείρων Ἐρυσίχθονος ἅψατο βωλά·
-
σεύατʼ ἔχων θεράποντας ἐείκοσι, πάντας ἐν ἀκμᾷ,
-
πάντας δʼ ἀνδρογίγαντας ὅλαν πόλιν ἀρκίος ἆραι,
-
ἀμφότερον πελέκεσσι καὶ ἀξίναισιν ὁπλίσσας,
-
ἐς δὲ τὸ Δάματρος ἀναιδέες ἔδραμον ἄλσος.
-
ἦς
τῷ δʼ ἔπι ταὶ νύμφαι ποτὶ τὤνδιον ἑψιόωντο,
-
ἃ πράτα πλαγεῖσα κακὸν μέλος ἴαχεν ἄλλαις.
-
ᾄσθετο Δαμάτηρ, ὅτι οἱ ξύλον ἱερὸν ἄλγει,
-
εἶπε δὲ χωσαμένα "τίς μοι καλὰ δένδρεα κόπτει;"
-
αὐτίκα Νικίππᾳ, τάν οἱ πόλις ἀράτειραν
-
δαμοσίαν ἔστασαν, ἐείσατο, γέντο δὲ χειρὶ
-
στέμματα καὶ μάκωνα, κατωμαδίαν δʼ ἔχε κλᾷδα.
-
φᾶ δὲ παραψύχοισα κακὸν καὶ ἀναιδέα φῶτα
- τέκνον, ὅτις τὰ θεοῖσιν ἀνειμένα δένδρεα κόπτεις,
-
-
τέκνον ἐλίνυσον, τέκνον πολύθεστε τοκεῦσι,
-
παύεο καὶ θεράποντας ἀπότρεπε, μή τι χαλεφθῇ
-
πότνια Δαμάτηρ, τᾶς ἱερὸν ἐκκεραΐζεις.
τὰν δʼ ἄρʼ ὑποβλέψας χαλεπώτερον ἠὲ κυναγὸν
-
ὤρεσιν ἐν Τμαρίοισιν ὑποβλέπει ἄνδρα λέαινα
-
ὠμοτόκος, τᾶς φαντὶ πέλειν βλοσυρώτατον ὄμμα,
- χάζευ," ἔφα, "μή τοι πέλεκυν μέγαν ἐν χροΐ πάξω.
-
-
ταῦτα δʼ ἐμὸν θησεῖ στεγανὸν δόμον, ᾧ ἔνι δαῖτας
-
αἰὲν ἐμοῖς ἑτάροισιν ἄδην θυμαρέας ἀξῶ.
εἶπεν ὁ παῖς, Νέμεσις δὲ κακὰν ἐγράψατο φωνάν.
-
Δαμάτηρ δʼ ἄφατόν τι κοτέσσατο, γείνατο
ἴθματα μὲν χέρσω, κεφαλὰ δέ οἱ ἅψατʼ Ὀλύμπω.
-
οἱ μὲν ἄρʼ ἡμιθνῆτες, ἐπεὶ τὰν πότνιαν εἶδον,
-
ἐξαπίνας ἀπόρουσαν ἐνὶ δρυσὶ χαλκὸν ἀφέντες·
-
ἁ δʼ ἄλλως μὲν ἔασεν, ἀναγκαίᾳ γὰρ ἕποντο
-
δεσποτικὰν ὑπὸ χεῖρα, βαρὺν δʼ ἀπαμείψατʼ ἄνακτα
- ναὶ ναί, τεύχεο δῶμα, κύον, κύον, ᾧ ἔνι δαῖτας
-
-
ποιησεῖς· θαμιναὶ γάρ ἐς ὕστερον εἰλαπίναι τοι.
ἁ μὲν τόσσʼ εἰποῖσʼ Ἐρυσίχθονι τεῦχε πονηρά.
-
αὐτίκα οἱ χαλεπόν τε καὶ ἄγριον ἔμβαλε λιμὸν
-
αἴθωνα κρατερόν, μεγάλᾳ δʼ ἐστρεύγετο νούσῳ.
-
σχέτλιος, ὅσσα πάσαιτο τόσων ἔχεν ἵμερος αὖτις.
-
εἴκατι δαῖτα πένοντο, δυώδεκα δʼ οἶνον ἄφυσσον·
-
τόσσα Διώνυσον γὰρ ἃ καὶ Δάματρα χαλέπτελ·
-
καὶ γὰρ τᾷ Δάματρι συνωργίσθη Διόνυσος.
-
οὔτε νιν εἰς ἐράνως οὔτε ξυνδείπνια πέμπον
-
αἰδόμενοι γονέες, προχανὰ δʼ εὑρίσκετο πᾶσα.
-
ἦνθον Ἰτωνιάδος νιν Ἀθαναίας ἐπʼ ἄεθλα
-
Ὀρμενίδαι καλέοντες· ἀπʼ ὦν ἀρνήσατο μάτηρ
- οὐκ ἔνδοι, χθιζὸς γὰρ ἐπὶ Κραννῶνα βέβακε
-
ἦνθε Πολυξώ,
-
τέλθος ἀπαιτησῶν ἑκατὸν βόας.
μάτηρ Ἀκτορίωνος, ἐπεὶ γάμον ἄρτυε παιδί,
-
ἀμφότερον Τριόπαν τε καὶ υἱέα κικλήσκοισα.
-
τὰν δὲ γυνὰ βαρύθυμος ἀμείβετο δάκρυ χέοισα
- νεῖταί τοι Τριόπας, Ἐρυσίχθονα δʼ ἤλασε κάπρος
-
-
Πίνδον ἀνʼ εὐάγκειαν, ὁ δʼ ἐννέα φάεα κεῖται.
δειλαία φιλότεκνε, τί δʼ οὐκ ἐψεύσαο, μᾶτερ;
-
δαίνυεν εἰλαπίναν τις· ἐν ἀλλοτρίοις Ἐρυσίχθων.
-
ἄγετό τις νύμφαν· Ἐρυσίχθονα δίσκος ἔτυψεν,
-
ἢ ἔπεσʼ ἐξ ἵππων,
ἢ ἐν Ὄθρυϊποίμνἰ ἀμιθρεῖ.
-
ἐνδόμυχος δἤπειτα πανάμερος εἰλαπιναστὰς
-
ἤσθιε μυρία πάντα· κακὰ δʼ ἐξάλλετο γαστὴρ
-
αἰεὶ μᾶλλον ἔδοντι, τὰ δʼ ἐς βυθὸν οἷα θαλάσσας
-
ἀλεμάτως ἀχάριστα κατέρρεεν εἴδατα πάντα.
-
ὡς δὲ Μίμαντι χιών, ὡς ἀελίῳ ἔνι πλαγγών,
-
καὶ τούτων ἔτι μεῖζον ἐτάκετο μέσφʼ ἐπὶ νευράς·
-
δειλαίῳ ἶνές τε καὶ ὀστέα μῶνον ἔλειφθεν.
-
κλαῖε μὲν ἁ μάτηρ, βαρὺ δʼ ἔστενον αἱ δ̣̣̔̓ ἀδελφαὶ
-
χὡ μαστὸς τὸν ἔπωνε καὶ αἱ δέκα πολλάκι δῶλαι.
-
καὶ δʼ αὐτὸς Τριόπας πολιαῖς ἐπὶ χεῖρας ἔβαλλε,
-
τοῖα τὸν οὐκ ἀίοντα Ποσειδάωνα καλιστρέων·
- ψευδοπάτωρ ἰδὲ τόνδε τεοῦ τρίτον, εἴπερ ἐγὼ μὲν
-
-
σεῦ τε καὶ Αἰολίδος Κανάκας γένος, αὐτὰρ ἐμεῖο
-
τοῦτο τὸ δείλαιον γένετο βρέφος· αἴθε γὰρ αὐτὸν
-
βλητὸν ὑπʼ Ἀπόλλωνος ἐμαὶ χέρες ἐκτερέιξαν·
-
νῦν δὲ κακὰ βούβρωστις ἐν ὀφθαλμοῖσι κάθηται.
-
ἤ οἱ ἀπόστασον χαλεπὰν νόσον ἠέ νιν αὐτὸς
-
βόσκε λαβών· ἁμαὶ γὰρ ἀπειρήκαντι τράπεζαι.
-
χῆραι μὲν μάνδραι, κενεαὶ δέ μοι αὔλιες ἤδη
-
τετραπόδων, ἤδη γὰρ ἀπαρνήσαντο μάγειροι.
ἀλλὰ καὶ οὐρῆας μεγαλᾶν ὑπέλυσαν ἁμαξᾶν,
-
καὶ τὰν βῶν ἔφαγεν, τὰν Ἑστίᾳ ἔτρεφε μάτηρ,
-
καὶ τὰν ἀεθλοφόρον καὶ τὸν πολεμήιον ἵππον,
-
καὶ τὰν αἴλουρον, τὰν ἔτρεμε θηρία μικκά.
-
μέσφʼ ὅκα μὲν Τριόπαο δόμοις ἔνι χρήματα κεῖτο,
-
μῶνοι ἄρʼ οἰκεῖοι θάλαμοι κακὸν ἠπίσταντο.
-
ἀλλʼ ὅκα τὸν βαθὺν οἶκον ἀνεξήραναν
καὶ τόχʼ ὁ τῶ βασιλῆος ἐνὶ τριόδοισι καθῆστο
-
αἰτίζων ἀκόλως τε καὶ ἔκβολα λύματα δαιτός.
-
Δάματερ, μὴ τῆνος ἐμὶν φίλος, ὅς τοι ἀπεχθής,
-
εἴη μηδʼ ὁμότοιχος· ἐμοὶ κακογείτονες ἐχθροί.
-
ᾄσατε Δάματερ μέγα χαῖρε πολυτρόφε πουλυμέδιμνε.
-
χὠς αἱ
τέσσαρες, ὣς ἁμὶν μεγάλα θεὸς εὐρυάνασσα
-
λευκὸν ἔαρ, λευκὸν δὲ θέρος καὶ χεῖμα φέροισα
-
ἡξεῖ καὶ φθινόπωρον, ἔτος δʼ εἰς ἄλλο φυλαξεῖ.
-
ὡς δʼ ἀπεδίλωτοι καὶ ἀνάμπυκες ἄστυ πατεῦμες,
-
ὣς πόδας, ὣς κεφαλὰς παναπηρέας ἕξομες αἰεί.
-
ὡς δʼ αἱ
ὣς ἁμὲς τὸν χρυσὸν ἀφειδέα πασαίμεσθα.
-
μέσφα τὰ τᾶς πόλιος πρυτανήια τὰς ἀτελέστως,
-
τὰς δὲ τελεσφορέας
αἵτινες ἑξήκοντα κατώτεραι· αἱ δὲ
χἄτις Ἐλειθυίᾳ τείνει χέρα χἄτις ἐν ἄλγει.
-
ὣς ἅλις, ὡς αὐτᾶν ἱκανὸν γόνυ· ταῖσι δὲ Δηὼ
-
δωσεῖ πάντʼ ἐπίμεστα καὶ ὡς ποτὶ ναὸν ἵκωνται.
-
χαῖρε θεὰ καὶ τάνδε σάω πόλιν ἔν θʼ ὁμονοίᾳ
-
ἔν τʼ εὐηπελίᾳ, φέρε δʼ ἀγρόθι νόστιμα πάντα·
-
φέρβε βόας, φέρε μᾶλα, φέρε στάχυν, οἶσε θερισμόν,
-
φέρβε καὶ εἰράναν, ἵνʼ ὃς ἄροσε τῆνος ἀμάσῃ.
ἵλαθί μοι τρίλλιστε μέγα κρείοισα θεάων.
-
Perseus DL
-
-
τῶ καλάθω κατιόντος ἐπιφθέγξασθε γυναῖκες
-
ʼΔάματερ μέγα χαῖρε πολύτροφε πουλυμέδιμνεʼ.
-
τὸν κάλαθον κατιόντα χαμαὶ θασεῖσθε βέβαλοι,
-
μηδʼ ἀπὸ τῶ τέγεος μηδʼ ὑψόθεν αὐγάσσησθε
-
μὴ παῖς μηδὲ γυνὰ μηδʼ ἃ κατεχεύατο χαίταν,
-
μηδʼ ὅκʼ ἀφʼ αὑαλέων στομάτων πτύωμες ἄπαστοι.
-
ἕσπερος ἐκ νεφέων ἐσκέψατο (πανίκα νεῖται;),
-
ἕσπερος, ὅστε πιεῖν Δαμάτερα μῶνος ἔπεισεν,
-
ἁρπαγίμας ὅκʼ ἄπυστα μετέστιχεν ἴχνια κώρας.
-
πότνια πῶς σε δύναντο πόδες φέρεν ἔστʼ ἐπὶ δυθμάς,
-
ἔστʼ ἐπὶ τὼς μέλανας καὶ ὅπα τὰ χρύσεα μᾶλα;
-
οὐ πίες οὐδʼ ἄρʼ ἔδες τῆνον χρόνον οὐδὲ λοέσσα.
-
τρὶς μὲν δὴ διέβας Ἀχελώιον ἀργυροδίναν,
-
τοσσάκι δʼ ἀενάων ποταμῶν ἐπέρασας ἕκαστον,
-
τρὶς δʼ ἐπὶ Καλλιχόρωι χαμάδις ἐκαθίσσαο φρητί
-
αὐσταλέα ἄποτός τε καὶ οὐ φάγες οὐδὲ λοέσσα.
-
μὴ μὴ ταῦτα λέγωμες ἃ δάκρυον ἄγαγε Δηοῖ·
-
κάλλιον, ὡς πολίεσσιν ἑαδότα τέθμια δῶκε·
-
κάλλιον, ὡς καλάμαν τε καὶ ἱερὰ δράγματα πράτα
-
ἀσταχύων ἀπέκοψε καὶ ἐν βόας ἧκε πατῆσαι,
-
ἁνίκα Τριπτόλεμος ἀγαθὰν ἐδιδάσκετο τέχναν·
-
κάλλιον, ὡς (ἵνα καί τις ὑπερβασίας ἀλέηται)
π
οὔπω τὰν Κνιδίαν, ἔτι Δώτιον ἱρὸν ἔναιον,
-
τεῖ δʼ αὐτᾶι καλὸν ἄλσος ἐποιήσαντο Πελασγοί
-
δένδρεσιν ἀμφιλαφές· διά κεν μόλις ἦνθεν ὀιστός·
-
ἐν πίτυς, ἐν μεγάλαι πτελέαι ἔσαν, ἐν δὲ καὶ ὄχναι,
-
ἐν δὲ καλὰ γλυκύμαλα· τὸ δʼ ὥστʼ ἀλέκτρινον ὕδωρ
-
ἐξ ἀμαρᾶν ἀνέθυε. θεὰ δʼ ἐπεμαίνετο χώρωι
-
ὅσσον Ἐλευσῖνι, Τριόπαι θʼ ὅσον ὁκκόσον Ἔνναι.
-
ἀλλʼ ὅκα Τριοπίδαισιν ὁ δεξιὸς ἄχθετο δαίμων,
-
τουτάκις ἁ χείρων Ἐρυσίχθονος ἅψατο βωλά·
-
σεύατʼ ἔχων θεράποντας ἐείκοσι, πάντας ἐν ἀκμᾶι,
-
πάντας δʼ ἀνδρογίγαντας ὅλαν πόλιν ἀρκίος ἆραι,
-
ἀμφότερον πελέκεσσι καὶ ἀξίναισιν ὁπλίσσας
-
ἐς δὲ τὸ τᾶς Δάματρος ἀναιδέες ἔδραμον ἄλσος.
-
ἦς δέ τις αἴγειρος, μέγα δένδρεον αἰθέρι κῦρον,
-
τῶι ἔπι ταὶ νύμφαι ποτὶ τὤνδιον ἑψιόωντο,
-
ἃ πράτα πλαγεῖσα κακὸν μέλος ἴαχεν ἄλλαις.
-
ἄισθετο Δαμάτηρ ὅτι οἱ ξύλον ἱερὸν ἄλγει,
-
εἶπε δὲ χωσαμένα ʼτίς μοι καλὰ δένδρεα κόπτει;ʼ
-
αὐτίκα Νικίππαι, τὰν οἱ πόλις ἀράτειραν
-
δαμοσίαν ἔστασαν, ἐείσατο, γέντο δὲ χειρί
-
στέμματα καὶ μάκωνα, κατωμαδίαν δʼ ἔχε κλαῖδα.
-
φᾶ δὲ παραψύχοισα κακὸν καὶ ἀναιδέα φῶτα
-
ʼτέκνον, ὅτις τὰ θεοῖσιν ἀνειμένα δένδρεα κόπτεις,
-
τέκνον ἐλίνυσον, τέκνον πολύθεστε τοκεῦσι,
-
παύεο καὶ θεράποντας ἀπότρεπε, μή τι χαλεφθῆι
-
πότνια Δαμάτηρ, τᾶς ἱερὸν ἐκκεραΐζεισʼ.
-
τὰν δʼ ἄρʼ ὑποβλέψας χαλεπώτερον ἠὲ κυναγὸν
-
ὤρεσιν ἐν Τμαρίοισιν ὑποβλέπει ἄνδρα λέαινα
-
ὠμοτόκος, τᾶς φαντὶ πέλειν βλοσυρώτατον ὄμμα,
-
ʼχάζευʼ ἔφα ʼμή τοι πέλεκυν μέγαν ἐν χροῒ παξῶ.
ταῦτα δʼ ἐμὸν θησεῖ στεγανὸν δόμον, ὧι ἔνι δαῖτας
-
αἰὲν ἐμοῖς ἑτάροισιν ἄδην θυμαρέας ἀξῶ.ʼ
-
εἷπεν ὁ παῖς, Νέμεσις δὲ κακὰν ἐγράψατο φωνάν.
-
Δαμάτηρ δʼ ἄφατόν τι κοτέσσατο, εἴσατο δʼ ἁ θεύς·
-
ἴθματα μὲν χέρσω, κεφαλὰ δέ οἱ ἅψατʼ Ὀλύμπω.
-
οἳ μὲν ἄρʼ ἡμιθνῆτες, ἐπεὶ τὰν πότνιαν εἶδον,
-
ἐξαπίνας ἀπόρουσαν ἐνὶ δρυσὶ χαλκὸν ἀφέντες.
-
ἃ δʼ ἄλλως μὲν ἔασεν, ἀναγκαίαι γὰρ ἕποντο
-
δεσποτικὰν ὑπὸ χεῖρα, βαρὺν δʼ ἀπαμείψατʼ ἄνακτα
-
ʼναὶ ναί, τεύχεο δῶμα κύον κύον ὧι ἔνι δαῖτας
-
ποιησεῖς· θαμιναὶ γὰρ ἐς ὕστερον εἰλαπίναι τοι.ʼ
-
ἃ μὲν τόσσʼ εἰποῖσʼ Ἐρυσίχθονι τεῦχε πονηρά.
αὐτίκα οἱ χαλεπόν τε καὶ ἄγριον ἔμβαλε λιμόν
-
αἴθωνα κρατερόν, μεγάλαι δʼ ἐστρεύγετο νούσωι.
-
σχέτλιος, ὅσσα πάσαιτο τόσων ἔχεν ἵμερος αὖτις.
-
εἴκατι δαῖτα πένοντο, δυώδεκα δʼ οἶνον ἄφυσσον·
-
τόσσα Διώνυσον γὰρ ἃ καὶ Δάματρα χαλέπτει·
-
† καὶ γὰρ τᾶι Δάματρι συνωργίσθη Διόνυσος.
-
οὔτε νιν εἰς ἐράνως οὔτε ξυνδείπνια πέμπον
-
αἰδόμενοι γονέες, προχανὰ δʼ εὑρίσκετο πᾶσα.
-
ἦνθον Ἰτωνιάδος νιν Ἀθαναίας ἐπʼ ἄεθλα
-
Ὀρμενίδαι καλέοντες· ἀπʼ ὦν ἀρνήσατο μάτηρ
-
ʼοὐκ ἔνδοι, χθιζὸς γὰρ ἐπὶ Κραννῶνα βέβακε
-
τέλθος ἀπαιτησῶν ἑκατὸν βόασʼ. ἦνθε Πολυξώ,
-
μάτηρ Ἀκτορίωνος, ἐπεὶ γάμον ἄρτυε παιδί,
-
ἀμφότερον Τριόπαν τε καὶ υἱέα κικλήσκοισα.
-
τὰν δὲ γυνὰ βαρύθυμος ἀμείβετο δάκρυ χέοισα
-
ʼνεῖταί τοι Τριόπας, Ἐρυσίχθονα δʼ ἤλασε κάπρος
-
Πίνδον ἀνʼ εὐάγκειαν, δ δʼ ἐννέα φάεα κεῖταιʼ.
-
δειλαία φιλότεκνε, τί δʼ οὐκ ἐψεύσαο, μᾶτερ;
-
δαίνυεν εἰλαπίναν τις· ʼἐν ἀλλοτρίοις Ἐρυσίχθωνʼ.
-
ἄγετό τις νύμφαν· ʼἘρυσίχθονα δίσκος ἔτυψεν,ʼ
ἢ ʼἔπεσʼ ἐξ ἵππωνʼ, ἢ ʼἐν Ὄθρυϊ ποίμνιʼ ἀμιθρεῖʼ.
-
ἐνδόμυχος δἤπειτα πανάμερος εἰλαπιναστάς
-
ἤσθιε μυρία πάντα· κακὰ δʼ ἐξάλλετο γαστήρ
-
αἰεὶ μᾶλλον ἔδοντι, τὰ δʼ ἐς βυθὸν οἷα θαλάσσας
-
ἀλεμάτως ἀχάριστα κατέρρεεν εἴδατα πάντα.
-
ὡς δὲ Μίμαντι χιών, ὡς ἀελίωι ἔνι πλαγγών,
-
καὶ τούτων † ἔτι μεῖζον ἐτάκετο μέσφʼ ἐπὶ νευράς·
-
δειλαίωι ἶνές τε καὶ ὀστέα μῶνον ἔλειφθεν.
-
κλαῖε μὲν ἁ μάτηρ, βαρὺ δʼ ἔστενον αἱ δύʼ ἀδελφαί
-
χὡ μαστὸς τὸν ἔπωνε καὶ αἱ δέκα πολλάκι δῶλαι.
-
καὶ δʼ αὐτὸς Τριόπας πολιαῖς ἐπὶ χεῖρας ἔβαλλε,
-
τοῖα τὸν οὐκ ἀίοντα Ποσειδάωνα καλιστρέων·
-
ʼψευδοπάτωρ ἰδὲ τόνδε τεοῦ τρίτον, εἴπερ ἐγὼ μέν
-
σεῦ τε καὶ Αἰολίδος Κανάκας γένος, αὐτὰρ ἐμεῖο
-
τοῦτο τὸ δείλαιον γένετο βρέφος· αἴθε γὰρ αὐτόν
-
βλητὸν ὑπʼ Ἀπόλλωνος ἐμαὶ χέρες ἐκτερέιξαν·
-
νῦν δὲ κακὰ βούβρωστις ἐν ὀφθαλμοῖσι κάθηται.
-
ἤ οἱ ἀπόστασον χαλεπὰν νόσον ἠέ νιν αὐτός
-
βόσκε λαβών· ἁμαὶ γὰρ ἀπειρήκαντι τράπεζαι.
-
χῆραι μὲν μάνδραι, κενεαὶ δέ μοι αὔλιες ἤδη
-
τετραπόδων, ἤδη γὰρ ἀπαρνήσαντο μάγειροι.ʼ
-
ἀλλὰ καὶ οὐρῆας μεγαλᾶν ὑπέλυσαν ἁμαξᾶν,
-
καὶ τὰν βῶν ἔφαγεν, τὰν Ἑστίαι ἔτρεφε μάτηρ,
-
καὶ τὸν ἀεθλοφόρον καὶ τὸν πολεμήιον ἵππον,
-
καὶ τὰν αἴλουρον, τὰν ἔτρεμε θηρία μικκά.
-
μέσφʼ ὅκα μὲν Τριόπαο δόμοις ἔνι χρήματα κεῖτο,
-
μῶνοι ἄρʼ οἰκεῖοι θάλαμοι κακὸν ἠπίσταντο.
-
ἀλλʼ ὅκα τὸν βαθὺν οἶκον ἀνεξήραναν ὀδόντες,
-
καὶ τόχʼ ὁ τῶ βασιλῆος ἐνὶ τριόδοισι καθῆστο
-
αἰτίζων ἀκόλως τε καὶ ἔκβολα λύματα δαιτός.
-
Δάματερ, μὴ τῆνος ἐμὶν φίλος, ὅς τοι ἀπεχθής,
-
εἴη μηδʼ ὁμότοιχος· ἐμοὶ κακογείτονες ἐχθροί.
ἄισατε παρθενικαί, καὶ ἐπιφθέγξασθε τεκοῖσαι
-
Δ̔άματερ μέγα χαῖρε πολύτροφε πουλυμέδιμνεʼ.
-
χὠς αἱ τὸν κάλαθον λευκότριχες ἵπποι ἄγοντι
-
τέσσαρες, ὣς ἁμὶν μεγάλα θεὸς εὐρυάνασσα
-
λευκὸν ἔαρ, λευκὸν δὲ θέρος καὶ χεῖμα φέροισα
-
ἡξεῖ καὶ φθινόπωρον, ἔτος δʼ εἰς ἄλλο φυλαξεῖ.
-
ὡς δʼ ἀπεδίλωτοι καὶ ἀνάμπυκες ἄστυ πατεῦμες,
-
ὣς πόδας, ὣς κεφαλὰς παναπηρέας ἕξομες αἰεί.
-
ὡς δʼ αἱ λικνοφόροι χρυσῶ πλέα λίκνα φέροντι,
-
ὣς ἁμὲς τὸν χρυσὸν ἀφειδέα πασαίμεσθα.
-
μέσφα τὰ τᾶς πόλιος πρυτανήια τὰς ἀτελέστως,
-
τὰς δὲ τελεσφορέας ποτὶ τὰν θεὸν ἄχρις ὁμαρτεῖν,
-
αἵτινες ἑξήκοντα κατώτεραι· αἱ δὲ βαρεῖαι
-
χἄτις Ἐλειθυίαι τείνει χέρα χἄτις ἐν ἄλγει,
-
ὣς ἅλις, ὡς αὐτᾶν ἱκανὸν γόνυ· ταῖσι δὲ Δηώ
-
δωσεῖ πάντʼ ἐπίμεστα καὶ ὡς ποτὶ ναὸν ἵκωνται.
-
χαῖρε θεὰ καὶ τάνδε σάω πόλιν ἔν θʼ ὁμονοίαι
-
ἔν τʼ εὐηπελίαι, φέρε δʼ ἀγρόθι νόστιμα πάντα·
-
φέρβε βόας, φέρε μᾶλα, φέρε στάχυν, οἶσε θερισμόν,
-
φέρβε καὶ εἰράναν, ἵνʼ ὃς ἄροσε τῆνος ἀμάσηι.
-
ἵλαθί μοι τρίλλιστε μέγα κρείοισα θεάων.
Perseus data entry
+This pointer pattern extracts line.
+Δάματερ μέγα χαῖρε πολυτρόφε πουλυμέδιμνε.
τέκνον, ὅτις τὰ θεοῖσιν ἀνειμένα δένδρεα κόπτεις,
τέκνον ἐλίνυσον, τέκνον πολύθεστε τοκεῦσι,
παύεο καὶ θεράποντας ἀπότρεπε, μή τι χαλεφθῇ
πότνια Δαμάτηρ, τᾶς ἱερὸν ἐκκεραΐζεις.
χάζευ,ἔφα,
μή τοι πέλεκυν μέγαν ἐν χροΐ πάξω.
ταῦτα δʼ ἐμὸν θησεῖ στεγανὸν δόμον, ᾧ ἔνι δαῖτας
αἰὲν ἐμοῖς ἑτάροισιν ἄδην θυμαρέας ἀξῶ.
ναὶ ναί, τεύχεο δῶμα, κύον, κύον, ᾧ ἔνι δαῖτας
ποιησεῖς· θαμιναὶ γάρ ἐς ὕστερον εἰλαπίναι τοι.
οὐκ ἔνδοι, χθιζὸς γὰρ ἐπὶ Κραννῶνα βέβακε
τέλθος ἀπαιτησῶν ἑκατὸν βόας.ἦνθε Πολυξώ,
νεῖταί τοι Τριόπας, Ἐρυσίχθονα δʼ ἤλασε κάπρος
Πίνδον ἀνʼ εὐάγκειαν, ὁ δʼ ἐννέα φάεα κεῖται.
ἐν ἀλλοτρίοις Ἐρυσίχθων.
Ἐρυσίχθονα δίσκος ἔτυψεν,
ἔπεσʼ ἐξ ἵππων,ἢ
ἐν Ὄθρυϊποίμνἰ ἀμιθρεῖ.ἀμιθρεῖ Ruhnken, Valckenaer;ἀμι- A,ἀμ᾽ E,ἀριθμεῖ d;ἀμέλγει F.
ψευδοπάτωρ ἰδὲ τόνδε τεοῦ τρίτον, εἴπερ ἐγὼ μὲν
σεῦ τε καὶ Αἰολίδος Κανάκας γένος, αὐτὰρ ἐμεῖο
τοῦτο τὸ δείλαιον γένετο βρέφος· αἴθε γὰρ αὐτὸν
βλητὸν ὑπʼ Ἀπόλλωνος ἐμαὶ χέρες ἐκτερέιξαν·
νῦν δὲ κακὰ βούβρωστις ἐν ὀφθαλμοῖσι κάθηται.
ἤ οἱ ἀπόστασον χαλεπὰν νόσον ἠέ νιν αὐτὸς
βόσκε λαβών· ἁμαὶ γὰρ ἀπειρήκαντι τράπεζαι.
χῆραι μὲν μάνδραι, κενεαὶ δέ μοι αὔλιες ἤδη
τετραπόδων, ἤδη γὰρ ἀπαρνήσαντο μάγειροι.
Δάματερ μέγα χαῖρε πολυτρόφε πουλυμέδιμνε.
Perseus DL
+This pointer pattern extracts line.
+Δάματερ μέγα χαῖρε πολύτροφε πουλυμέδιμνε.
τίς μοι καλὰ δένδρεα κόπτει;
τέκνον, ὅτις τὰ θεοῖσιν ἀνειμένα δένδρεα κόπτεις,
τέκνον ἐλίνυσον, τέκνον πολύθεστε τοκεῦσι,
παύεο καὶ θεράποντας ἀπότρεπε, μή τι χαλεφθῆι
πότνια Δαμάτηρ, τᾶς ἱερὸν ἐκκεραΐζεις.
χάζευἔφα
μή τοι πέλεκυν μέγαν ἐν χροῒ παξῶ.
ταῦτα δʼ ἐμὸν θησεῖ στεγανὸν δόμον, ὧι ἔνι δαῖτας
αἰὲν ἐμοῖς ἑτάροισιν ἄδην θυμαρέας ἀξῶ.
ναὶ ναί, τεύχεο δῶμα κύον κύον ὧι ἔνι δαῖτας
ποιησεῖς· θαμιναὶ γὰρ ἐς ὕστερον εἰλαπίναι τοι.
οὐκ ἔνδοι, χθιζὸς γὰρ ἐπὶ Κραννῶνα βέβακε
τέλθος ἀπαιτησῶν ἑκατὸν βόας. ἦνθε Πολυξώ,
νεῖταί τοι Τριόπας, Ἐρυσίχθονα δʼ ἤλασε κάπρος
Πίνδον ἀνʼ εὐάγκειαν, δ δʼ ἐννέα φάεα κεῖται.
ἐν ἀλλοτρίοις Ἐρυσίχθων.
Ἐρυσίχθονα δίσκος ἔτυψεν,
ἔπεσʼ ἐξ ἵππων, ἢ
ἐν Ὄθρυϊ ποίμνιʼ ἀμιθρεῖ.
ψευδοπάτωρ ἰδὲ τόνδε τεοῦ τρίτον, εἴπερ ἐγὼ μέν
σεῦ τε καὶ Αἰολίδος Κανάκας γένος, αὐτὰρ ἐμεῖο
τοῦτο τὸ δείλαιον γένετο βρέφος· αἴθε γὰρ αὐτόν
βλητὸν ὑπʼ Ἀπόλλωνος ἐμαὶ χέρες ἐκτερέιξαν·
νῦν δὲ κακὰ βούβρωστις ἐν ὀφθαλμοῖσι κάθηται.
ἤ οἱ ἀπόστασον χαλεπὰν νόσον ἠέ νιν αὐτός
βόσκε λαβών· ἁμαὶ γὰρ ἀπειρήκαντι τράπεζαι.
χῆραι μὲν μάνδραι, κενεαὶ δέ μοι αὔλιες ἤδη
τετραπόδων, ἤδη γὰρ ἀπαρνήσαντο μάγειροι.
Δάματερ μέγα χαῖρε πολύτροφε πουλυμέδιμνε.